Hyperides
Funeral Speech
1τῶν μὲν λόγων τῶν μελλόντων ῥηθήσεσθαι ἐπὶ τῷδε τῷ τάφῳ περίτε Λεωσθένους τοῦ στρατηγοῦ καὶ περὶ τῶν ἄλλων τῶν μετ’ἐκείνου τετελευτηκότων ἐν τῷ πολέμῳ, ὡς ἦσαν ἄνδρες ἀγαθοί, μάρτυς αὐτὸς ὁ χρόνος ὁ σG?ωι τὰς πράξεις G?ς ἀνθρωπG?ν πω καG? ἑώρακε ωρG? ἐν τῷ παντὶ αἰῶνι G?γεγενηG? οὔτε ἄνδρας ἀμείνους τῶν τετελευτηκότων οὔτε πράξεις μεγαλοπρεπεστέρας. 2διὸ καὶ μάλιστα νῦν φοβοῦμαι, μή μοι συμβῇ τὸν λόγον ἐλάττω φαίνεσθαι τῶν ἔργων τῶν γεγενημένων. πλὴν κατ’ἐκεῖνό γε πάλιν θαρρῶ ὅτι τὰ ὑπ’ἐμοῦ ἐκλειπόμενα ὑμεῖς οἱ ἀκούοντες προσθήσετε · οὐ γὰρ ἐν τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλ’ἐν αὐτοῖς τοῖς μάρτυσι τῶν ἐκείνοις πεπραγμένων. 3ἄξιον δέ ἐστιν ἐπαινεῖν τὴν μὲν πόλιν ἡμῶν τῆς προαιρέσεως ἕνεκεν, τὸ προελέσθαι ὅμοια καὶ ἔτι σεμνότερα καὶ καλλίω τῶν πρότερον αὐτῇ πεπραγμένων, τοὺς δὲ τετελευτηκότας τῆς ἀνδρείας τῆς ἐν τῷ πολέμῳ, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς, τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα · τῆςτε γὰρ προαιρέσεως εἰσηγητὴς τῇ πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη. 4περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθ’ἕκαστον ὧν πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός, οὔτε ὁ καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥᾴδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν καὶ μνημονεῦσαι · ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς. 5ὥσπερ γὰρ ὁ ἥλιος πᾶσαν τὴν οἰκουμένην ἐπέρχεται, τὰς μὲν ὥρας διακρίνων εἰς τὸ πρέπον καὶ καλῶς πάντα καθιστάς, τοῖς δὲ σώφροσι καὶ ἐπιεικέσι τῶν ἀνθρώπων ἐπιμελούμενος καὶ γενέσεως καὶ τροφῆς καὶ καρπῶν καὶ τῶν ἄλλων ἁπάντων τῶν εἰς τὸν βίον χρησίμων, οὕτως καὶ ἡ πόλις ἡμῶν διατελεῖ τοὺς μὲν κακοὺς κολάζουσα, τοῖς δὲ δικαίοις βοηθοῦσα, τὸ δὲ ἴσον ἀντί τῆς ἀδικίας ἅπασιν ἀπονέμουσα, τοῖς δὲ ἰδίοις κινδύνοις καὶ δαπάναις κοινὴν ἄδειαν τοῖς Ἕλλησιν παρασκευάζουσα. 6περὶ μὲν οὖν τῶν κοινῶν ἔργων τῆς πόλεως ὥσπερ προεῖπον φράσαι παραλείψω, περὶ δὲ Λεωσθένους καὶ τῶν ἄλλων τοὺς λόγους ποιήσομαι. νῦν δὲ πόθεν ἄρξωμαι λέγων, ἢ τίνος πρῶτον μνησθῶ; πότερα περὶ τοῦ γένους αὐτῶν ἑκάστου διεξέλθω; 7ἀλλ’εὔηθες εἶναι ὑπολαμβάνω · τὸν μὲν γὰρ ἄλλους τινὰς ἀνθρώπους ἐγκωμιάζοντα, οἳ πολλαχόθεν εἰς μίαν πόλιν συνεληλυθότες οἰκοῦσι γένος ἴδιον ἕκαστος συνεισενεγκάμενος, τοῦτον μὲν δεῖ κατ’ἄνδρα γενεαλογεῖν ἕκαστον · περὶ δὲ Ἀθηναίων ἀνδρῶν τοὺς λόγους ποιούμενον, οἷς ἡ κοινὴ γένεσις αὐτόχθοσιν οὖσιν ἀνυπέρβλητον τὴν εὐγένειαν ἔχει, περίεργον ἡγοῦμαι εἶναι ἰδίᾳ τὰ γένη ἐγκωμιάζειν. 8ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ σωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν ὅπερ εἰώθασίν τινες ποιεῖν; ἀλλ’οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα τοὺς παῖδας παιδεύομεν, ἵνα ἄνδρες ἀγαθοὶ γένωνται · τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν. 9ἁπλούστατον οὖν ἡγοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ · καὶ γὰρ δίκαιον. 10Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ […] ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην ἀνδρός, τὴν δ’Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται τῆς ἡγεμονίας, ἐπέδωκεν ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν · 11καὶ ξενικὴν μὲν δύναμιν συστησάμενος, τῆς δὲ πολιτικῆς ἡγεμὼν καταστάς, τοὺς πρώτους ἀντιταξαμένους τῇ τῶν Ἑλλήνων ἐλευθερίᾳ Βοιωτοὺς καὶ Μακεδόνας καὶ Εὐβοέας καὶ τοὺς ἄλλους συμμάχους αὐτῶν ἐνίκησε μαχόμενος ἐν τῇ Βοιωτίᾳ. 12ἐντεῦθεν δ’ἐλθὼν εἰς Πύλας καὶ καταλαβὼν τὰς παρόδους, δι’ὧν καὶ πρότερον ἐπὶ τοὺς Ἕλληνας οἱ βάρβαροι ἐπορεύθησαν, τῆς μὲν ἐπὶ τὴν Ἑλλάδα πορείας Ἀντίπατρον ἐκώλυσεν, αὐτὸν δὲ καταλαβὼν ἐν τοῖς τόποις τούτοις καὶ μάχῃ νικήσας, ἐπολιόρκει κατακλείσας εἰς Λαμίαν. 13Θετταλοὺς δὲ καὶ Φωκέας καὶ Αἰτωλοὺς καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἐν τῷ τόπῳ συμμάχους ἐποιήσατο, καὶ ὧν Φίλιππος καὶ Ἀλέξανδρος ἀκόντων ἡγούμενοι ἐσεμνύνοντο, τούτων Λεωσθένης ἑκόντων τὴν ἡγεμονίαν ἔλαβεν. συνέβη δ’αὐτῷ τῶν μὲν πραγμάτων ὧν προείλετο κρατῆσαι, τῆς δὲ εἱμαρμένης οὐκ ἦν περιγενέσθαι. 14δίκαιον δ’ἐστὶν μὴ μόνον ὧν ἔπραξεν Λεωσθένην ἀεὶ χάριν ἔχειν αὐτῷ πρώτῳ, ἀλλὰ καὶ τῆς ὕστερον γενομένης μάχης μετὰ τὸν ἐκείνου θάνατον, καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐν τῇ στρατείᾳ ταύτῃ συμβάντων τοῖς Ἕλλησιν · ἐπὶ γὰρ τοῖς ὑπὸ Λεωσθένους τεθεῖσιν θεμελίοις οἰκοδομοῦσιν οἱ νῦν τὰς ὕστερον πράξεις. 15καὶ μηδεὶς ὑπολάβῃ με τῶν ἄλλων πολιτῶν μηδένα λόγον ποιεῖσθαι, ἀλλὰ Λεωσθένη μόνον ἐγκωμιάζειν. συμβαίνει γὰρ τὸν Λεωσθένους ἔπαινον ἐπὶ ταῖς μάχαις ἐγκώμιον τῶν ἄλλων πολιτῶν εἶναι · τοῦ μὲν γὰρ βουλεύεσθαι καλῶς ὁ στρατηγὸς αἴτιος, τοῦ δὲ νικᾶν μαχομένους οἱ κινδυνεύειν ἐθέλοντες τοῖς σώμασιν · ὥστε ὅταν ἐπαινῶ τὴν γεγονυῖαν νίκην, ἅμα τῇ Λεωσθένους ἡγεμονίᾳ καὶ τὴν τῶν ἄλλων ἀρετὴν ἐγκωμιάσω. 16τίς γὰρ οὐκ ἂν δικαίως ἐπαινοίη τῶν πολιτῶν τοὺς ἐν τῷδε τῷ πολέμῳ τελευτήσαντας, οἳ τὰς ἑαυτῶν ψυχὰς ἔδωκαν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, φανερωτάτην ἀπόδειξιν ταύτην ἡγούμενοι εἶναι τοῦ βούλεσθαι τῇ Ἑλλάδι τὴν ἐλευθερίαν περιθεῖναι, τὸ μαχομένους τελευτῆσαι ὑπὲρ αὐτῆς. 17μέγα δ’αὐτοῖς συνεβάλετο εἰς τὸ προθύμως ὑπὲρ τῆς Ἑλλάδος ἀγωνίσασθαι τὸ ἐν τῇ Βοιωτίᾳ τὴν μάχην τὴν προτέραν γενέσθαι. ἑώρων γὰρ τὴν μὲν πόλιν τῶν Θηβαίων οἰκτρῶς ἠφανισμένην ἐξ ἀνθρώπων, τὴν δὲ ἀκρόπολιν αὐτῆς φρουρουμένην ὑπὸ τῶν Μακεδόνων, τὰ δὲ σώματα τῶν ἐνοικούντων ἐξηνδραποδισμένα, τὴν δὲ χώραν ἄλλους διανεμομένους, ὥστε πρὸ ὀφθαλμῶν ὁρώμενα αὐτοῖς τὰ δεινὰ ἄοκνον παρεῖχε τόλμαν εἰς τὸ κινδυνεύειν προχείρως. 18ἀλλὰ μὴν τήν γε περὶ Πύλας καὶ Λαμίαν μάχην γενομένην οὐχ ἧττον αὐτοῖς ἔνδοξον γενέσθαι συμβέβηκεν ἧς ἐν Βοιωτοῖς ἠγωνίσαντο, οὐ μόνον τῷ μαχομένους νικᾶν Ἀντίπατρον καὶ τοὺς συμμάχους, ἀλλὰ καὶ τῷ τόπῳ τῷ ἐνταυθοῖ γεγενῆσθαι τὴν μάχην. ἀφικνούμενοι γὰρ οἱ Ἕλληνες ἅπαντες δὶς τοῦ ἐνιαυτοῦ εἰς τὴν Πυλαίαν, θεωροὶ γενήσονται τῶν ἔργων τῶν πεπραγμένων αὐτοῖς · ἅμα γὰρ εἰς τὸν τόπον ἁθροισθήσονται καὶ τῆς τούτων ἀρετῆς μνησθήσονται. 19οὐδένες γὰρ πώποτε τῶν γεγονότων οὔτε περὶ καλλιόνων οὔτε πρὸς ἰσχυροτέρους οὔτε μετ’ἐλαττόνων ἠγωνίσαντο, τὴν ἀρετὴν ἰσχὺν καὶ τὴν ἀνδρείαν πλῆθος, ἀλλ’οὐ τὸν πολὺν ἀριθμὸν τῶν σωμάτων εἶναι κρίνοντες. καὶ τὴν μὲν ἐλευθερίαν εἰς τὸ κοινὸν πᾶσιν κατέθεσαν, τὴν δ’εὐδοξίαν τὴν ἀπὸ τῶν πράξεων ἴδιον στέφανον τῇ πατρίδι περιέθηκαν. 20ἄξιον τοίνυν συλλογίσασθαι καὶ τί ἂν συμβῆναι νομίζομεν μὴ κατὰ τρόπον τούτων ἀγωνισαμένων. ἆρ’οὐκ ἂν ἑνὸς μὲν δεσπότου τὴν οἰκουμένην ὑπήκοον ἅπασαν εἶναι, νόμῳ δὲ τῷ τούτου τρόπῳ ἐξ ἀνάγκης χρῆσθαι τὴν Ἑλλάδα; συνελόντα δ’εἰπεῖν, τὴν Μακεδόνων ὑπερηφανίαν καὶ μὴ τὴν τοῦ δικαίου δύναμιν ἰσχύειν παρ’ἑκάστοις, ὥστε μήτε γυναικῶν μήτε παρθένων μήτε παίδων ὕβρεις […] ἀνεκλείπτους ἑκάστοις καθεστάναι. 21φανερὸν δ’ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι · θυσίας μὲν ἀνθρώποις γιγνομένας ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τούτων οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους. 22ὅπου δὲ τὰ πρὸς τοὺς θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους χρὴ νομίζειν; ἆρ’οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προσδοκώμεν’ἂν γενέσθαι κρίνομεν, τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν. 23οὐδεμία γὰρ στρατεία τὴν τῶν στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦν, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατείας ἢ τοὺς ἄλλους πάντας πληγὰς λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δ’ὑπερβολὰς καὶ τῶν καθ’ἡμέραν ἀναγκαίων ἐνδείας τοσαύτας καὶ τηλικαύτας οὕτως ἐγκρατῶς ὑπομεμενηκέναι, ὥστε καὶ τῷ λόγῳ χαλεπὸν εἶναι φράσαι. 24τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺς πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρ’οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλευθερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν. 25φέρει γὰρ πᾶσαν εὐδαιμονίαν […] ἄνευ τῆς αὐτονομίας. οὐ γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐ δ’αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλ’ἔλεγχον, οὐ δ’ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺς πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλ’ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι. 26ὑπὲρ ὧν ἁπάντων οὗτοι πόνους πόνων διαδόχους ποιούμενοι, καὶ τοῖς καθ’ἡμέραν κινδύνοις τοὺς εἰς τὴν ἅπαντα χρόνον φόβους τῶν πολιτῶν καὶ τῶν Ἑλλήνων παραιρούμενοι, τὸ ζῆν ἀνήλωσαν εἰς τὸ τοὺς ἄλλους καλῶς ζῆν. 27διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλεπτοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον εὔνοιαν τὴν τῶν οὐκ ἀπολωλότων ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸν βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν εἰς αἰώνιον τάξιν μετηλλαχότων ἕξουσιν. 28εἰ γὰρ ὁ τοῖς ἄλλοις ὢν ἀνιαρότατος θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους οὐκ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλ’οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δ’ἄνδρες ἀγαθοὶ γεγόνασιν. 29καὶ τότε μὲν ἐν πολλῷ χρόνῳ καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴν ἀπέδειξαν · νῦν δ’ἀπὸ ταύτης ἀρξαμένους ὑπάρχει γνωρίμους πᾶσι καὶ μνημονευτοὺς διὰ ἀνδραγαθίαν γεγονέναι. 30τίς γὰρ καιρὸς ἐν ᾧ τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ᾧ ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα; πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς; ἀλλὰ τὰ διὰ τούτους γεγονότα τίνας ἄλλους ἢ τούτους ἐπαινεῖσθαι καὶ μνήμης τυγχάνειν ποιήσει; ἀλλ’οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις; ἀλλ’ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν. 31παρὰ ποίᾳ δὲ τῶν ἡλικιῶν οὐ μακαριστοὶ γενήσονται; πότερον οὐ παρὰ τοῖς πρεσβυτέροις, οἳ ἄφοβον ἄξειν τὸν λοιπὸν βίον καὶ ἐν τῷ ἀσφαλεῖ γεγενῆσθαι νομίζουσι διὰ τούτους; ἀλλ’οὐ παρὰ τοῖς ἡλικιώταις; […] τελευτὴ φG? καλῶς ὠG? παρὰ ποG?αι γεγονG? ἀλλ’οὐ παρὰ τοῖς νεωτέροις καὶ παισίν; 32ἔπειτα οὐ τὸν θάνατον ζηλώσουσιν αὐτῶν, καὶ αὐτοὶ σπουδάσουσιν μιμεῖσθαι ὡς παράδειγμα τὸν τούτων βίον, ἀνθ’οὗ τὴν ἀρετὴν καταλελοίπασι; 33οὐκοῦν ἄξιον εὐδαιμονίζειν αὐτοὺς ἐπὶ τοσαύτῃ τιμῇ; ἢ τίνες G?φοι λειG? ἙλληνG? τῶν πεG? παρὰ ποG? τῆς Φρυγῶν κρατησάσης στρατείας ἐγκωμιασθήσεται; […] δὲ τῆς ἐλG?τάτοις εG? ἅπασιν καὶ λόγοις καὶ ᾠδαῖς ἐπαινG? ἀμφότερα γὰρ εG? περὶ Λεωσθένους […] καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ. 34εἰ μὲν γὰρ ἡδονῆς ἕνεκεν μνημονεύουσιν τὰς τοιαύτας καρτερίας, τί γένοιτ’ἂν τοῖς Ἕλλησιν ἥδιον ἢ ἔπαινος τῶν τὴν ἐλευθερίαν παρασκευασάντων ἀπὸ τῶν Μακεδόνων; εἰ δὲ ὠφελείας ἕνεκεν ἡ τοιαύτη μνήμη γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος καὶ τοὺς ἀγαθοὺς ἄνδρας; 35ἀλλὰ μὴν ὅτι παρ’ἡμῖν καὶ τοῖς λοιποῖς πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν · ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγεμόνα δεξιωσόμενοι τὸν τούτων. ἆρ’οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων τοὺς ἐπὶ Τροίαν στρατεύσαντας, ὧν οὗτος ἀδελφὰς πράξεις ἐνστησάμενος τοσοῦτον διήνεγκε, ὥστε οἱ μὲν μετὰ πάσης τῆς Ἑλλάδος μίαν πόλιν εἷλον, ὁ δὲ μετὰ τῆς ἑαυτοῦ πατρίδος μόνης πᾶσαν τὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἄρχουσαν δύναμιν ἐταπείνωσεν. 36κα- κἀκεῖνοι μὲν ἕνεκα μιᾶς γυναικὸς ὑβρισθείσης ἤμυναν, ὁ δὲ πασῶν τῶν Ἑλληνίδων τὰς ἐπιφερομένας ὕβρεις ἐκώλυσεν, μετὰ τῶν συνθαπτομένων νῦν αὐτῷ ἀνδρῶν. 37τῶν δὲ μετ’ἐκείνους μὲν γεγενημένων, ἄξια δὲ τῆς ἐκείνων ἀρετῆς διαπεπραγμένων, λέγω δὴ τοὺς περὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς ἄλλους, οἳ τὴν Ἑλλάδα ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν, ἔνδοξον δὲ τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴν τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μη δ’ἐπελθεῖν ἐποίησεν. 38κα- κἀκεῖνοι μὲν ἐν τῇ οἰκείᾳ τοὺς ἐχθροὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων. 39οἶμαι δὲ καὶ τοὺς τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς Λεωσθένη καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐ δ’ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου. εἰκότως · οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλ’εἰ δέον εἰπεῖν, καὶ μείζω. οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους κατέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης. 40ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων […] χαλεπὸν μὲν ἴσως ἐστὶ τοὺς ἐν τοῖς τοιούτοις ὄντας πάθεσι παραμυθεῖσθαι. 41τὰ γὰρ πένθη οὔτε λόγῳ οὔτε νόμῳ κοιμίζεται, ἀλλ’ἡ φύσις ἑκάστου καὶ φιλία πρὸς τὸν τελευτήσαντα τὸν ὁρισμὸν ἔχει τοῦ λυπεῖσθαι. ὅμως δὲ χρὴ θαρρεῖν καὶ τῆς λύπης παραιρεῖν εἰς τὸ ἐνδεχόμενον, καὶ μεμνῆσθαι μὴ μόνον τοῦ θανάτου τῶν τετελευτηκότων, ἀλλὰ καὶ τῆς ἀρετῆς ἧς καταλελοίπασιν. 42εἰ γὰρ θρήνων ἄξια πεπόνθασιν, ἀλλ’ἐπαίνων μεγάλων πεποιήκασιν. εἰ δὲ γήρως θνητοῦ μὴ μετέσχον, ἀλλ’εὐδοξίαν ἀγήρατον εἰλήφασιν, εὐδαίμονέςτε γεγόνασι κατὰ πάντα. ὅσοι μὲν γὰρ αὐτῶν ἄπαιδες τετελευτήκασιν, οἱ παρὰ τῶν Ἑλλήνων ἔπαινοι παῖδες αὐτῶν ἀθάνατοι ἔσονται. ὅσοι δὲ παῖδας καταλελοίπασιν, ἡ τῆς πατρίδος εὔνοια ἐπίτροπος αὐτοῖς τῶν παίδων καταστήσεται. 43πρὸς δὲ τούτοις, εἰ μέν ἐστι τὸ ἀποθανεῖν ὅμοιον τῷ μὴ γενέσθαι, ἀπηλλαγμένοι εἰσὶ νόσων καὶ λύπης καὶ τῶν ἄλλων τῶν προσπιπτόντων εἰς τὸν ἀνθρώπινον βίον · εἰ δ’ἔστιν αἴσθησις ἐν Ἅιδου καὶ ἐπιμέλεια παρὰ τοῦ δαιμονίου, ὥσπερ ὑπολαμβάνομεν, εἰκὸς τοὺς ταῖς τιμαῖς τῶν θεῶν καταλυομέναις βοηθήσαντας πλείστης κηδεμονίας ὑπὸ τοῦ δαιμονίου τυγχάνειν […]