New Testament

First Letter of John

1

1.1 ἦν ἀπ’ἀρχῆς, ἀκηκόαμεν, ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς καὶ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν ἑωράκαμεν καὶ ἀκηκόαμεν ἀπαγγέλλομεν καὶ ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ἡμῶν.

1.3καὶ κοινωνία δὲ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ.

1.4καὶ ταῦτα γράφομεν ἡμεῖς ἵνα χαρὰ ἡμῶν πεπληρωμένη.

1.5καὶ ἔστιν αὕτη ἀγγελία ἣν ἀκηκόαμεν ἀπ’αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι θεὸς φῶς ἐστιν καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.

1.6ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’αὐτοῦ καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν ·

1.7ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ἀλλήλων καὶ τὸ αἷμα Ἰησοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.

1.8ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν.

1.9ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστιν καὶ δίκαιος ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.

1.10ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν καὶ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.

2

2.1τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον ·

2.2καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.

2.3καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.

2.4 λέγων ὅτι ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἀλήθεια οὐκ ἔστιν ·

2.5ὃς δ’ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν ·

2.6 λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ αὐτὸς οὕτως περιπατεῖν.

2.7ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπ’ἀρχῆς · ἐντολὴ παλαιά ἐστιν λόγος ὃν ἠκούσατε.

2.8πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.

2.9 λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.

2.10 ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον οὐκ ἔστιν ἐν αὐτῷ ·

2.11 δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.

2.12γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.

2.13γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν. ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα.

2.14ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.

2.15μὴ ἀγαπᾶτε τὸν κόσμον μη δὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ ·

2.16ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἐπιθυμία τῆς σαρκὸς καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἀλαζονία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρὸς ἀλλ’ἐκ τοῦ κόσμου ἐστίν.

2.17καὶ κόσμος παράγεται καὶ ἐπιθυμία αὐτοῦ, δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.

2.18παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν · ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.

2.19ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ’οὐκ ἦσαν ἐξ ἡμῶν · εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ἡμῶν · ἀλλ’ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.

2.20καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε πάντες.

2.21οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.

2.22τίς ἐστιν ψεύστης εἰ μὴ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν Χριστός; οὗτός ἐστιν ἀντίχριστος, ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.

2.23πᾶς ἀρνούμενος τὸν υἱὸν οὐ δὲ τὸν πατέρα ἔχει · ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει.

2.24ὑμεῖς ἠκούσατε ἀπ’ἀρχῆς ἐν ὑμῖν μενέτω · ἐὰν ἐν ὑμῖν μείνῃ ἀπ’ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε.

2.25καὶ αὕτη ἐστὶν ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.

2.26ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.

2.27καὶ ὑμεῖς τὸ χρῖσμα ἐλάβετε ἀπ’αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς · ἀλλ’ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ.

2.28καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.

2.29ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι καὶ πᾶς ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.

3

3.1ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν · καὶ ἐσμέν. διὰ τοῦτο κόσμος οὐ γινώσκει ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν.

3.2ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.

3.3καὶ πᾶς ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

3.4πᾶς ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἁμαρτία ἐστὶν ἀνομία.

3.5καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.

3.6πᾶς ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει · πᾶς ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐ δὲ ἔγνωκεν αὐτόν.

3.7τεκνία, μηδεὶς πλανάτω ὑμᾶς · ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν ·

3.8 ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ’ἀρχῆς διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.

3.9πᾶς γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει · καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.

3.10ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου · πᾶς μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.

3.11ὅτι αὕτη ἐστὶν ἀγγελία ἣν ἠκούσατε ἀπ’ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους ·

3.12οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ · καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.

3.13καὶ μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς κόσμος.

3.14ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς · μὴ ἀγαπῶν μένει ἐν τῷ θανάτῳ.

3.15πᾶς μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν.

3.16ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ὑμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν · καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι.

3.17ὃς δ’ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ’αὐτοῦ, πῶς ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;

3.18τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μη δὲ τῇ γλώσσῃ ἀλλὰ ἐν ἔργῳ καὶ ἀληθείᾳ.

3.19καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν ·

3.20ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν καρδία, ὅτι μείζων ἐστὶν θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.

3.21ἀγαπητοί, ἐὰν καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν, καὶ ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπ’αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.

3.23καὶ αὕτη ἐστὶν ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ἡμῖν.

3.24καὶ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ · καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.

4

4.1ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.

4.2ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ · πᾶν πνεῦμα ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶν πνεῦμα μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν ·

4.3καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.

4.4ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστέ, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ἐν ὑμῖν ἐν τῷ κόσμῳ.

4.5αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν · διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ κόσμος αὐτῶν ἀκούει.

4.6ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν · γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.

4.7ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται καὶ γινώσκει τὸν θεόν.

4.8 μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι θεὸς ἀγάπη ἐστίν.

4.9ἐν τούτῳ ἐφανερώθη ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι’αὐτοῦ.

4.10ἐν τούτῳ ἐστὶν ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν θεόν, ἀλλ’ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.

4.11ἀγαπητοί, εἰ οὕτως θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.

4.12θεὸν οὐδεὶς πώποτε τεθέαται · ἐὰν ἀγαπῶμεν ἀλλήλους, θεὸς ἐν ἡμῖν μένει καὶ ἀγάπη αὐτοῦ τετελειωμένη ἐν ἡμῖν ἐστιν.

4.13ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.

4.14καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.

4.15ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν υἱὸς τοῦ θεοῦ, θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.

4.16καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει θεὸς ἐν ἡμῖν. θεὸς ἀγάπη ἐστίν, καὶ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ θεὸς ἐν αὐτῷ μένει.

4.17ἐν τούτῳ τετελείωται ἀγάπη μεθ’ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.

4.18φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι φόβος κόλασιν ἔχει, δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.

4.19ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.

4.20ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, Ψεύστης ἐστίν · γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν.

4.21καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’αὐτοῦ, ἵνα ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.

5

5.1πᾶς πιστεύων ὅτι Ἰησοῦς ἐστιν Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.

5.2ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν.

5.3αὕτη γάρ ἐστιν ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν · καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον ·

5.4καὶ αὕτη ἐστὶν νίκη νικήσασα τὸν κόσμον, πίστις ἡμῶν.

5.5τίς ἐστιν νικῶν τὸν κόσμον εἰ μὴ πιστεύων ὅτι Ἰησοῦς ἐστιν υἱὸς τοῦ θεοῦ;

5.6οὗτός ἐστιν ἐλθὼν δι’ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός · οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλ’ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι · καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἀλήθεια.

5.7ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.

5.9εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν μαρτυρία τοῦ θεοῦ, ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.

5.10 πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ · μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.

5.11καὶ αὕτη ἐστὶν μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν θεός, καὶ αὕτη ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.

5.12 ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν · μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.

5.13ταῦτα ἔγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.

5.14καὶ αὕτη ἐστὶν παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν.

5.15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ᾐτήκαμεν ἀπ’αὐτοῦ.

5.16ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον · οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.

5.17πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.

5.18οἴδαμεν ὅτι πᾶς γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλ’ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ αὐτόν, καὶ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.

5.19οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.

5.20οἴδαμεν δὲ ὅτι υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκομεν τὸν ἀληθινόν · καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.

5.21τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.