Hyperides

For Lycophron

1ἐν ἐλευθέρᾳ πόλει τὰ τοῖς τυράννοις συμφέροντα πραττοντG?ν εἰς δουλείαν […]. […] καλῶν πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς Ἕλλησιν αἴτιος ἐγένετο. τοιγαροῦν καὶ παρ’ἡμῖν καὶ παρὰ τοῖς ἄλλοις πᾶσιν τῶν μεγίστων δωρεῶν ἔτυχεν […] δικαίως […] γὰρ […] ὑπὸ […]. δεῖ χάριν ἡμᾶς ἀποδιδόναι Ἀλεξάνοδρῳ διὰ τοὺς τελευτήσαντας […] ἐγὼ δὲ οἶμαι ἐκεῖνος. ἔπειθ’οὗτοι ἐπεμβαίνουσιν τῷ δήμῳ ἐν ταῖς ἀτυχίαις. διόπερ καὶ πολὺ μᾶλλον ἄξιοί εἰσιν μισεῖσθαι. ὥσπερ γὰρ τὰ σώματα πλείστης ἐπιμελείας ἐν ταῖς ἀρρωστίαις δεῖται, οὕτως καὶ αἱ πόλεις πλείστης θεραπείας ἐν ταῖς ἀτυχίαις δέονται. μόνοις δὲ τούτοις δημοκρατία. ἀφεὶς δὲ τὰ πολλὰ περὶ ὧν καὶ συνηγόρει Φιλίππῳ καὶ ἐστρατεύσατο μετ’ἐκείνου ἐπὶ τὴν χώραν, ὅπερ μέγιστον, τοῦτο δηλώσω […] ΦιλιπποG? ἐστρατεύσατο ἐφ’ἡμᾶς καὶ τοὺς συμμάχους […] ἀκριβῶς γεG?. δίδωσιν ἕκαστος αὐτῶν, ὁ μὲν ἐν Θήβαις, ὁ δ’ἐν Τανάγρᾳ, ὁ δ’ἐν τῇ ἐλευθεG?ατα τῶν ἀπαλλαγέντα; ἢ οὐκ εὔχεσθαι καὶ τἆλλα πάντα τὰ ἐν τῇ Ἑλλάδι ἀνατραπῆναι, οἵ γ’ἀπὸ τῶν ἀναιρουμένων πόλεων ἀπαρχὰς λαμβάνουσιν; καὶ ὑμᾶς μὲν ἀεὶ βούλεσθαι ἐν φόβῳ καὶ κινδύνοις εἶναι εὐτελὴς τὸ σῶμα διὰ λεπτότητα. κατηγορίας ποιοῦνται, καὶ φανερὸν ποιοῦσιν ὅτι οὐ δὲ τότε φίλοι ὄντες Λακεδαιμονίων ὑπὲρ ἐκείνων ἔλεγον, ἀλλὰ τὴν πόλιν μισοῦντες καὶ τοὺς ἰσχύοντας ἀεὶ καθ’ὑμῶν θεραπεύοντες.
2ἐπεὶ δὲ νῦν ἡ ἐκείνων δύναμις εἰς τοῦτον μετέστη, τότε δὴ κολακεύειν προείλοντο · καὶ Δημοκράτης αὐτοῖς ὁ Ἀφιδναῖος ἀεὶ παρακαθήμενος καὶ G?ον ἱστὰς γελωτοποιεῖ ἐπὶ τοῖς τῆς πόλεως ἀτυχήμασιν, καὶ λοιδορεῖθ’ὑμῖν μεθ’ἡμέραν ἐν τῇ ἀγορᾷ, εἰς ἑσπέραν δὲ δειπνήσων ὡς ὑμᾶς ἔρχεται. καίτοι, ὦ Δημόκρατες, μόνῳ σοι οὐκ ἔνι λέγειν περὶ τοῦ δήμου φλαῦρον οὐδέν ·
3διὰ τί; ὅτι πρῶτον μὲν οὐ παρ’ἑτέρου σ’ἔδει μαθεῖν ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ · αὐτὸς γὰρ ὑπὲρ ὧν ἕτεροι εὐεργέτησαν νῦν τὰς τιμὰς κομίζει. ἔπειθ’ὅτι ἐν νόμῳ γράψας ὁ δῆμος ἀπεῖπεν μήτε λέγειν ἐξεῖναι μηδενὶ κακῶς Ἁρμόδιον καὶ Ἀριστογείτονα, μήτ’ᾆσαι ἐπὶ τὰ κακίονα. ᾗ καὶ δεινόν ἐστιν εἰ τοὺς μὲν σοὺς προγόνους ὁ δῆμος οὐ δὲ μεθυσθέντι ᾤετο δεῖν ἐξεῖναι κακῶς εἰπεῖν, σὺ δὲ νήφων τὸν δῆμον κακῶς λέγεις.
4Βραχέα δ’ἔτι πρὸς ὑμᾶς εἰπών, ὦ ἄνδρες δικασταί, καὶ ἀναλογισάμενος, καταβήσομαι. γραφὴ παρανόμων ἐστὶν ὑπὲρ ἧς τὴν ψῆφον μέλλετε φέρειν. τὸ δὲ ψήφισμα τὸ κρινόμενον ἔπαινος προέδρων. ὅτι δὲ προσήκει τοὺς προέδρους κατὰ τοὺς νόμους προεδρεύειν, οὗτοι δὲ παρὰ τοὺς νόμους προηδρεύκασιν, αὐτῶν τῶν νόμων ἠκούετε ἀναγιγνωσκομένων.
5τὸ λοιπὸν ἤδη ἐστὶν παρ’ὑμῖν · δείξετε γὰρ πότερα τοὺς παράνομα γράφοντας τιμωρήσεσθε, ἢ τὰς τοῖς εὐεργέταις ἀποδεδειγμένας τιμὰς ταύτας δώσετε τοῖς ἐναντία τοῖς νόμοις προεδρεύουσιν, καὶ ταῦτα ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι. ἀλλὰ μὴν οὐ δ’ἐξαπατηθῆναι ὑμῖν ἔνεστιν ὑπὸ τοῦ λόγου αὐτῶν, ἂν φῶσιν ἀναγκαῖα εἶναι τῷ δήμῳ τὰ περὶ τῶν ἐπαίνων ψηφίζεσθαι · τοὺς γὰρ προέδρους οὐκ ἔνεστιν εἰπεῖν ὡς ἀνάγκη τις ἦν στεφανῶσαι.
6πρὸς δὲ τούτοις αὐτὸς ὑμῖν οὗτος ῥᾳδίαν πεποίηκεν τὴν γνῶσιν · ἔγραψεν γὰρ ὧν ἕνεκα ἐστεφάνωσεν τοὺς προέδρους, δικαιοσύνηςτε τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ διότι κατὰ τοὺς νόμους προηδρεύκασιν. ἐπὶ δὴ ταῦτ’ἄγετ’αὐτὸν ἀπολογησόμενον, καὶ σύ, ὦ Φιλιππίδη, δείξας ἀληθῆ εἶναι τὰ περὶ τῶν προέδρων, ἃ ὑπέθου ἐν τῷ ψηφίσματι, ἀπόφευγε.
7εἰ δ’οἴει κορδακίζων καὶ γελωτοποιῶν, ὅπερ ποιεῖν εἴωθας, ἐπὶ τῶν δικαστηρίων ἀποφεύξεσθαι, εὐήθης εἶ, ἢ παρὰ τούτοις συγγνώμην ἢ ἔλεόν τινα παρὰ τὸ δίκαιον ὑπάρχειν. πολλοῦ γε δεῖ. οὐ γὰρ ἀπέθου σαυτῷ εὔνοιαν παρὰ τῷ δήμῳ, ἀλλ’ἑτέρωθι, οὐ δὲ τοὺς σῶσαί σε δυναμένους ᾤου δεῖν κολακεύειν, ἀλλὰ τοὺς τῷ δήμῳ φοβεροὺς ὄντας.
8καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπείληφας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐ δ’ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν. οὐ δὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐ δ’ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῇ περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου.
9εἶτα περὶ καιρῶν αὐτίκα δὴ τολμήσετε λέγειν τοὺς κατὰ τῆς πόλεως καιροὺς οὐ παραφυλάξαντες; καὶ τὰ παιδία ἥκεις ἔχων εἰς τὸ δικαστήριον, καὶ ἀναβιβάσας αὐτίκα δὴ ἀξιώσεις ὑπὸ τούτων ἐλεεῖσθαι; ἀλλ’οὐ δίκαιον · ὅτε γὰρ ἡ πόλις ὑπὸ τῶν ἄλλων ᾠκτείρετο διὰ τὰ συμβάντα, τόθ’ὑφ’ὑμῶν ἐξυβρίζετο. καίτοι οὗτοι μὲν τὴν Ἑλλάδα σῴζειν προελόμενοι ἀνάξια τῶν φρονημάτων ἔπασχον, σὺ δὲ τὴν πόλιν εἰς τὰς ἐσχάτας αἰσχύνας ἀδίκως καθιστὰς νυνὶ δικαίως τιμωρίας τεύξῃ.
10διὰ τί γὰρ ἂν τούτου φείσαισθε; πότερα διότι δημοτικός ἐστιν; ἀλλὰ ἴστ’αὐτὸν τοῖς μὲν τυράννοις δουλεύειν προελόμενον, τῷ δὲ δήμῳ προστάττειν ἀξιοῦντα. ἀλλ’ὅτι χρηστός; ἀλλὰ δὶς αὐτοῦ ἀδικίαν κατέγνωτε. ναί, ἀλλὰ χρήσιμος · ἀλλ’εἰ χρήσεσθε τῷ ὑφ’ὑμῶν ὁμολογουμένως πονηρῷ κριθέντι, ἢ κρίνειν κακῶς δόξετε ἢ πονηρῶν ἀνθρώπων ἐπιθυμεῖν. οὐκοῦν οὐκ ἄξιον τὰ τούτου ἀδικήματα αὐτοὺς ἀναδέχεσθαι, ἀλλὰ τιμωρεῖσθαι τὸν ἀδικοῦντα.
11καὶ ἂν ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατ’ἀμφότερα. πρῶτον μὲν ὅτι εὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν · οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν βάσανον δέδωκεν.
12ἔπειτα δέ, ὥσπερ τοῖς τῶν ψευδομαρτυρίων δὶς ἡλωκόσιν δεδώκατε ὑμεῖς τὸ τρίτον μὴ μαρτυρεῖν μη δ’οἷς ἂν παραγένωνται, ἵνα μηδενὶ τῶν πολιτῶν ᾖ τὸ ὑμέτερον πλῆθος αἴτιον τοῦ ἠτιμῶσθαι, ἀλλ’αὐτὸς αὑτῷ, ἂν μὴ παύηται τὰ ψευδῆ μαρτυρῶν, οὕτω καὶ τοῖς ἡλωκόσι παρανόμων ἔξεστιν μηκέτι γράφειν, εἰ δὲ μή, δῆλόν ἐστιν ὅτι ἰδίου τινὸς ἕνεκα τοῦτο ποιοῦσιν · ὥστε οὐκ οἴκτου οἱ τοιοῦτοι ἄξιοί εἰσιν, ἀλλὰ τιμωρίας.
13ἵνα δὲ μὴ προθέμενος πρὸς ἀμφορέα ὕδατος εἰπεῖν μακρολογῶ, ὁ μὲν γραμματεὺς ὑμῖν ἀναγνώσεται τὴν γραφὴν πάλιν · ὑμεῖς δὲ τῶντε κατηγορημένων μεμνημένοι καὶ τῶν νόμων ἀκούσαντες ἀναγιγνωσκομένων, τάτε δίκαια καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ψηφίζεσθε.