Nemean Odes
ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,
2κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,
3δέμνιον Ἀρτέμιδος,
4Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς
5ὕμνος ὁρμᾶται θέμεν
6αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν ·
7ἅρμα δ’ὀτρύνει Χρομίου Νεμέαθ’ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.
8ἀρχαὶ δὲ βέβληνται θεῶν
9κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.
10ἔστι δ’ἐν εὐτυχίᾳ
11πανδοξίας ἄκρον · μεγάλων δ’ἀέθλων
12Μοῖσα μεμνᾶσθαι φιλεῖ.
13σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας
14Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέντέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς
15Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
16ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος
17λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις
18μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.
19ἔσταν δ’ἐπ’αὐλείαις θύραις
20ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,
21ἔνθα μοι ἁρμόδιον
22δεῖπνον κεκόσμηται, θαμὰ δ’ἀλλοδαπῶν
23οὐκ ἀπείρατοι δόμοι
24ἐντί · λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν
25ἀντίον. τέχναι δ’ἑτέρων ἕτεραι · χρὴ δ’ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ.
26πράσσει γὰρ ἔργῳ μὲν σθένος,
27βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν
28συγγενὲς οἷς ἕπεται.
29Ἁγησιδάμου παῖ, σέο δ’ἀμφὶ τρόπῳ
30τῶντε καὶ τῶν χρήσιες.
31οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν,
32ἀλλ’ἐόντων εὖτε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ’ἐλπίδες
33πολυπόνων ἀνδρῶν. ἐγὼ δ’Ἡρακλέος ἀντέχομαι προφρόνως,
34ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον,
35ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς
36ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν,
37ὡς οὐ λαθὼν χρυσόθρονον
38Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα ·
39ἀλλὰ θεῶν βασιλέα
40σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ.
41τοὶ μὲν οἰχθεισᾶν πυλᾶν
42ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους
43ἀμφελίξασθαι μεμαῶτες · ὁ δ’ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας,
44δισσαῖσι δοιοὺς αὐχένων
45μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας ·
46ἀγχομένοις δὲ χρόνος
47ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων.
48ἐκ δ’ἄρ’ἄτλατον δέος
49πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει ·
50καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ’ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων.
51ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον ·
52ἐν χερὶ δ’Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον
53ἵκετ’, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθ’ὁμῶς ·
54εὐθὺς δ’ἀπήμων κραδία κᾶδος ἀμφ’ἀλλότριον.
55ἔστα δὲ θάμβει δυσφόρῳ
56τερπνῷτε μιχθείς. εἶδε γὰρ ἐκνόμιον
57λῆμάτε καὶ δύναμιν
58υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι
59ἀγγέλων ῥῆσιν θέσαν.
60γείτονα δ’ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον,
61ὀρθόμαντιν Τειρεσίαν · ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις,
62ὅσσους μὲν ἐν χέρσῳ κτανών,
63ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας ·
64καί τινα σὺν πλαγίῳ
65ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον
66φᾶσέ νιν δώσειν μόρῳ.
67καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν
68ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν
69ἔνεπεν · αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ἐν σχερῷ
70ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντ’ἐξαίρετον
71ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον
72δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον.
1ὅθεν περ καὶ Ὁμηρίδαι
2ῥαπτῶν ἐπέων τὰ πόλλ’ἀοιδοὶ
3ἄρχονται, Διὸς ἐκ προοιμίου · καὶ ὅδ’ἀνὴρ
4καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου
5ἐν πολυυμνήτῳ Διὸς ἄλσει.
6ὀφείλει δ’ἔτι, πατρίαν
7εἴπερ καθ’ὁδόν νιν εὐθυπομπὸς
8αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις,
9θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισίτε νικᾶν
10Τιμονόου παῖδ’· ἔστι δ’ἐοικὸς
11ὀρειᾶν γε Πελειάδων
12μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι.
13καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν
14δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν · ὦ Τιμόδημε, σὲ δ’ἀλκὰ
15παγκρατίου τλάθυμος ἀέξει.
16Ἀχάρναι δὲ παλαίφατοι
17εὐάνορες · ὅσσα δ’ἀμφ’ἀέθλοις,
18Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται.
19παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν ·
20ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν
21ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς
22ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη ·
23ἑπτὰ δ’ἐν Νεμέᾳ τὰ δ’οἴκοι μάσσον’ἀριθμοῦ
24Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ ·
25ἁδυμελεῖ δ’ἐξάρχετε φωνᾷ.
1ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
2τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
3ἵκεο Δωρίδα νᾶσον Αἴγιναν · ὕδατι γὰρ
4μένοντ’ἐπ’Ἀσωπίῳ μελιγαρύων τέκτονες
5κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
6διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου ·
7ἀεθλονικία δὲ μάλιστ’ἀοιδὰν φιλεῖ,
8στεφάνων ἀρετᾶντε δεξιωτάταν ὀπαδόν ·
9τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο ·
10ἄρχε δ’οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
11δόκιμον ὕμνον · ἐγὼ δὲ κείνωντέ νιν ὀάροις
12λύρᾳτε κοινάσομαι. χαρίεντα δ’ἕξει πόνον
13χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
14ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
15οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
16ἐμίανε κατ’αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
17παγκρατίου στόλῳ · καματωδέων δὲ πλαγᾶν
18ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
19εἰ δ’ἐὼν καλὸς ἔρδωντ’ἐοικότα μορφᾷ
20ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάνεος · οὐκέτι πρόσω
21ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
22ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
23μάρτυρας κλυτάς · δάμασε δὲ θῆρας ἐν πελάγεσιν
24ὑπέροχος, διάτ’ἐξερεύνασε τεναγέων
25ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
26καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
27ἄκραν ἐμὸν πλόον παραμείβεαι;
28Αἰακῷ σε φαμὶ γένειτε Μοῖσαν φέρειν,
29ἕπεται δὲ λόγῳ δίκας ἄωτος, “ἐσλὸς αἰνεῖν” ·
30οὐ δ’ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες ·
31οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
32γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ’ἐν ἀρεταῖς
33γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών ·
34ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
35καὶ ποντίαν Θέτιν κατέμαρψεν
36ἐγκονητί. Λαομέδοντα δ’εὐρυσθενὴς
37Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν ·
38καί ποτε χαλκότοξον Ἀμαζόνων μετ’ἀλκὰν
39ἕπετό οἱ · οὐ δέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
40συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει ·
41ὃς δὲ διδάκτ’ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτ’ἄλλα πνέων οὔ ποτ’ἀτρεκεῖ
42κατέβα ποδί, μυριᾶν δ’ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
43ξανθὸς δ’Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
44παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
45βραχυσίδαρον ἄκοντα πάλλων, ἴσατ’ἀνέμοις
46μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
47κάπρουςτ’ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
48Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
49ἑξέτης τὸ πρῶτον, ὅλον δ’ἔπειτ’ἂν χρόνον ·
50τὸν ἐθάμβεον Ἄρτεμίςτε καὶ θρασεῖ’Ἀθάνα,
51κτείνοντ’ἐλάφους ἄνευ κυνῶν δολίωνθ’ἑρκέων ·
52ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
53ἔπος ἔχω · βαθυμῆτα Χείρων τράφε λιθίνῳ
54Ἰάσον’ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,
55τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον ·
56νύμφευσε δ’αὖτις ἀγλαόκαρπον
57Νηρέος θύγατρα, γόνοντέ οἱ φέρτατον
58ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων ·
59ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
60ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίωντε προσμένοι καὶ Φρυγῶν
61Δαρδάνωντε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
62Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθ’, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
63πάλιν οἴκαδ’ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
64τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν ·
65Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ’ἀγών, τὸν ὕμνος ἔβαλεν
66ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
67βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
68ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
69καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
70Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
71διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
72ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
73ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
74βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς
75ὁ θνατὸς αἰών, φρονεῖν δ’ἐνέπει τὸ παρκείμενον.
76τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
77πέμπω μεμιγμένον μέλι λευκῷ
78σὺν γάλακτι, κιρναμένα δ’ἔερσ’ἀμφέπει,
79πόμ’ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,
80ὀψέ περ. ἔστι δ’αἰετὸς ὠκὺς ἐν ποτανοῖς,
81ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν ·
82κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
83τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
84Νεμέας Ἐπιδαυρόθεντ’ἄπο καὶ Μεγάρων δέδορκεν φάος.
1ἄριστος εὐφροσύνα πόνων κεκριμένων
2ἰατρός · αἱ δὲ σοφαὶ
3Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι.
4οὐ δὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει
5γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος.
6ῥῆμα δ’ἑργμάτων χρονιώτερον βιοτεύει,
7ὅ τι κε σὺν Χαρίτων τύχᾳ
8γλῶσσα φρενὸς ἐξέλοι βαθείας.
9τό μοι θέμεν Κρονίδᾳτε Δὶ καὶ Νεμέᾳ
10Τιμασάρχουτε πάλᾳ
11ὕμνου προκώμιον εἴη · δέξαιτο δ’Αἰακιδᾶν
12ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν
13φέγγος. εἰ δ’ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ
14σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων
15θαμά κε, τῷδε μέλει κλιθείς,
16υἱὸν κελάδησε καλλίνικον
17Κλεωναίουτ’ἀπ’ἀγῶνος ὅρμον στεφάνων
18πέμψαντα καὶ λιπαρᾶν
19εὐωνύμων ἀπ’Ἀθανᾶν, Θήβαιςτ’ἐν ἑπταπύλοις,
20οὕνεκ’Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον
21Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον,
22Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν
23ξένιον ἄστυ κατέδρακεν
24Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν.
25σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν
26πόρθησε καὶ Μέροπας
27καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ,
28οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ
29ἥρωάςτ’ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν
30δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη
31λόγον ὁ μὴ συνιείς · ἐπεὶ
32“ῥέζοντά τι καὶ παθεῖν ἔοικεν”.
33τὰ μακρὰ δ’ἐξενέπειν ἐρύκει με τεθμὸς
34ὧραίτ’ἐπειγόμεναι ·
35ἴϋγγι δ’ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν.
36ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα
37μέσσον, ἀντίτειν’ἐπιβουλίᾳ · σφόδρα δόξομεν
38δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν ·
39φθονερὰ δ’ἄλλος ἀνὴρ βλέπων
40γνώμαν κενεὰν σκότῳ κυλίνδει
41χαμαὶ πετοῖσαν · ἐμοὶ δ’ὁποίαν ἀρετὰν
42ἔδωκε πότμος ἄναξ,
43εὖ οἶδ’ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει.
44ἐξύφαινε, γλυκεῖα, καὶ τόδ’αὐτίκα, φόρμιγξ,
45Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον
46Οἰνώνᾳτε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει
47ὁ Τελαμωνιάδας · ἀτὰρ
48Αἴας Σαλαμῖν’ἔχει πατρῴαν ·
49ἐν δ’Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς
50νᾶσον · Θέτις δὲ κρατεῖ
51Φθίᾳ · Νεοπτόλεμος δ’Ἀπείρῳ διαπρυσίᾳ,
52βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται
53Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον.
54Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν
55πολεμίᾳ χερὶ προστραπὼν
56Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν
57δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις
58τέχναισι χρησάμενος ·
59τᾷ Δαιδάλουτε μαχαίρᾳ φύτευέ οἱ θάνατον
60ἐκ λόχου, Πελίαο παῖς · ἄλαλκε δὲ Χείρων,
61καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν ·
62πῦρ δὲ παγκρατὲς θρασυμαχάνωντε λεόντων
63ὄνυχας ὀξυτάτους ἀκμὰν
64τε δεινοτάτων σχάσαις ὀδόντων
65ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων,
66εἶδεν δ’εὔκυκλον ἕδραν,
67τᾶς οὐρανοῦ βασιλῆες πόντουτ’ἐφεζόμενοι
68δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ.
69Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν · ἀπότρεπε
70αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός ·
71ἄπορα γὰρ λόγον Αἰακοῦ
72παίδων τὸν ἅπαντά μοι διελθεῖν.
73Θεανδρίδαισι δ’ἀεξιγυίων ἀέθλων
74κάρυξ ἑτοῖμος ἔβαν
75Οὐλυμπίᾳτε καὶ Ἰσθμοῖ Νεμέᾳτε συνθέμενος,
76ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων
77οὐ νέοντ’ἄνευ στεφάνων, πάτραν ἵν’ἀκούομεν,
78Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς
79πρόπολον ἔμμεναι. εἰ δέ τοι
80μάτρῳ μ’ἔτι Καλλικλεῖ κελεύεις
81στάλαν θέμεν Παρίου λίθου λευκοτέραν ·
82ὁ χρυσὸς ἑψόμενος
83αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν
84ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει
85φῶτα · κεῖνος ἀμφ’Ἀχέροντι ναιετάων ἐμὰν
86γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα
87ἵν’ἐν ἀγῶνι βαρυκτύπου
88θάλησε Κορινθίοις σελίνοις ·
89τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ
90σὸς ἄεισέν ποτε, παῖ.
91ἄλλοισι δ’ἅλικες ἄλλοι · τὰ δ’αὐτὸς ἄν τις ἴδῃ,
92ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι.
93οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι,
94ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν,
95μαλακὰ μὲν φρονέων ἐσλοῖς,
96τραχὺς δὲ παλιγκότοις ἔφεδρος.
1οὐκ ἀνδριαντοποιός εἰμ’, ὥστ’ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ’ἐπ’αὐτᾶς βαθμίδος
2ἑσταότ’· ἀλλ’ἐπὶ πάσας ὁλκάδος ἔντ’ἀκάτῳ, γλυκεῖ’ἀοιδά,
3στεῖχ’ἀπ’Αἰγίνας, διαγγέλλοισ’, ὅτι
4Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς
5νίκη Νεμείοις παγκρατίου στέφανον,
6οὔπω γένυσι φαίνων τέρειναν ματέρ’οἰνάνθας ὀπώραν,
7ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων
8Αἰακίδας ἐγέραιρεν ματρόπολίντε, φίλαν ξένων ἄρουραν ·
9τάν ποτ’εὔανδρόντε καὶ ναυσικλυτὰν
10θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου
11στάντες, πίτναντ’εἰς αἰθέρα χεῖρας ἁμᾷ
12Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος,
13ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ’ἐπὶ ῥηγμῖνι πόντου.
14αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳτε μὴ κεκινδυνευμένον,
15πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους
16δαίμων ἀπ’Οἰνώνας ἔλασεν. στάσομαι · οὔ τοι ἅπασα κερδίων
17φαίνοισα πρόσωπον ἀλάθει’ἀτρεκής ·
18καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι.
19εἰ δ’ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι
20αὐτόθεν ἅλμαθ’ὑποσκάπτοι τις · ἔχω γονάτων ἐλαφρὸν ὁρμάν ·
21καὶ πέραν πόντοιο πάλλοντ’αἰετοί.
22πρόφρων δὲ καὶ κείνοις ἄειδ’ἐν Παλίῳ
23Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις
24φόρμιγγ’Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων
25ἁγεῖτο παντοίων νόμων · αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν
26Πηλέαθ’, ὥςτέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι
27ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν
28πείσαισ’ἀκοίταν ποικίλοις βουλεύμασιν,
29ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον,
30ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου
31εὐνᾶς. τὸ δ’ἐναντίον ἔσκεν · πολλὰ γάρ νιν παντὶ θυμῷ
32παρφαμένα λιτάνευεν · τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι ·
33εὐθὺς δ’ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον
34δείσαις · ὁ δ’ἐφράσθη κατένευσέντέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ
35Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ’ἐν τάχει
36ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν,
37γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν ·
38ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται,
39καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ.
40πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ
41πάντων. τὺ δ’Αἰγίναθε δίς, Εὐθύμενες,
42Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων.
43ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα.
44ἁ Νεμέα μὲν ἄραρεν μείςτ’ἐπιχώριος, ὃν φίλησ’Ἀπόλλων ·
45ἅλικας δ’ἐλθόντας οἴκοιτ’ἐκράτεις
46Νίσουτ’ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ’, ὅτι
47ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις.
48ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν
49ἐπαύρεο · χρὴ δ’ἀπ’Ἀθανᾶν τέκτον’ἀθληταῖσιν ἔμμεν.
50εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ’ἀείδειν, μηκέτι ῥίγει · δίδοι
51φωνάν, ἀνὰ δ’ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου,
52πύκταντέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν
53νικῶντ’ἀρετάν, προθύροισιν δ’Αἰακοῦ
54ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν.
1ἓν ἀνδρῶν, ἓν θεῶν γένος · ἐκ μιᾶς δὲ πνέομεν
2ματρὸς ἀμφότεροι · διείργει δὲ πᾶσα κεκριμένα
3δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
4μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
5νόον ἤτοι φύσιν ἀθανάτοις,
6καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐ δὲ μετὰ νύκτας ἄμμε πότμος
7οἵαν τιν’ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
8τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
9ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ’ἀμειβόμεναι
10τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
11τόκα δ’αὖτ’ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
12Νεμέας ἐξ ἐρατῶν ἀέθλων
13παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
14οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,
15ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
16πατροπάτορος ὁμαιμίου.
17κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
18ἔρνεα πρῶτος ἔνεικεν ἀπ’Ἀλφεοῦ,
19καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
20νεμέᾳ δὲ τρίς,
21ἔπαυσε λάθαν
22Σωκλείδα, ὃς ὑπέρτατος
23Ἁγησιμάχῳ υἱέων γένετο.
24ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
25ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
26ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
27ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
28μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
29ὥτ’ἀπὸ τόξου ἱείς · εὔθυν’ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
30εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
31ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ’ἐκόμισαν,
32Βασσίδαισιν ἅτ’οὐ σπανίζει · παλαίφατος γενεά,
33ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
34δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
35ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
36χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
37χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
38ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳτε Χαρίτων
39ἑσπέριος ὁμάδῳ φλέγεν ·
40πόντουτε γέφυρ’ἀκάμαντος ἐν ἀμφικτιόνων
41ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν
42τίμασε Ποσειδάνιον ἂν τέμενος ·
43βοτάνατέ νιν
44πόθ’ἁ λέοντος
45νικάσαντ’ἤρεφε δασκίοις
46Φλιοῦντος ὑπ’ὠγυγίοις ὄρεσιν.
47πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
48νᾶσον εὐκλέα τάνδε κοσμεῖν · ἐπεί σφιν Αἰακίδαι
49ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας ·
50πέταται δ’ἐπίτε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
51ὄνυμ’αὐτῶν · καὶ ἐς Αἰθίοπας
52Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο · βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
53ἔμπεσε χαμαὶ καταβὰς ἀφ’ἁρμάτων,
54φαεννᾶς υἱὸν εὖτ’ἐνάριξεν Ἀόος ἀκμᾷ
55ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι
56ὁδὸν ἀμαξιτὸν εὗρον · ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν ·
57τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
58λέγεται παντὶ μάλιστα δονεῖν
59θυμόν. ἑκόντι δ’ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,
60πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων
61εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
62Ἀλκιμίδα,τέ γ’ἐπαρκέσαι
63κλειτᾷ γενεᾷ · δύο μὲν Κρονίου πὰρ τεμένει,
64παῖ, σέτ’ἐνόσφισε καὶ Πουλυτιμίδαν
65κλᾶρος προπετὴς ἄνθε’Ὀλυμπιάδος.
66δελφῖνί κεν
67τάχος δι’ἅλμας
68ἴσον εἴποιμι Μελησίαν,
69χειρῶντε καὶ ἰσχύος ἁνίοχον.
1Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων,
2παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων · ἄνευ σέθεν
3οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν
4τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν.
5ἀναπνέομεν δ’οὐχ ἅπαντες ἐπὶ ἴσα ·
6εἴργει δὲ πότμῳ ζυγένθ’ἕτερον ἕτερα. σὺν δὲ τὶν
7καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς
8εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις.
9πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων
10Αἰακιδᾶν · μάλα δ’ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν.
11εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον’αἰτίαν
12ῥοαῖσι Μοισᾶν ἐνέβαλε · ταὶ μεγάλαι γὰρ ἀλκαὶ
13σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι ·
14ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ,
15εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος
16εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς.
17σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον
18ἔμαθον, οὐ δ’ὑπὸ κέρδει βλάβεν ·
19ἀφνεὸς πενιχρόςτε θανάτου πέρας
20ἅμα νέονται. ἐγὼ δὲ πλέον’ἔλπομαι
21λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ’Ὅμηρον ·
22ἐπεὶ ψεύδεσί οἱ ποτανᾷτε μαχανᾷ
23σεμνὸν ἔπεστί τι · σοφία δὲ κλέπτει παράγοισα μύθοις · τυφλὸν δ’ἔχει
24ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν
25ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς
26ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν
27λευρὸν ξίφος · ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ
28ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς
29ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ
30πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται
31κῦμ’Ἀΐδα, πέσε δ’ἀδόκητον ἐν καὶ δοκέοντα · τιμὰ δὲ γίνεται
32ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων
33βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου
34μόλον χθονός · ἐν Πυθίοισι δὲ δαπέδοις
35κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν,
36τᾷ καὶ Δαναοὶ πόνησαν · ὁ δ’ἀποπλέων
37Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ’εἰς Ἐφύραν ἵκοντο ·
38Μολοσσίᾳ δ’ἐμβασίλευεν ὀλίγον
39χρόνον · ἀτὰρ γένος αἰεὶ φέρεν
40τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν,
41κτέαν’ἄγων Τρωΐαθεν ἀκροθινίων ·
42ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντ’ἀνὴρ μαχαίρᾳ.
43βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται.
44ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν · ἐχρῆν δέ τιν’ἔνδον ἄλσει παλαιτάτῳ
45Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι
46θεοῦ παρ’εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς
47θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις.
48εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει ·
49οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ,
50Αἴγινα, τεῶν Διόςτ’ἐκγόνων. θρασύ μοι τόδ’εἰπεῖν
51φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων
52οἴκοθεν · ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ · κόρον δ’ἔχει
53καὶ μέλι καὶ τὰ τέρπν’ἄνθε’Ἀφροδίσια.
54φυᾷ δ’ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες,
55ὁ μὲν τά, τὰ δ’ἄλλοι · τυχεῖν δ’ἕν’ἀδύνατον
56εὐδαιμονίαν ἅπασαν ἀνελόμενον · οὐκ ἔχω
57εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον
58ὤρεξε. Θεαρίων, τὶν δ’ἐοικότα καιρὸν ὄλβου
59δίδωσι, τόλμαντε καλῶν ἀρομένῳ
60σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν.
61ξεῖνός εἰμι · σκοτεινὸν ἀπέχων ψόγον,
62ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ’ἄγων
63κλέος ἐτήτυμον αἰνέσω · ποτίφορος δ’ἀγαθοῖσι μισθὸς οὗτος.
64ἐὼν δ’ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ’ἀνὴρ
65Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων · προξενίᾳ πέποιθ’· ἔντε δαμόταις
66ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών,
67βίαια πάντ’ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων
68ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ,
69εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων.
70Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω
71μὴ τέρμα προβὰς ἄκονθ’ὥτε χαλκοπάρᾳον ὄρσαι
72θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων
73αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν.
74εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται.
75ἔα με · νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς
76ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν.
77εἴρειν στεφάνους ἐλαφρόν · ἀναβάλεο · Μοῖσά τοι
78κολλᾷ χρυσὸν ἔντε λευκὸν ἐλέφανθ’ἁμᾷ
79καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ’ἐέρσας.
80Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ
81πολύφατον θρόον ὕμνων δόνει
82ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει
83δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ
84ὀπί · λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι,
85ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ,
86Ἡράκλεες, σέο δὲ προπράον’ἔμεν ξεῖνον ἀδελφεόντ’. εἰ δὲ γεύεται
87ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον’ἔμμεναι
88νόῳ φιλήσαντ’ἀτενέϊ γείτονι χάρμα πάντων
89ἐπάξιον · εἰ δ’αὐτὸ καὶ θεὸς ἀνέχοι,
90ἐν τίν κ’ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς
91ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων
92θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν ·
93ἐπεὶ τετραόροισιν ὥθ’ἁρμάτων ζυγοῖς
94ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ,
95τὶν δ’ἐπέοικεν Ἥρας πόσιντε πειθέμεν
96κόραντε Γλαυκώπιδα · δύνασαι δὲ βροτοῖσιν ἀλκὰν
97ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν.
98εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις
99ἥβᾳ λιπαρῷτε γήραϊ διαπλέκοις
100εὐδαίμον’ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ
101γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν.
102τὸ δ’ἐμὸν οὔ ποτε φάσει κέαρ
103ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι
104ἔπεσι · τα- ταὐτὰ δὲ τρὶς τετράκιτ’ἀμπολεῖν
105ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, “Διὸς Κόρινθος”.
1ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων,
2ἅτε παρθενηΐοις παίδωντ’ἐφίζοισα γλεφάροις,
3τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ’ἑτέραις.
4ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον
5τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι.
6οἷοι καὶ Διὸς Αἰγίναςτε λέκτρον ποιμένες ἀμφεπόλησαν
7Κυπρίας δώρων · ἔβλαστεν δ’υἱὸς Οἰνώνας βασιλεὺς
8χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν.
9ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων
10ἤθελον κείνου γε πείθεσθ’ἀναξίαις ἑκόντες,
11οἵτε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν,
12οἵτ’ἀνὰ Σπάρταν Πελοπηϊάδαι.
13ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιόςθ’ὑπὲρ φίλας
14ἀστῶνθ’ὑπὲρ τῶνδ’ἅπτομαι φέρων
15Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν,
16Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα.
17σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος ·
18ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ.
19ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέωντε πρίν τι φάμεν.
20πολλὰ γὰρ πολλᾷ λέλεκται · νεαρὰ δ’ἐξευρόντα δόμεν βασάνῳ
21ἐς ἔλεγχον, ἅπας κίνδυνος · ὄψον δὲ λόγοι φθονεροῖσιν ·
22ἅπτεται δ’ἐσλῶν ἀεί, χειρόνεσσι δ’οὐκ ἐρίζει.
23κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις.
24ἦ τιν’ἄγλωσσον μέν, ἦτορ δ’ἄλκιμον, λάθα κατέχει
25ἐν λυγρῷ νείκει · μέγιστον δ’αἰόλῳ ψεύδει γέρας ἀντέταται.
26κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν ·
27χρυσέων δ’Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν.
28ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ
29ἕλκεα ῥῆξαν πελεμιζόμενοι
30ὑπ’ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ’Ἀχιλεῖ νεοκτόνῳ,
31ἄλλωντε μόχθων ἐν πολυφθόροις
32ἁμέραις. ἐχθρὰ δ’ἄρα πάρφασις ἦν καὶ πάλαι,
33αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος ·
34ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δ’ἀφάντων κῦδος ἀντείνει σαθρόν.
35εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις
36ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος
37μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ’ἕτεροι
38ἀπέραντον · ἐγὼ δ’ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμ’,
39αἰνέων αἰνητά, μομφὰν δ’ἐπισπείρων ἀλιτροῖς.
40αὔξεται δ’ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾄσσει,
41ἐν σοφοῖς ἀνδρῶν ἀερθεῖσ’ἐν δικαίοιςτε πρὸς ὑγρὸν
42αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν · τὰ μὲν ἀμφὶ πόνοις
43ὑπερώτατα · μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι
44πιστόν. ὦ Μέγα, τὸ δ’αὖτις τεὰν ψυχὰν κομίξαι
45οὔ μοι δυνατόν · κενεᾶν δ’ἐλπίδων χαῦνον τέλος ·
46σεῦ δὲ πάτρᾳ Χαριάδαιςτ’ἐλαφρὸν
47ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων
48δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον
49ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ’ἀνὴρ
50νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος
51δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάντε Καδμείων ἔριν.
1κωμάσομεν παρ’Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι,
2τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ’ἀναπεπταμέναι ξείνων νενίκανται θύραι,
3ὄλβιον ἐς Χρομίου δῶμ’. ἀλλ’ἐπέων γλυκὺν ὕμνον πράσσετε.
4τὸ κρατήσιππον γὰρ ἐς ἃρμ’ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει
5Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις.
6ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν
7μὴ χαμαὶ σιγᾷ καλύψαι · θεσπεσία δ’ἐπέων καύχαις ἀοιδὰ πρόσφορος.
8ἀλλ’ἀνὰ μὲν βρομίαν φόρμιγγ’, ἀνὰ δ’αὐλὸν ἐπ’αὐτὰν ὄρσομεν
9ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπ’Ἀσωποῦ ῥεέθροις · ὧν ἐγὼ
10μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς,
11ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισίθ’ἑορταῖς
12ἰσχύοςτ’ἀνδρῶν ἁμίλλαις ἅρμασίτε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν.
13φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν
14πατρῴων οἴκων ἀπότ’Ἄργεος · ἀρχοὶ δ’οὐκ ἔτ’ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ.
15κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ.
16ἀνδροδάμαντ’Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν,
17δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε
18ἐσλὸν ἐς ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν
19οὐ κατ’ὀρνίχων ὁδόν · οὐ δὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους
20στείχειν ἐπώτρυν’, ἀλλὰ φείσασθαι κελεύθου.
21φαινομέναν δ’ἄρ’ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι
22χαλκέοις ὅπλοισιν ἱππείοιςτε σὺν ἔντεσιν · Ἰσμηνοῦ δ’ἐπ’ὄχθαισι γλυκὺν
23νόστον ἐρεισάμενοι λευκανθέα σώματ’ἐπίαναν καπνόν ·
24ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας · ὁ δ’Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ
25Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ’ἅμ’ἵπποις,
26δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν
27θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν.
28εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων
29ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ’εὔνομον
30αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν,
31Ζεῦ πάτερ, ἀγλαΐαισιν δ’ἀστυνόμοις ἐπιμῖξαι
32λαόν. ἐντί τοι φίλιπποίτ’αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας
33ἄνδρες. ἄπιστον ἔειπ’· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται,
34ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποιςτε ναῶντ’ἐν μάχαις
35ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς,
36οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ
37θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου
38παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας
39χερσὶ καὶ ψυχᾷ δυνατοί · λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν
40ἀγχοῦ, βαθυκρήμνοισι δ’ἀμφ’ἀκταῖς Ἑλώρου,
41ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν
42παιδὶ τοῦθ’Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ · τὰ δ’ἄλλαις ἁμέραις
43πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι.
44ἐκ πόνων δ’, οἳ σὺν νεότατι γένωνται σύντε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα.
45ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον.
46εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται
47κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν.
48ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον · νεοθαλὴς δ’αὔξεται
49μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ · θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται.
50ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν,
51ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν
52ἀμπέλου παῖδ’, ἅς ποθ’ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ
53Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ,
54εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶντε τιμαλφεῖν λόγοις
55νίκαν, ἀκοντίζων σκοποῖ’ἄγχιστα Μοισᾶν.
1Δαναοῦ πόλιν ἀγλαοθρόνωντε πεντήκοντα κορᾶν, Χάριτες,
2Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε · φλέγεται δ’ἀρεταῖς
3μυρίαις ἔργων θρασέων ἕνεκεν.
4μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος ·
5πολλὰ δ’Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις ·
6οὐ δ’Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος.
7Διομήδεα δ’ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν ·
8γαῖα δ’ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν
9μάντιν Οἰκλείδαν, πολέμοιο νέφος ·
10καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι ·
11Ζεὺς ἐπ’Ἀλκμήναν Δανάαντε μολὼν τοῦτον κατέφανε λόγον ·
12πατρὶ δ’Ἀδράστοιο Λυγκεῖτε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ ·
13θρέψε δ’αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ’ὄλβῳ φέρτατος
14ἵκετ’ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις
15Τηλεβόας ἔναρεν · τῷ ὄψιν ἐειδόμενος
16ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν
17σπέρμ’ἀδείμαντον φέρων Ἡρακλέος · οὗ κατ’Ὄλυμπον
18ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ’ἔστι, καλλίστα θεῶν.
19βραχύ μοι στόμα πάντ’ἀναγήσασθ’, ὅσων Ἀργεῖον ἔχει τέμενος
20μοῖραν ἐσλῶν · ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι ·
21ἀλλ’ὅμως εὔχορδον ἔγειρε λύραν,
22καὶ παλαισμάτων λάβε φροντίδ’· ἀγών τοι χάλκεος
23δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλωντε κρίσιν ·
24Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων.
25ἐκράτησε δὲ καί ποθ’Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳτε μολὼν
26καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισίτ’ἔδωκ’ἀρόσαι,
27τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών,
28τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ.
29Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα · πᾶν δὲ τέλος
30ἐν τὶν ἔργων · οὐ δ’, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν ·
31γνώτ’ἀείδω οἷτε καὶ ὅστις ἁμιλλᾶται περὶ
32ἐσχάτων ἄθλων κορυφαῖς · ὕπατον δ’ἔσχεν Πίσα
33Ἡρακλέος τεθμόν · ἁδεῖαί γε μὲν ἀμβολάδαν
34ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ
35κώμασαν · γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας
36ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις.
37ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων
38εὐάγων τιμὰ Χαρίτεσσίτε καὶ σὺν Τυνδαρίδαις θαμάκις.
39ἀξιωθείην κεν, ἐὼν Θρασύκλου
40Ἀντίατε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος
41ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ’ἱπποτρόφον
42ἄστυ θάλησεν Κορίνθουτ’ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις ·
43Σικυωνόθε δ’ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν,
44ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις ·
45ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν
46ἐξελέγχειν · μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς ·
47ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες
48καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶντε νικᾶσαι σθένει.
49Κάστορος δ’ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη
50καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν
51ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν · ἐπεὶ
52εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων
53μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν,
54μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος.
55μεταμειβόμενοι δ’ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ
56Δὶ νέμονται, τὰν δ’ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας,
57πότμον ἀμπιπλάντες ὁμοῖον · ἐπεὶ
58τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖντ’οὐρανῷ,
59εἵλετ’αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ.
60τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ.
61ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει
62ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ’ὀξύτατον
63ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ
64ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ’ὠκέως,
65καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ
66ἦλθε Λήδας παῖς διώκων · τοὶ δ’ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ ·
67ἔνθεν ἁρπάξαντες ἄγαλμ’Ἀΐδα, ξεστὸν πέτρον,
68ἔμβαλον στέρνῳ Πολυδεύκεος · ἀλλ’οὔ νιν φλάσαν,
69οὐ δ’ἀνέχασσαν · ἐφορμαθεὶς δ’ἄρ’ἄκοντι θοῷ
70ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν.
71Ζεὺς δ’ἐπ’Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν ·
72ἅμα δ’ἐκαίοντ’ἔρημοι. χαλεπὰ δ’ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων.
73ταχέως δ’ἐπ’ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας,
74καί νιν οὔπω τεθναότ’, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν.
75θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς
76ὄρθιον φώνασε · “πάτερ Κρονίων, τίς δὴ λύσις”
77“ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ’ἐπίτειλον, ἄναξ”.
78“οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί · παῦροι δ’ἐν πόνῳ πιστοὶ βροτῶν”
79“καμάτου μεταλαμβάνειν”. ὣς ἔννεπε · Ζεὺς δ’ἀντίος ἤλυθέ οἱ
80καὶ τόδ’ἐξαύδασ’ἔπος · “ἐσσί μοι υἱός · τόνδε δ’ἔπειτα πόσις”
81“σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις”
82“στάξεν ἥρως. ἀλλ’ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν”
83“παρδίδωμ’· εἰ μὲν θάνατόντε φυγὼν καὶ γῆρας ἀπεχθόμενον”
84“αὐτὸς Οὔλυμπον θέλεις ναίειν ἐμοὶ σύντ’Ἀθαναίᾳ κελαινεγχεῖτ’Ἄρει,”
85“ἔστι τοι τούτων λάχος · εἰ δὲ κασιγνήτου πέρι”
86“μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον,”
87“ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών,”
88“ἥμισυ δ’οὐρανοῦ ἐν χρυσέοις δόμοισιν”.
89ὣς ἄρ’αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν.
90ἀνὰ δ’ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος.
1παῖ Ῥέας, ἅτε πρυτανεῖα λέλογχας, Ἑστία,
2Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας,
3εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον,
4. εὖ δ’ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας,
5οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον,
6πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν,
7πολλὰ δὲ κνίσσᾳ · λύρα δέ σφι βρέμεται καὶ ἀοιδά ·
8καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις
9ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος
10δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ,
11ἄνδρα δ’ἐγὼ μακαρίζω μὲν πατέρ’Ἁγησίλαν,
12καὶ τὸ θαητὸν δέμας ἀτρεμίαντε ξύγγονον.
13εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους,
14ἔντ’ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν,
15θνατὰ μεμνάσθω περιστέλλων μέλη,
16καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος ·
17ἐν λόγοις δ’ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών,
18καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς.
19ἐκ δὲ περικτιόνων ἑκκαίδεκ’Ἀρισταγόραν
20ἀγλααὶ νῖκαι πάτραντ’εὐώνυμον
21ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ.
22ἐλπίδες δ’ὀκνηρότεραι γονέων παιδὸς βίαν
23ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων.
24ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ
25καὶ παρ’εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου
26κάλλιον ἂν δηριώντων ἐνόστησ’ἀντιπάλων,
27πενταετηρίδ’ἑορτὰν Ἡρακλέος τέθμιον
28κωμάσαις ἀνδησάμενόςτε κόμαν ἐν πορφυρέοις
29ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι
30ἐξ ἀγαθῶν ἔβαλον · τὸν δ’αὖ καταμεμφθέντ’ἄγαν
31ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν
32χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών.
33συμβαλεῖν μὰν εὐμαρὲς ἦν τότε Πεισάνδρου πάλαι
34αἷμ’ἀπὸ Σπάρτας · Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ,
35Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ’ἀνάγων ·
36καὶ παρ’Ἰσμηνοῦ ῥοὰν κεκραμένον
37ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δ’ἀρεταὶ
38ἀμφέροντ’ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος ·
39ἐν σχερῷ δ’οὔτ’ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι,
40δένδρεάτ’οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις
41ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον,
42ἀλλ’ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει
43μοῖρα. τὸ δ’ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται
44τέκμαρ · ἀλλ’ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν,
45ἔργατε πολλὰ μενοινῶντες · δέδεται γὰρ ἀναιδεῖ
46ἐλπίδι γυῖα · προμαθείας δ’ἀπόκεινται ῥοαί.
47κερδέων δὲ χρὴ μέτρον θηρευέμεν ·
48ἀπροσίκτων δ’ἐρώτων ὀξύτεραι μανίαι.