Pythian Odes
χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων
2σύνδικον Μοισᾶν κτέανον · τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,
3πείθονται δ’ἀοιδοὶ σάμασιν,
4ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.
5καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις
6ἀενάου πυρός. εὕδει δ’ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγ’ἀμφοτέρωθεν χαλάξαις,
7ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ’ἐπί οἱ νεφέλαν
8ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας · ὁ δὲ κνώσσων
9ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς
10ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν
11ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν
12κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφίτε Λατοίδα σοφίᾳ βαθυκόλπωντε Μοισᾶν.
13ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν
14Πιερίδων ἀΐοντα, γᾶντε καὶ πόντον κατ’ἀμαιμάκετον,
15ὅςτ’ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,
16Τυφὼς ἑκατοντακάρανος · τόν ποτε
17Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον · νῦν γε μὰν
18ταίθ’ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι
19Σικελίατ’αὐτοῦ πιέζει στέρνα λαχνάεντα · κίων δ’οὐρανία συνέχει,
20νιφόεσσ’Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα ·
21τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται
22ἐκ μυχῶν παγαί · ποταμοὶ δ’ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ
23αἴθων’· ἀλλ’ἐν ὄρφναισιν πέτρας
24φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.
25κεῖνο δ’Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν
26δεινοτάτους ἀναπέμπει · τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,
27οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς
28καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισ’ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.
29εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,
30ὃς τοῦτ’ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν
31κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν
32γείτονα, Πυθιάδος δ’ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου
33ἅρμασι. ναυσιφορήτοις δ’ἀνδράσι πρώτα χάρις
34ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον · ἐοικότα γὰρ
35καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος
36ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει
37λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποιςτε κλυτὰν
38καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.
39Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦτε κράναν Κασταλίαν φιλέων,
40ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόντε χώραν.
41ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,
42καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοίτ’ἔφυν. ἄνδρα δ’ἐγὼ κεῖνον
43αἰνῆσαι μενοινῶν ἔλπομαι
44μὴ χαλκοπάρᾳον ἄκονθ’ὡσείτ’ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,
45μακρὰ δὲ ῥίψαις ἀμεύσασθ’ἀντίους ·
46εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δ’ἐπίλασιν παράσχοι.
47ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις
48τλάμονι ψυχᾷ παρέμειν’, ἁνίχ’εὑρίσκοντο θεῶν παλάμαις τιμάν,
49οἵαν οὔτις Ἑλλάνων δρέπει,
50πλούτου στεφάνωμ’ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων
51ἐστρατεύθη · σὺν δ’ἀνάγκᾳ νιν φίλον
52καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν
53ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν ·
54ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέντε πόνους Δαναοῖς,
55ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.
56οὕτω δ’Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι
57τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.
58Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι
59πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δ’οὐκ ἀλλότριον νικαφορία πατέρος.
60ἄγ’ἔπειτ’Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον ·
61τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ
62Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσ’. ἐθέλοντι δὲ Παμφύλου
63καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι
64ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ
65Δωριεῖς. ἔσχον δ’Ἀμύκλας ὄλβιοι,
66Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.
67Ζεῦ τέλει’, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ’ὕδωρ
68αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων,
69σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,
70υἱῷτ’ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.
71λίσσομαι νεῦσον, Κρονίων, ἅμερον
72ὄφρα κατ’οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶντ’ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας ·
73οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,
74ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ’ἁλικίαν,
75Ἑλλάδ’ἐξέλκων βαρείας δουλίας. ἀρέομαι
76πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,
77μισθόν, ἐν Σπάρτᾳ δ’ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,
78ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,
79παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις,
80τὸν ἐδέξαντ’ἀμφ’ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.
81καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις
82ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει
83αἰανὴς ταχείας ἐλπίδας ·
84ἀστῶν δ’ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστ’ἐσλοῖσιν ἐπ’ἀλλοτρίοις.
85ἀλλ’ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος,
86μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν · ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.
87εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται
88πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί · πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.
89εὐανθεῖ δ’ἐν ὀργᾷ παρμένων,
90εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις ·
91ἐξίει δ’ὥσπερ κυβερνάτας ἀνὴρ
92ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις · ὀπιθόμβροτον αὔχημα δόξας
93οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει
94καὶ λογίοις καὶ ἀοιδοῖς · οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά ·
95τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον
96ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,
97οὐ δέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν
98μαλθακὰν παίδων ὀάροισι δέκονται.
99τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων · εὖ δ’ἀκούειν δευτέρα μοῖρ’· ἀμφοτέροισι δ’ἀνὴρ
100ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.
1μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου
2τέμενος Ἄρεος, ἀνδρῶν ἵππωντε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί,
3ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων
4μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος,
5εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων
6τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις,
7ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ
8κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους.
9ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ
10ὅτ’ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον
11ἔνθ’ἅρματα πεισιχάλινα καταζευγνύῃ
12σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν.
13ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ
14εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποιν’ἀρετᾶς.
15κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις
16φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλησ’Ἀπόλλων,
17ἱερέα κτίλον Ἀφροδίτας · ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα ·
18σὲ δ’, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων
19Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων
20διὰ τεὰν δύναμιν δρακεῖσ’ἀσφαλές.
21θεῶν δ’ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς
22λέγειν ἐν πτερόεντι τροχῷ
23παντᾷ κυλινδόμενον ·
24τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι.
25ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις
26γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν
27Ἥρας ὅτ’ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον
28πολυγαθέες · ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον
29ὦρσεν · τάχα δὲ παθὼν ἐοικότ’ἀνὴρ
30ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ’ἀμπλακίαι
31φερέπονοι τελέθοντι · τὸ μὲν ἥρως ὅτι
32ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς,
33ὅτιτε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις
34Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ’αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον.
35εὐναὶ δὲ παράτροποι ἐς κακότατ’ἀθρόαν
36ἔβαλον · ποτὶ καὶ τὸν ἵκοντ’· ἐπεὶ νεφέλᾳ παρελέξατο,
37ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ ·
38εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν
39θυγατέρι Κρόνου · ἅντε δόλον αὐτῷ θέσαν
40Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν,
41ἑὸν ὄλεθρον ὅγ’· ἐν δ’ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ’ἀγγελίαν.
42ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον,
43μόνα καὶ μόνον, οὔτ’ἐν ἀνδράσι γερασφόρον οὔτ’ἐν θεῶν νόμοις ·
44τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς
45ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτ’ἐν Παλίου
46σφυροῖς, ἐκ δ’ἐγένοντο στρατὸς
47θαυμαστός, ἀμφοτέροις
48ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ’ὕπερθε πατρός.
49θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται,
50θεός, ὃ καὶ πτερόεντ’αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται
51δελφῖνα, καὶ ὑψιφρόνων τιν’ἔκαμψε βροτῶν,
52ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ’. ἐμὲ δὲ χρεὼν
53φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν.
54εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ’ἐν ἀμαχανίᾳ
55ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν
56πιαινόμενον · τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον.
57τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν,
58πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις
59ἤδη κτεάτεσσίτε καὶ περὶ τιμᾷ λέγει
60ἕτερόν τιν’ἀν’Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον,
61χαύνα πραπίδι παλαιμονεῖ κενεά.
62εὐανθέα δ’ἀναβάσομαι στόλον ἀμφ’ἀρετᾷ
63κελαδέων. νεότατι μὲν ἀρήγει θράσος
64δεινῶν πολέμων · ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν,
65τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ’ἐν πεζομάχαισι · βουλαὶ δὲ πρεσβύτεραι
66ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον
67ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
68μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται ·
69τὸ Καστόρειον δ’ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν
70ἄθρησον χάριν ἑπτακτύπου
71φόρμιγγος ἀντόμενος.
72γένοι’οἷος ἐσσὶ μαθών · καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
73καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
74ἔλαχε καρπὸν ἀμώμητον, οὐ δ’ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν ·
75οἷα ψιθύρων παλάμαις ἕπετ’αἰεὶ βροτῷ.
76ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
77ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
78κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
79ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
80σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.
81ἀδύνατα δ’ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς
82δόλιον ἀστόν · ὅμως μὰν σαίνων ποτὶ πάντας, ἄταν πάγχυ διαπλέκει.
83οὔ οἱ μετέχω θράσεος · φίλον εἴη φιλεῖν ·
84ποτὶ δ’ἐχθρὸν ἅτ’ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι,
85ἄλλ’ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς.
86ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει,
87παρὰ τυραννίδι, κα- χὠπόταν ὁ λάβρος στρατός,
88κα- χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν,
89ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ’αὖθ’ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλ’οὐ δὲ ταῦτα νόον
90ἰαίνει φθονερῶν · στάθμας δέ τινος ἑλκόμενοι
91περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ,
92πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν.
93φέρειν δ’ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν
94ἀρήγει · ποτὶ κέντρον δέ τοι
95λακτιζέμεν τελέθει
96ὀλισθηρὸς οἶμος · ἁδόντα δ’εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν.
1ἤθελον Χείρωνά κε Φιλλυρίδαν,
2εἰ χρεὼν τοῦθ’ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος,
3ζώειν τὸν ἀποιχόμενον,
4Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισίτ’ἄρχειν Παλίου Φῆρ’ἀγρότερον,
5νοῦν ἔχοντ’ἀνδρῶν φίλον · οἷος ἐὼν θρέψεν ποτὲ
6τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον,
7ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων.
8τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ
9πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις
10τόξοισιν ὕπ’Ἀρτέμιδος,
11εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δ’οὐκ ἀλίθιος
12γίνεται παίδων Διός. ἁ δ’ἀποφλαυρίξαισά νιν
13ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός,
14πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ,
15καὶ φέροισα σπέρμα θεοῦ καθαρόν.
16οὐ δ’ἔμειν’ἐλθεῖν τράπεζαν νυμφίαν
17οὐ δὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες
18οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ
19ἑσπερίαις ὑποκουρίζεσθ’ἀοιδαῖς · ἀλλά τοι
20ἤρατο τῶν ἀπεόντων · οἷα καὶ πολλοὶ πάθον.
21ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον,
22ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω,
23μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν.
24ἔσχε τοιαύταν μεγάλαν ἀυάταν
25καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου
26λέκτροισιν ἀπ’Ἀρκαδίας.
27οὐ δ’ἔλαθε σκοπόν · ἐν δ’ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς
28Λοξίας, κοινᾶνι παρ’εὐθυτάτῳ γνώμαν πιθών,
29πάντα ἰσάντι νόῳ · ψευδέων δ’οὐχ ἅπτεται · κλέπτειτέ νιν
30οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς.
31καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα
32ξεινίαν κοίταν ἄθεμίντε δόλον, πέμψεν κασιγνήταν μένει
33θύοισαν ἀμαιμακέτῳ
34ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δ’ἕτερος
35ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν · καὶ γειτόνων
36πολλοὶ ἐπαῦρον, ἁμᾷ δ’ἔφθαρεν, πολλὰν δ’ὄρει πῦρ ἐξ ἑνὸς
37σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν.
38ἀλλ’ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ
39σύγγονοι κούραν, σέλας δ’ἀμφέδραμεν
40λάβρον Ἁφαίστου, τότ’ἔειπεν Ἀπόλλων · “οὐκέτι”
41“τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι”
42“οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ”.
43ὣς φάτο · βάματι δ’ἐν πρώτῳ κιχὼν παῖδ’ἐκ νεκροῦ
44ἅρπασε · καιομένα δ’αὐτῷ διέφαινε πυρά ·
45καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι
46πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους.
47τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων
48ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι
49ἢ χερμάδι τηλεβόλῳ,
50ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων
51ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων,
52τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν
53φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς.
54ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
55ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς
56ἄνδρ’ἐκ θανάτου κομίσαι
57ἤδη ἁλωκότα · χερσὶ δ’ἄρα Κρονίων ῥίψαις δι’ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν
58ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον.
59χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν,
60γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας.
61μή, φίλα ψυχά, βίον ἀθάνατον
62σπεῦδε, τὰν δ’ἔμπρακτον ἄντλει μαχανάν.
63εἰ δὲ σώφρων ἄντρον ἔναι’ἔτι Χείρων, καί τί οἱ
64φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι
65ἁμέτεροι τίθεν · ἰατῆρά τοί κέν νιν πίθον
66καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων
67ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος.
68καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν
69Ἀρέθοισαν ἐπὶ κράναν παρ’Αἰτναῖον ξένον,
70ὃς Συρακόσσαισι νέμει βασιλεὺς
71πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ.
72τῷ μὲν διδύμας χάριτας,
73εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόντ’ἀέθλων Πυθίων αἴγλαν στεφάνοις.
74τοὺς ἀριστεύων Φερένικος ἕλ’ἐν Κίρρᾳ ποτέ,
75ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος
76ἐξικόμαν κε βαθὺν πόντον περάσαις.
77ἀλλ’ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω
78Ματρί, τὰν κοῦραι παρ’ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ
79σεμνὰν θεὸν ἐννύχιαι.
80εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων ·
81“ἓν παρ’ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς”
82“ἀθάνατοι”. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν,
83ἀλλ’ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω.
84τὶν δὲ μοῖρ’εὐδαιμονίας ἕπεται.
85λαγέταν γάρ τοι τύραννον δέρκεται,
86εἴ τιν’ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δ’ἀσφαλὴς
87οὐκ ἔγεντ’οὔτ’Αἰακίδᾳ παρὰ Πηλεῖ
88οὔτε παρ’ἀντιθέῳ Κάδμῳ · λέγονται μὰν βροτῶν
89ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων
90μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις
91ἄϊον Θήβαις, ὁπόθ’Ἁρμονίαν γᾶμεν βοῶπιν,
92ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν.
93καὶ θεοὶ δαίσαντο παρ’ἀμφοτέροις,
94καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνατε
95δέξαντο · Διὸς δὲ χάριν
96ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ’αὖτε χρόνῳ
97τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις
98εὐφροσύνας μέρος αἱ τρεῖς · ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ
99ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ.
100τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα
101τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν
102ὦρσεν πυρὶ καιόμενος
103ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων
104τυγχάνοντ’εὖ πασχέμεν. ἄλλοτε δ’ἀλλοῖαι πνοαὶ
105ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται
106σάος, πολὺς εὖτ’ἂν ἐπιβρίσαις ἕπηται.
107σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις
108ἔσσομαι · τὸν ἀμφέποντ’αἰεὶ φρασὶν
109δαίμον’ἀσκήσω κατ’ἐμὰν θεραπεύων μαχανάν.
110εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι,
111ἐλπίδ’ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω.
112Νέστορα καὶ Λύκιον Σαρπηδόν’, ἀνθρώπων φάτις,
113ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ
114ἅρμοσαν, γιγνώσκομεν. ἁ δ’ἀρετὰ κλειναῖς ἀοιδαῖς
115χρονία τελέθει. παύροις δὲ πράξασθ’εὐμαρές.
1σάμερον μὲν χρή σε παρ’ἀνδρὶ φίλῳ
2στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ,
3Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνίτ’αὔξῃς οὖρον ὕμνων,
4ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος,
5οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέρεα
6χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν
7νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον
8πόλιν ἐν ἀργεννόεντι μαστῷ,
9καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι
10ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς
11παῖς ἀπέπνευσ’ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δ’οὕτως
12ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις · “
13κέκλυτε, παῖδες ὑπερθύμωντε φωτῶν καὶ θεῶν ·
14φαμὶ γὰρ τᾶσδ’ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν
15ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων
16Διὸς ἐν Ἄμμωνος θεμέθλοις.
17ἀντὶ δελφίνων δ’ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς,
18ἁνίατ’ἀντ’ἐρετμῶν δίφρουςτε νωμάσοισιν ἀελλόποδας.
19κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων
20ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς
21λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι
22ξείνια πρῴραθεν Εὔφαμος καταβὰς
23δέξατ’· αἴσιον δ’ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν ·
24ἁνίκ’ἄγκυραν ποτὶ χαλκόγενυν
25ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον
26ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων
27εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς.
28τουτάκι δ’οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν
29ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος · φιλίων δ’ἐπέων
30ἄρχετο, ξείνοις ἅτ’ἐλθόντεσσιν εὐεργέται
31δεῖπν’ἐπαγγέλλοντι πρῶτον.
32ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ
33κώλυεν μεῖναι. φάτο δ’Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα
34ἔμμεναι · γίγνωσκε δ’ἐπειγομένους · ἂν δ’εὐθὺς ἁρπάξαις ἀρούρας
35δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι.
36οὐ δ’ἀπίθησέ νιν, ἀλλ’ἥρως ἐπ’ἀκταῖσιν θορὼν
37χειρί οἱ χεῖρ’ἀντερείσαις δέξατο βώλακα δαιμονίαν.
38πεύθομαι δ’αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος
39ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ
40ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ
41λυσιπόνοις θεραπόντεσσιν φυλάξαι · τῶν δ’ἐλάθοντο φρένες ·
42καί νυν ἐν τᾷδ’ἄφθιτον νάσῳ κέχυται Λιβύας
43εὐρυχόρου σπέρμα πρὶν ὥρας · εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον
44Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,
45υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,
46τόν ποτ’Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρ’ὄχθαις ·
47τετράτων παίδων κ’ἐπιγινομένων
48αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
49ἐξανίστανται Λακεδαίμονος Ἀργείουτε κόλπου καὶ Μυκηνᾶν.
50νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
51ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν
52νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
53δεσπόταν · τὸν μὲν πολυχρύσῳ ποτ’ἐν δώματι
54Φοῖβος ἀμνάσει θέμισσιν
55Πύθιον ναὸν καταβάντα χρόνῳ
56ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα”.
57ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δ’ἀκίνητοι σιωπᾷ
58ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
59ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ’ἐν τούτῳ λόγῳ
60χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ ·
61ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον
62βασιλέ’ἄμφανεν Κυράνᾳ,
63δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν.
64ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ,
65παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας ·
66τῷ μὲν Ἀπόλλων ἅτε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν
67ἱπποδρομίας. ἀπὸ δ’αὐτὸν ἐγὼ Μοίσαισι δώσω
68καὶ τὸ πάγχρυσον νάκος κριοῦ · μετὰ γὰρ
69κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν.
70τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας;
71τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν
72ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις.
73ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ,
74πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος ·
75τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ,
76εὖτ’ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον
77χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ,
78ξεῖνος αἴτ’ὦν ἀστός. ὁ δ’ἆρα χρόνῳ
79ἵκετ’αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος · ἐσθὰς δ’ἀμφοτέρα νιν ἔχεν,
80ἅτε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις,
81ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους ·
82οὐ δὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ’ἀγλαοί,
83ἀλλ’ἅπαν νῶτον καταίθυσσον. τάχα δ’εὐθὺς ἰὼν σφετέρας
84ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος
85ἐν ἀγορᾷ πλήθοντος ὄχλου. “
86τὸν μὲν οὐ γίγνωσκον · ὀπιζομένων δ’ἔμπας τις εἶπεν καὶ τόδε ·
87οὔτι που οὗτος Ἀπόλλων, οὐ δὲ μὰν χαλκάρματός ἐστι πόσις
88Ἀφροδίτας · ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ
89Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ.
90καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν
91ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον,
92ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται”.
93τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι
94γάρυον τοιαῦτ’· ἀνὰ δ’ἡμιόνοις ξεστᾷτ’ἀπήνᾳ προτροπάδαν Πελίας
95ἵκετο σπεύδων · τάφε δ’αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον
96δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ
97δεῖμα προσέννεπε · “ποίαν γαῖαν, ὦ ξεῖν’, εὔχεαι”
98“πατρίδ’ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς”
99“ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν”
100“καταμιάναις εἰπὲ γένναν”.
101τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
102ὧδ’ἀμείφθη · “φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι”
103“πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί”.
104“εἴκοσι δ’ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον”
105“οὔτ’ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν”
106“οἴκαδ’, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν”
107“οὐ κατ’αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ”
108“Αἰόλῳ καὶ παισί, τιμάν”.
109“πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν”
110“ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων” ·
111“τοί μ’, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου”
112“ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν”
113“ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν”
114“κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,”
115“νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν”.
116“ἀλλὰ τούτων μὲν κεφάλαια λόγων”
117“ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως” ·
118“Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων”.
119“Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα”.
120ὣς φάτο. τὸν μὲν ἐσελθόντ’ἔγνον ὀφθαλμοὶ πατρός.
121ἐκ δ’ἄρ’αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
122ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
123γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
124καὶ κασίγνητοί σφισιν ἀμφότεροι
125ἤλυθον κείνου γε κατὰ κλέος · ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
126ἐκ δὲ Μεσσάνας Ἀμυθάν · ταχέως δ’Ἄδματος ἷκεν καὶ Μέλαμπος,
127εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
128μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
129ξείνι’ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,
130ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔνθ’ἁμέραις
131ἱερὸν εὐζοίας ἄωτον.
132ἀλλ’ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
133συγγενέσιν παρεκοινᾶθ’· οἱ δ’ἐπέσποντ’· αἶψα δ’ἀπὸ κλισιᾶν
134ὦρτο σὺν κείνοισι. καί ῥ’ἦλθον Πελία μέγαρον ·
135ἐσσύμενοι δ’εἴσω κατέσταν. τῶν δ’ἀκούσαις αὐτὸς ὑπαντίασεν
136Τυροῦς ἐρασιπλοκάμου γενεά · πραῢν δ’Ἰάσων
137μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
138βάλλετο κρηπῖδα σοφῶν ἐπέων · “παῖ Ποσειδᾶνος Πετραίου,”
139“ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι”
140“κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως” ·
141“ἀλλ’ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον”.
142“εἰδότι τοι ἐρέω · μία βοῦς Κρηθεῖτε μάτηρ”
143“καὶ θρασυμήδεϊ Σαλμωνεῖ · τρίταισιν δ’ἐν γοναῖς”
144“ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον”
145“λεύσσομεν. Μοῖραι δ’ἀφίσταντ’, εἴ τις ἔχθρα πέλει”
146“ὁμογόνοις, αἰδῶ καλύψαι”.
147“οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν”
148“οὐ δ’ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλάτε γάρ τοι ἐγὼ”
149“καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ’ἀγρούςτε πάντας, τοὺς ἀπούραις”
150“ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων” ·
151“κα- κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ’ἄγαν” ·
152“ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας”
153“ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,”
154“τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας”
155“λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν”.
156ὣς ἄρ’ἔειπεν. ἀκᾷ δ’ἀνταγόρευσεν καὶ Πελίας · “ἔσομαι”
157“τοῖος · ἀλλ’ἤδη με γηραιὸν μέρος ἁλικίας”
158“ἀμφιπολεῖ · σὸν δ’ἄνθος ἥβας ἄρτι κυμαίνει · δύνασαι δ’ἀφελεῖν”
159“μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι”
160“Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,”
161“δέρματε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτ’ἐκ πόντου σαώθη”
162“ἔκτε ματρυιᾶς ἀθέων βελέων”.
163“ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δ’ἐπὶ Κασταλίᾳ,”
164“εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν”.
165“τοῦτον ἄεθλον ἑκὼν τέλεσον · καί τοι μοναρχεῖν”
166“καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς”
167“ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις”.
168σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν ·
169ἀτὰρ Ἰάσων αὐτὸς ἤδη
170ὤρνυεν κάρυκας ἐόντα πλόον
171φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι
172ἦλθον Ἀλκμήναςθ’ἑλικοβλεφάρου Λήδαςτε, δοιοὶ δ’ὑψιχαῖται
173ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν,
174ἔκτε Πύλου καὶ ἀπ’ἄκρας Ταινάρου · τῶν μὲν κλέος
175ἐσλὸν Εὐφάμουτ’ἐκράνθη σόντε, Περικλύμεν’εὐρυβία.
176ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ
177ἔμολεν, εὐαίνητος, Ὀρφεύς.
178πέμπε δ’Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπ’ἄτρυτον πόνον,
179τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δ’Ἔρυτον. ταχέες
180ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν ·
181καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων
182Ζήταν Κάλαΐντε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν
183νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις.
184τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα
185ναὸς Ἀργοῦς, μή τινα λειπόμενον
186τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντ’, ἀλλ’ἐπὶ καὶ θανάτῳ
187φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις.
188ἐς δ’Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος,
189λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ
190μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς
191Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δ’ἐμβόλου
192κρέμασαν ἀγκύρας ὕπερθεν,
193χρυσέαν χείρεσσι λαβὼν φιάλαν
194ἀρχὸς ἐν πρύμνᾳ πατέρ’Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους
195κυμάτων ῥιπὰς ἀνέμωντ’ἐκάλει, νύκταςτε καὶ πόντου κελεύθους
196ἄματάτ’εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν ·
197ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον
198φθέγμα · λαμπραὶ δ’ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι ·
199ἀμπνοὰν δ’ἥρωες ἔστασαν θεοῦ σάμασιν
200πιθόμενοι · κάρυξε δ’αὐτοῖς
201ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας ·
202εἰρεσία δ’ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος.
203σὺν Νότου δ’αὔραις ἐπ’Ἀξείνου στόμα πεμπόμενοι
204ἤλυθον · ἔνθ’ἁγνὸν Ποσειδάωνος ἕσσαντ’εἰναλίου τέμενος,
205φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν
206καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ.
207ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν,
208συνδρόμων κινηθμὸν ἀμαιμάκετον
209ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντότε κραιπνότεραι
210ἢ βαρυγδούπων ἀνέμων στίχες · ἀλλ’ἤδη τελευτὰν κεῖνος αὐταῖς
211ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ’ἔπειτεν
212ἤλυθον · ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν
213μῖξαν Αἰήτᾳ παρ’αὐτῷ. πότνια δ’ὀξυτάτων βελέων
214ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν
215ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ
216μαινάδ’ὄρνιν Κυπρογένεια φέρεν
217πρῶτον ἀνθρώποισι, λιτάςτ’ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν ·
218ὄφρα Μηδείας τοκέων ἀφέλοιτ’αἰδῶ, ποθεινὰ δ’Ἑλλὰς αὐτὰν
219ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς.
220καὶ τάχα πείρατ’ἀέθλων δείκνυεν πατρωΐων ·
221σὺν δ’ἐλαίῳ φαρμακώσαισ’ἀντίτομα στερεᾶν ὀδυνᾶν
222δῶκε χρίεσθαι. καταίνησαντε κοινὸν γάμον
223γλυκὺν ἐν ἀλλάλοισι μῖξαι.
224ἀλλ’ὅτ’Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο
225καὶ βόας, οἳ φλόγ’ἀπὸ ξανθᾶν γενύων πνέον καιομένοιο πυρός,
226χαλκέαις δ’ὁπλαῖς ἀράσσεσκον χθόν’ἀμειβόμενοι,
227τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δ’αὔλακας ἐντανύσαις
228ἤλαυν’, ἀνὰ βωλακίας δ’ὀρόγυιαν σχίζε νῶτον
229γᾶς. ἔειπεν δ’ὧδε · “τοῦτ’ἔργον βασιλεύς,”
230“ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω,”
231“κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ”.
232ὣς ἄρ’αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος
233εἴχετ’ἔργου · πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς.
234σπασσάμενος δ’ἄροτρον, βοέους δήσαις ἀνάγκας
235ἔντεσιν αὐχένας ἐμβάλλωντ’ἐριπλεύρῳ φυᾷ
236κέντρον αἰανὲς βιατὰς ἐξεπόνησ’ἐπιτακτὸν ἀνὴρ
237μέτρον. ἴϋξεν δ’ἀφωνήτῳ περ ἔμπας ἄχει
238δύνασιν Αἰήτας ἀγασθείς.
239πρὸς δ’ἑταῖροι καρτερὸν ἄνδρα φίλας
240ὤρεγον χεῖρας, στεφάνοισίτέ νιν ποίας ἔρεπτον, μειλιχίοιςτε λόγοις
241ἀγαπάζοντ’. αὐτίκα δ’Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν
242ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι ·
243ἤλπετο δ’οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον.
244κεῖτο γὰρ λόχμᾳ, δράκοντος δ’εἴχετο λαβροτατᾶν γενύων,
245ὃς πάχει μάκειτε πεντηκόντορον ναῦν κράτει,
246τέλεσαν ἃν πλαγαὶ σιδάρου.
247μακρά μοι νεῖσθαι κατ’ἀμαξιτόν · ὥρα γὰρ συνάπτει · καί τινα
248οἶμον ἴσαμι βραχύν · πολλοῖσι δ’ἅγημαι σοφίας ἑτέροις.
249κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν,
250ὦ Ἀρκεσίλα, κλέψεντε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον ·
251ἔντ’Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳτ’ἐρυθρῷ
252Λαμνιᾶντ’ἔθνει γυναικῶν ἀνδροφόνων ·
253ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς,
254καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς
255σπέρμ’ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον
256ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ
257τέλλετο · καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν
258ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ
259νᾶσον · ἔνθεν δ’ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον
260σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου
261διανέμειν θεῖον Κυράνας
262ὀρθόβουλον μῆτιν ἐφευρομένοις.
263γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει
264ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος ·
265καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ’αὐτᾶς,
266εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον ·
267ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα
268μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν,
269ἑὸν ἐρημώσαισα χῶρον.
270ἐσσὶ δ’ἰατὴρ ἐπικαιρότατος, Παιάντέ σοι τιμᾷ φάος ·
271χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν.
272ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις ·
273ἀλλ’ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας
274εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται.
275τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες.
276τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν.
277τῶν δ’Ὁμήρου καὶ τόδε συνθέμενος
278ῥῆμα πόρσυν’· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν ·
279αὔξεται καὶ Μοῖσα δι’ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα
280καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν
281Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος,
282ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ,
283ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός,
284ἔμαθε δ’ὑβρίζοντα μισεῖν,
285οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς,
286οὐ δὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει.
287εὖ νιν ἔγνωκεν · θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δ’ἔμμεν
288τοῦτ’ἀνιαρότατον, καλὰ γιγνώσκοντ’ἀνάγκᾳ
289ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ
290προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπότε κτεάνων ·
291λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ
292μεταβολαὶ λήξαντος οὔρου
293ἱστίων. ἀλλ’εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ
294οἶκον ἰδεῖν, ἐπ’Ἀπόλλωνόςτε κράνᾳ συμποσίας ἐφέπων
295θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔντε σοφοῖς
296δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν,
297μήτ’ὦν τινι πῆμα πορών, ἀπαθὴς δ’αὐτὸς πρὸς ἀστῶν.
298καί κε μυθήσαιθ’ὁποίαν, Ἀρκεσίλα,
299εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς.
1ὁ πλοῦτος εὐρυσθενής,
2ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ
3βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ
4πολύφιλον ἑπέταν.
5ὦ θεόμορ’Ἀρκεσίλα,
6σύ τοί νιν κλυτᾶς
7αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο
8σὺν εὐδοξίᾳ μετανίσεαι
9ἕκατι χρυσαρμάτου Κάστορος ·
10εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν
11καταιθύσσει μάκαιραν ἑστίαν.
12σοφοὶ δέ τοι κάλλιον
13φέροντι καὶ τὰν θεόσδοτον δύναμιν.
14σὲ δ’ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται ·
15τὸ μέν, ὅτι βασιλεὺς
16ἐσσὶ μεγαλᾶν πολίων,
17ἔχει συγγενὴς
18ὀφθαλμὸς αἰδοιότατον γέρας
19τεᾷ τοῦτο μιγνύμενον φρενί ·
20μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι
21εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν
22δέδεξαι τόνδε κῶμον ἀνέρων,
23Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω
24Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον,
25παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν ·
26φιλεῖν δὲ Κάρρωτον ἔξοχ’ἑταίρων ·
27ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων
28ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν
29ἀφίκετο δόμους θεμισκρεόντων ·
30ἀλλ’ἀρισθάρματον
31ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις,
32ἀκηράτοις ἁνίαις
33ποδαρκέων δωδεκάδρομον τέμενος.
34κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν · ἀλλὰ κρέμαται,
35ὁπόσα χεριαρᾶν
36τεκτόνων δαίδαλ’ἄγων
37Κρισαῖον λόφον
38ἄμειψεν ἐν κοιλόπεδον νάπος
39θεοῦ · τό σφ’ἔχει κυπαρίσσινον
40μέλαθρον ἀμφ’ἀνδριάντι σχεδόν,
41Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ
42καθέσσαντο μονόδροπον φυτόν.
43ἑκόντι τοίνυν πρέπει
44νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.
45Ἀλεξιβιάδα, σὲ δ’ἠΰκομοι φλέγοντι Χάριτες.
46μακάριος, ὃς ἔχεις
47καὶ πεδὰ μέγαν κάματον
48λόγων φερτάτων
49μναμήϊ’· ἐν τεσσαράκοντα γὰρ
50πετόντεσσιν ἁνιόχοις ὅλον
51δίφρον κομίξαις ἀταρβεῖ φρενί,
52ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν
53ἀέθλων καὶ πατρωΐαν πόλιν.
54πόνων δ’οὔ τις ἀπόκλαρός ἐστιν οὔτ’ἔσεται ·
55ὁ Βάττου δ’ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,
56πύργος ἄστεος ὄμματε φαεννότατον
57ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
58λέοντες περὶ δείματι φύγον,
59γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν ·
60ὁ δ’ἀρχαγέτας ἔδωκ’Ἀπόλλων
61θῆρας αἰνῷ φόβῳ,
62ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν.
63ὃ καὶ βαρειᾶν νόσων
64ἀκέσματ’ἄνδρεσσι καὶ γυναιξὶ νέμει,
65πόρεντε κίθαριν, δίδωσίτε Μοῖσαν οἷς ἂν ἐθέλῃ,
66ἀπόλεμον ἀγαγὼν
67ἐς πραπίδας εὐνομίαν,
68μυχόντ’ἀμφέπει
69μαντήϊον · τῷ Λακεδαίμονι
70ἐν Ἄργειτε καὶ ζαθέᾳ Πύλῳ
71ἔνασσεν ἀλκάεντας Ἡρακλέος
72ἐκγόνους Αἰγιμιοῦτε. τὸ δ’ἐμὸν γαρύειν
73ἀπὸ Σπάρτας ἐπήρατον κλέος ·
74ὅθεν γεγενναμένοι
75ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι,
76ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν ·
77πολύθυτον ἔρανον
78ἔνθεν ἀναδεξάμενοι,
79Ἄπολλον, τεᾷ,
80Καρνήϊ’, ἐν δαιτὶ σεβίζομεν
81Κυράνας ἀγακτιμέναν πόλιν ·
82ἔχοντι τὰν χαλκοχάρμαι ξένοι
83Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον,
84καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον
85ἐν Ἄρει. τὸ δ’ἐλάσιππον ἔθνος ἐνδυκέως
86δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι,
87τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς
88ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων.
89κτίσεν δ’ἄλσεα μείζονα θεῶν,
90εὐθύτομόντε κατέθηκεν Ἀπολλωνίαις
91ἀλεξιμβρότοις πεδιάδα πομπαῖς
92ἔμμεν ἱππόκροτον
93σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών.
94μάκαρ μὲν ἀνδρῶν μέτα
95ἔναιεν, ἥρως δ’ἔπειτα λαοσεβής.
96ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν
97βασιλέες ἱεροὶ
98ἐντί, μεγάλαν δ’ἀρετὰν
99δρόσῳ μαλθακᾷ
100ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν,
101ἀκούοντί που χθονίᾳ φρενί,
102σφὸν ὄλβον υἱῷτε κοινὰν χάριν
103ἔνδικόντ’Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων
104πρέπει χρυσάορα Φοῖβον ἀπύειν,
105ἔχοντα Πυθωνόθεν
106τὸ καλλίνικον λυτήριον δαπανᾶν
107μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί.
108λεγόμενον ἐρέω ·
109κρέσσονα μὲν ἁλικίας
110νόον φέρβεται
111γλῶσσάντε · θάρσος δὲ τανύπτερος
112ἐν ὄρνιξιν αἰετὸς ἔπλετο ·
113ἀγωνίας δ’, ἕρκος οἷον, σθένος ·
114ἔντε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας,
115πέφανταίθ’ἁρματηλάτας σοφός ·
116ὅσαιτ’εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι,
117τετόλμακε. θεόςτέ οἱ τὸ νῦντε πρόφρων τελεῖ δύνασιν,
118καὶ τὸ λοιπὸν ὁμοῖα, Κρονίδαι μάκαρες,
119διδοῖτ’ἐπ’ἔργοισιν ἀμφίτε βουλαῖς
120ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων
121χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον.
122Διός τοι νόος μέγας κυβερνᾷ
123δαίμον’ἀνδρῶν φίλων.
124εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο
125δόμεν γέρας ἔπι Βάττου γένει.
1ἀκούσατ’· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας
2ἄρουραν ἢ Χαρίτων
3ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου
4χθονὸς ἐς νάϊον προσοιχόμενοι ·
5Πυθιόνικος ἔνθ’ὀλβίοισιν Ἐμμενίδαις
6ποταμίᾳτ’Ἀκράγαντι καὶ μὰν Ξενοκράτει
7ἑτοῖμος ὕμνων
8θησαυρὸς ἐν πολυχρύσῳ
9Ἀπολλωνίᾳ τετείχισται νάπᾳ ·
10τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών,
11ἐριβρόμου νεφέλας
12στρατὸς ἀμείλιχος, οὔτ’ἄνεμος ἐς μυχοὺς
13ἁλὸς ἄξοισι παμφόρῳ χεράδει
14τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ
15πατρὶ τεῷ, Θρασύβουλε, κοινάντε γενεᾷ
16λόγοισι θνατῶν
17εὔδοξον ἅρματι νίκαν
18Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
19σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν
20ἄγεις ἐφημοσύναν,
21τά ποτ’ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ
22Φιλύρας υἱὸν ὀρφανιζομένῲ
23Πηλεΐδᾳ παραινεῖν · μάλιστα μὲν Κρονίδαν,
24βαρυόπαν στεροπᾶν κεραυνῶντε πρύτανιν,
25θεῶν σέβεσθαι ·
26ταύτας δὲ μή ποτε τιμᾶς
27ἀμείρειν γονέων βίον πεπρωμένον.
28ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς
29νόημα τοῦτο φέρων,
30ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον
31ἀναμείναις στράταρχον Αἰθιόπων
32Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ’ἐπέδα
33Πάριος ἐκ βελέων δαϊχθείς · ὁ δ’ἔφεπεν
34κραταιὸν ἔγχος ·
35Μεσσανίου δὲ γέροντος
36δονηθεῖσα φρὴν βόασε παῖδα ὅν ·
37χαμαιπετὲς δ’ἄρ’ἔπος οὐκ ἀπέριψεν · αὐτοῦ
38μένων δ’ὁ θεῖος ἀνὴρ
39πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,
40ἐδόκησέντε τῶν πάλαι γενεᾷ
41ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,
42ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
43τὰ μὲν παρίκει ·
44τῶν νῦν δὲ καὶ Θρασύβουλος
45πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,
46πάτρῳτ’ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
47νόῳ δὲ πλοῦτον ἄγει,
48ἄδικον οὔθ’ὑπέροπλον ἥβαν δρέπων,
49σοφίαν δ’ἐν μυχοῖσι Πιερίδων ·
50τίντ’, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.
1κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
2προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ
3κρηπῖδ’ἀοιδᾶν
4ἵπποισι βαλέσθαι.
5ἐπεὶ τίνα πάτραν, τίνα οἶκον
6ναίων ὀνυμάξεαι
7ἐπιφανέστερον
8Ἑλλάδι πυθέσθαι;
9πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ
10Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον
11Πυθῶνι δίᾳ
12θαητὸν ἔτευξαν.
13ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ
14νῖκαι, μία δ’ἐκπρεπὴς
15Διὸς Ὀλυμπιάς,
16δύο δ’ἀπὸ Κίρρας,
17ὦ Μεγάκλεες, ὑμαίτε καὶ προγόνων.
18νέα δ’εὐπραγίᾳ χαίρω τι · τὸ δ’ἄχνυμαι,
19φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.
20φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν
21θάλλοισαν εὐδαιμονίαν
22τὰ καὶ τὰ φέρεσθαι.
1φιλόφρον Ἡσυχία, Δίκας
2ὦ μεγιστόπολι θύγατερ,
3βουλᾶντε καὶ πολέμων
4ἔχοισα κλαῗδας ὑπερτάτας,
5Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ.
6τὺ γὰρ τὸ μαλθακὸν ἔρξαιτε καὶ παθεῖν ὁμῶς
7ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ ·
8τὺ δ’, ὁπόταν τις ἀμείλιχον
9καρδίᾳ κότον ἐνελάσῃ,
10τραχεῖα δυσμενέων
11ὑπαντιάξαισα κράτει τιθεῖς
12Ὕβριν ἐν ἄντλῳ. τὰν οὐ δὲ Πορφυρίων μάθεν
13παρ’αἶσαν ἐξερεθίζων · κέρδος δὲ φίλτατον,
14ἑκόντος εἴ τις ἐκ δόμων φέροι.
15βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ.
16Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν,
17οὐ δὲ μὰν βασιλεὺς Γιγάντων · δμᾶθεν δὲ κεραυνῷ
18τόξοισίτ’Ἀπόλλωνος · ὃς εὐμενεῖ νόῳ
19Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον
20υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖτε κώμῳ.
21ἔπεσε δ’οὐ Χαρίτων ἑκὰς
22ἁ δικαιόπολις ἀρεταῖς
23κλειναῖσιν Αἰακιδᾶν
24θιγοῖσα νᾶσος · τελέαν δ’ἔχει
25δόξαν ἀπ’ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται
26νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς
27ὑπερτάτους ἥρωας ἐν μάχαις ·
28τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει.
29εἰμὶ δ’ἄσχολος ἀναθέμεν
30πᾶσαν μακραγορίαν
31λύρᾳτε καὶ φθέγματι μαλθακῷ,
32μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ’ἐν ποσί μοι τράχον
33ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν,
34ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ.
35παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς
36Ὀλυμπίᾳτε Θεόγνητον οὐ κατελέγχεις,
37οὐ δὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον ·
38αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις,
39τὸν ὅνπερ ποτ’Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν
40υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ,
41ὁπότ’ἀπ’Ἄργεος ἤλυθον
42δευτέραν ὁδὸν Ἐπίγονοι.
43ὧδ’εἶπε μαρναμένων ·
44“φυᾷ τὸ γενναῖον ἐπιπρέπει”
45“ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς”
46“δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν’ἐπ’ἀσπίδος”
47“νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις”.
48“ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ”
49“νῦν ἀρείονος ἐνέχεται”
50“ὄρνιχος ἀγγελίᾳ”
51“Ἄδραστος ἥρως · τὸ δὲ οἴκοθεν”
52“ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ”
53“θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν”
54“ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ”
55“Ἄβαντος εὐρυχόρους ἀγυιάς”. τοιαῦτα μὲν
56ἐφθέγξατ’Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς
57Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ,
58γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν
59ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ’ἀοίδιμον,
60μαντευμάτωντ’ἐφάψατο συγγόνοισι τέχναις.
61τὺ δ’, Ἑκαταβόλε, πάνδοκον
62ναὸν εὐκλέα διανέμων
63Πυθῶνος ἐν γυάλοις,
64τὸ μὲν μέγιστον τόθι χαρμάτων
65ὤπασας · οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν
66πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες.
67ἄναξ, ἑκόντι δ’εὔχομαι νόῳ
68κατά τιν’ἁρμονίαν βλέπειν,
69ἀμφ’ἕκαστον ὅσα νέομαι.
70κώμῳ μὲν ἁδυμελεῖ
71Δίκα παρέστακε · θεῶν δ’ὄπιν
72ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις.
73εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ,
74πολλοῖς σοφὸς δοκεῖ πεδ’ἀφρόνων
75βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς ·
76τὰ δ’οὐκ ἐπ’ἀνδράσι κεῖται · δαίμων δὲ παρίσχει,
77ἄλλοτ’ἄλλον ὕπερθε βάλλων, ἄλλον δ’ὑπὸ χειρῶν
78μέτρῳ καταβαίνει. Μεγάροις δ’ἔχεις γέρας,
79μυχῷτ’ἐν Μαραθῶνος, Ἥραςτ’ἀγῶν’ἐπιχώριον
80νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ ·
81τέτρασι δ’ἔμπετες ὑψόθεν
82σωμάτεσσι κακὰ φρονέων,
83τοῖς οὔτε νόστος ὁμῶς
84ἔπαλπνος ἐν Πυθιάδι κρίθη,
85οὐ δὲ μολόντων πὰρ ματέρ’ἀμφὶ γέλως γλυκὺς
86ὦρσεν χάριν · κατὰ λαύρας δ’ἐχθρῶν ἀπάοροι
87πτώσσοντι, συμφορᾷ δεδαγμένοι.
88ὁ δὲ καλόν τι νέον λαχὼν
89ἁβρότατος ἔπι μεγάλας
90ἐξ ἐλπίδος πέταται
91ὑποπτέροις ἀνορέαις, ἔχων
92κρέσσονα πλούτου μέριμναν. ἐν δ’ὀλίγῳ βροτῶν
93τὸ τερπνὸν αὔξεται · οὕτω δὲ καὶ πίτνει χαμαί,
94ἀποτρόπῳ γνώμᾳ σεσεισμένον.
95ἐπάμεροι · τί δέ τις; τί δ’οὔ τις; σκιᾶς ὄναρ
96ἄνθρωπος. ἀλλ’ὅταν αἴγλα διόσδοτος ἔλθῃ,
97λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών ·
98Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ
99πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ
100Πηλεῖτε κα- κἀγαθῷ Τελαμῶνι σύντ’Ἀχιλλεῖ.
1ἐθέλω χαλκάσπιδα Πυθιονίκαν
2σὺν βαθυζώνοισιν ἀγγέλλων
3Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν,
4ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας ·
5τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας
6ἅρπασ’, ἔνεικέτε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου
7καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς
8ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν.
9ὑπέδεκτο δ’ἀργυρόπεζ’Ἀφροδίτα
10Δάλιον ξεῖνον θεοδμάτων
11ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ.
12καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ,
13ξυνὸν ἁρμόζοισα θεῷτε γάμον μιχθέντα κούρᾳθ’Ὑψέος εὐρυβία ·
14ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως
15δεύτερος · ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς
16Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισ’ἔτικτεν,
17Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον
18θρέψατο παῖδα Κυράναν · ἁ μὲν οὔθ’ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς,
19οὔτε δείπνων οἰκοριᾶν μεθ’ἑταιρᾶν τέρψιας,
20ἀλλ’ἀκόντεσσίντε χαλκέοις
21φασγάνῳτε μαρναμένα κεράϊζεν ἀγρίους
22θῆρας, ἦ πολλάντε καὶ ἡσύχιον
23βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν
24παῦρον ἐπὶ γλεφάροις
25ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ.
26κίχε νιν λέοντί ποτ’εὐρυφαρέτρας
27ὀμβρίμῳ μούναν παλαίοισαν
28ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων.
29αὐτίκα δ’ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ. “
30σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν
31θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις
32ἦτορ ἔχοισα · φόβῳ δ’οὐ κεχείμανται φρένες.
33τίς νιν ἀνθρώπων τέκεν; ποίας δ’ἀποσπασθεῖσα φύτλας
34ὀρέων κευθμῶνας ἔχει σκιοέντων,
35γεύεται δ’ἀλκᾶς ἀπειράντου;
36ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν,
37ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν”;
38τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν
39εὐθὺς ἀμείβετο · “κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων,”
40“Φοῖβε, καὶ ἔντε θεοῖς τοῦτο κα- κἀνθρώποις ὁμῶς”
41“αἰδέοντ’, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς”.
42“καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν,”
43“ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δ’ὁπόθεν γενεὰν”
44“ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος”
45“οἶσθα καὶ πάσας κελεύθους” ·
46“ὅσσατε χθὼν ἠρινὰ φύλλ’ἀναπέμπει, κα- χὠπόσαι”
47“ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι”
48“κύμασιν ῥιπαῖςτ’ἀνέμων κλονέονται, κα- χὤ τι μέλλει, κα- χὠπόθεν”
49“ἔσσεται, εὖ καθορᾷς”.
50“εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι,”
51“ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν”
52“τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου”
53“Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι” ·
54“ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις”
55“νασιώταν ὄχθον ἐς ἀμφίπεδον · νῦν δ’εὐρυλείμων πότνιά σοι Λιβύα”
56“δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων · ἵνα οἱ χθονὸς αἶσαν”
57“αὐτίκα συντελέθειν ἔννομον δωρήσεται,”
58“οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτ’ἀγνῶτα θηρῶν”.
59“τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς”
60“εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ”
61“ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει”.
62“ταὶ δ’ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς,”
63“νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταίτέ νιν ἀθάνατον”
64“Ζῆνα καὶ ἁγνὸν Ἀπόλλων’, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων,”
65“Ἀγρέα καὶ Νόμιον, τοῖς δ’Ἀρισταῖον καλεῖν”.
66ὣς ἄρ’εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν.
67ὠκεῖα δ’ἐπειγομένων ἤδη θεῶν
68πρᾶξις ὁδοίτε βραχεῖαι. κεῖνο κεῖν’ἆμαρ διαίτασεν · θαλάμῳ δὲ μίγεν
69ἐν πολυχρύσῳ Λιβύας · ἵνα καλλίσταν πόλιν
70ἀμφέπει κλεινάντ’ἀέθλοις.
71καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα
72υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ ·
73ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται,
74καλλιγύναικι πάτρᾳ
75δόξαν ἱμερτὰν ἀγαγόντ’ἀπὸ Δελφῶν.
76ἀρεταὶ δ’αἰεὶ μεγάλαι πολύμυθοι ·
77βαιὰ δ’ἐν μακροῖσι ποικίλλειν,
78ἀκοὰ σοφοῖς · ὁ δὲ καιρὸς ὁμοίως
79παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον
80οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι · τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν
81ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθ’ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος
82σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος
83κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς.
84τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων
85ἐν μόναις ὠδῖσιν Ἀλκμήνα
86διδύμων κρατησίμαχον σθένος υἱῶν.
87κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
88μη δὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα ·
89τοῖσι τέλειον ἐπ’εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν · Χαρίτων κελαδεννᾶν
90μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳτε γὰρ
91φαμὶ Νίσουτ’ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδ’εὐκλεΐξαι,
92σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών ·
93οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ’ἐν ξυνῷ πεποναμένον εὖ
94μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
95κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
96παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντ’ἔννεπεν.
97πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
98ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοίθ’ὡς ἕκασται φίλτατον
99παρθενικαὶ πόσιν ἢ
100υἱὸν εὔχοντ’, ὦ Τελεσίκρατες, ἔμμεν,
101ἐν Ὀλυμπίοισίτε καὶ βαθυκόλπου
102Γᾶς ἀέθλοις ἔντε καὶ πᾶσιν
103ἐπιχωρίοις. ἐμὲ δ’ὦν τις ἀοιδᾶν
104δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι
105καὶ παλαιὰν δόξαν ἑῶν προγόνων · οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν
106Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν ·
107τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον
108σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος
109ἔπλετο · χρυσοστεφάνου δέ οἱ Ἥβας
110καρπὸν ἀνθήσαντ’ἀποδρέψαι
111ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων
112κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ’ἐν Ἄργει
113οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν,
114ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ’ἀγῶνος ·
115σὺν δ’ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν,
116ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον.
117οὕτω δ’ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ
118νυμφίον ἄνδρα · ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον,
119εἶπε δ’ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν
120ἀμφί οἱ ψαύσειε πέπλοις.
121ἔνθ’Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον,
122παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν
123ἆγεν ἱππευτᾶν Νομάδων δι’ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον
124φύλλ’ἔπι καὶ στεφάνους ·
125πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν.
1ὄλβια Λακεδαίμων,
2μάκαιρα Θεσσαλία · πατρὸς δ’ἀμφοτέραις ἐξ ἑνὸς
3ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.
4τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώτε καὶ τὸ Πελινναῖον ἀπύει
5Ἀλεύατε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες
6ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.
7γεύεται γὰρ ἀέθλων ·
8στρατῷτ’ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς
9διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.
10Ἄπολλον, γλυκὺ δ’ἀνθρώπων τέλος ἀρχάτε δαίμονος ὀρνύντος αὔξεται ·
11ὁ μέν που τεοῖς γε μήδεσι τοῦτ’ἔπραξεν ·
12τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς
13Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις
14Ἄρεος ὅπλοις ·
15ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν
16πέτραν κρατησίποδα Φρικίαν.
17ἕσποιτο μοῖρα καὶ ὑστέραισιν
18ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν ·
19τῶν δ’ἐν Ἑλλάδι τερπνῶν
20λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν
21μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη
22ἀπήμων κέαρ · εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,
23ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις
24τὰ μέγιστ’ἀέθλων ἕλῃ τόλμᾳτε καὶ σθένει,
25καὶ ζώων ἔτι νεαρὸν
26κατ’αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.
27ὁ χάλκεος οὐρανὸς οὔ ποτ’ἀμβατὸς αὐτῷ.
28ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον
29πλόον. ναυσὶ δ’οὔτε πεζὸς ἰών κεν εὕροις
30ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.
31παρ’οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,
32δώματ’ἐσελθών,
33κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ
34ῥέζοντας · ὧν θαλίαις ἔμπεδον
35εὐφαμίαιςτε μάλιστ’Ἀπόλλων
36χαίρει, γελᾷθ’ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.
37Μοῖσα δ’οὐκ ἀποδαμεῖ
38τρόποις ἐπὶ σφετέροισι · παντᾷ, δὲ χοροὶ παρθένων
39λυρᾶντε βοαὶ καναχαίτ’αὐλῶν δονέονται ·
40δάφνᾳτε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.
41νόσοι δ’οὔτε γῆρας οὐλόμενον κέκραται
42ἱερᾷ γενεᾷ · πόνων δὲ καὶ μαχᾶν ἄτερ
43οἰκέοισι φυγόντες
44ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ
45μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ’Ἀθάνα,
46ἐς ἀνδρῶν μακάρων ὅμιλον · ἔπεφνέντε Γοργόνα, καὶ ποικίλον κάρα
47δρακόντων φόβαισιν ἤλυθε νασιώταις
48λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι
49θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται
50ἔμμεν ἄπιστον.
51κώπαν σχάσον, ταχὺ δ’ἄγκυραν ἔρεισον χθονὶ
52πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.
53ἐγκωμίων γὰρ ἄωτος ὕμνων
54ἐπ’ἄλλοτ’ἄλλον ὥτε μέλισσα θύνει λόγον.
55ἔλπομαι δ’Ἐφυραίων
56ὄπ’ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν
57τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς
58ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις,
59νέαισίντε παρθένοισι μέλημα. καὶ γὰρ
60ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας ·
61τῶν δ’ἕκαστος ὀρούει,
62τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός ·
63τὰ δ’εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.
64πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν
65τόδ’ἔζευξεν ἅρμα Πιερίδων τετράορον,
66φιλέων φιλέοντ’, ἄγων ἄγοντα προφρόνως.
67πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει
68καὶ νόος ὀρθός.
69ἀδελφεοὺς ἔτ’ἐπαινήσομεν ἐσλούς, ὅτι
70ὑψοῦ φέροντι νόμον Θεσσαλῶν
71αὔξοντες · ἐν δ’ἀγαθοῖσι κεῖνται
72πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.
1Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,
2Ἰνώτε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,
3ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ
4ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων
5θησαυρόν, ὃν περίαλλ’ἐτίμασε Λοξίας,
6Ἰσμήνιον δ’ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,
7ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων
8στρατὸν ὁμαγερέα καλεῖ συνίμεν,
9ὄφρα Θέμιν ἱερὰν Πυθῶνάτε καὶ ὀρθοδίκαν
10γᾶς ὀμφαλὸν κελαδήσετ’ἄκρᾳ σὺν ἑσπέρᾳ,
11ἑπταπύλοισι Θήβαις
12χάριν ἀγῶνίτε Κίρρας,
13ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν
14τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών,
15ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα
16νικῶν ξένου Λάκωνος Ὀρέστα.
17τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας
18χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,
19ὁπότε Δαρδανίδα κόραν Πριάμου
20Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ
21ψυχᾷ πόρευσ’Ἀχέροντος ἀκτὰν παρ’εὔσκιον
22νηλὴς γυνά. πότερόν νιν ἄρ’Ἰφιγένει’ἐπ’Εὐρίπῳ
23σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;
24ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν
25ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις
26ἔχθιστον ἀμπλάκιον καλύψαιτ’ἀμάχανον
27ἀλλοτρίαισι γλώσσαις ·
28κακολόγοι δὲ πολῖται.
29ἴσχειτε γὰρ ὄλβος οὐ μείονα φθόνον ·
30ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.
31θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας
32ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,
33μάντιντ’ὄλεσσε κόραν, ἐπεὶ ἀμφ’Ἑλένᾳ πυρωθέντων
34Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δ’ἄρα γέροντα ξένον
35Στρόφιον ἐξίκετο, νέα κεφαλά,
36Παρνασοῦ πόδα ναίοντ’· ἀλλὰ χρονίῳ σὺν Ἄρει
37πέφνεντε ματέρα θῆκέτ’Αἴγισθον ἐν φοναῖς.
38ἦ ῥ’, ὦ φίλοι, κατ’ἀμευσιπόρους τριόδους ἐδινήθην,
39ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν · ἤ μέ τις ἄνεμος ἔξω πλόου
40ἔβαλεν, ὡς ὅτ’ἄκατον εἰναλίαν;
41Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
42φωνὰν ὑπάργυρον, ἄλλοτ’ἄλλᾳ ταρασσέμεν
43ἢ πατρὶ Πυθονίκῳ
44τό γέ νυν ἢ Θρασυδαίῳ ·
45τῶν εὐφροσύνατε καὶ δόξ’ἐπιφλέγει.
46τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,
47Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
48ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις ·
49Πυθοῖτε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν
50Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,
51δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.
52τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ
53ὄλβῳ τεθαλότα, μέμφομ’αἶσαν τυραννίδων ·
54ξυναῖσι δ’ἀμφ’ἀρεταῖς τέταμαι. φθονεροὶ δ’ἀμύνονται
55ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶτε νεμόμενος αἰνὰν ὕβριν
56ἀπέφυγεν · μέλανος ἂν ἐσχατιὰν
57καλλίονα θανάτου στείχοι, γλυκυτάτᾳ γενεᾷ
58εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.
59ἅτε τὸν Ἰφικλείδαν
60διαφέρει Ἰόλαον
61ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,
62σέτε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,
63τὸ μὲν παρ’ἆμαρ ἕδραισι Θεράπνας,
64τὸ δ’οἰκέοντας ἔνδον Ὀλύμπου.
1αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,
2Φερσεφόνας ἕδος, ἅτ’ὄχθαις ἔπι μηλοβότου
3ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα,
4ἵλαος ἀθανάτων ἀνδρῶντε σὺν εὐμενίᾳ
5δέξαι στεφάνωμα τόδ’ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ,
6αὐτόντέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε
7Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων
8οὔλιον θρῆνον διαπλέξαισ’Ἀθάνα ·
9τὸν παρθενίοις ὑπότ’ἀπλάτοις ὀφίων κεφαλαῖς
10ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,
11Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος,
12εἰναλίᾳτε Σερίφῳ λαοῖσίτε μοῖραν ἄγων.
13ἤτοι τότε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος,
14λυγρόντ’ἔρανον Πολυδέκτᾳ θῆκε ματρόςτ’ἔμπεδον
15δουλοσύναν τότ’ἀναγκαῖον λέχος,
16εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας
17υἱὸς Δανάας · τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτου
18ἔμμεναι. ἀλλ’ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων
19ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος,
20ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων
21χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ’ἐρικλάγκταν γόον.
22εὗρεν θεός · ἀλλά νιν εὑροῖσ’ἀνδράσι θνατοῖς ἔχειν,
23ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον,
24εὐκλεᾶ λαοσσόων μναστῆρ’ἀγώνων,
25λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,
26τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.
27Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
28εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου
29οὐ φαίνεται · ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον
30δαίμων — τὸ δὲ μόρσιμον οὐ παρφυκτόν, — ἀλλ’ἔσται χρόνος
31οὗτος, ὃ καί τιν’ἀελπτίᾳ βαλὼν
32ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ’οὔπω.