Hesiod

Works and Days

1
μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι
2
δεῦτε, Δί’ἐννέπετε, σφέτερον πατέρ’ὑμνείουσαι ·
3
ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοίτε φατοίτε,
4
ῥητοίτ’ἄρρητοίτε Διὸς μεγάλοιο ἕκητι.
5
ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,
6
ῥεῖα δ’ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
7
ῥεῖα δέτ’ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
8
Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
9
κλῦθι ἰδὼν ἀίωντε, δίκῃ δ’ἴθυνε θέμιστας
10
τύνη · ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.
11
οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλ’ἐπὶ γαῖαν
12
εἰσὶ δύω · τὴν μέν κεν ἐπαινέσσειε νοήσας,
13
δ’ἐπιμωμητή · διὰ δ’ἄνδιχα θυμὸν ἔχουσιν.
14
μὲν γὰρ πόλεμόντε κακὸν καὶ δῆριν ὀφέλλει,
15
σχετλίη · οὔτις τήν γε φιλεῖ βροτός, ἀλλ’ὑπ’ἀνάγκης
16
ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
17
τὴν δ’ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
18
θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
19
γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω ·
20
ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
21
εἰς ἕτερον γάρ τίςτε ἰδὼν ἔργοιο χατίζει
22
πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
23
οἶκόντ’εὖ θέσθαι · ζηλοῖ δέτε γείτονα γείτων
24
εἰς ἄφενος σπεύδοντ’· ἀγαθὴ δ’Ἔρις ἥδε βροτοῖσιν.
25
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
26
καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
27
Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
28
μη δέ σ’Ἔρις κακόχαρτος ἀπ’ἔργου θυμὸν ἐρύκοι
29
νείκε’ὀπιπεύοντ’ἀγορῆς ἐπακουὸν ἐόντα.
30
ὤρη γάρτ’ὀλίγη πέλεται νεικέωντ’ἀγορέωντε,
31
ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
32
ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
33
τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
34
κτήμασ’ἐπ’ἀλλοτρίοις · σοὶ δ’οὐκέτι δεύτερον ἔσται
35
ὧδ’ἔρδειν · ἀλλ’αὖθι διακρινώμεθα νεῖκος
36
ἰθείῃσι δίκῃς, αἵτ’ἐκ Διός εἰσιν ἄρισται.
37
ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθ’, ἀλλὰ τὰ πολλὰ
38
ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
39
δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
40
νήπιοι, οὐ δὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς
41
οὐ δ’ὅσον ἐν μαλάχῃτε καὶ ἀσφοδέλῳ μέγ’ὄνειαρ.
42
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν ·
43
ῥηιδίως γάρ κεν καὶ ἐπ’ἤματι ἐργάσσαιο,
44
ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα ·
45
αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
46
ἔργα βοῶν δ’ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
47
ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,
48
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης ·
49
τοὔνεκ’ἄρ’ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
50
κρύψε δὲ πῦρ · τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο
51
ἔκλεψ’ἀνθρώποισι Διὸς πάρα μητιόεντος
52
ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
53
τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς ·
54
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
55
χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
56
σοίτ’αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
57
τοῖς δ’ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, κεν ἅπαντες
58
τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
59
ὣς ἔφατ’· ἐκ δ’ἐγέλασσε πατὴρ ἀνδρῶντε θεῶντε.
60
Ἥφαιστον δ’ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
61
γαῖαν ὕδει φύρειν, ἐν δ’ἀνθρώπου θέμεν αὐδὴν
62
καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν
63
παρθενικῆς καλὸν εἶδος ἐπήρατον · αὐτὰρ Ἀθήνην
64
ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν ·
65
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην
66
καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας ·
67
ἐν δὲ θέμεν κύνεόντε νόον καὶ ἐπίκλοπον ἦθος
68
Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
69
ὣς ἔφαθ’· οἳ δ’ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
70
αὐτίκα δ’ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις
71
παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς ·
72
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη ·
73
ἀμφὶ δέ οἱ Χάριτέςτε θεαὶ καὶ πότνια Πειθὼ
74
ὅρμους χρυσείους ἔθεσαν χροΐ · ἀμφὶ δὲ τήν γε
75
Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν ·
76
πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.
77
ἐν δ’ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης
78
ψεύδεάθ’αἱμυλίουςτε λόγους καὶ ἐπίκλοπον ἦθος
79
τεῦξε Διὸς βουλῇσι βαρυκτύπου · ἐν δ’ἄρα φωνὴν
80
θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα
81
Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ’ἔχοντες
82
δῶρον ἐδώρησαν, πῆμ’ἀνδράσιν ἀλφηστῇσιν.
83
αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,
84
εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην
85
δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον · οὐ δ’Ἐπιμηθεὺς
86
ἐφράσαθ’, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον
87
δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλ’ἀποπέμπειν
88
ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.
89
αὐτὰρ δεξάμενος, ὅτε δὴ κακὸν εἶχ’, ἐνόησεν.
90
πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ’ἀνθρώπων
91
νόσφιν ἄτερτε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο
92
νούσωντ’ἀργαλέων, αἵτ’ἀνδράσι Κῆρας ἔδωκαν.
93
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.
94
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ’ἀφελοῦσα
95
ἐσκέδασ’· ἀνθρώποισι δ’ἐμήσατο κήδεα λυγρά.
96
μούνη δ’αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
97
ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐ δὲ θύραζε
98
ἐξέπτη · πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο
99
αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο.
100
ἄλλα δὲ μυρία λυγρὰ κατ’ἀνθρώπους ἀλάληται ·
101
πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα ·
102
νοῦσοι δ’ἀνθρώποισιν ἐφ’ἡμέρῃ, αἳ δ’ἐπὶ νυκτὶ
103
αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι
104
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς.
105
οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι.
106
εἰ δ’ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω
107
εὖ καὶ ἐπισταμένως · σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσιν.
108
ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοίτ’ἄνθρωποι.
109
χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων
110
ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ἔχοντες.
111
οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτ’οὐρανῷ ἐμβασίλευεν ·
112
ὥστε θεοὶ δ’ἔζωον ἀκηδέα θυμὸν ἔχοντες
113
νόσφιν ἄτερτε πόνων καὶ ὀιζύος · οὐ δέ τι δειλὸν
114
γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι
115
τέρποντ’ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων ·
116
θνῇσκον δ’ὥσθ’ὕπνῳ δεδμημένοι · ἐσθλὰ δὲ πάντα
117
τοῖσιν ἔην · καρπὸν δ’ἔφερε ζείδωρος ἄρουρα
118
αὐτομάτη πολλόντε καὶ ἄφθονον · οἳ δ’ἐθελημοὶ
119
ἥσυχοι ἔργ’ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν.
120
ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν.
121
αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖ’ἐκάλυψε,
122
τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται
123
ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,
124
οἵ ῥα φυλάσσουσίντε δίκας καὶ σχέτλια ἔργα
125
ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπ’αἶαν,
126
πλουτοδόται · καὶ τοῦτο γέρας βασιλήιον ἔσχον ,
127
δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν
128
ἀργύρεον ποίησαν Ὀλύμπια δώματ’ἔχοντες,
129
χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.
130
ἀλλ’ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ
131
ἐτρέφετ’ἀτάλλων, μέγα νήπιος, ἐνὶ οἴκῳ.
132
ἀλλ’ὅτ’ἄρ’ἡβήσαιτε καὶ ἥβης μέτρον ἵκοιτο,
133
παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγε’ἔχοντες
134
ἀφραδίῃς · ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο
135
ἀλλήλων ἀπέχειν, οὐ δ’ἀθανάτους θεραπεύειν
136
ἤθελον οὐ δ’ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,
137
θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα
138
Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς
139
οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
140
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ’ἐκάλυψε,
141
τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,
142
δεύτεροι, ἀλλ’ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ ,
143
Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων
144
χάλκειον ποίησ’, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,
145
ἐκ μελιᾶν, δεινόντε καὶ ὄβριμον · οἷσιν Ἄρηος
146
ἔργ’ἔμελεν στονόεντα καὶ ὕβριες · οὐ δέ τι σῖτον
147
ἤσθιον, ἀλλ’ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,
148
ἄπλαστοι · μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι
149
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
150
ὧν δ’ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέτε οἶκοι
151
χαλκῷ δ’εἰργάζοντο · μέλας δ’οὐκ ἔσκε σίδηρος.
152
καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες
153
βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο
154
νώνυμνοι · θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας
155
εἷλε μέλας, λαμπρὸν δ’ἔλιπον φάος ἠελίοιο.
156
αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖ’ἐκάλυψεν,
157
αὖτις ἔτ’ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ
158
Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,
159
ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται
160
ἡμίθεοι, προτέρη γενεὴ κατ’ἀπείρονα γαῖαν.
161
καὶ τοὺς μὲν πόλεμόςτε κακὸς καὶ φύλοπις αἰνή,
162
τοὺς μὲν ὑφ’ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,
163
ὤλεσε μαρναμένους μήλων ἕνεκ’Οἰδιπόδαο,
164
τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης
165
ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκ’ἠυκόμοιο.
166
ἔνθ’ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,
167
τοῖς δὲ δίχ’ἀνθρώπων βίοτον καὶ ἤθε’ὀπάσσας
168
Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.
170
καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες
171
ἐν μακάρων νήσοισι παρ’Ὠκεανὸν βαθυδίνην,
172
ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν
173
τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.
169
τηλοῦ ἀπ’ἀθανάτων · τοῖσιν Κρόνος ἐμβασιλεύει.
169a
τοῦ γὰρ δεσμὸν ἔλυσε πατὴρ ἀνδρῶντε θεῶντε.
169b
τοῖσι δ’ὁμῶς νεάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ.
169c
πέμπτον δ’αὖτις ἔτ’ἄλλο γένος θῆκ’εὐρύοπα Ζεὺς
169d
ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ.
174
μηκέτ’ἔπειτ’ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι
175
ἀνδράσιν, ἀλλ’ πρόσθε θανεῖν ἔπειτα γενέσθαι.
176
νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον · οὐ δέ ποτ’ἦμαρ
177
παύονται καμάτου καὶ ὀιζύος, οὐ δέ τι νύκτωρ
178
φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας ·
179
ἀλλ’ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.
180
Ζεὺς δ’ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,
181
εὖτ’ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.
182
οὐ δὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐ δέ τι παῖδες,
183
οὐ δὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,
184
οὐ δὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.
185
αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας ·
186
μέμψονται δ’ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι
187
σχέτλιοι οὐ δὲ θεῶν ὄπιν εἰδότες · οὐ δέ κεν οἵ γε
188
γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν
189
χειροδίκαι · ἕτερος δ’ἑτέρου πόλιν ἐξαλαπάξει.
190
οὐ δέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου
191
οὔτ’ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν
192
ἀνέρες αἰνήσουσι · δίκη δ’ἐν χερσί, καὶ αἰδὼς
193
οὐκ ἔσται · βλάψει δ’ κακὸς τὸν ἀρείονα φῶτα
194
μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δ’ὅρκον ὀμεῖται.
195
ζῆλος δ’ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι
196
δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.
197
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης
198
λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν
199
ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντ’ἀνθρώπους
200
Αἰδὼς καὶ Νέμεσις · τὰ δὲ λείψεται ἄλγεα λυγρὰ
201
θνητοῖς ἀνθρώποισι · κακοῦ δ’οὐκ ἔσσεται ἀλκή.
202
νῦν δ’αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς ·
203
ὧδ’ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον
204
ὕψι μάλ’ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς ·
205
δ’ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφ’ὀνύχεσσι,
206
μύρετο · τὴν ὅγ’ἐπικρατέως πρὸς μῦθον ἔειπεν ·
207
δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων ·
208
τῇ δ’εἶς, σ’ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν ·
209
δεῖπνον δ’, αἴ κ’ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.
210
ἄφρων δ’, ὅς κ’ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν ·
211
νίκηςτε στέρεται πρόςτ’αἴσχεσιν ἄλγεα πάσχει.
212
ὣς ἔφατ’ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.
213
Πέρση, σὺ δ’ἄκουε δίκης, μη δ’ὕβριν ὄφελλε ·
214
ὕβρις γάρτε κακὴ δειλῷ βροτῷ · οὐ δὲ μὲν ἐσθλὸς
215
ῥηιδίως φερέμεν δύναται, βαρύθει δέθ’ὑπ’αὐτῆς
216
ἐγκύρσας ἄτῃσιν · ὁδὸς δ’ἑτέρηφι παρελθεῖν
217
κρείσσων ἐς τὰ δίκαια · Δίκη δ’ὑπὲρ Ὕβριος ἴσχει
218
ἐς τέλος ἐξελθοῦσα · παθὼν δέτε νήπιος ἔγνω.
219
αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.
220
τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, κ’ἄνδρες ἄγωσι
221
δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.
222
δ’ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,
223
ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,
224
οἵτε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.
225
οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν
226
ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,
227
τοῖσι τέθηλε πόλις, λαοὶ δ’ἀνθεῦσιν ἐν αὐτῇ ·
228
εἰρήνη δ’ἀνὰ γῆν κουροτρόφος, οὐ δέ ποτ’αὐτοῖς
229
ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς ·
230
οὐ δέ ποτ’ἰθυδίκῃσι μετ’ἀνδράσι λιμὸς ὀπηδεῖ
231
οὐ δ’ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.
232
τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς
233
ἄκρη μέντε φέρει βαλάνους, μέσση δὲ μελίσσας ·
234
εἰροπόκοι δ’ὄιες μαλλοῖς καταβεβρίθασιν ·
235
τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν ·
236
θάλλουσιν δ’ἀγαθοῖσι διαμπερές · οὐ δ’ἐπὶ νηῶν
237
νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.
238
οἷς δ’ὕβριςτε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,
239
τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.
240
πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,
241
ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.
242
τοῖσιν δ’οὐρανόθεν μέγ’ἐπήγαγε πῆμα Κρονίων
243
λιμὸν ὁμοῦ καὶ λοιμόν · ἀποφθινύθουσι δὲ λαοί.
244
οὐ δὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι
245
Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου · ἄλλοτε δ’αὖτε
246
τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν γε τεῖχος
247
νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.
248
βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ
249
τήνδε δίκην · ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες
250
ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν
251
ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.
252
τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
253
ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων ·
254
οἵ ῥα φυλάσσουσίντε δίκας καὶ σχέτλια ἔργα
255
ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπ’αἶαν.
256
δέτε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,
257
κυδρήτ’αἰδοίητε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
258
καί ῥ’ὁπότ’ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,
259
αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι
260
γηρύετ’ἀνθρώπων ἄδικον νόον, ὄφρ’ἀποτίσῃ
261
δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες
262
ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.
263
ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε δίκας
264
δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.
265
οἷ γ’αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
266
δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.
267
πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας
268
καί νυ τάδ’, αἴ κ’ἐθέλῃσ’, ἐπιδέρκεται, οὐ δέ λήθει,
269
οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.
270
νῦν δὴ ἐγὼ μήτ’αὐτὸς ἐν ἀνθρώποισι δίκαιος
271
εἴην μήτ’ἐμὸς υἱός · ἐπεὶ κακὸν ἄνδρα δίκαιον
272
ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει ·
273
ἀλλὰ τά γ’οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.
274
Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,
275
καὶ νυ δίκης ἐπάκουε, βίης δ’ἐπιλήθεο πάμπαν.
276
τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων
277
ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς
278
ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετ’αὐτοῖς ·
279
ἀνθρώποισι δ’ἔδωκε δίκην, πολλὸν ἀρίστη
280
γίγνεται · εἰ γάρ τίς κ’ἐθέλῃ τὰ δίκαι’ἀγορεῦσαι
281
γιγνώσκων, τῷ μέντ’ὄλβον διδοῖ εὐρύοπα Ζεύς ·
282
ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας
283
ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,
284
τοῦ δέτ’ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται ·
285
ἀνδρὸς δ’εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.
286
σοὶ δ’ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.
287
τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι
288
ῥηιδίως · λείη μὲν ὁδός, μάλα δ’ἐγγύθι ναίει ·
289
τῆς δ’ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν
290
ἀθάνατοι · μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν
291
καὶ τρηχὺς τὸ πρῶτον · ἐπὴν δ’εἰς ἄκρον ἵκηται,
292
ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.
293
οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ
294
φρασσάμενος, τά κ’ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω ·
295
ἐσθλὸς δ’αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται ·
296
ὃς δέ κε μήτ’αὐτὸς νοέῃ μήτ’ἄλλου ἀκούων
297
ἐν θυμῷ βάλληται, δ’αὖτ’ἀχρήιος ἀνήρ.
298
ἀλλὰ σύ γ’ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς
299
ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς
300
ἐχθαίρῃ, φιλέῃ δέ σ’ἐυστέφανος Δημήτηρ
301
αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν ·
302
λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.
303
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς
304
ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,
305
οἵτε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ
306
ἔσθοντες · σοὶ δ’ἔργα φίλ’ἔστω μέτρια κοσμεῖν,
307
ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.
308
ἐξ ἔργων δ’ἄνδρες πολύμηλοίτ’ἀφνειοίτε ·
309
καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.
311
ἔργον δ’οὐδὲν ὄνειδος, ἀεργίη δέτ’ὄνειδος.
312
εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς
313
πλουτεῦντα · πλούτῳ δ’ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.
314
δαίμονι δ’οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,
315
εἴ κεν ἀπ’ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν
316
εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.
317
αἰδὼς δ’οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
318
αἰδώς, τ’ἄνδρας μέγα σίνεται ἠδ’ὀνίνησιν.
319
αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.
320
χρήματα δ’οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.
321
εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,
322
γ’ἀπὸ γλώσσης ληίσσεται, οἷάτε πολλὰ
323
γίγνεται, εὖτ’ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ
324
ἀνθρώπων, αἰδῶ δέτ’ἀναιδείη κατοπάζῃ ·
325
ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον
326
ἀνέρι τῷ, παῦρον δέτ’ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.
327
ἶσον δ’ὅςθ’ἱκέτην ὅςτε ξεῖνον κακὸν ἔρξῃ,
328
ὅςτε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ
329
κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων,
330
ὅςτέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα,
331
ὅςτε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ
332
νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν ·
333
τῷ δ’ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν
334
ἔργων ἀντ’ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν.
335
ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργ’ἀεσίφρονα θυμόν.
336
κὰδ δύναμιν δ’ἔρδειν ἱέρ’ἀθανάτοισι θεοῖσιν
337
ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δ’ἀγλαὰ μηρία καίειν ·
338
ἄλλοτε δὲ σπονδῇσι θύεσσίτε ἱλάσκεσθαι,
339
ἠμὲν ὅτ’εὐνάζῃ καὶ ὅτ’ἂν φάος ἱερὸν ἔλθῃ,
340
ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν,
341
ὄφρ’ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος.
342
τὸν φιλέοντ’ἐπὶ δαῖτα καλεῖν, τὸν δ’ἐχθρὸν ἐᾶσαι ·
343
τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει ·
344
εἰ γάρ τοι καὶ χρῆμ’ἐγχώριον ἄλλο γένηται,
345
γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί.
346
πῆμα κακὸς γείτων, ὅσσοντ’ἀγαθὸς μέγ’ὄνειαρ.
347
ἔμμορέ τοι τιμῆς, ὅςτ’ἔμμορε γείτονος ἐσθλοῦ.
348
οὐ δ’ἂν βοῦς ἀπόλοιτ’, εἰ μὴ γείτων κακὸς εἴη.
349
εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δ’ἀποδοῦναι,
350
αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι,
351
ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς.
352
μὴ κακὰ κερδαίνειν · κακὰ κέρδεα ἶσ’ἀάτῃσιν.
353
τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι.
354
καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ.
355
δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ’οὔτις ἔδωκεν.
356
δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα.
357
ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, γε, κεἰ μέγα δοίη,
358
χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν ·
359
ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,
360
καίτε σμικρὸν ἐόν, τό γ’ἐπάχνωσεν φίλον ἦτορ.
363
ὃς δ’ἐπ’ἐόντι φέρει, δ’ἀλέξεται αἴθοπα λιμόν ·
361
εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο
362
καὶ θαμὰ τοῦτ’ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.
364
οὐ δὲ τό γ’ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.
365
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.
366
ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ
367
χρηίζειν ἀπεόντος, σε φράζεσθαι ἄνωγα.
368
ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,
369
μεσσόθι φείδεσθαι · δειλὴ δ’ἐνὶ πυθμένι φειδώ.
370
μισθὸς δ’ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.
371
καίτε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.
372
πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.
373
μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω
374
αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.
375
ὃς δὲ γυναικὶ πέποιθε, πέποιθ’ γε φηλήτῃσιν.
376
μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον
377
φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.
378
γηραιὸς δὲ θάνοις ἕτερον παῖδ’ἐγκαταλείπων.
379
ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.
380
πλείων μὲν πλεόνων μελέτη, μείζων δ’ἐπιθήκη.
381
σοὶ δ’εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,
382
ὧδ’ἔρδειν, καὶ ἔργον ἐπ’ἔργῳ ἐργάζεσθαι.
383
πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων
384
ἄρχεσθ’ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.
385
αἳ δή τοι νύκταςτε καὶ ἤματα τεσσαράκοντα
386
κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ
387
φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.
388
οὗτός τοι πεδίων πέλεται νόμος, οἵτε θαλάσσης
389
ἐγγύθι ναιετάουσ’, οἵτ’ἄγκεα βησσήεντα,
390
πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον
391
ναίουσιν · γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,
392
γυμνὸν δ’ἀμάειν, εἴ χ’ὥρια πάντ’ἐθέλῃσθα
393
ἔργα κομίζεσθαι Δημήτερος · ὥς τοι ἕκαστα
394
ὥρι’ἀέξηται, μή πως τὰ μέταζε χατίζων
395
πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.
396
ὡς καὶ νῦν ἐπ’ἔμ’ἦλθες · ἐγὼ δέ τοι οὐκ ἐπιδώσω
397
οὐ δ’ἐπιμετρήσω · ἐργάζευ, νήπιε Πέρση,
398
ἔργα, τάτ’ἀνθρώποισι θεοὶ διετεκμήραντο,
399
μή ποτε σὺν παίδεσσι γυναικίτε θυμὸν ἀχεύων
400
ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δ’ἀμελῶσιν.
401
δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι · ἢν δ’ἔτι λυπῇς,
402
χρῆμα μὲν οὐ πρήξεις, σὺ δ’ἐτώσια πόλλ’ἀγορεύσεις ·
403
ἀχρεῖος δ’ἔσται ἐπέων νομός. ἀλλά σ’ἄνωγα
404
φράζεσθαι χρειῶντε λύσιν λιμοῦτ’ἀλεωρήν.
405
οἶκον μὲν πρώτιστα γυναῖκάτε βοῦντ’ἀροτῆρα,
406
κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,
407
χρήματα δ’ἐν οἴκῳ πάντ’ἄρμενα ποιήσασθαι,
408
μὴ σὺ μὲν αἰτῇς ἄλλον, δ’ἀρνῆται, σὺ δὲ τητᾷ,
409
δ’ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.
410
μη δ’ἀναβάλλεσθαι ἔςτ’αὔριον ἔςτε ἔνηφιν ·
411
οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν
412
οὐ δ’ἀναβαλλόμενος · μελέτη δὲ τὸ ἔργον ὀφέλλει ·
413
αἰεὶ δ’ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
414
ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο
415
καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος
416
Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς
417
πολλὸν ἐλαφρότερος · δὴ γὰρ τότε Σείριος ἀστὴρ
418
βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων
419
ἔρχεται ἠμάτιος, πλεῖον δέτε νυκτὸς ἐπαυρεῖ ·
420
τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ
421
ὕλη, φύλλα δ’ἔραζε χέει, πτόρθοιότε λήγει ·
422
τῆμος ἄρ’ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.
423
ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,
424
ἄξονα δ’ἑπταπόδην · μάλα γάρ νύ τοι ἄρμενον οὕτω ·
425
εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.
426
τρισπίθαμον δ’ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.
427
πόλλ’ἐπικαμπύλα κᾶλα · φέρειν δὲ γύην, ὅτ’ἂν εὕρῃς,
428
ἐς οἶκον, κατ’ὄρος διζήμενος κατ’ἄρουραν,
429
πρίνινον · ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,
430
εὖτ’ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας
431
γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.
432
δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,
433
αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω ·
434
εἴ χ’ἕτερον ἄξαις, ἕτερόν κ’ἐπὶ βουσὶ βάλοιο.
435
δάφνης δ’ πτελέης ἀκιώτατοι ἱστοβοῆες,
436
δρυὸς ἔλυμα, γύης πρίνου · βόε δ’ἐνναετήρω
437
ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,
438
ἥβης μέτρον ἔχοντε · τὼ ἐργάζεσθαι ἀρίστω.
439
οὐκ ἂν τώ γ’ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον
440
ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.
441
τοῖς δ’ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο
442
ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,
443
ὃς ἔργου μελετῶν ἰθεῖάν κ’αὔλακ’ἐλαύνοι,
444
μηκέτι παπταίνων μεθ’ὁμήλικας, ἀλλ’ἐπὶ ἔργῳ
445
θυμὸν ἔχων · τοῦ δ’οὔτι νεώτερος ἄλλος ἀμείνων
446
σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.
447
κουρότερος γὰρ ἀνὴρ μεθ’ὁμήλικας ἐπτοίηται.
448
φράζεσθαι δ’, εὖτ’ἂν γεράνου φωνὴν ἐπακούσῃς
449
ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης ·
450
ἥτ’ἀρότοιότε σῆμα φέρει καὶ χείματος ὥρην
451
δεικνύει ὀμβρηροῦ · κραδίην δ’ἔδακ’ἀνδρὸς ἀβούτεω ·
452
δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας ·
453
ῥηίδιον γὰρ ἔπος εἰπεῖν · βόε δὸς καὶ ἄμαξαν ·
454
ῥηίδιον δ’ἀπανήνασθαι · πάρα ἔργα βόεσσιν.
455
φησὶ δ’ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,
456
νήπιος, οὐ δὲ τὸ οἶδ’· ἑκατὸν δέτε δούρατ’ἀμάξης,
457
τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.
458
εὖτ’ἂν δὲ πρώτιστ’ἄροτος θνητοῖσι φανείῃ,
459
δὴ τότ’ἐφορμηθῆναι ὁμῶς δμῶέςτε καὶ αὐτὸς
460
αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθ’ὥρην,
461
πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.
462
ἦρι πολεῖν · θέρεος δὲ νεωμένη οὔ σ’ἀπατήσει.
463
νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν ·
464
νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.
465
εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερίθ’ἁγνῇ,
466
ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,
467
ἀρχόμενος τὰ πρῶτ’ἀρότου, ὅτ’ἂν ἄκρον ἐχέτλης
468
χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι
469
ἔνδρυον ἑλκόντων μεσάβων. δὲ τυτθὸς ὄπισθε
470
δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη
471
σπέρμα κατακρύπτων · ἐυθημοσύνη γὰρ ἀρίστη
472
θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.
473
ὧδέ κεν ἁδροσύνῃ στάχυες νεύοιεν ἔραζε,
474
εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,
475
ἐκ δ’ἀγγέων ἐλάσειας ἀράχνια · καί σε ἔολπα
476
γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.
477
εὐοχθέων δ’ἵξεαι πολιὸν ἔαρ, οὐ δὲ πρὸς ἄλλους
478
αὐγάσεαι · σέο δ’ἄλλος ἀνὴρ κεχρημένος ἔσται.
479
εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,
480
ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,
481
ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,
482
οἴσεις δ’ἐν φορμῷ · παῦροι δέ σε θηήσονται.
483
ἄλλοτε δ’ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,
484
ἀργαλέος δ’ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.
485
εἰ δέ κεν ὄψ’ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη ·
486
ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι
487
τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπ’ἀπείρονα γαῖαν,
488
τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μη δ’ἀπολήγοι,
489
μήτ’ἄρ’ὑπερβάλλων βοὸς ὁπλὴν μήτ’ἀπολείπων ·
490
οὕτω κ’ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.
491
ἐν θυμῷ δ’εὖ πάντα φυλάσσεο · μη δέ σε λήθοι
492
μήτ’ἔαρ γιγνόμενον πολιὸν μήθ’ὥριος ὄμβρος.
493
πὰρ δ’ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην
494
ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων
495
ἰσχάνει, ἔνθα κ’ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,
496
μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ
497
σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.
498
πολλὰ δ’ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,
499
χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.
500
ἐλπὶς δ’οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,
501
ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.
502
δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος ·
503
οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.
504
μῆνα δὲ Ληναιῶνα, κάκ’ἤματα, βουδόρα πάντα,
505
τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτ’ἐπὶ γαῖαν
506
πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,
507
ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ
508
ἐμπνεύσας ὤρινε · μέμυκε δὲ γαῖα καὶ ὕλη ·
509
πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάταςτε παχείας
510
οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ
511
ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.
512
θῆρες δὲ φρίσσουσ’, οὐρὰς δ’ὑπὸ μέζε’ἔθεντο,
513
τῶν καὶ λάχνῃ δέρμα κατάσκιον · ἀλλά νυ καὶ τῶν
514
ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.
515
καίτε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐ δέ μιν ἴσχει ·
516
καίτε δι’αἶγα ἄησι τανύτριχα · πώεα δ’οὔ τι,
517
οὕνεκ’ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν
518
ἲς ἀνέμου Βορέου · τροχαλὸν δὲ γέροντα τίθησιν.
519
καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,
520
ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει
521
οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης ·
522
εὖτε λοεσσαμένη τέρενα χρόα καὶ λίπ’ἐλαίῳ
523
χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου
524
ἤματι χειμερίῳ, ὅτ’ἀνόστεος ὃν πόδα τένδει
525
ἔντ’ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.
526
οὐ δέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι ·
527
ἀλλ’ἐπὶ κυανέων ἀνδρῶν δῆμόντε πόλιντε
528
στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.
529
καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται
530
λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα
531
φεύγουσιν · καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,
532
ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι
533
καὶ γλάφυ πετρῆεν · τότε δὴ τρίποδι βροτῷ ἶσοι,
534
οὗτ’ἐπὶ νῶτα ἔαγε, κάρη δ’εἰς οὖδας ὁρᾶται,
535
τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.
536
καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,
537
χλαῖνάντε μαλακὴν καὶ τερμιόεντα χιτῶνα ·
538
στήμονι δ’ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι ·
539
τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,
540
μη δ’ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.
541
ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο
542
ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.
543
πρωτογόνων δ’ἐρίφων, ὁπότ’ἂν κρύος ὥριον ἔλθῃ,
544
δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρ’ἐπὶ νώτῳ
545
ὑετοῦ ἀμφιβάλῃ ἀλέην · κεφαλῆφι δ’ὕπερθεν
546
πῖλον ἔχειν ἀσκητόν, ἵν’οὔατα μὴ καταδεύῃ ·
547
ψυχρὴ γάρτ’ἠὼς πέλεται Βορέαο πεσόντος
548
ἠώιος δ’ἐπὶ γαῖαν ἀπ’οὐρανοῦ ἀστερόεντος
549
ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις ·
550
ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,
551
ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ
552
ἄλλοτε μένθ’ὕει ποτὶ ἕσπερον, ἄλλοτ’ἄησι
553
πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.
554
τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,
555
μή ποτέ σ’οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,
556
χρῶτα δὲ μυδαλέον θήῃ κατάθ’εἵματα δεύσῃ.
557
ἀλλ’ὑπαλεύασθαι · μεὶς γὰρ χαλεπώτατος οὗτος,
558
χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δ’ἀνθρώποις.
559
τῆμος τὤμισυ βουσίν, ἐπ’ἀνέρι δὲ πλέον εἴη
560
ἁρμαλιῆς · μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.
561
ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν
562
ἰσοῦσθαι νύκταςτε καὶ ἤματα, εἰσόκεν αὖτις
563
γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.
564
εὖτ’ἂν δ’ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο
565
χειμέρι’ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότ’ἀστὴρ
566
Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο
567
πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.
568
τὸν δὲ μέτ’ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν
569
ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.
570
τὴν φθάμενος οἴνας περταμνέμεν · ὣς γὰρ ἄμεινον.
571
ἀλλ’ὁπότ’ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ
572
Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων ·
573
ἀλλ’ἅρπαςτε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν ·
574
φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπ’ἠόα κοῖτον
575
ὥρῃ ἐν ἀμήτου, ὅτετ’ἠέλιος χρόα κάρφει.
576
τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν
577
ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.
578
ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,
579
ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,
580
ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου
581
ἀνθρώπους πολλοῖσίτ’ἐπὶ ζυγὰ βουσὶ τίθησιν.
582
ἦμος δὲ σκόλυμόςτ’ἀνθεῖ καὶ ἠχέτα τέττιξ
583
δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετ’ἀοιδὴν
584
πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,
585
τῆμος πιόταταίτ’αἶγες καὶ οἶνος ἄριστος,
586
μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
587
εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,
588
αὐαλέος δέτε χρὼς ὑπὸ καύματος · ἀλλὰ τότ’ἤδη
589
εἴη πετραίητε σκιὴ καὶ βίβλινος οἶνος,
590
μάζατ’ἀμολγαίη γάλατ’αἰγῶν σβεννυμενάων,
591
καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης
592
πρωτογόνωντ’ἐρίφων · ἐπὶ δ’αἴθοπα πινέμεν οἶνον,
593
ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,
594
ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,
595
κρήνηςτ’αἰενάου καὶ ἀπορρύτου, ἥτ’ἀθόλωτος,
596
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
597
δμωσὶ δ’ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν
598
δινέμεν, εὖτ’ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,
599
χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.
600
μέτρῳ δ’εὖ κομίσασθαι ἐν ἄγγεσιν · αὐτὰρ ἐπὴν δὴ
601
πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,
602
θῆτάτ’ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον
603
δίζησθαι κέλομαι · χαλεπὴ δ’ὑπόπορτις ἔριθος ·
604
καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,
605
μή ποτέ σ’ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθ’ἕληται.
606
χόρτον δ’ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη
607
βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα
608
δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.
609
εὖτ’ἂν δ’Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ
610
οὐρανόν, Ἀρκτοῦρον δ’ἐσίδῃ ῥοδοδάκτυλος Ἠώς,
611
Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς ·
612
δεῖξαι δ’ἠελίῳ δέκατ’ἤματα καὶ δέκα νύκτας,
613
πέντε δὲ συσκιάσαι, ἕκτῳ δ’εἰς ἄγγε’ἀφύσσαι
614
δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ
615
Πληιάδεςθ’Ὑάδεςτε τότε σθένος Ὠαρίωνος
616
δύνωσιν, τότ’ἔπειτ’ἀρότου μεμνημένος εἶναι
617
ὡραίου · πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.
618
εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,
619
εὖτ’ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος
620
φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,
621
δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται ·
622
καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,
623
γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.
624
νῆα δ’ἐπ’ἠπείρου ἐρύσαι πυκάσαιτε λίθοισι
625
πάντοθεν, ὄφρ’ἴσχωσ’ἀνέμων μένος ὑγρὸν ἀέντων,
626
χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.
627
ὅπλα δ’ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ
628
εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο ·
629
πηδάλιον δ’ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.
630
αὐτὸς δ’ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ ·
631
καὶ τότε νῆα θοὴν ἅλαδ’ἑλκέμεν, ἐν δέτε φόρτον
632
ἄρμενον ἐντύνασθαι, ἵν’οἴκαδε κέρδος ἄρηαι,
633
ὥς περ ἐμόςτε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,
634
πλωίζεσκ’ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ ·
635
ὅς ποτε καὶ τῇδ’ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,
636
Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ ·
637
οὐκ ἄφενος φεύγων οὐ δὲ πλοῦτόντε καὶ ὄλβον,
638
ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν ·
639
νάσσατο δ’ἄγχ’Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,
640
Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐ δέ ποτ’ἐσθλῇ.
641
τύνη δ’, Πέρση, ἔργων μεμνημένος εἶναι
642
ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.
643
νῆ’ὀλίγην αἰνεῖν, μεγάλῃ δ’ἐνὶ φορτία θέσθαι.
644
μείζων μὲν φόρτος, μεῖζον δ’ἐπὶ κέρδεϊ κέρδος
645
ἔσσεται, εἴ κ’ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.
646
εὖτ’ἂν ἐπ’ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν
647
βούληαι χρέατε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,
648
δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,
649
οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.
650
οὐ γάρ πώ ποτε νηί γ’ἐπέπλων εὐρέα πόντον,
651
εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ποτ’Ἀχαιοὶ
652
μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν
653
Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.
654
ἔνθα δ’ἐγὼν ἐπ’ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος
655
Χαλκίδατ’εἲς ἐπέρησα · τὰ δὲ προπεφραδμένα πολλὰ
656
ἄεθλ’ἔθεσαν παῖδες μεγαλήτορος · ἔνθα μέ φημι
657
ὕμνῳ νικήσαντα φέρειν τρίποδ’ὠτώεντα.
658
τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσ’ἀνέθηκα,
659
ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.
660
τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων ·
661
ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο ·
662
Μοῦσαι γάρ μ’ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.
663
ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,
664
ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,
665
ὡραῖος πέλεται θνητοῖς πλόος · οὔτε κε νῆα
666
καυάξαις οὔτ’ἄνδρας ἀποφθείσειε θάλασσα,
667
εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων
668
Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι ·
669
ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶντε κακῶντε.
670
τῆμος δ’εὐκρινέεςτ’αὖραι καὶ πόντος ἀπήμων ·
671
εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας
672
ἑλκέμεν ἐς πόντον φόρτοντ’ἐς πάντα τίθεσθαι,
673
σπεύδειν δ’ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι ·
674
μη δὲ μένειν οἶνόντε νέον καὶ ὀπωρινὸν ὄμβρον
675
καὶ χειμῶν’ἐπιόντα Νότοιότε δεινὰς ἀήτας,
676
ὅστ’ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ
677
πολλῷ ὀπωρινῷ, χαλεπὸν δέτε πόντον ἔθηκεν.
678
ἄλλος δ’εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν ·
679
ἦμος δὴ τὸ πρῶτον, ὅσοντ’ἐπιβᾶσα κορώνη
680
ἴχνος ἐποίησεν, τόσσον πέταλ’ἀνδρὶ φανείῃ
681
ἐν κράδῃ ἀκροτάτῃ, τότε δ’ἄμβατός ἐστι θάλασσα ·
682
εἰαρινὸς δ’οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε
683
αἴνημ’· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν ·
684
ἁρπακτός · χαλεπῶς κε φύγοις κακόν · ἀλλά νυ καὶ τὰ
685
ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο ·
686
χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.
687
δεινὸν δ’ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σ’ἄνωγα
688
φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.
689
μη δ’ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι ·
690
ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.
691
δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.
692
δεινὸν δ’, εἴ κ’ἐπ’ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας
693
ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.
694
μέτρα φυλάσσεσθαι · καιρὸς δ’ἐπὶ πᾶσιν ἄριστος.
695
ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,
696
μήτε τριηκόντων ἐτέων μάλα πόλλ’ἀπολείπων
697
μήτ’ἐπιθεὶς μάλα πολλά · γάμος δέ τοι ὥριος οὗτος ·
698
δὲ γυνὴ τέτορ’ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.
699
παρθενικὴν δὲ γαμεῖν, ὥς κ’ἤθεα κεδνὰ διδάξῃς.
700
τὴν δὲ μάλιστα γαμεῖν, τις σέθεν ἐγγύθι ναίει,
701
πάντα μάλ’ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.
702
οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετ’ἄμεινον
703
τῆς ἀγαθῆς, τῆς δ’αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,
704
δειπνολόχης · ἥτ’ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα
705
εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν.
706
εὖ δ’ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.
707
μη δὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον ·
708
εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.
709
μη δὲ ψεύδεσθαι γλώσσης χάριν · εἰ δὲ σέ γ’ἄρχῃ
710
τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,
711
δὶς τόσα τίνυσθαι μεμνημένος · εἰ δὲ σέ γ’αὖτις
712
ἡγῆτ’ἐς φιλότητα, δίκην δ’ἐθέλῃσι παρασχεῖν,
713
δέξασθαι · δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον
714
ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.
715
μη δὲ πολύξεινον μη δ’ἄξεινον καλέεσθαι,
716
μη δὲ κακῶν ἕταρον μη δ’ἐσθλῶν νεικεστῆρα.
717
μη δέ ποτ’οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ
718
τέτλαθ’ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.
719
γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος
720
φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.
721
εἰ δὲ κακὸν εἴποις, τάχα κ’αὐτὸς μεῖζον ἀκούσαις.
722
μη δὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι
723
ἐκ κοινοῦ · πλείστη δὲ χάρις, δαπάνητ’ὀλιγίστη.
724
μη δέ ποτ’ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον
725
χερσὶν ἀνίπτοισιν μη δ’ἄλλοις ἀθανάτοισιν ·
726
οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέτ’ἀράς.
727
μη δ’ἄντ’ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν ·
728
αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔςτ’ἀνιόντα ·
729
μήτ’ἐν ὁδῷ μήτ’ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς
730
μη δ’ἀπογυμνωθείς · μακάρων τοι νύκτες ἔασιν ·
731
ἑζόμενος δ’ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,
732
γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.
733
μη δ’αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου
734
ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλ’ἀλέασθαι.
735
μη δ’ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα
736
σπερμαίνειν γενεήν, ἀλλ’ἀθανάτων ἀπὸ δαιτός.
737
μη δέ ποτ’αἰενάων ποταμῶν καλλίρροον ὕδωρ
738
ποσσὶ περᾶν, πρίν γ’εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,
739
χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.
740
ὃς ποταμὸν διαβῇ κακότητ’ἰδὲ χεῖρας ἄνιπτος,
741
τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.
742
μη δ’ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ
743
αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.
744
μη δέ ποτ’οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε
745
πινόντων · ὀλοὴ γὰρ ἐπ’αὐτῷ μοῖρα τέτυκται.
746
μη δὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,
747
μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.
748
μη δ’ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα
749
ἔσθειν μη δὲ λόεσθαι · ἐπεὶ καὶ τοῖς ἔνι ποινή.
750
μη δ’ἐπ’ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,
751
παῖδα δυωδεκαταῖον, ὅτ’ἀνέρ’ἀνήνορα ποιεῖ,
752
μη δὲ δυωδεκάμηνον · ἴσον καὶ τοῦτο τέτυκται.
753
μη δὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι
754
ἀνέρα · λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστ’ἐπὶ καὶ τῷ
755
ποινή. μη δ’ἱεροῖσιν ἐπ’αἰθομένοισι κυρήσας
756
μωμεύειν ἀίδηλα · θεός νύ τι καὶ τὰ νεμεσσᾷ.
757
μη δέ ποτ’ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων
758
μη δ’ἐπὶ κρηνάων οὐρεῖν, μάλα δ’ἐξαλέασθαι ·
759
μη δ’ἐναποψύχειν · τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.
760
ὧδ’ἔρδειν · δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.
761
φήμη γάρτε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι
762
ῥεῖα μάλ’, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δ’ἀποθέσθαι.
763
φήμη δ’οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ
764
λαοὶ φημίξωσι · θεός νύ τίς ἐστι καὶ αὐτή.
765
ἤματα δ’ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν
766
πεφραδέμεν δμώεσσι · τριηκάδα μηνὸς ἀρίστην
767
ἔργατ’ἐποπτεύειν ἠδ’ἁρμαλιὴν δατέασθαι.
769
αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,
768
εὖτ’ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.
770
πρῶτον ἔνη τετράςτε καὶ ἑβδόμη ἱερὸν ἦμαρ ·
771
τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ ·
772
ὀγδοάτη δ’ἐνάτητε, δύω γε μὲν ἤματα μηνὸς
773
ἔξοχ’ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι ·
774
ἑνδεκάτη δὲ δυωδεκάτητ’, ἄμφω γε μὲν ἐσθλαί,
775
ἠμὲν ὄις πείκειν ἠδ’εὔφρονα καρπὸν ἀμᾶσθαι ·
776
δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγ’ἀμείνων ·
777
τῇ γάρ τοι νῇ νήματ’ἀερσιπότητος ἀράχνης
778
ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται ·
779
τῇ δ’ἱστὸν στήσαιτο γυνὴ προβάλοιτότε ἔργον.
780
μηνὸς δ’ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι
781
σπέρματος ἄρξασθαι · φυτὰ δ’ἐνθρέψασθαι ἀρίστη.
782
ἕκτη δ’ μέσση μάλ’ἀσύμφορός ἐστι φυτοῖσιν,
783
ἀνδρογόνος δ’ἀγαθή · κούρῃ δ’οὐ σύμφορός ἐστιν,
784
οὔτε γενέσθαι πρῶτ’οὔτ’ἂρ γάμου ἀντιβολῆσαι.
785
οὐ δὲ μὲν πρώτη ἕκτη κούρῃ γε γενέσθαι
786
ἄρμενος, ἀλλ’ἐρίφους τάμνειν καὶ πώεα μήλων
787
σηκόντ’ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ ·
788
ἐσθλὴ δ’ἀνδρογόνος · φιλέοι δ’ γε κέρτομα βάζειν
789
ψεύδεάθ’αἱμυλίουςτε λόγους κρυφίουςτ’ὀαρισμούς.
790
μηνὸς δ’ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον
791
ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς.
792
εἰκάδι δ’ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα
793
γείνασθαι · μάλα γάρτε νόον πεπυκασμένος ἐστίν.
794
ἐσθλὴ δ’ἀνδρογόνος δεκάτη, κούρῃ δέτε τετρὰς
795
μέσση · τῇ δέτε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
796
καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς
797
πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ
798
τετράδ’ἀλεύασθαι φθίνοντόςθ’ἱσταμένουτε
799
ἄλγε’ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ.
800
ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν
801
οἰωνοὺς κρίνας, οἳ ἐπ’ἔργματι τούτῳ ἄριστοι.
802
πέμπτας δ’ἐξαλέασθαι, ἐπεὶ χαλεπαίτε καὶ αἰναί ·
803
ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
804
Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ’ἐπιόρκοις.
805
Μέσσῃ δ’ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν
806
εὖ μάλ’ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
807
βαλλέμεν, ὑλοτόμοντε ταμεῖν θαλαμήια δοῦρα
808
νήιάτε ξύλα πολλά, τάτ’ἄρμενα νηυσὶ πέλονται.
809
τετράδι δ’ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
810
εἰνὰς δ’ μέσση ἐπὶ δείελα λώιον ἦμαρ,
811
πρωτίστη δ’εἰνὰς παναπήμων ἀνθρώποισιν ·
812
ἐσθλὴ μὲν γάρθ’ γε φυτευέμεν ἠδὲ γενέσθαι
813
ἀνέριτ’ἠδὲ γυναικί · καὶ οὔποτε πάγκακον ἦμαρ.
814
παῦροι δ’αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
815
ἄρξασθαίτε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι
816
βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,
817
νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον
818
εἰρύμεναι · παῦροι δέτ’ἀληθέα κικλῄσκουσιν.
819
τετράδι δ’οἶγε πίθον · περὶ πάντων ἱερὸν ἦμαρ
820
μέσση · παῦροι δ’αὖτε μετ’εἰκάδα μηνὸς ἀρίστην
821
ἠοῦς γιγνομένης · ἐπὶ δείελα δ’ἐστὶ χερείων.
822
αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγ’ὄνειαρ,
823
αἱ δ’ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι.
824
ἄλλος δ’ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν.
825
ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ.
826
τάων εὐδαίμωντε καὶ ὄλβιος, ὃς τάδε πάντα
827
εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν,
828
ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων.