Hesiod

Shield

1
οἵη προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν
2
ἤλυθεν ἐς Θήβας μετ’ἀρήιον Ἀμφιτρύωνα
3
Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος ·
4
ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων
5
εἴδεΐτε μεγέθειτε · νόον γε μὲν οὔ τις ἔριζε
6
τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.
7
τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρωντ’ἄπο κυανεάων
8
τοῖον ἄηθ’οἶόντε πολυχρύσου Ἀφροδίτης.
9
δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,
10
ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων ·
11
μέν οἱ πατέρ’ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,
12
χωσάμενος περὶ βουσί · λιπὼν δ’ γε πατρίδα γαῖαν
13
ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.
14
ἔνθ’ γε δώματ’ἔναιε σὺν αἰδοίῃ παρακοίτι
15
νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐ δέ οἱ ἦεν
16
πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,
17
πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων
18
ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας
19
ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.
20
τὼς γάρ οἱ διέκειτο, θεοὶ δ’ἐπὶ μάρτυροι ἦσαν ·
21
τῶν γ’ὀπίζετο μῆνιν, ἐπείγετο δ’ὅττι τάχιστα
22
ἐκτελέσαι μέγα ἔργον, οἱ Διόθεν θέμις ἦεν.
23
τῷ δ’ἅμα ἱέμενοι πολέμοιότε φυλόπιδόςτε
24
Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,
25
Λοκροίτ’ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι
26
ἕσποντ’· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο
27
κυδιόων λαοῖσι. πατὴρ δ’ἀνδρῶντε θεῶντε
28
ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν
29
ἀνδράσιτ’ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.
30
ὦρτο δ’ἀπ’Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,
31
ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,
32
ἐννύχιος · τάχα δ’ἷξε Τυφαόνιον · τόθεν αὖτις
33
Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.
34
ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα ·
35
αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης
36
εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δ’ἄρ’ἐέλδωρ ·
37
αὐτῇ δ’Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,
38
ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.
39
οὐ δ’ γ’ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας
40
ὦρτ’ἰέναι, πρίν γ’ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς ·
41
τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.
42
ὡς δ’ὅτ’ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα
43
νούσου ὕπ’ἀργαλέης καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,
44
ὥς ῥα τότ’Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας
45
ἀσπασίωςτε φίλωςτε ἑὸν δόμον εἰσαφίκανεν.
46
παννύχιος δ’ἄρ’ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι
47
τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.
48
δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ
49
Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,
50
οὐ καθ’ὁμὰ φρονέοντε · κασιγνήτω γε μὲν ἤστην ·
51
τὸν μὲν χειρότερον, τὸν δ’αὖ μέγ’ἀμείνονα φῶτα,
52
δεινόντε κρατερόντε, βίην Ἡρακληείην ·
53
τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,
54
τὸν δ’ἄρα Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,
55
κεκριμένην γενεήν · τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,
56
τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.
57
ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.
58
εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος
59
αὐτὸν καὶ πατέρα ὅν Ἄρην, ἄατον πολέμοιο,
60
τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,
61
ἑσταότ’ἐν δίφρῳ · χθόνα δ’ἔκτυπον ὠκέες ἵπποι
62
νύσσοντες χηλῇσι, κόνις δέ σφ’ἀμφιδεδήει
63
κοπτομένη πλεκτοῖσιν ὑφ’ἅρμασι καὶ ποσὶν ἵππων.
64
ἅρματα δ’εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον
65
ἵππων ἱεμένων · κεχάρητο δὲ Κύκνος ἀμύμων,
66
ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόντε
67
χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.
68
ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων ·
69
αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.
70
πᾶν δ’ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου
71
λάμπεν ὑπὸ δεινοῖο θεοῦ τευχέωντε καὶ αὐτοῦ ·
72
πῦρ δ’ὣς ὀφθαλμῶν ἀπελάμπετο. τίς κεν ἐκείνου
73
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
74
πλήν γ’Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
75
κείνων γὰρ μεγάλητε βίη καὶ χεῖρες ἄαπτοι
76
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
77
ὅς ῥα τόθ’ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον ·
78
ἥρως Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
79
τε μέγ’ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
80
ἤλιτεν Ἀμφιτρύων, ὅτ’ἐυστέφανον ποτὶ Θήβην
81
ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
82
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκ’εὐρυμετώπων ·
83
ἵκετο δ’ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
84
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,
85
δίκη ἔσθ’ἱκέτῃσι, τίον δέ κηρόθι μᾶλλον.
86
ζῶε δ’ἀγαλλόμενος σὺν ἐυσφύρῳ Ἠλεκτρυώνῃ,
87
ἀλόχῳ · τάχα δ’ἄμμες ἐπιπλομένων ἐνιαυτῶν
88
γεινόμεθ’οὔτε φυὴν ἐναλίγκιοι οὔτε νόημα,
89
σόςτε πατὴρ καὶ ἐγώ · τοῦ μὲν φρένας ἐξέλετο Ζεύς,
90
ὃς προλιπὼν σφέτεροντε δόμον σφετέρουςτε τοκῆας
91
ᾤχετο, τιμήσων ἀλιτήμενον Εὐρυσθῆα,
92
σχέτλιος · που πολλὰ μετεστεναχίζετ’ὀπίσσω
93
ἣν ἄτην ὀχέων · δ’οὐ παλινάγρετός ἐστιν.
94
αὐτὰρ ἐμοὶ δαίμων χαλεποὺς ἐπετέλλετ’ἀέθλους.
95
φίλος, ἀλλὰ σὺ θᾶσσον ἔχ’ἡνία φοινικόεντα
96
ἵππων ὠκυπόδων · μέγα δὲ φρεσὶ θάρσος ἀέξων
97
ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων,
98
μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο,
99
ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος
100
Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος ·
101
μὴν καὶ κρατερός περ ἐὼν ἄαται πολέμοιο.
102
τὸν δ’αὖτε προσέειπεν ἀμώμητος Ἰόλαος ·
103
ἠθεῖ’, μάλα δή τι πατὴρ ἀνδρῶντε θεῶντε
104
τιμᾷ σὴν κεφαλὴν καὶ ταύρεος Ἐννοσίγαιος,
105
ὃς Θήβης κρήδεμνον ἔχει ῥύεταίτε πόληα ·
106
οἶον δὴ καὶ τόνδε βροτὸν κρατερόντε μέγαντε
107
σὰς ἐς χεῖρας ἄγουσιν, ἵνα κλέος ἐσθλὸν ἄρηαι.
108
ἀλλ’ἄγε δύσεο τεύχε’ἀρήια, ὄφρα τάχιστα
109
δίφρους ἐμπελάσαντες Ἄρηόςθ’ἡμέτερόντε
110
μαρνώμεσθ’, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν
111
οὐ δ’Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω
112
φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο,
113
οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο
114
φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.
115
ὣς φάτο · μείδησεν δὲ βίη Ἡρακληείη
116
θυμῷ γηθήσας · μάλα γάρ νύ οἱ ἄρμενα εἶπεν ·
117
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα ·
118
ἥρως Ἰόλαε, διοτρεφές, οὐκέτι τηλοῦ
119
ὑσμίνη τρηχεῖα · σὺ δ’ὡς πάρος ἦσθα δαΐφρων,
120
ὣς καὶ νῦν μέγαν ἵππον Ἀρίονα κυανοχαίτην
121
πάντη ἀναστρωφᾶν καὶ ἀρηγέμεν, ὥς κε δύνηαι.
122
ὣς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ,
123
Ἡφαίστου κλυτὰ δῶρα, περὶ κνήμῃσιν ἔθηκεν ·
124
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε
125
καλὸν χρύσειον πολυδαίδαλον, ὅν οἱ ἔδωκε
126
Παλλὰς Ἀθηναίη, κούρη Διός, ὁππότ’ἔμελλε
127
τὸ πρῶτον στονόεντας ἐφορμήσεσθαι ἀέθλους.
128
θήκατο δ’ἀμφ’ὤμοισιν ἀρῆς ἀλκτῆρα σίδηρον
129
δεινὸς ἀνήρ · κοΐλην δὲ περὶ στήθεσσι φαρέτρην
130
καββάλετ’ἐξόπιθεν · πολλοὶ δ’ἔντοσθεν ὀιστοὶ
131
ῥιγηλοί, θανάτοιο λαθιφθόγγοιο δοτῆρες.
132
πρόσθεν μὲν θάνατόντ’εἶχον καὶ δάκρυσι μῦρον,
133
μέσσοι δὲ ξεστοί, περιμήκεες, αὐτὰρ ὄπισθε
134
μόρφνοιο φλεγύαο καλυπτόμενοι πτερύγεσσιν.
135
εἵλετο δ’ὄβριμον ἔγχος, ἀκαχμένον αἴθοπι χαλκῷ,
136
κρατὶ δ’ἔπ’ἰφθίμῳ κυνέην ἐύτυκτον ἔθηκε,
137
δαιδαλέην ἀδάμαντος, ἐπὶ κροτάφοις ἀραρυῖαν,
138
ἥτ’εἴρυτο κάρη Ἡρακλῆος θείοιο.
139
χερσί γε μὴν σάκος εἷλε παναίολον, οὐ δέ τις αὐτὸ
140
οὔτ’ἔρρηξε βαλὼν οὔτ’ἔθλασε, θαῦμα ἰδέσθαι.
141
πᾶν μὲν γὰρ κύκλῳ τιτάνῳ λευκῷτ’ἐλέφαντι
142
ἠλέκτρῳθ’ὑπολαμπὲς ἔην χρυσῷτε φαεινῷ
143
λαμπόμενον, κυάνου δὲ διὰ πτύχες ἠλήλαντο.
144
ἐν μέσσῳ δ’ἀδάμαντος ἔην Φόβος οὔ τι φατειός,
145
ἔμπαλιν ὄσσοισιν πυρὶ λαμπομένοισι δεδορκώς ·
146
τοῦ καὶ ὀδόντων μὲν πλῆτο στόμα λευκὰ θεόντων,
147
δεινῶν ἀπλήτων, ἐπὶ δὲ βλοσυροῖο μετώπου
148
δεινὴ Ἔρις πεπότητο κορύσσουσα κλόνον ἀνδρῶν,
149
σχετλίη, ῥα νόοντε καὶ ἐκ φρένας εἵλετο φωτῶν.
150
οἵτινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν.
151
τῶν καὶ ψυχαὶ μὲν χθόνα δύμεναι Ἄιδος εἴσω
152
κάκκιον, ὀστέα δέ σφι περὶ ῥινοῖο σαπείσης
153
Σειρίου ἀζαλέοιο μελαίνῃ πύθεται αἴῃ.
154
ἐν δὲ Προΐωξίςτε Παλίωξίςτε τέτυκτο,
155
ἐν δ’Ὅμαδόςτε Φόβοςτ’Ἀνδροκτασίητε δεδήει,
156
ἐν δ’Ἔρις, ἐν δὲ Κυδοιμὸς ἐθύνεον, ἐν δ’ὀλοὴ Κὴρ
157
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
158
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν.
159
εἷμα δ’ἔχ’ἄμφ’ὤμοισι δαφοινεὸν αἵματι φωτῶν,
160
δεινὸν δερκομένη καναχῇσίτε βεβρυχυῖα.
161
ἐν δ’ὀφίων κεφαλαὶ δεινῶν ἔσαν, οὔ τι φατειῶν,
162
δώδεκα, ταὶ φοβέεσκον ἐπὶ χθονὶ φῦλ’ἀνθρώπων,
163
οἵ τινες ἀντιβίην πόλεμον Διὸς υἷι φέροιεν ·
164
τῶν καὶ ὀδόντων μὲν καναχὴ πέλεν, εὖτε μάχοιτο
165
Ἀμφιτρυωνιάδης, τὰ δ’ἐδαίετο θαυματὰ ἔργα.
166
στίγματα δ’ὣς ἐπέφαντο ἰδεῖν δεινοῖσι δράκουσιν ·
167
κυάνεοι κατὰ νῶτα, μελάνθησαν δὲ γένεια.
168
ἐν δὲ συῶν ἀγέλαι χλούνων · ἔσαν ἠδὲ λεόντων
169
ἐς σφέας δερκομένων, κοτεόντωνθ’ἱεμένωντε.
170
τῶν καὶ ὁμιληδὸν στίχες ἤισαν · οὐ δέ νυ τώ γε
171
οὐδέτεροι τρεέτην · φρῖσσόν γε μὲν αὐχένας ἄμφω.
172
ἤδη γάρ σφιν ἔκειτο μέγας λῖς, ἀμφὶ δὲ κάπροι
173
δοιοί, ἀπουράμενοι ψυχάς, κατὰ δέ σφι κελαινὸν
174
αἷμ’ἀπελείβετ’ἔραζ’· οἳ δ’αὐχένας ἐξεριπόντες
175
κείατο τεθνηῶτες ὑπὸ βλοσυροῖσι λέουσιν.
176
τοὶ δ’ἔτι μᾶλλον ἐγειρέσθην κοτέοντε μάχεσθαι,
177
ἀμφότεροι, χλοῦναίτε σύες χαροποίτε λέοντες.
178
ἐν δ’ἦν ὑσμίνη Λαπιθάων αἰχμητάων
179
Καινέατ’ἀμφὶ ἄνακτα Δρύαντάτε Πειρίθοόντε
180
Ὁπλέατ’Ἐξάδιόντε Φάληρόντε Πρόλοχόντε
181
Μόψοντ’Ἀμπυκίδην, Τιταρήσιον, ὄζον Ἄρηος,
182
Θησέατ’Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν ·
183
ἀργύρεοι, χρύσεια περὶ χροῒ τεύχε’ἔχοντες.
184
Κένταυροι δ’ἑτέρωθεν ἐναντίοι ἠγερέθοντο
185
ἀμφὶ μέγαν Πετραῖον ἰδ’Ἄσβολον οἰωνιστὴν
186
Ἄρκτοντ’Οὔρειόντε μελαγχαίτηντε Μίμαντα
187
καὶ δύο Πευκεΐδας, Περιμήδεάτε Δρύαλόντε,
188
ἀργύρεοι, χρυσέας ἐλάτας ἐν χερσὶν ἔχοντες.
189
καίτε συναΐγδην ὡς εἰ ζωοί περ ἐόντες
190
ἔγχεσιν ἠδ’ἐλάτῃς αὐτοσχεδὸν ὠριγνῶντο.
191
ἐν δ’Ἄρεος βλοσυροῖο ποδώκεες ἕστασαν ἵπποι
192
χρύσεοι, ἐν δὲ καὶ αὐτὸς ἐναρσφόρος οὔλιος Ἄρης
193
αἰχμὴν ἐν χείρεσσιν ἔχων, πρυλέεσσι κελεύων,
194
αἵματι φοινικόεις, ὡς εἰ ζωοὺς ἐναρίζων
195
δίφρου ἐπεμβεβαώς · παρὰ δὲ Δεῖμόςτε Φόβοςτε
196
ἕστασαν ἱέμενοι πόλεμον καταδύμεναι ἀνδρῶν.
197
ἐν δὲ Διὸς θυγάτηρ ἀγελείη Τριτογένεια,
198
τῇ ἰκέλη ὡς εἴτε μάχην ἐθέλουσα κορύσσειν,
199
ἔγχος ἔχουσ’ἐν χερσὶν ἰδὲ χρυσέην τρυφάλειαν
200
αἰγίδατ’ἀμφ’ὤμοις · ἐπὶ δ’ᾤχετο φύλοπιν αἰνήν.
201
ἐν δ’ἦν ἀθανάτων ἱερὸς χορός · ἐν δ’ἄρα μέσσῳ
202
ἱμερόεν κιθάριζε Διὸς καὶ Λητοῦς υἱὸς
203
χρυσείῃ φόρμιγγι · θεῶν δ’ἕδος ἁγνὸς Ὄλυμπος ·
204
ἐν δ’ἀγορή, περὶ δ’ὄλβος ἀπείριτος ἐστεφάνωτο
205
ἀθανάτων ἐν ἀγῶνι · θεαὶ δ’ἐξῆρχον ἀοιδῆς
206
Μοῦσαι Πιερίδες, λιγὺ μελπομένῃς ἐικυῖαι.
207
ἐν δὲ λιμὴν ἐύορμος ἀμαιμακέτοιο θαλάσσης
208
κυκλοτερὴς ἐτέτυκτο πανέφθου κασσιτέροιο
209
κλυζομένῳ ἴκελος · πολλοί γε μὲν ἂμ μέσον αὐτοῦ
210
δελφῖνες τῇ καὶ τῇ ἐθύνεον ἰχθυάοντες
211
νηχομένοις ἴκελοι · δοιὼ δ’ἀναφυσιόωντες
212
ἀργύρεοι δελφῖνες ἐθοινῶντ’ἔλλοπας ἰχθῦς.
213
τῶν δ’ὕπο χάλκειοι τρέον ἰχθύες · αὐτὰρ ἐπ’ἀκταῖς
214
ἧστο ἀνὴρ ἁλιεὺς δεδοκημένος · εἶχε δὲ χερσὶν
215
ἰχθύσιν ἀμφίβληστρον ἀπορρίψοντι ἐοικώς.
216
ἐν δ’ἦν ἠυκόμου Δανάης τέκος, ἱππότα Περσεύς,
217
οὔτ’ἄρ’ἐπιψαύων σάκεος ποσὶν οὔθ’ἑκὰς αὐτοῦ,
218
θαῦμα μέγα φράσσασθ’, ἐπεὶ οὐδαμῇ ἐστήρικτο.
219
τὼς γάρ μιν παλάμαις τεῦξεν κλυτὸς Ἀμφιγυήεις
220
χρύσεον · ἀμφὶ δὲ ποσσὶν ἔχεν πτερόεντα πέδιλα.
221
ὤμοισιν δέ μιν ἀμφὶ μελάνδετον ἆορ ἔκειτο
222
χαλκέου ἐκ τελαμῶνος · δ’ὥςτε νόημ’ἐποτᾶτο ·
223
πᾶν δὲ μετάφρενον εἶχε κάρη δεινοῖο πελώρου,
224
Γοργοῦς · ἀμφὶ δέ μιν κίβισις θέε, θαῦμα ἰδέσθαι,
225
ἀργυρέη · θύσανοι δὲ κατῃωρεῦντο φαεινοὶ
226
χρύσειοι · δεινὴ δὲ περὶ κροτάφοισιν ἄνακτος
227
κεῖτ’Ἄιδος κυνέη νυκτὸς ζόφον αἰνὸν ἔχουσα.
228
αὐτὸς δὲ σπεύδοντι καὶ ἐρρίγοντι ἐοικὼς
229
Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετ’αὐτὸν
230
Γοργόνες ἄπλητοίτε καὶ οὐ φαταὶ ἐρρώοντο
231
ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
232
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
233
ὀξέα καὶ λιγέως · ἐπὶ δὲ ζώνῃσι δράκοντε
234
δοιὼ ἀπῃωρεῦντ’ἐπικυρτώοντε κάρηνα.
235
λίχμαζον δ’ἄρα τώ γε · μένει δ’ἐχάρασσον ὀδόντας
236
ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις
237
Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δ’ὑπὲρ αὐτέων
238
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχε’ἔχοντες,
239
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρωντε τοκήων
240
λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.
241
πολλοὶ μὲν κέατο, πλέονες δ’ἔτι δῆριν ἔχοντες
242
μάρνανθ’· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων
243
χαλκέων ὀξὺ βόων, κατὰ δ’ἐδρύπτοντο παρειάς,
244
ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο.
245
ἄνδρες δ’, οἳ πρεσβῆες ἔσαν γῆράςτε μέμαρπεν,
246
ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι
247
χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι
248
δειδιότες · τοὶ δ’αὖτε μάχην ἔχον. αἳ δὲ μετ’αὐτοὺς
249
Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας,
250
δεινωπαὶ βλοσυραίτε δαφοιναίτ’ἄπληταίτε
251
δῆριν ἔχον περὶ πιπτόντων · πᾶσαι δ’ἄρ’ἵεντο
252
αἷμα μέλαν πιέειν · ὃν δὲ πρῶτον μεμάποιεν
253
κείμενον πίπτοντα νεούτατον, ἀμφὶ μὲν αὐτῷ
254
βάλλ’ὄνυχας μεγάλους, ψυχὴ δ’Ἄιδόσδε κατῇεν
255
Τάρταρον ἐς κρυόενθ’. αἳ δὲ φρένας εὖτ’ἀρέσαντο
256
αἵματος ἀνδρομέου, τὸν μὲν ῥίπτασκον ὀπίσσω,
257
ἂψ δ’ὅμαδον καὶ μῶλον ἐθύνεον αὖτις ἰοῦσαι.
258
Κλωθὼ καὶ Λάχεσίς σφιν ἐφέστασαν · μὲν ὑφήσσων
259
Ἄτροπος οὔ τι πέλεν μεγάλη θεός, ἀλλ’ἄρα γε
260
τῶν γε μὲν ἀλλάων προφερήςτ’ἦν πρεσβυτάτητε.
261
πᾶσαι δ’ἀμφ’ἑνὶ φωτὶ μάχην δριμεῖαν ἔθεντο.
262
δεινὰ δ’ἐς ἀλλήλας δράκον ὄμμασι θυμήνασαι,
263
ἐν δ’ὄνυχας χεῖράςτε θρασείας ἰσώσαντο.
264
πὰρ δ’Ἀχλὺς εἱστήκει ἐπισμυγερήτε καὶ αἰνή,
265
χλωρὴ ἀυσταλέη λιμῷ καταπεπτηυῖα,
266
γουνοπαχής, μακροὶ δ’ὄνυχες χείρεσσιν ὑπῆσαν.
267
τῆς ἐκ μὲν ῥινῶν μύξαι ῥέον, ἐκ δὲ παρειῶν
268
αἷμ’ἀπελείβετ’ἔραζ’· δ’ἄπλητον σεσαρυῖα
269
εἱστήκει, πολλὴ δὲ κόνις κατενήνοθεν ὤμους,
270
δάκρυσι μυδαλέη. παρὰ δ’εὔπυργος πόλις ἀνδρῶν ·
271
χρύσειαι δέ μιν εἶχον ὑπερθυρίοις ἀραρυῖαι
272
ἑπτὰ πύλαι · τοὶ δ’ἄνδρες ἐν ἀγλαΐῃςτε χοροῖςτε
273
τέρψιν ἔχον · τοὶ μὲν γὰρ ἐυσσώτρου ἐπ’ἀπήνης
274
ἤγοντ’ἀνδρὶ γυναῖκα, πολὺς δ’ὑμέναιος ὀρώρει ·
275
τῆλε δ’ἀπ’αἰθομένων δαΐδων σέλας εἰλύφαζε
276
χερσὶν ἔνι δμῳῶν · ταὶ δ’ἀγλαΐῃ τεθαλυῖαι
277
πρόσθ’ἔκιον · τῇσιν δὲ χοροὶ παίζοντες ἕποντο.
278
τοὶ μὲν ὑπὸ λιγυρῶν συρίγγων ἵεσαν αὐδὴν
279
ἐξ ἁπαλῶν στομάτων, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
280
αἳ δ’ὑπὸ φορμίγγων ἄναγον χορὸν ἱμερόεντα.
281
ἔνθεν δ’αὖθ’ἑτέρωθε νέοι κώμαζον ὑπ’αὐλοῦ,
282
τοί γε μὲν αὖ παίζοντες ὑπ’ὀρχηθμῷ καὶ ἀοιδῇ
283
τοί γε μὲν αὖ γελόωντες ὑπ’αὐλητῆρι ἕκαστος
284
πρόσθ’ἔκιον · πᾶσαν δὲ πόλιν θαλίαιτε χοροίτε
285
ἀγλαΐαιτ’εἶχον. τοὶ δ’αὖ προπάροιθε πόληος
286
νῶθ’ἵππων ἐπιβάντες ἐθύνεον. οἱ δ’ἀροτῆρες
287
ἤρεικον χθόνα δῖαν, ἐπιστολάδην δὲ χιτῶνας
288
ἐστάλατ’. αὐτὰρ ἔην βαθὺ λήιον · οἵ γε μὲν ἤμων
289
αἰχμῇς ὀξείῃσι κορωνιόωντα πέτηλα,
290
βριθόμενα σταχύων, ὡς εἰ Δημήτερος ἀκτήν ·
291
οἳ δ’ἄρ’ἐν ἐλλεδανοῖσι δέον καὶ ἔπιτνον ἀλωήν,
292
οἳ δ’ἐτρύγων οἴνας δρεπάνας ἐν χερσὶν ἔχοντες,
293
οἳ δ’αὖτ’ἐς ταλάρους ἐφόρευν ὑπὸ τρυγητήρων
294
λευκοὺς καὶ μέλανας βότρυας μεγάλων ἀπὸ ὄρχων,
295
βριθομένων φύλλοισι καὶ ἀργυρέῃς ἑλίκεσσιν.
296
οἳ δ’αὖτ’ἐς ταλάρους ἐφόρευν. παρὰ δέ σφισιν ὄρχος
297
χρύσεος ἦν, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο,
299
σειόμενος φύλλοισι καὶ ἀργυρέῃσι κάμαξι,
300
βριθόμενος σταφυλῇσι · μελάνθησάν γε μὲν αἵδε.
301
οἵ γε μὲν ἐτράπεον, τοὶ δ’ἤρυον · οἳ δ’ἐμάχοντο
302
πύξτε καὶ ἑλκηδόν · τοὶ δ’ὠκύποδας λαγὸς ᾕρευν
303
ἄνδρες θηρευταί, καὶ καρχαρόδοντε κύνε πρό,
304
ἱέμενοι μαπέειν, οἳ δ’ἱέμενοι ὑπαλύξαι.
305
πὰρ δ’αὐτοῖς ἱππῆες ἔχον πόνον, ἀμφὶ δ’ἀέθλῳ
306
δῆριν ἔχον καὶ μόχθον. ἐυπλεκέων δ’ἐπὶ δίφρων
307
ἡνίοχοι βεβαῶτες ἐφίεσαν ὠκέας ἵππους
308
ῥυτὰ χαλαίνοντες, τὰ δ’ἐπικροτέοντα πέτοντο
309
ἅρματα κολλήεντ’, ἐπὶ δὲ πλῆμναι μέγ’ἀύτευν.
310
οἳ μὲν ἄρ’ἀίδιον εἶχον πόνον οὐ δέ ποτέ σφιν
311
νίκη ἐπηνύσθη, ἀλλ’ἄκριτον εἶχον ἄεθλον.
312
τοῖσιν δὲ προέκειτο μέγας τρίπος ἐντὸς ἀγῶνος,
313
χρύσειος, κλυτὰ ἔργα περίφρονος Ἡφαίστοιο.
314
ἀμφὶ δ’ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς,
315
πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατ’αὐτὸν
316
κύκνοι ἀερσιπόται μεγάλ’ἤπυον, οἵ ῥάτε πολλοὶ
317
νῆχον ἐπ’ἄκρον ὕδωρ · παρὰ δ’ἰχθύες ἐκλονέοντο.
318
θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς
319
Ἥφαιστος ποίησε σάκος μέγατε στιβαρόντε,
320
ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς
321
πάλλεν ἐπικρατέως · ἐπὶ δ’ἱππείου θόρε δίφρου,
322
εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο,
323
κοῦφα βιβάς · τῷ δ’ἡνίοχος κρατερὸς Ἰόλαος
324
δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα.
325
ἀγχίμολον δέ σφ’ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
326
καί σφεας θαρσύνουσα ἔπεα πτερόεντα προσηύδα ·
327
χαίρετε, Λυγκῆος γενεὴ τηλεκλειτοῖο ·
328
νῦν δὴ Ζεὺς κράτος ὔμμι διδοῖ μακάρεσσιν ἀνάσσων
329
Κύκνοντ’ἐξεναρεῖν καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι.
330
ἄλλο δὲ τοί τι ἔπος ἐρέω, μέγα φέρτατε λαῶν ·
331
εὖτ’ἂν δὴ Κύκνον γλυκερῆς αἰῶνος ἀμέρσῃς,
332
τὸν μὲν ἔπειτ’αὐτοῦ λιπέειν καὶ τεύχεα τοῖο,
333
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην ἐπιόντα δοκεύσας,
334
ἔνθα κε γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
335
ὀφθαλμοῖσιν ἴδῃς, ἔνθ’οὐτάμεν ὀξέι χαλκῷ ·
336
ἂψ δ’ἀναχάσσασθαι · ἐπεὶ οὔ νύ τοι αἴσιμόν ἐστιν
337
οὔθ’ἵππους ἑλέειν οὔτε κλυτὰ τεύχεα τοῖο.
338
ὣς εἰποῦσ’ἐς δίφρον ἐβήσατο δῖα θεάων,
339
νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα,
340
ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος
341
σμερδαλέον ἵπποισιν ἐκέκλετο · τοὶ δ’ὑπ’ὀμοκλῆς
342
ῥίμφ’ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο.
343
ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη
344
αἰγίδ’ἀνασσείσασα · περιστονάχησε δὲ γαῖα.
345
τοὶ δ’ἄμυδις προγένοντ’ἴκελοι πυρὶ ἠὲ θυέλλῃ,
346
Κύκνοςθ’ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς.
347
τῶν ἵπποι μὲν ἔπειθ’ὑπεναντίοι ἀλλήλοισιν
348
ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ.
349
τὸν πρότερος προσέειπε βίη Ἡρακληείη ·
350
κύκνε πέπον, τί νυ νῶιν ἐπίσχετον ὠκέας ἵππους
351
ἀνδράσιν, οἵτε πόνου καὶ ὀιζύος ἴδριές εἰμεν;
352
ἀλλὰ παρὲξ ἔχε δίφρον ἐύξοον ἠδὲ κελεύθου
353
εἶκε παρὲξ ἰέναι. Τρηχῖνα δέ τοι παρελαύνω
354
ἐς Κήυκα ἄνακτα · γὰρ δυνάμιτε καὶ αἰδοῖ
355
Τρηχῖνος προβέβηκε, σὺ δ’εὖ μάλα οἶσθα καὶ αὐτός ·
356
τοῦ γὰρ ὀπυίεις παῖδα Θεμιστονόην κυανῶπιν.
357
πέπον, οὐ μὲν γὰρ τοι Ἄρης θανάτοιο τελευτὴν
358
ἀρκέσει, εἰ δὴ νῶι συνοισόμεθα πτολεμίζειν.
359
ἤδη μέντέ φημι καὶ ἄλλοτε πειρηθῆναι
360
ἔγχεος ἡμετέρου, ὅθ’ὑπὲρ Πύλου ἠμαθόεντος
361
ἀντίος ἔστη ἐμεῖο, μάχης ἄμοτον μενεαίνων.
362
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ
363
οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν
364
παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα.
365
πρηνὴς δ’ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ.
366
ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη
367
χερσὶν ὕφ’ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα.
368
ὣς ἔφατ’· οὐ δ’ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα
369
τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους.
370
δὴ τότ’ἀπ’εὐπλεκέων δίφρων θόρον αἶψ’ἐπὶ γαῖαν
371
παῖςτε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος.
372
ἡνίοχοι δ’ἔμπλην ἔλασαν καλλίτριχας ἵππους ·
373
τῶν δ’ὕπο σευομένων κανάχιζε πόσ’εὐρεῖα χθών.
374
ὡς δ’ὅτ’ἀφ’ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο
375
πέτραι ἀποθρῴσκωσιν, ἐπ’ἀλλήλῃς δὲ πέσωσι,
376
πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲτε πεῦκαι
377
αἴγειροίτε τανύρριζοι ῥήγνυνται ὑπ’αὐτέων
378
ῥίμφα κυλινδομένων, εἵως πεδίονδ’ἀφίκωνται,
379
ὣς οἳ ἐπ’ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.
380
πᾶσα δὲ Μυρμιδόνωντε πόλις κλειτήτ’Ἰαωλκὸς
381
Ἄρνητ’ἠδ’Ἑλίκη Ἄνθειάτε ποιήεσσα
382
φωνῇ ὕπ’ἀμφοτέρων μεγάλ’ἴαχον · οἳ δ’ἀλαλητῷ
383
θεσπεσίῳ σύνισαν · μέγα δ’ἔκτυπε μητίετα Ζεύς.
384
κὰδ δ’ἄρ’ἀπ’οὐρανόθεν ψιάδας βάλεν αἱματοέσσας,
385
σῆμα τιθεὶς πολέμοιο ἑῷ μεγαθαρσέι παιδί.
386
οἷος δ’ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι
387
κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι
388
ἀνδράσι θηρευτῇς, θήγει δέτε λευκὸν ὀδόντα
389
δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι
390
λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον,
391
ὀρθὰς δ’ἐν λοφιῇ φρίσσει τρίχας ἀμφίτε δειρήν ·
392
τῷ ἴκελος Διὸς υἱὸς ἀφ’ἱππείου θόρε δίφρου.
393
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ
394
ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν
395
ἄρχεται, τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση,
396
καίτε πανημέριόςτε καὶ ἠώιος χέει αὐδὴν
397
ἴδει ἐν αἰνοτάτῳ, ὅτετε χρόα Σείριος ἄζει,
398
τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι
399
τούςτε θέρει σπείρουσιν, ὅτ’ὄμφακες αἰόλλονται,
400
οἷα Διώνυσος δῶκ’ἀνδράσι χάρμα καὶ ἄχθος ·
401
τὴν ὥρην μάρναντο, πολὺς δ’ὀρυμαγδὸς ὀρώρει.
402
ὡς δὲ λέοντε δύω ἀμφὶ κταμένης ἐλάφοιο
403
ἀλλήλοις κοτέοντες ἐπὶ σφέας ὁρμήσωσι,
404
δεινὴ δέ σφ’ἰαχὴ ἄραβόςθ’ἅμα γίγνετ’ὀδόντων ·
405
οἳ δ’ὥςτ’αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι,
406
πέτρῃ ἔφ’ὑψηλῇ μεγάλα κλάζοντε μάχονται
407
αἰγὸς ὀρεσσινόμου ἀγροτέρης ἐλάφοιο
408
πίονος, ἥντ’ἐδάμασσε βαλὼν αἰζήιος ἀνὴρ
409
ἰῷ ἀπὸ νευρῆς, αὐτὸς δ’ἀπαλήσεται ἄλλῃ
410
χώρου ἄιδρις ἐών · οἳ δ’ὀτραλέως ἐνόησαν,
411
ἐσσυμένως δέ οἱ ἀμφὶ μάχην δριμεῖαν ἔθεντο ·
412
ὣς οἳ κεκλήγοντες ἐπ’ἀλλήλοισιν ὄρουσαν.
413
ἔνθ’ τοι Κύκνος μὲν ὑπερμενέος Διὸς υἱὸν
414
κτεινέμεναι μεμαὼς σάκει ἔμβαλε χάλκεον ἔγχος,
415
οὐ δ’ἔρρηξεν χαλκόν · ἔρυτο δὲ δῶρα θεοῖο.
416
Ἀμφιτρυωνιάδης δέ, βίη Ἡρακληείη,
417
μεσσηγὺς κόρυθόςτε καὶ ἀσπίδος ἔγχεϊ μακρῷ
418
αὐχένα γυμνωθέντα θοῶς ὑπένερθε γενείου
419
ἤλασ’ἐπικρατέως · ἀπὸ δ’ἄμφω κέρσε τένοντε
420
ἀνδροφόνος μελίη · μέγα γὰρ σθένος ἔμπεσε φωτός.
421
ἤριπε δ’, ὡς ὅτε τις δρῦς ἤριπεν ὅτε πεύκη
422
ἠλίβατος, πληγεῖσα Διὸς ψολόεντι κεραυνῷ ·
423
ὣς ἔριπ’· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.
424
τὸν μὲν ἔπειτ’εἴασε Διὸς ταλακάρδιος υἱός,
425
αὐτὸς δὲ βροτολοιγὸν Ἄρην προσιόντα δοκεύσας,
426
δεινὸν ὁρῶν ὄσσοισι, λέων ὣς σώματι κύρσας,
427
ὅςτε μάλ’ἐνδυκέως ῥινὸν κρατεροῖς ὀνύχεσσι
428
σχίσσας ὅττι τάχιστα μελίφρονα θυμὸν ἀπηύρα ·
429
ἐμ μένεος δ’ἄρα τοῦ γε κελαινὸν πίμπλαται ἦτορ ·
430
γλαυκιόων δ’ὄσσοις δεινὸν πλευράςτε καὶ ὤμους
431
οὐρῇ μαστιόων ποσσὶν γλάφει, οὐ δέ τις αὐτὸν
432
ἔτλη ἐς ἄντα ἰδὼν σχεδὸν ἐλθέμεν οὐ δὲ μάχεσθαι ·
433
τοῖος ἄρ’Ἀμφιτρυωνιάδης, ἀκόρητος ἀυτῆς,
434
ἀντίος ἔστη Ἄρηος, ἐνὶ φρεσὶ θάρσος ἀέξων,
435
ἐσσυμένως · δέ οἱ σχεδὸν ἤλυθεν ἀχνύμενος κῆρ ·
436
ἀμφότεροι δ’ἰάχοντες ἐπ’ἀλλήλοισιν ὄρουσαν.
437
ὡς δ’ὅτ’ἀπὸ μεγάλου πέτρη πρηῶνος ὀρούσῃ,
438
μακρὰ δ’ἐπιθρῴσκουσα κυλίνδεται, δέτε ἠχῇ
439
ἔρχεται ἐμμεμαυῖα, πάγος δέ οἱ ἀντεβόλησεν
440
ὑψηλός · τῷ δὴ συνενείκεται, ἔνθα μιν ἴσχει ·
441
τόσσῃ μὲν ἰαχῇ βρισάρματος οὔλιος Ἄρης
442
κεκληγὼς ἐπόρουσεν · δ’ἐμμαπέως ὑπέδεκτο.
443
αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
444
ἀντίη ἦλθεν Ἄρηος ἐρεμνὴν αἰγίδ’ἔχουσα ·
445
δεινὰ δ’ὑπόδρα ἰδοῦσα ἔπεα πτερόεντα προσηύδα ·
446
Ἆρες, ἔπισχε μένος κρατερὸν καὶ χεῖρας ἀάπτους ·
447
οὐ γάρ τοι θέμις ἐστὶν ἀπὸ κλυτὰ τεύχεα δῦσαι
448
Ἡρακλέα κτείναντα, Διὸς θρασυκάρδιον υἱόν ·
449
ἀλλ’ἄγε παῦε μάχην, μη δ’ἀντίος ἵστασ’ἐμεῖο.
450
ὣς ἔφατ’· ἀλλ’οὐ πεῖθ’Ἄρεος μεγαλήτορα θυμόν,
451
ἀλλὰ μέγα ἰάχων φλογὶ εἴκελάτ’ἔγχεα πάλλων
452
καρπαλίμως ἐπόρουσε βίῃ Ἡρακληείῃ
453
κακτάμεναι μεμαώς · καί ῥ’ἔμβαλε χάλκεον ἔγχος,
454
σπερχνὸν παιδὸς ἑοῦ κοτέων πέρι τεθνηῶτος,
455
ἐν σάκεϊ μεγάλῳ. ἀπὸ δὲ γλαυκῶπις Ἀθήνη
456
ἔγχεος ὁρμὴν ἔτραπ’ὀρεξαμένη ἀπὸ δίφρου.
457
δριμὺ δ’Ἄρην ἄχος εἷλε · ἐρυσσάμενος δ’ἄορ ὀξὺ
458
ἔσσυτ’ἐφ’Ἡρακλέα κρατερόφρονα · τὸν δ’ἐπιόντα
459
Ἀμφιτρυωνιάδης, δεινῆς ἀκόρητος ἀυτῆς,
460
μηρὸν γυμνωθέντα σάκευς ὕπο δαιδαλέοιο
461
οὔτασ’ἐπικρατέως · διὰ δὲ μέγα σαρκὸς ἄραξε
462
δούρατι νωμήσας, ἐπὶ δὲ χθονὶ κάββαλε μέσσῃ.
463
τῷ δὲ Φόβος καὶ Δεῖμος ἐύτροχον ἅρμα καὶ ἵππους
464
ἤλασαν αἶψ’ἐγγύς, καὶ ἀπὸ χθονὸς εὐρυοδείης
465
ἐς δίφρον θῆκαν πολυδαίδαλον · αἶψα δ’ἔπειτα
466
ἵππους μαστιέτην · ἵκοντο δὲ μακρὸν Ὄλυμπον.
467
υἱὸς δ’Ἀλκμήνης καὶ κυδάλιμος Ἰόλαος
468
Κύκνον σκυλεύσαντες ἀπ’ὤμων τεύχεα καλὰ
469
νίσσοντ’· αἶψα δ’ἔπειτα πόλιν Τρηχῖνος ἵκοντο
470
ἵπποις ὠκυπόδεσσιν. ἀτὰρ γλαυκῶπις Ἀθήνη
471
ἐξίκετ’Οὔλυμπόντε μέγαν καὶ δώματα πατρός.
472
κύκνον δ’αὖ Κῆυξ θάπτεν καὶ λαὸς ἀπείρων,
473
οἵ ῥ’ἐγγὺς ναῖον πόλιας κλειτοῦ βασιλῆος
474
Ἄνθην Μυρμιδόνωντε πόλιν κλειτήντ’Ἰαωλκὸν
475
Ἄρνηντ’ἠδ’Ἑλίκην · πολλὸς δ’ἠγείρετο λαός,
476
τιμῶντες Κήυκα, φίλον μακάρεσσι θεοῖσιν.
477
τοῦ δὲ τάφον καὶ σῆμ’ἀιδὲς ποίησεν Ἄναυρος
478
ὄμβρῳ χειμερίῳ πλήθων · τὼς γάρ μιν Ἀπόλλων
479
Λητοΐδης ἤνωξ’, ὅτι ῥα κλειτὰς ἑκατόμβας
480
ὅστις ἄγοι Πυθοῖδε βίῃ σύλασκε δοκεύων.