Olympian Odes
ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ
2ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου ·
3εἰ δ’ἄεθλα γαρύεν
4ἔλδεαι, φίλον ἦτορ,
5μηκέθ’ἁλίου σκόπει
6ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι’αἰθέρος,
7μη δ’Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν ·
8ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται
9σοφῶν μητίεσσι, κελαδεῖν
10Κρόνου παῖδ’ἐς ἀφνεὰν ἱκομένους
11μάκαιραν Ἱέρωνος ἑστίαν,
12θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ
13Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,
14ἀγλαΐζεται δὲ καὶ
15μουσικᾶς ἐν ἀώτῳ,
16οἷα παίζομεν φίλαν
17ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου
18λάμβαν’, εἴ τί τοι Πίσαςτε καὶ Φερενίκου χάρις
19νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,
20ὅτε παρ’Ἀλφεῷ σύτο, δέμας
21ἀκέντητον ἐν δρόμοισι παρέχων,
22κράτει δὲ προσέμιξε δεσπόταν,
23Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος
24ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ ·
25τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος
26Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ
27ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.
28ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον
29δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι
30Χάρις δ’, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,
31ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν
32ἔμμεναι τὸ πολλάκις ·
33ἁμέραι δ’ἐπίλοιποι
34μάρτυρες σοφώτατοι.
35ἔστι δ’ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά · μείων γὰρ αἰτία.
36υἱὲ Ταντάλου, σὲ δ’, ἀντία προτέρων, φθέγξομαι,
37ὁπότ’ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον
38ἐς ἔρανον φίλαντε Σίπυλον,
39ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,
40τότ’Ἀγλαοτρίαιναν ἁρπάσαι
41δαμέντα φρένας ἱμέρῳ χρυσέαισίτ’ἀν’ἵπποις
42ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,
43ἔνθα δευτέρῳ χρόνῳ
44ἦλθε καὶ Γανυμήδης
45Ζηνὶ τω- τωὔτ’ἐπὶ χρέος.
46ὡς δ’ἄφαντος ἔπελες, οὐ δὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,
47ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,
48ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν
49μαχαίρᾳ τάμον κάτα μέλη,
50τραπέζαισίτ’, ἀμφὶ δεύτατα, κρεῶν
51σέθεν διεδάσαντο καὶ φάγον.
52ἐμοὶ δ’ἄπορα γαστρίμαργον μακάρων τιν’εἰπεῖν. ἀφίσταμαι.
53ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.
54εἰ δὲ δή τιν’ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ
55ἐτίμασαν, ἦν Τάνταλος οὗτος · ἀλλὰ γὰρ καταπέψαι
56μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ’ἕλεν
57ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,
58τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.
59ἔχει δ’ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,
60μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις
61ἁλίκεσσι συμπόταις
62νέκταρ ἀμβροσίαντε
63δῶκεν, οἷσιν ἄφθιτον
64θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.
65το- τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν
66μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.
67πρὸς εὐάνθεμον δ’ὅτε φυὰν
68λάχναι νιν μέλαν γένειον ἔρεφον.
69ἑτοῖμον ἀνεφρόντισεν γάμον
70Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν
71σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ
72ἄπυεν βαρύκτυπον
73Εὐτρίαιναν · ὁ δ’αὐτῷ
74πὰρ ποδὶ σχεδὸν φάνη.
75τῷ μὲν εἶπε · “φίλια δῶρα Κυπρίας ἄγ’εἴ τι, Ποσείδαον, ἐς χάριν”
76“τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,”
77“ἐμὲ δ’ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων”
78“ἐς Ἆλιν, κράτει δὲ πέλασον”.
79“ἐπεὶ τρεῖςτε καὶ δέκ’ἄνδρας ὀλέσαις”
80“ἐρῶντας ἀναβάλλεται γάμον”
81“θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει”.
82“θανεῖν δ’οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον”
83“γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,”
84“ἁπάντων καλῶν ἄμμορος; ἀλλ’ἐμοὶ μὲν οὗτος ἄεθλος”
85“ὑποκείσεται · τὺ δὲ πρᾶξιν φίλαν δίδοι”.
86ὣς ἔννεπεν · οὐ δ’ἀκράντοις ἐφάψατ’ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς
87ἔδωκεν δίφροντε χρύσεον πτεροῖσίντ’ἀκάμαντας ἵππους.
88ἕλεν δ’Οἰνομάου βίαν παρθένοντε σύνευνον ·
89τέκετε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.
90νῦν δ’ἐν αἱμακουρίαις
91ἀγλααῖσι μέμικται,
92Ἀλφεοῦ πόρῳ κλιθείς,
93τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέος
94τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις
95Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται
96ἀκμαίτ’ἰσχύος θρασύπονοι ·
97ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον
98ἔχει μελιτόεσσαν εὐδίαν
99ἀέθλων γ’ἕνεκεν. τὸ δ’αἰεὶ παράμερον ἐσλὸν
100ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι
101κεῖνον ἱππίῳ νόμῳ
102Αἰοληΐδι μολπᾷ
103χρή · πέποιθα δὲ ξένον
104μή τιν’, ἀμφότερα καλῶντε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον,
105τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.
106θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται
107ἔχων τοῦτο κᾶδος, Ἱέρων,
108μερίμναισιν · εἰ δὲ μὴ ταχὺ λίποι,
109ἔτι γλυκυτέραν κεν ἔλπομαι
110σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων
111παρ’εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν
112Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει ·
113ἐπ’ἄλλοισι δ’ἄλλοι μεγάλοι. τὸ δ’ἔσχατον
114κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.
115εἴη σέτε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέτε τοσσάδε νικαφόροις
116ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθ’Ἕλλανας ἐόντα παντᾷ.
1ἀναξιφόρμιγγες ὕμνοι,
2τίνα θεόν, τίν’ἥρωα, τίνα δ’ἄνδρα κελαδήσομεν;
3ἤτοι Πίσα μὲν Διός · Ὀλυμπιάδα δ’ἔστασεν Ἡρακλέης
4ἀκρόθινα πολέμου ·
5Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου
6γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμ’Ἀκράγαντος,
7εὐωνύμωντε πατέρων ἄωτον ὀρθόπολιν ·
8καμόντες οἳ πολλὰ θυμῷ
9ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίαςτ’ἔσαν
10ὀφθαλμός, αἰὼν δ’ἔφεπε μόρσιμος, πλοῦτόντε καὶ χάριν ἄγων
11γνησίαις ἐπ’ἀρεταῖς.
12ἀλλ’ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων
13ἀέθλωντε κορυφὰν πόροντ’Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς
14εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον
15λοιπῷ γένει. τῶν δὲ πεπραγμένων
16ἐν δίκᾳτε καὶ παρὰ δίκαν, ἀποίητον οὐ δ’ἂν
17χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος ·
18λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ’ἄν.
19ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει
20παλίγκοτον δαμασθέν,
21ὅταν θεοῦ Μοῖρα πέμπῃ
22ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις
23Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δ’ἐπίτνει βαρὺ
24κρεσσόνων πρὸς ἀγαθῶν.
25ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ
26κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί,
27καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος ·
28λέγοντι δ’ἐν καὶ θαλάσσᾳ
29μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον
30Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται
31πεῖρας οὔ τι θανάτου,
32οὐ δ’ἡσύχιμον ἁμέραν ὁπότε, παῖδ’ἁλίου,
33ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν · ῥοαὶ δ’ἄλλοτ’ἄλλαι
34εὐθυμιᾶντε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.
35οὕτω δὲ Μοῖρ’, ἅτε πατρώιον
36τῶνδ’ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ
37ἐπί τι καὶ πῆμ’ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ ·
38ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς
39συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν
40παλαίφατον τέλεσσεν.
41ἰδοῖσα δ’ὀξεῖ’Ἐριννὺς
42ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον ·
43λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις
44ἐν μάχαιςτε πολέμου
45τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις ·
46ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου
47ἐγκωμίωντε μελέων λυρᾶντε τυγχανέμεν.
48Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς
49γέρας ἔδεκτο, Πυθῶνι δ’ὁμόκλαρον ἐς ἀδελφεὸν
50Ἰσθμοῖτε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων
51ἄγαγον. τὸ δὲ τυχεῖν
52πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.
53ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶντε καὶ τῶν
54καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,
55ἀστὴρ ἀρίζηλος, ἐτήτυμον
56ἀνδρὶ φέγγος · εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,
57ὅτι θανόντων μὲν ἐνθάδ’αὐτίκ’ἀπάλαμνοι φρένες
58ποινὰς ἔτισαν, τὰ δ’ἐν τᾷδε Διὸς ἀρχᾷ
59ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ
60λόγον φράσαις ἀνάγκᾳ ·
61ἴσαις δὲ νύκτεσσιν αἰεί,
62ἴσαις δ’ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον
63ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ
64οὐ δὲ πόντιον ὕδωρ
65κεινὰν παρὰ δίαιταν · ἀλλὰ παρὰ μὲν τιμίοις
66θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται
67αἰῶνα · τοὶ δ’ἀπροσόρατον ὀκχέοντι πόνον
68ὅσοι δ’ἐτόλμασαν ἐστρὶς
69ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν
70ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν · ἔνθα μακάρων
71νᾶσος ὠκεανίδες
72αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,
73τὰ μὲν χερσόθεν ἀπ’ἀγλαῶν δενδρέων, ὕδωρ δ’ἄλλα φέρβει,
74ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις
75βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,
76ὃν πατὴρ ἔχει μέγας ἑτοῖμον αὐτῷ πάρεδρον,
77πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.
78Πηλεύςτε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται ·
79Ἀχιλλέατ’ἔνεικ’, ἐπεὶ Ζηνὸς ἦτορ
80λιταῖς ἔπεισε, μάτηρ ·
81ὃς Ἕκτορ’ἔσφαλε, Τροίας
82ἄμαχον ἀστραβῆ κίονα, Κύκνοντε θανάτῳ πόρεν,
83Ἀοῦςτε παῖδ’Αἰθίοπα. πολλά μοι ὑπ’ἀγκῶνος ὠκέα βέλη
84ἔνδον ἐντι φαρέτρας
85φωνᾶντα συνετοῖσιν · ἐς δὲ τὸ πὰν ἑρμηνέων
86χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ · μαθόντες δὲ λάβροι
87παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον
88Διὸς πρὸς ὄρνιχα θεῖον.
89ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν
90ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι
91Ἀκράγαντι τανύσαις
92αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ
93τεκεῖν μή τιν’ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον
94εὐεργέταν πραπίσιν ἀφθονέστερόντε χέρα
95Θήρωνος. ἀλλ’αἶνον ἔβα κόρος
96οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ’ἀνδρῶν,
97τὸ λαλαγῆσαι ἐθέλων κρύφοντε θέμεν ἐσλῶν καλοῖς
98ἔργοις · ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,
99καὶ κεῖνος ὅσα χάρματ’ἄλλοις ἔθηκεν
100τίς ἂν φράσαι δύναιτο;
1Τυνδαρίδαιςτε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳθ’Ἑλένᾳ
2κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,
3Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων
4ἵππων ἄωτον. Μοῖσα δ’οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον
5Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ
6ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι
7πράσσοντί με τοῦτο θεόδματον χρέος,
8φόρμιγγάτε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέωντε θέσιν
9Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅτε Πίσα με γεγωνεῖν · τᾶς ἄπο
10θεόμοροι νίσοντ’ἐπ’ἀνθρώπους ἀοιδαί,
11ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας,
12ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν
13ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας · τάν ποτε
14Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,
15μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων
16δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.
17πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ
18ἄλσει σκιαρόντε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόντ’ἀρετᾶν.
19ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος
20ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,
21καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ’ἁμᾶ
22θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ ·
23ἀλλ’οὐ καλὰ δένδρε’ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.
24τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.
25δὴ τότ’ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα
26Ἰστρίαν νιν · ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ
27δέξατ’ἐλθόντ’Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,
28εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ’ἀνάγκα πατρόθεν
29χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ’, ἅν ποτε Ταϋγέτα
30ἀντιθεῖσ’Ὀρθωσίᾳ ἔγραψεν ἱράν.
31τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα
32ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.
33τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου
34ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται
35σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
36τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ’ἰὼν θαητὸν ἀγῶνα νέμειν
37ἀνδρῶντ’ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
38διφρηλασίας. ἐμὲ δ’ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις
39Θήρωνίτ’ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν
40ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,
41εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
42εἰ δ’ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
43νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
44οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δ’ἔστι σοφοῖς ἄβατον
45κα- κἀσόφοις. οὔ νιν διώξω · κεινὸς εἴην.
1ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ · τεαὶ γὰρ ὧραι
2ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ’ἔπεμψαν
3ὑψηλοτάτων μάρτυρ’ἀέθλων.
4ξείνων δ’εὖ πρασσόντων ἔσαναν αὐτίκ’ἀγγελίαν
5ποτὶ γλυκεῖαν ἐσλοί.
6ἀλλ’, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
7ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
8Οὐλυμπιονίκαν δέκευ
9Χαρίτων ἕκατι τόνδε κῶμον,
10χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει
11ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι
12σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
13εἴη λοιπαῖς εὐχαῖς · ἐπεί νιν αἰνέω μάλα μὲν
14τροφαῖς ἑτοῖμον ἵππων,
15χαίροντάτε ξενίαις πανδόκοις
16καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.
17οὐ ψεύδεϊ τέγξω λόγον ·
18διάπειρά τοι βροτῶν ἔλεγχος ·
19ἅπερ Κλυμένοιο παῖδα
20Λαμνιάδων γυναικῶν
21ἔλυσεν ἐξ ἀτιμίας.
22χαλκέοισι δ’ἐν ἔντεσι νικῶν δρόμον
23ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών ·
24“οὗτος ἐγὼ ταχυτᾶτι” ·
25“χεῖρες δὲ καὶ ἦτορ ἴσον”.
26“φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν”
27“πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας”
28“ἐοικότα χρόνον”.
1ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν
2τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ
3ἀκαμαντόποδόςτ’ἀπήνας δέκευ Ψαύμιόςτε δῶρα ·
4ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον
5βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις
6ὑπὸ βουθυσίαις ἀέθλωντε πεμπαμέροις ἁμίλλαις,
7ἵπποις ἡμιόνοιςτε μοναμπυκίᾳτε. τὶν δὲ κῦδος ἁβρόν
8νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρ’Ἄκρων’ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.
9ἵκων δ’Οἰνομάου καὶ Πέλοπος παρ’εὐηράτων
10σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν
11τὸ τεόν, ποταμόντε Ὤανιν, ἐγχωρίαντε λίμναν,
12καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,
13κολλᾷτε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,
14ἀπ’ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν ·
15αἰεὶ δ’ἀμφ’ἀρεταῖσι πόνος δαπάνατε μάρναται πρὸς ἔργον
16κινδύνῳ κεκαλυμμένον · ἠῢ δ’ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.
17Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόντε ναίων λόφον
18τιμῶντ’Ἀλφεὸν εὐρὺ ῥέοντ’Ἰδαῖόντε σεμνὸν ἄντρον,
19ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,
20αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς
21δαιδάλλειν, σέτ’, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις
22ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,
23υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δ’εἴ τις ὄλβον ἄρδει,
24ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.
1χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου
2κίονας, ὡς ὅτε θαητὸν μέγαρον
3πάξομεν · ἀρχομένου δ’ἔργου πρόσωπον
4χρὴ θέμεν τηλαυγές. εἰ δ’εἴη μὲν Ὀλυμπιονίκας,
5βωμῷτε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,
6συνοικιστήρτε τᾶν κλεινᾶν Συρακοσσᾶν · τίνα κεν φύγοι ὕμνον
7κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;
8ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ’ἔχων
9Σωστράτου υἱός. ἀκίνδυνοι δ’ἀρεταὶ
10οὔτε παρ’ἀνδράσιν οὔτ’ἐν ναυσὶ κοίλαις
11τίμιαι · πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.
12Ἁγησία, τὶν δ’αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ
13ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ’ἐς Ἀμφιάρηον
14φθέγξατ’, ἐπεὶ κατὰ γαῖ’αὐτόντέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.
15ἑπτὰ δ’ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας
16εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος · “ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,”
17“ἀμφότερον μάντιντ’ἀγαθὸν καὶ δουρὶ μάρνασθαι”. τὸ καὶ
18ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.
19οὔτε δύσηρις ἐὼν οὔτ’ὦν φιλόνικος ἄγαν,
20καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως
21μαρτυρήσω · μελίφθογγοι δ’ἐπιτρέψοντι Μοῖσαι.
22ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
23ᾇ τάχος, ὄφρα κελεύθῳτ’ἐν καθαρᾷ
24βάσομεν ὄκχον, ἵκωμαίτε πρὸς ἀνδρῶν
25καὶ γένος · κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
26ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
27ἐπεὶ δέξαντο · χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς ·
28πρός Πιτάναν δὲ παρ’Εὐρώτα πόρον δεῖ σάμερόν μ’ἐλθεῖν ἐν ὥρᾳ ·
29ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
30παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
31κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις ·
32κυρίῳ δ’ἐν μηνὶ πέμποισ’ἀμφιπόλους ἐκέλευσεν
33ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
34ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχετ’Ἀλφεὸν οἰκεῖν ·
35ἔνθα τραφεῖσ’ὑπ’Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ’Ἀφροδίτας.
36οὐ δ’ἔλαθ’Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
37ἀλλ’ὁ μὲν Πυθώναδ’, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
38ᾤχετ’ἰὼν μαντευσόμενος ταύτας περ’ἀτλάτου πάθας.
39ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
40κάλπιδάτ’ἀργυρέαν, λόχμας ὑπὸ κυανέας
41τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας
42πραΰμητίντ’Ἐλείθυιαν παρέστασέντε Μοίρας ·
43ἦλθεν δ’ὑπὸ σπλάγχνων ὑπ’ὠδῖνόςτ’ἐρατᾶς Ἴαμος
44ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
45λεῖπε χαμαί · δύο δὲ γλαυκῶπες αὐτὸν
46δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
47ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ’ἐπεὶ
48πετραέσσας ἐλαύνων ἵκετ’ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
49εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι · Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
50πατρός, περὶ θνατῶν δ’ἔσεσθαι μάντιν ἐπιχθονίοις
51ἔξοχον, οὐ δέ ποτ’ἐκλείψειν γενεάν.
52ὣς ἄρα μάνυε. τοὶ δ’οὔτ’ὦν ἀκοῦσαι
53οὔτ’ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ’ἐν
54κέκρυπτο γὰρ σχοίνῳ βατιᾷτ’ἐν ἀπειράτῳ,
55ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
56σῶμα · τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
57τοῦτ’ὄνυμ’ἀθάνατον. τερπνᾶς δ’ἐπεὶ χρυσοστεφάνοιο λάβεν
58καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶν’εὐρυβίαν,
59ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
60αἰτέων λαοτρόφον τιμάν τιν’ἑᾷ κεφαλᾷ,
61νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ’ἀρτιεπὴς
62πατρία ὄσσα, μετάλλασέντέ νιν · “ὄρσο, τέκος,”
63“δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν”.
64ἵκοντο δ’ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου ·
65ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
66μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
67ψευδέων ἄγνωστον, εὖτ’ἂν δὲ θρασυμάχανος ἐλθὼν
68Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
69ἑορτάντε κτίσῃ πλειστόμβροτον τεθμόντε μέγιστον ἀέθλων,
70Ζηνὸς ἐπ’ἀκροτάτῳ βωμῷ τότ’αὖ χρηστήριον θέσθαι κέλευσεν.
71ἐξ οὗ πολύκλειτον καθ’Ἕλλανας γένος Ἰαμιδᾶν.
72ὄλβος ἅμ’ἕσπετο · τιμῶντες δ’ἀρετὰς
73ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
74χρῆμ’ἕκαστον · μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
75τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
76ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
77εἰ δ’ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
78ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
79πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράντ’ἀέθλων
80Ἀρκαδίαντ’εὐάνορα τιμᾷ · κεῖνος, ὦ παῖ Σωστράτου,
81σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
82δόξαν ἔχω τιν’ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,
83ἅ μ’ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς ·
84ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
85πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ
86πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
87ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
88Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
89γνῶναίτ’ἔπειτ’, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
90λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
91ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν ·
92εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶντε καὶ Ὀρτυγίας ·
93τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
94ἄρτια μηδόμενος, φοινικόπεζαν
95ἀμφέπει Δάματρα, λευκίππουτε θυγατρὸς ἑορτάν,
96καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
97λύραι μολπαίτε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
98σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον
99οἴκοθεν οἴκαδ’ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
100ματέρ’εὐμήλοιο λείποντ’Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντ’ἐν χειμερίᾳ
101νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ’ἄγκυραι. θεὸς
102τῶντε κείνωντε κλυτὰν αἶσαν παρέχοι φιλέων.
103δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων
104ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
105Ἀμφιτρίτας, ἐμῶν δ’ὕμνων ἄεξ’εὐτερπὲς ἄνθος.
1φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
2ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
3δωρήσεται
4νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
5συμποσίουτε χάριν κᾶδόςτε τιμάσαις νέον, ἐν δὲ φίλων
6παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς ·
7καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
8ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
9ἱλάσκομαι,
10Οὐλυμπίᾳ Πυθοῖτε νικώντεσσιν · ὁ δ’ὄλβιος, ὃν φᾶμαι κατέχοντ’ἀγαθαί.
11ἄλλοτε δ’ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
12θαμὰ μὲν φόρμιγγι παμφώνοισίτ’ἐν ἔντεσιν αὐλῶν.
13καί νυν ὑπ’ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν
14ὑμνέων παῖδ’Ἀφροδίτας Ἀελίοιότε νύμφαν, Ῥόδον,
15εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρ’Ἀλφεῷ στεφανωσάμενον
16αἰνέσω πυγμᾶς ἄποινα
17καὶ παρὰ Κασταλίᾳ, πατέρατε Δαμάγητον ἁδόντα Δίκᾳ,
18Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
19ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
20ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου
21ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
22Ἡρακλέος
23εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται · τὸ δ’Ἀμυντορίδαι
24ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δ’ἀνθρώπων φρασὶν ἀμπλακίαι
25ἀναρίθμητοι κρέμανται · τοῦτο δ’ἀμάχανον εὑρεῖν,
26ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
27καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
28σκάπτῳ θένων
29σκληρᾶς ἐλαίας ἔκταν’ἐν Τίρυνθι Λικύμνιον ἐλθόντ’ἐκ θαλάμων Μιδέας
30τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ
31παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δ’ἐς θεὸν ἐλθών.
32τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
33εἶπε Λερναίας ἀπ’ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
34ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,
35ἁνίχ’Ἁφαίστου τέχναισιν
36χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατ’ἄκραν
37ἀνορούσαισ’ἀλάλαξεν ὑπερμάκει βοᾷ ·
38Οὐρανὸς δ’ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.
39τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας
40μέλλον ἔντειλεν φυλάξασθαι χρέος
41παισὶν φίλοις,
42ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
43πατρίτε θυμὸν ἰάναιεν κόρᾳτ’ἐγχειβρόμῳ. ἐν δ’ἀρετὰν
44ἔβαλεν καὶ χάρματ’ἀνθρώποισι Προμαθέος Αἰδώς ·
45ἐπὶ μὰν βαίνειτε καὶ λάθας ἀτέκμαρτα νέφος,
46καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν
47ἔξω φρενῶν.
48καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ’ἀνέβαν φλογὸς οὔ · τεῦξαν δ’ἀπύροις ἱεροῖς
49ἄλσος ἐν ἀκροπόλει · κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν
50πολὺν ὗσε χρυσόν · αὐτὰ δέ σφισιν ὤπασε τέχναν
51πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
52ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσίθ’ὁμοῖα κέλευθοι φέρον ·
53ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
54φαντὶ δ’ἀνθρώπων παλαιαὶ
55ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύςτε καὶ ἀθάνατοι,
56φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
57ἁλμυροῖς δ’ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
58ἀπεόντος δ’οὔτις ἔνδειξεν λάχος Ἀελίου ·
59καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,
60ἁγνὸν θεόν.
61μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν · ἐπεὶ πολιᾶς
62εἶπέ τιν’αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
63πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
64ἐκέλευσεν δ’αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
65χεῖρας ἀντεῖναι, θεῶν δ’ὅρκον μέγαν
66μὴ παρφάμεν,
67ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
68ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ
69ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
70νᾶσος, ἔχειτέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
71πῦρ πνεόντων ἀρχὸς ἵππων · ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
72ἑπτὰ σοφώτατα νοήματ’ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
73παῖδας, ὧν εἷς μὲν Κάμειρον
74πρεσβύτατόντε Ἰάλυσον ἔτεκεν Λίνδοντ’· ἀπάτερθε δ’ἔχον,
75διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,
76ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
77τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
78ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
79ὥσπερ θεῷ,
80μήλωντε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφ’ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας
81ἐστεφανώσατο δίς, κλεινᾷτ’ἐν Ἰσθμῷ τετράκις εὐτυχέων,
82Νεμέᾳτ’ἄλλαν ἐπ’ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις.
83ὅτ’ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τάτ’ἐν Ἀρκαδίᾳ
84ἔργα καὶ Θήβαις, ἀγῶνέςτ’ἔννομοι
85Βοιωτίων,
86Πέλλανάτ’Αἴγινάτε νικῶνθ’ἑξάκις. ἐν Μεγάροισίντ’οὐχ ἕτερον λιθίνα
87ψᾶφος ἔχει λόγον. ἀλλ’, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου
88μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν,
89ἄνδρατε πὺξ ἀρετὰν εὑρόντα, δίδοιτέ οἱ αἰδοίαν χάριν
90καὶ ποτ’ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν
91εὐθυπορεῖ, σάφα δαεὶς ἅτέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν
92ἔχρεον. μὴ κρύπτε κοινὸν
93σπέρμ’ἀπὸ Καλλιάνακτος · Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει
94θαλίας καὶ πόλις · ἐν δὲ μιᾷ μοίρᾳ χρόνου
95ἄλλοτ’ἀλλοῖαι διαιθύσσοισιν αὖραι.
1μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,
2δέσποιν’ἀλαθείας · ἵνα μάντιες ἄνδρες
3ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,
4εἴ τιν’ἔχει λόγον ἀνθρώπων πέρι
5μαιομένων μεγάλαν
6ἀρετὰν θυμῷ λαβεῖν,
7τῶν δὲ μόχθων ἀμπνοάν ·
8ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.
9ἀλλ’ὦ Πίσας εὔδενδρον ἐπ’Ἀλφεῷ ἄλσος,
10τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,
11ᾧτινι σὸν γέρας ἕσπητ’ἀγλαόν ·
12ἄλλα δ’ἐπ’ἄλλον ἔβαν
13ἀγαθῶν, πολλαὶ δ’ὁδοὶ
14σὺν θεοῖς εὐπραγίας.
15Τιμόσθενες, ὔμμε δ’ἐκλάρωσεν πότμος
16Ζηνὶ γενεθλίῳ · ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
17Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
18θῆκεν Ὀλυμπιονίκαν.
19ἦν δ’ἐσορᾶν καλός, ἔργῳτ’οὐ κατὰ εἶδος ἐλέγχων
20ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν ·
21ἔνθα σώτειρα Διὸς ξενίου
22πάρεδρος ἀσκεῖται Θέμις
23ἔξοχ’ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
24ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,
25δυσπαλές · τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδ’ἁλιερκέα χώραν
26παντοδαποῖσιν ὑπέστασε ξένοις
27κίονα δαιμονίαν
28ὁ δ’ἐπαντέλλων χρόνος
29τοῦτο πράσσων μὴ κάμοι
30Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ ·
31τὸν παῖς ὁ Λατοῦς εὐρυμέδωντε Ποσειδᾶν,
32Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν
33τείχεος, ἦν ὅτι νιν πεπρωμένον
34ὀρνυμένων πολέμων
35πτολιπόρθοις ἐν μάχαις
36λάβρον ἀμπνεῦσαι καπνόν.
37γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
38πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
39αὖθι δ’ἀτυζομένω ψυχὰς βάλον ·
40εἷς δ’ἀνόρουσε βοάσαις.
41ἔννεπε δ’ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων ·
42“Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται” ·
43“ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα”
44“πεμφθὲν βαρυγδούπου Διός” ·
45“οὐκ ἄτερ παίδων σέθεν, ἀλλ’ἅμα πρώτοις ῥάζεται”
46“καὶ τερτάτοις”. ὣς ἆρα θεὸς σάφα εἴπαις
47Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.
48Ὀρσοτρίαινα δ’ἐπ’Ἰσθμῷ ποντίᾳ
49ἅρμα θοὸν τανύεν,
50ἀποπέμπων Αἰακὸν
51δεῦρ’ἀν’ἵπποις χρυσέαις,
52καὶ Κορίνθου δειράδ’ἐποψόμενος δαιτικλυτάν.
53τερπνὸν δ’ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.
54εἰ δ’ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,
55μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος ·
56καὶ Νεμέᾳ γὰρ ὁμῶς
57ἐρέω ταύταν χάριν,
58τὰν δ’ἔπειτ’ἀνδρῶν μάχαν
59ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι
60εἰδότι ῥᾴτερον · ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν ·
61κουφότεραι γὰρ ἀπειράτων φρένες.
62κεῖνα δὲ κεῖνος ἂν εἴποι
63ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει
64ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.
65νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων
66νίκαν τριακοστὰν ἑλών ·
67ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δ’οὐκ ἀμπλακὼν
68ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις
69νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,
70πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος
71γήραος ἀντίπαλον.
72Ἀΐδα τοι λάθεται
73ἄρμενα πράξαις ἀνήρ.
74ἀλλ’ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
75χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
76ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ’ἀγώνων.
77ἔστι δὲ καί τι θανόντεσσιν μέρος
78κὰν νόμον ἐρδομένων ·
79κατακρύπτει δ’οὐ κόνις
80συγγόνων κεδνὰν χάριν.
81Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
82Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
83κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
84ὤπασεν. ἐσλὰ δ’ἐπ’ἐσλοῖς
85ἔργ’ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
86εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν ·
87ἀλλ’ἀπήμαντον ἄγων βίοτον
88αὐτούςτ’ἀέξοι καὶ πόλιν.
1τὸ μὲν Ἀρχιλόχου μέλος
2φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,
3ἄρκεσε Κρόνιον παρ’ὄχθον ἁγεμονεῦσαι
4κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις ·
5ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων
6Δίατε φοινικοστερόπαν σεμνόντ’ἐπίνειμαι
7ἀκρωτήριον Ἄλιδος
8τοιοῖσδε βέλεσσιν,
9τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ
10ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας ·
11πτερόεντα δ’ἵει γλυκὺν
12Πυθώναδ’ὀϊστόν · οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι
13ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ’ἐλελίζων
14κλεινᾶς ἐξ Ὀπόεντος · αἰνήσαις ἓ καὶ υἱόν,
15ἃν Θέμις θυγάτηρτέ οἱ σώτειρα λέλογχεν
16μεγαλόδοξος Εὐνομία, θάλλει δ’ἀρεταῖσιν
17σόντε, Κασταλία, πάρα
18Ἀλφεοῦτε ῥέεθρον ·
19ὅθεν στεφάνων ἄωτοι κλυτὰν
20Λοκρῶν ἐπαείροντι ματέρ’ἀγλαόδενδρον.
21ἐγὼ δέ τοι φίλαν πόλιν
22μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,
23καὶ ἀγάνορος ἵππου
24θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ
25ἀγγελίαν πέμψω ταύταν,
26εἰ σύν τινι μοιριδίῳ παλάμᾳ
27ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον ·
28κεῖναι γὰρ ὤπασαν τὰ τέρπν’· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον’ἄνδρες
29ἐγένοντ’· ἐπεὶ ἀντία
30πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,
31ἁνίκ’ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν
32ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων
33Φοῖβος, οὐ δ’Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,
34βρότεα σώμαθ’ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν
35θνᾳσκόντων; ἀπό μοι λόγον
36τοῦτον, στόμα, ῥῖψον ·
37ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς
38ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν
39μανίαισιν ὑποκρέκει.
40μὴ νῦν λαλάγει τὰ τοιαῦτ’· ἔα πόλεμον μάχαντε πᾶσαν
41χωρὶς ἀθανάτων · φέροις δὲ Πρωτογενείας
42ἄστει γλῶσσαν, ἵν’αἰολοβρόντα Διὸς αἴσᾳ
43Πύρρα Δευκαλίωντε Παρνασοῦ καταβάντε
44δόμον ἔθεντο πρῶτον, ἄτερ δ’εὐνᾶς ὁμόδαμον
45κτισσάσθαν λίθινον γόνον ·
46λαοὶ δ’ὀνύμασθεν.
47ἔγειρ’ἐπέων σφιν οἶμον λιγύν,
48αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ὕμνων
49νεωτέρων. λέγοντι μὰν
50χθόνα μὲν κατακλύσαι μέλαιναν
51ὕδατος σθένος, ἀλλὰ
52Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας
53ἄντλον ἑλεῖν. κείνων ἔσαν
54χαλκάσπιδες ὑμέτεροι πρόγονοι
55ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας
56κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,
57πρὶν Ὀλύμπιος ἁγεμὼν
58θύγατρ’ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος
59μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν
60Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις
61ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον
62ἄλοχος, εὐφράνθητε ἰδὼν ἥρως θετὸν υἱόν,
63μάτρωος δ’ἐκάλεσσέ νιν
64ἰσώνυμον ἔμμεν,
65ὑπέρφατον ἄνδρα μορφᾷτε καὶ
66ἔργοισι. πόλιν δ’ὤπασεν λαόντε διαιτᾶν.
67ἀφίκοντο δέ οἱ ξένοι,
68ἔκτ’Ἄργεος ἔκτε Θηβᾶν, οἱ δ’Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται ·
69υἱὸν δ’Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων
70Αἰγίναςτε Μενοίτιον · τοῦ παῖς ἅμ’Ἀτρείδαις
71Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ
72μόνος, ὅτ’ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν
73πρύμναις Τήλεφος ἔμβαλεν ·
74ὥστ’ἔμφρονι δεῖξαι
75μαθεῖν Πατρόκλου βιατὰν νόον.
76ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει
77παραγορεῖτο μή ποτε
78σφετέρας ἄτερθε ταξιοῦσθαι
79δαμασιμβρότου αἰχμᾶς.
80εἴην εὑρησιεπὴς ἀναγεῖσθαι
81πρόσφορος ἐν Μοισᾶν δίφρῳ ·
82τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις
83ἕσποιτο. προξενίᾳ δ’ἀρετᾷτ’ἦλθον
84τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτ’ἀμφότεροι κράτησαν
85μίαν ἔργον ἀν’ἁμέραν.
86ἄλλαι δὲ δύ’ἐν Κορίνθου πύλαις ἐγένοντ’ἔπειτα χάρμαι,
87ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον ·
88Ἄργειτ’ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ’ἐν Ἀθάναις,
89οἷον δ’ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων
90μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ’ἀργυρίδεσσιν ·
91φῶτας δ’ὀξυρεπεῖ δόλῳ
92ἀπτῶτι δαμάσσαις
93διήρχετο κύκλον ὅσσᾳ βοᾷ,
94ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστάτε ῥέξαις.
95τὰ δὲ Παρρασίῳ στρατῷ
96θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,
97καὶ ψυχρᾶν ὁπότ’εὐδιανὸν φάρμακον αὐρᾶν
98Πελλάνᾳ φέρε · σύνδικος δ’αὐτῷ Ἰολάου
99τύμβος εἰναλίατ’Ἐλευσὶς ἀγλαΐαισιν.
100τὸ δὲ φυᾷ κράτιστον ἅπαν · πολλοὶ δὲ διδακταῖς
101ἀνθρώπων ἀρεταῖς κλέος
102ὤρουσαν ἀρέσθαι.
103ἄνευ δὲ θεοῦ σεσιγαμένον
104οὐ σκαιότερον χρῆμ’ἕκαστον. ἐντὶ γὰρ ἄλλαι
105ὁδῶν ὁδοὶ περαίτεραι,
106μία δ’οὐχ ἅπαντας ἄμμε θρέψει
107μελέτα · σοφίαι μὲν
108αἰπειναί · τοῦτο δὲ προσφέρων ἆθλον,
109ὄρθιον ὤρυσαι θαρσέων,
110τόνδ’ἀνέρα δαιμονίᾳ γεγάμεν
111εὔχειρα, δεξιόγυιον, ὁρῶντ’ἀλκάν,
112Αἰάντειόντ’ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.
1τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι
2Ἀρχεστράτου παῖδα, πόθι φρενὸς
3ἐμᾶς γέγραπται · γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ’· ὦ Μοῖσ’, ἀλλὰ σὺ καὶ θυγάτηρ
4Ἀλάθεια Διός, ὀρθᾷ χερὶ
5ἐρύκετον ψευδέων
6ἐνιπὰν ἀλιτόξενον.
7ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος
8ἐμὸν καταίσχυνε βαθὺ χρέος.
9ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος · ὁρᾶτ’ὦν νῦν ψᾶφον ἑλισσομέναν
10ὅπα κῦμα κατακλύσσει ῥέον,
11ὅπατε κοινὸν λόγον
12φίλαν τίσομεν ἐς χάριν.
13νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,
14μέλειτέ σφισι Καλλιόπα
15καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον
16Ἡρακλέα. πύκτας δ’ἐν Ὀλυμπιάδι νικῶν
17Ἴλᾳ φερέτω χάριν
18Ἁγησίδαμος ὡς
19Ἀχιλεῖ Πάτροκλος.
20θήξαις δέ κε φύντ’ἀρετᾷ ποτὶ
21πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ ·
22ἄπονον δ’ἔλαβον χάρμα παῦροί τινες,
23ἔργων πρὸ πάντων βιότῳ φάος.
24ἀγῶνα δ’ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος
25βωμῶν ἑξάριθμον ἐκτίσσατο,
26ἐπεὶ Ποσειδάνιον
27πέφνε Κτέατον ἀμύμονα,
28πέφνε δ’Εὔρυτον, ὡς Αὐγέαν λάτριον
29ἀέκονθ’ἑκὼν μισθὸν ὑπέρβιον
30πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφ’ὁδῷ,
31ὅτι πρόσθε ποτὲ Τιρύνθιον
32ἔπερσαν αὐτῷ στρατὸν
33μυχοῖς ἥμενον Ἄλιδος
34Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας
35Ἐπειῶν βασιλεὺς ὄπιθεν
36οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ
37πλαγαῖςτε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας
38ἵζοισαν ἑὰν πόλιν.
39νεῖκος δὲ κρεσσόνων
40ἀποθέσθ’ἄπορον.
41καὶ κεῖνος ἀβουλίᾳ ὕστατος
42ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.
43ὁ δ’ἄρ’ἐν Πίσᾳ ἔλσαις ὅλοντε στρατὸν
44λαίαντε πᾶσαν Διὸς ἄλκιμος
45υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ · περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγ’ἐν καθαρῷ
46διέκρινε, τὸ δὲ κύκλῳ πέδον
47ἔθηκε δόρπου λύσιν,
48τιμάσαις πόρον Ἀλφεοῦ
49μετὰ δώδεκ’ἀνάκτων θεῶν. καὶ πάγον
50Κρόνου προσεφθέγξατο · πρόσθε γὰρ
51νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δ’ἐν πρωτογόνῳ τελετᾷ
52παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν
53ὅτ’ἐξελέγχων μόνος
54ἀλάθειαν ἐτήτυμον
55χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,
56ὅπα τὰν πολέμοιο δόσιν
57ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδ’ὅπως ἄρα
58ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ
59νικαφορίαισίτε.
60τίς δὴ ποταίνιον
61ἔλαχε στέφανον
62χείρεσσι ποσίντε καὶ ἅρματι,
63ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;
64σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον
65ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου
66Οἰωνός · ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων · ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν ·
67Δόρυκλος δ’ἔφερε πυγμᾶς τέλος,
68Τίρυνθα ναίων πόλιν ·
69ἀν’ἵπποισι δὲ τέτρασιν
70ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου ·
71ἄκοντι Φράστωρ ἔλασε σκοπόν ·
72μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον
73παραίθυξε μέγαν · ἐν δ’ἕσπερον
74ἔφλεξεν εὐώπιδος
75σελάνας ἐρατὸν φάος.
76ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις
77τὸν ἐγκώμιον ἀμφὶ τρόπον.
78ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν
79νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν
80καὶ πυρπάλαμον βέλος
81ὀρσικτύπου Διός,
82ἐν ἅπαντι κράτει
83αἴθωνα κεραυνὸν ἀραρότα.
84χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,
85τὰ παρ’εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν ·
86ἀλλ’ὥτε παῖς ἐξ ἀλόχου πατρὶ
87ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον ·
88ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα
89ἐπακτὸν ἀλλότριον,
90θνᾴσκοντι στυγερώτατος ·
91καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,
92Ἁγησίδαμ’, εἰς Ἀΐδα σταθμὸν
93ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δ’ἁδυεπήςτε λύρα
94γλυκύςτ’αὐλὸς ἀναπάσσει χάριν ·
95τρέφοντι δ’εὐρὺ κλέος
96κόραι Πιερίδες Διός.
97ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος
98Λοκρῶν ἀμφέπεσον μέλιτι
99εὐάνορα πόλιν καταβρέχων · παῖδ’ἐρατὸν δ’Ἀρχεστράτου
100αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ
101βωμὸν παρ’Ὀλύμπιον,
102κεῖνον κατὰ χρόνον
103ἰδέᾳτε καλὸν
104ὥρᾳτε κεκραμένον, ἅ ποτε
105ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.
1ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
2χρῆσις, ἔστιν δ’οὐρανίων ὑδάτων,
3ὀμβρίων παίδων νεφέλας.
4εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
5ὑστέρων ἀρχὰ λόγων
6τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
7ἀφθόνητος δ’αἶνος Ὀλυμπιονίκαις
8οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
9γλῶσσα ποιμαίνειν ἐθέλει ·
10ἐκ θεοῦ δ’ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
11ἴσθι νῦν, Ἀρχεστράτου
12παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
13κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
14ἁδυμελῆ κελαδήσω,
15Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.
16ἔνθα συγκωμάξατ’· ἐγγυάσομαι
17ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν
18μη δ’ἀπείρατον καλῶν,
19ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ
20ἐμφυὲς οὔτ’αἴθων ἀλώπηξ
21οὔτ’ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.
1λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
2Ἱμέραν εὐρυσθενέ’ἀμφιπόλει, σώτειρα Τύχα.
3τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ
4νᾶες, ἐν χέρσῳτε λαιψηροὶ πόλεμοι
5κα- κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν
6πόλλ’ἄνω, τὰ δ’αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ’ἐλπίδες ·
7σύμβολον δ’οὔ πώ τις ἐπιχθονίων
8πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν ·
9τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.
10πολλὰ δ’ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,
11ἔμπαλιν μὲν τέρψιος, οἱ δ’ἀνιαραῖς
12ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
13υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,
14ἐνδομάχας ἅτ’ἀλέκτωρ, συγγόνῳ παρ’ἑστίᾳ
15ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,
16εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.
17νῦν δ’Ὀλυμπία στεφανωσάμενος
18καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖτ’, Ἐργότελες,
19θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρ’οἰκείαις ἀρούραις.
1τρισολυμπιονίκαν
2ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,
3ξένοισι δὲ θεράποντα, γνώσομαι
4τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
5πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.
6ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταίτε, βάθρον πολίων ἀσφαλές,
7Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,
8χρύσεαι παῖδες εὐβούλου Θέμιτος ·
9ἐθέλοντι δ’ἀλέξειν
10Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
11ἔχω καλάτε φράσαι, τόλματέ μοι
12εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
13ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
14ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
15ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,
16πολλὰ δ’ἐν καρδίαις ἀνδρῶν ἔβαλον
17ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ’. ἅπαν δ’εὑρόντος ἔργον.
18ταὶ Διωνύσου πόθεν ἐξέφανεν
19σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ ·
20τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,
21ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον
22ἐπέθηκ’; ἐν δὲ Μοῖσ’ἁδύπνοος,
23ἐν δ’Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.
24ὕπατ’εὐρὺ ἀνάσσων
25Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν
26γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,
27καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων
28Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον ·
29δέξαιτέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,
30πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον · ἀντεβόλησεν
31τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.
32δύο δ’αὐτὸν ἔρεψαν
33πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν
34φανέντα · Νέμεάτ’οὐκ ἀντιξοεῖ.
35πατρὸς δὲ Θεσσαλοῦ ἐπ’Ἀλφεοῦ
36ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,
37Πυθοῖτ’ἔχει σταδίου τιμὰν διαύλουθ’ἁλίῳ ἀμφ’ἑνί, μηνόςτέ οἱ
38τω- τωὐτοῦ κρανααῖς ἐν’Ἀθάναισι τρία ἔργα ποδαρκὴς
39ἅμερα θῆκε κάλλιστ’ἀμφὶ κόμαις,
40Ἑλλώτια δ’ἑπτάκις · ἐν δ’ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν
41Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι
42Τερψίᾳθ’ἕψοντ’Ἐριτίμῳτ’ἀοιδαί.
43ὅσσατ’ἐν Δελφοῖσιν ἀριστεύσατε
44ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν
45περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς
46οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.
47ἕπεται δ’ἐν ἑκάστῳ
48μέτρον · νοῆσαι δὲ καιρὸς ἄριστος.
49ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς
50μῆτίντε γαρύων παλαιγόνων
51πόλεμόντ’ἐν ἡρωΐαις ἀρεταῖσιν
52οὐ ψεύσομ’ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,
53καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,
54ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.
55τὰ δὲ καί ποτ’ἐν ἀλκᾷ
56πρὸ Δαρδάνου τειχέων ἐδόκησαν
57ἐπ’ἀμφότερα μαχᾶν τάμνειν τέλος,
58τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος
59Ἑλέναν κομίζοντες, οἱ δ’ἀπὸ πάμπαν
60εἴργοντες · ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν
61ἐξεύχετ’ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν
62καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον ·
63ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλ’ἀμφὶ κρουνοῖς
64Πάγασον ζεῦξαι ποθέων ἔπαθεν,
65πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν
66Παλλὰς ἤνεγκ’· ἐξ ὀνείρου δ’αὐτίκα
67ἦν ὕπαρ · φώνασε δ’· “εὕδεις, Αἰολίδα βασιλεῦ”;
68“ἄγε φίλτρον τόδ’ἵππειον δέκευ,”
69“καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον”.
70κυαναιγὶς ἐν ὄρφνᾳ
71κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν
72ἔδοξεν · ἀνὰ δ’ἐπᾶλτ’ὀρθῷ ποδί.
73παρκείμενον δὲ συλλαβὼν τέρας,
74ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,
75δεῖξέντε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥςτ’ἀνὰ βωμῷ θεᾶς
76κοιτάξατο νύκτ’ἀπὸ κείνου χρήσιος. ὥςτέ οἱ αὐτὰ
77Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν
78δαμασίφρονα χρυσόν.
79ἐνυπνίῳ δ’ᾇ τάχιστα πιθέσθαι
80κελήσατό μιν, ὅταν δ’εὐρυσθενεῖ
81καρταίποδ’ἀναρύῃ Γαιαόχῳ,
82θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.
83τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ’ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.
84ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,
85φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,
86ἵππον πτερόεντ’· ἀναβὰς δ’εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.
87σὺν δὲ κείνῳ καί ποτ’Ἀμαζονίδων
88αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου
89τοξόταν βάλλων γυναικεῖον στρατόν,
90καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.
91διασωπάσομαί οἱ μόρον ἐγώ ·
92τὸν δ’ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.
93ἐμὲ δ’εὐθὺν ἀκόντων
94ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ
95τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.
96Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν
97Ὀλιγαιθίδαισίντ’ἔβαν ἐπίκουρος.
98Ἰσθμοῖ τάτ’ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ’ἀθρό’, ἀλαθήςτέ μοι
99ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν
100ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.
101τὰ δ’Ὀλυμπίᾳ αὐτῶν
102ἔοικεν ἤδη πάροιθε λελέχθαι ·
103τάτ’ἐσσόμενα τότ’ἂν φαίην σαφές ·
104νῦν δ’ἔλπομαι μέν, ἐν θεῷ γε μὰν
105τέλος · εἰ δὲ δαίμων γενέθλιος ἕρποι,
106δι’τοῦτ’Ἐνυαλίῳτ’ἐκδώσομεν πράσσειν. τὰ δ’ὑπ’ὀφρύϊ Παρνασσίᾳ
107ἕξ · Ἄργεΐθ’ὅσσα καὶ ἐν Θήβαις, ὅσατ’Ἀρκάσιν ἀνάσσων
108μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,
109Πέλλανάτε καὶ Σικυὼν καὶ Μέγαρ’Αἰακιδᾶντ’εὐερκὲς ἄλσος,
110ἅτ’Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,
111ταίθ’ὑπ’Αἴτνας ὑψιλόφου καλλίπλουτοι
112πόλιες, ἅτ’Εὔβοια · καὶ πᾶσαν κατὰ
113Ἑλλάδ’εὑρήσεις ἐρευνῶν μάσσον’ἢ ὡς ἰδέμεν.
114ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν ·
115Ζεῦ τέλει’, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.
1Καφισίων ὑδάτων
2λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν,
3ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
4Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
5κλῦτ’, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ
6τὰ γλυκέ’ἄνεται πάντα βροτοῖς,
7εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
8οὐ δὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
9κοιρανέοισιν χοροὺς οὔτε δαῖτας · ἀλλὰ πάντων ταμίαι
10ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ
11Πύθιον Ἀπόλλωνα θρόνους,
12ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
13ὦ πότνι’Ἀγλαΐα
14φιλησίμολπέτ’Εὐφροσύνα, θεῶν κρατίστου
15παῖδες, ἐπακοοῖτε νῦν, Θαλίατε
16ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ’εὐμενεῖ τύχᾳ
17κοῦφα βιβῶντα · Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ
18ἔντε μελέταις ἀείδων ἔμολον,
19οὕνεκ’Ὀλυμπιόνικος ἁ Μινυεία
20σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον
21Φερσεφόνας ἔλθ’, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισ’ἀγγελίαν,
22Κλεόδαμον ὄφρ’ἰδοῖσ’, υἱὸν εἴπῃς ὅτι οἱ νέαν
23κόλποις παρ’εὐδόξοις Πίσας
24ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.