Nicander

Epigrams

7.1
Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων
7.2
ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα
7.3
Μεσσάνας ὑπὸ τεῖχος · ὁ δ’ἕβδομος ἄμμε Γύλιππος
7.4
ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν,
7.5
Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγ’ἄχθος
7.6
ματρί τὸ δ’ἓν πάντων καὶ καλὸν ἐντάφιον.
7.1
Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον,
7.2
ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν
7.3
πατρίδ’ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν,
7.4
δοῦλα καταγράψας σκῦλα κατ’Ἰναχιδᾶν;