Hyperides

For Euxenippus

1[…] αὐτήν. εἰπόντος δέ μου πρὸς αὐτὴν τάτε πραχθέντα, καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δ’ἐκέλευε θαρρεῖν · αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.
2καὶ ταῦτ’ἔλεγεν σπουδάζουσάτε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, μὴν μετ’εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας · ὥστ’ἐμέ, ἄνδρες δικασταί, ῥηθήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν. ἐκείνη γοῦν φενακίζουσα ἅπαντα ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.
3ἴσως μὲν οὖν, ἄνδρες δικασταί, οὐδὲν ὑπερθαύμαστόν με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφ’ἡλικίας ἐγένετο, διατετέλεκε δὲ πορνοβοσκοῦσα G?ενG? οἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθ’ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεσθ’αὐτὴν νῦν ἐννοεῖν, προσλαβοῦσαν συναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφοντε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;
4τέλος δ’οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόντε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.
5συναγαγὼν δ’ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη συνήγαγεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέτε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγ’ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ · καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ, ἔφη, τὸ ἀργύριον ἐπ’ἐλευθερίᾳ καταβαλεῖς τοῦ Μίδου καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ μη δὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτ’αὐτοὶ μὴ ἐγχειρῶσι πονηρεύεσθαι μηδὲν διὰ τὸν φόβον.
6τὸ δὲ μέγιστον, νῦν μὲν ἂν δόξειαν δι’ἐμὲ γεγονέναι ἐλεύθεροι · ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθ’ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρουτέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ · ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλ’ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται ῥᾳδίως.
7ἦν δέ, ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπ’ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον δοίην αὐτῷ, ἀλλ’οὐδὲν δεινὸν ἔπασχον · εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών · ὅπερ ἐποίησεν.
8ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον ἀνεγίγνωσκεν. ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ · ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφ’ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετ’ἐμοῦ Νίκωνα τὸν Κηφισιέα.
9ἐλθόντες δ’ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι · καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστ’εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα.
10ὡς δ’ᾐσθόμην οὗ ἦν κακοῦ, τότ’ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν · ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἦν βραχέατε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπ’ὀνομάτων, ἀλλ’ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.
11καὶ τῶν ἐράνων εἷς μὲν οὖν, Δικαιοκράτης; , ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί · οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δ’ἄλλοι, ἐφ’οἷς εἰλήφει πάντα Μίδας, νεοσύλλογοι δ’ἦσαν, τούτους δ’οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλ’ἀπεκρύψατο.
12βουλευομένοις δ’ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. δ’ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόντ’εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δ’ἀνθρώπων συλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντωντε ἀπάγειν ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν οὖν ὑμῖν τὰς συνθήκας ἀναγνώσεται · ἐξ αὐτῶν γὰρ τῶν γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.
13τὰ μὲν τοίνυν πεπραγμένα, ἄνδρες δικασταί, καθ’ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, βέλτιστε · τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούςτε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον.
14 μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ, πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων · σὺ δὲ ψευσάμενος ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατ’ἐμοῦ ἔθου. ἐπεὶ ἐὰν δείξῃς προειπὼν ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν ἀντιλέγω σοι ἀλλ’ὁμολογῶ ὀφείλειν.
15μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν ὁμολογοῦντες ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.
16σκέψαι δέ, Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς τοῦ ἀδελφοῦ, ἀλλ’ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους, καὶ οὐκ ἐάν τις ψευσάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.
17ἔτι δὲ καὶ περὶ τῶν διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν · κελεύει γὰρ ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν τις βούληται πλὴν γήρως ἕνεκεν νόσου μανιῶν γυναικὶ πειθόμενον ὑπὸ δεσμοῦ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐ δὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι;
18καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ ἄκυροι ἔσονται, εἰ δ’ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με δεῖ, ὃς ἔχω μεγίστην βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰσχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἑταίρα σου ἐσημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προσλαμβάνειν τι ἀξιοῦτε. καὶ οὐχ ἱκανόν σοι ἦν τὰς τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου με ὥσπερ ὑποG?κατειλημμένον ς οὐκ ᾔδειG?Μίδαν αδG?σθέντα αλG? σG? εἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα δ’ἔχων ἐν τρισὶ μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην, οὗτος δέ, ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δ’ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα.
19ἀλλ’ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται.
20 δὲ τοιοῦτος αὐτοῦ λόγος, ἄνδρες δικασταί, οὐκ ἀπολόγημά ἐστιν, ἀλλ’ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου τόδ’εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν · ὅσα δ’οὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν. ὅτι μὲν οὖν ᾔδεις, Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλωντε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰ […] τὰ χρέα ὄντα ἱκανὸν G?νο. οὐ μὲν δὴ ἐγὼ […] τῷ λόγωι σοῦ τούτῳ G?ος καὶ οὐκ εἰλG?νος καὶ τωG? τουτονὶ τὸν τρόπον.
21εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὕστερος πριάμενος πάλαι κεκτημένος ὅτ’ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δ’ἄρ’ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐ δ’οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλ’ δημοτικώτατος Σόλων ·
22ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα διαλύειν τὸν δεσπότην παρ’ ἂν ἐργάσωνται οἱ οἰκέται. εἰκότως · καὶ γὰρ ἐάν τι ἀγαθὸν πράξῃ ἐργασίαν εὕρῃ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων διαλέγῃ. καὶ μὲν Σόλων οὐ δ’ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν πάντων τῶν νόμων.
23καὶ πρὸς τούτοις, ἄνδρες δικασταί, τῷτε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡς G?εθελG? δωρεὰν κεG? τὸν δὲ Μίδαν κελεύσας ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι · ἐμὲ δ’οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥσπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν.
24τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι · φανήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβουλῇ. τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα ὅτι οὐκ ἂν συνείη μοι, εἰ μὴ λύσομαι αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν. ἤδη δ’ἐμοῦ ὡμολογηκότος αὐτῶν καταθήσειν, τριῶν ὄντων, τὸ ἀργύριον, προσελθὼν Ἀθηνογένης πρός τινας τῶν φίλων τῶν ἐμῶν τί βούλεται, ἔφη, ἐπικρατὴς πράγματα ἔχειν ἔξεστι λαβόντι τὸν παῖδα χρῆσθαιG?τὴν μὲν συκοφαντίαν […] ἐποιεῖτο τῷ δὲ λG? ἀδικημάτων καG? ἐπίστευσα ὡς εG? τὸν μὲν παῖδα διG?ν οὐκ ἤθελον […] οὖν τετταράκοντα μνᾶς […] πέντε τάλαντα οὔτε μυροπώλης εἰμὶ οὔτ’ἄλλην τέχνην ἐργάζομαι, ἀλλ’ἅπερ πατήρ μοι ἔδωκεν χωρία […] ταῦτα γεωργῶ, πρὸς δὲ τούτων εἰς τὴν ὠνὴν ἐνεσείσθην.
26πότερα γὰρ εἰκός ἐστιν, Ἀθηνόγενες, ἐμὲ τῆς σῆς τέχνης ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, σε καὶ τὴν ἑταίραν τοῖς ἐμοῖς ἐπιβουλεῦσαι; ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. διόπερ, ἄνδρες δικασταί, ἐμοὶ μὲν ἂν εἰκότως συγγνώμην ἔχοιτ’ἀπατηθῆναι […] καὶ ἀτυχῆσαι τοιούτῳ ἀνθρώπῳ περιπεσόντα Ἀθηνογένει δὲ.
27ενεG? πάντα ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτης κέρδη αὐτῷ · καὶ τὸν μὲν Μίδαν τὸν τολG?ξαι, ὃν ἄκων φησὶν ἀπολῦσαι, τοῦτον […] λαβεῖν, τοῦ δὲ παιδὸς ὃν τότε προῖκά μοί φησιν διδόναι, νῦν αὐτὸν λαβεῖν ἀργύριον πολὺ πλεῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶναι, ἀλλ’ὥστε ὑφ’ὑμῶν τῇ ψήφῳ ἐλεύθερον ἀφίεσθαι.
28αὐτὸς μέντοι οὐκ ἀξιῶ πρὸς τοῖς ἄλλοις καὶ ἀτιμωθῆναι ὑπ’Ἀθηνογένους. καὶ γὰρ ἂν δεινὸν συμβαίνοι μοι, ἄνδρες δικασταί, εἰ μG?οσG?εισG?ον ἥμαρτον G?διG?κG? μία δὲ κG?ουG?ιοG? ἠδίκηκεν G?θεG? ἀδικήσαντG? τιμήματι δG?πG?ται πολιτG?νος ἐνίοτε G?ώτατοι τῶν μετοίκων ἀφυλάκτως ἔρχεσθαι.
29ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε τὴν πόλιν, καὶ μεθ’ὑμῶν μὲν οὐ συνεστρατεύσατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦτ’ἐποίει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς. καὶ τὰς θυγατέρας ἐν τῇ παρ’ὑμῖν εὐδαιμονίᾳ ἐκθρέψας […] ἐξέδωκεν G?ως πάλιν ηG? ἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν.
30ταῦτα γὰρ ὑμῖν G?ασιν οἱ χρησG? οὗτοι ποιG? τῇ εἰρήνῃ χρG?πωG? ἐν τοῖς κινδύνοις G?πG? μὲν ἐν Πλαταιαῖς […] δήσαντες οG? Ἀθηνογένης G?πG?χεινG?νωG?τοG?υθG?.
31τὰς κοινὰς τῆς πόλεως συνθήκας παραβὰς ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα ὡς τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας οὗτος ἂν τῶν πρὸς ἐμὲ ἐφρόντιζεν · ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην, ὑποπεσὼν Μνησίαν τὸν Ἀργεῖον καὶ ὑπ’ἐκείνου κατασταθεὶς ἄρχων, ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλεως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν · ἐνθάδε γὰρ φεύγουσιν.
32καὶ ὑμεῖς μέν, ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον δι’ἐτῶν πλειόνων πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους γενομένους τούτους ἀτυχοῦντας περισωθῆναι ὑφ’ὑμῶν. οὗτος δὲ μιαρός, ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον ἀλλ’οὕτως ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν ἐχρήσατο ὥστε μεταG?το ἐν τῇ ἐκκλησίᾳ […] κατὰ τοῦτο […] G?ραν δεδιὼς G?ιν κατέφυγεν.
33καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον ὃς οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοικεῖν ἐν τῷ πολέμῳ, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων ψήφισμα ἐψηφίσαντο τῇ πόλει τῇ ὑμετέρᾳ, δι’ ὑμεῖς αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε. ἀνάγνωθι.
34λαβὲ δή μοι καὶ τὴν τοῦ κηδεστοῦ αὐτοῦ μαρτυρίαν G?μεν ουσιαG?ι λατG?παG? καταλειφθέντα G?αδG? ἑξῆς πάλιν ωG?αG?πG? τὴν Ἀντιγόναν G?εG?μαρτυρ πραχθέντα καὶ ὃν τρόπον ἐπιβεβούλευκέν μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖν προσενήνεκται.
35τὸν δὴ καὶ ἰδίᾳ πονηρὸν καὶ τῆς πόλεως τὴν σωτηρίαν ἀπελπίσαντα καὶ ὑμᾶς ἐγκαταλιπόντα, καὶ παρ’οὓς ἐξῴκησεν ἀναστάτους ποιήσαντα, τοῦτον ὑμεῖς συνειληφότες οὐ κολάσετε;
36καὶ ἐγώ, ἄνδρες δικασταί, δέομαι ὑμῶν καὶ ἀντιβολῶ ἐλεῆσαί με, ἐκεῖνο σκεψαμένους, ὅτι προσήκει ἐν ταύτῃ τῇ δίκῃ G?ιν ἐλεεῖν οὐ τὸν φG? ἐὰν ἁλῷ οὐδὲν πάσχειν G?δε τοτG?τι παλG? δ’ἂν ἀποφύγῃ μεG? ἀπολοῦμαι. οὐ γὰρ ἂν δυναίμην G?ψ G?ν οὐ δὲ πολλοστὸν μέρος G?ανG?αιαχG? ἄνδρες δικασταί, G?ς ἐξ […] αὐτῶν τG?. αντησοG?λεκεν ἄλλοις […] ταῦτα πέπονθεν τG?ων ἀναλωμάτων λωμάτων G?αλυσιτG? ὀφείλουσι […] ποτε ἀπέλυσεν […] ἄνδρες δικασταί, οὐδεὶς ὑμῶν G?του G?κατα