Theogony
Μουσάων Ἑλικωνιάδων ἀρχώμεθ’ἀείδειν,
2αἵθ’Ἑλικῶνος ἔχουσιν ὄρος μέγατε ζάθεόντε
3καίτε περὶ κρήνην ἰοειδέα πόσσ’ἁπαλοῖσιν
4ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.
5καίτε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο
6ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο
7ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο
8καλούς, ἱμερόεντας · ἐπερρώσαντο δὲ ποσσίν.
9ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,
10ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,
11ὑμνεῦσαι Δίατ’αἰγίοχον καὶ πότνιαν Ἥρην
12Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,
13κούρηντ’αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην
14Φοῖβόντ’Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν
15ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,
16καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόντ’Ἀφροδίτην
17Ἥβηντε χρυσοστέφανον καλήντε Διώνην
18Λητώτ’Ἰαπετόντε ἰδὲ Κρόνον ἀγκυλομήτην
19Ἠῶτ’Ἠέλιόντε μέγαν λαμπράντε Σελήνην
20Γαῖάντ’Ὠκεανόντε μέγαν καὶ Νύκτα μέλαιναν
21ἄλλωντ’ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
22αἵ νύ ποθ’Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
23ἄρνας ποιμαίνονθ’Ἑλικῶνος ὕπο ζαθέοιο.
24τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
25Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο ·
26ποιμένες ἄγραυλοι, κάκ’ἐλέγχεα, γαστέρες οἶον,
27ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
28ἴδμεν δ’, εὖτ’ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
29ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι ·
30καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον
31δρέψασαι, θηητόν · ἐνέπνευσαν δέ μοι αὐδὴν
32θέσπιν, ἵνα κλείοιμι τάτ’ἐσσόμενα πρότ’ἐόντα.
33καί μ’ἐκέλονθ’ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
34σφᾶς δ’αὐτὰς πρῶτόντε καὶ ὕστατον αἰὲν ἀείδειν.
35ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην;
36τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
37ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
38εἰρεῦσαι τάτ’ἐόντα τάτ’ἐσσόμενα πρότ’ἐόντα,
39φωνῇ ὁμηρεῦσαι · τῶν δ’ἀκάματος ῥέει αὐδὴ
40ἐκ στομάτων ἡδεῖα · γελᾷ δέτε δώματα πατρὸς
41Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ
42σκιδναμένῃ · ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου
43δώματάτ’ἀθανάτων. αἳ δ’ἄμβροτον ὄσσαν ἱεῖσαι
44θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ
45ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,
46οἵτ’ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.
47δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρ’ἠδὲ καὶ ἀνδρῶν,
48ἀρχόμεναίθ’ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,
49ὅσσον φέρτατός ἐστι θεῶν κράτείτε μέγιστος.
50αὖτις δ’ἀνθρώπωντε γένος κρατερῶντε Γιγάντων
51ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου
52Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.
53τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
54Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
55λησμοσύνηντε κακῶν ἄμπαυμάτε μερμηράων.
56ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς
57νόσφιν ἀπ’ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων ·
58ἀλλ’ὅτε δή ῥ’ἐνιαυτὸς ἔην, περὶ δ’ἔτραπον ὧραι
59μηνῶν φθινόντων, περὶ δ’ἤματα πόλλ’ἐτελέσθη,
60ἣ δ’ἔτεκ’ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ
61μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,
62τυτθὸν ἀπ’ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.
63ἔνθα σφιν λιπαροίτε χοροὶ καὶ δώματα καλά.
64πὰρ δ’αὐτῇς Χάριτέςτε καὶ Ἵμερος οἰκί’ἔχουσιν
65ἐν θαλίῃς · ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι
66μέλπονται πάντωντε νόμους καὶ ἤθεα κεδνὰ
67ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.
68αἳ τότ’ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,
69ἀμβροσίῃ μολπῇ · περὶ δ’ἴαχε γαῖα μέλαινα
70ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει
71νισσομένων πατέρ’εἰς ὅν · ὃ δ’οὐρανῷ ἐμβασιλεύει,
72αὐτὸς ἔχων βροντὴν ἠδ’αἰθαλόεντα κεραυνόν,
73κάρτει νικήσας πατέρα Κρόνον · εὖ δὲ ἕκαστα
74ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.
75ταῦτ’ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματ’ἔχουσαι,
76ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,
77Κλειώτ’Εὐτέρπητε Θάλειάτε Μελπομέενητε
78Τερψιχόρητ’Ἐρατώτε Πολύμνιάτ’Οὐρανίητε
79Καλλιόπηθ’· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.
80ἣ γὰρ καὶ βασιλεῦσιν ἅμ’αἰδοίοισιν ὀπηδεῖ.
81ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο
82γεινόμενόντε ἴδωσι διοτρεφέων βασιλήων,
83τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,
84τοῦ δ’ἔπε’ἐκ στόματος ῥεῖ μείλιχα · οἱ δέτε λαοὶ
85πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας
86ἰθείῃσι δίκῃσιν · ὃ δ’ἀσφαλέως ἀγορεύων
87αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν ·
88το- τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς
89βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι
90ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν.
91ἐρχόμενον δ’ἀν’ἀγῶνα θεὸν ὣς ἱλάσκονται
92αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν ·
93τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.
94ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος
95ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί,
96ἐκ δὲ Διὸς βασιλῆες · ὃ δ’ὄλβιος, ὅν τινα Μοῦσαι
97φίλωνται · γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
98εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ
99ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς
100Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων
101ὑμνήσῃ μάκαράςτε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,
102αἶψ’ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐ δέ τι κηδέων
103μέμνηται · ταχέως δὲ παρέτραπε δῶρα θεάων.
104χαίρετε, τέκνα Διός, δότε δ’ἱμερόεσσαν ἀοιδήν.
105κλείετε δ’ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων,
106οἳ Γῆςτ’ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,
107Νυκτόςτε δνοφερῆς, οὕςθ’ἁλμυρὸς ἔτρεφε Πόντος.
108εἴπατε δ’, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο
109καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,
110ἄστρατε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
111οἵτ’ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων
112ὥςτ’ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο
113ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
114ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματ’ἔχουσαι
115ἐξ ἀρχῆς, καὶ εἴπαθ’, ὅ τι πρῶτον γένετ’αὐτῶν.
116ἦ τοι μὲν πρώτιστα Χάος γένετ’, αὐτὰρ ἔπειτα
117Γαῖ’εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
118ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
119Τάρταράτ’ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,
120ἠδ’Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
121λυσιμελής, πάντων δὲ θεῶν πάντωντ’ἀνθρώπων
122δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
123ἐκ Χάεος δ’Ἔρεβόςτε μέλαινάτε Νὺξ ἐγένοντο ·
124Νυκτὸς δ’αὖτ’Αἰθήρτε καὶ Ἡμέρη ἐξεγένοντο,
125οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα.
126Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ
127Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτοι,
128ὄφρ’εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.
129γείνατο δ’Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,
130Νυμφέων, αἳ ναίουσιν ἀν’οὔρεα βησσήεντα.
131ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,
132Πόντον, ἄτερ φιλότητος ἐφιμέρου · αὐτὰρ ἔπειτα
133Οὐρανῷ εὐνηθεῖσα τέκ’Ὠκεανὸν βαθυδίνην,
134Κοῖόντε Κρῖόνθ’Ὑπερίονάτ’Ἰαπετόντε
135Θείαντε Ῥείαντε Θέμιντε Μνημοσύνηντε
136Φοίβηντε χρυσοστέφανον Τηθύντ’ἐρατεινήν.
137τοὺς δὲ μέθ’ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,
138δεινότατος παίδων · θαλερὸν δ’ἤχθηρε τοκῆα.
139γείνατο δ’αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,
140Βρόντηντε Στερόπηντε καὶ Ἄργην ὀβριμόθυμον,
141οἳ Ζηνὶ βροντήντε δόσαν τεῦξάντε κεραυνόν.
142οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,
143μοῦνος δ’ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.
144Κύκλωπες δ’ὄνομ’ἦσαν ἐπώνυμον, οὕνεκ’ἄρα σφέων
145κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ ·
146ἰσχὺς δ’ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ’ἔργοις.
147ἄλλοι δ’αὖ Γαίηςτε καὶ Οὐρανοῦ ἐξεγένοντο
148τρεῖς παῖδες μεγάλοιτε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,
149Κόττοςτε Βριάρεώςτε Γύηςθ’, ὑπερήφανα τέκνα.
150τῶν ἑκατὸν μὲν χεῖρες ἀπ’ὤμων ἀίσσοντο,
151ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
152ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν ·
153ἰσχὺς δ’ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.
154ὅσσοι γὰρ Γαίηςτε καὶ Οὐρανοῦ ἐξεγένοντο,
155δεινότατοι παίδων, σφετέρῳ δ’ἤχθοντο τοκῆι
156ἐξ ἀρχῆς · καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,
157πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,
158Γαίης ἐν κευθμῶνι, κακῷ δ’ἐπετέρπετο ἔργῳ
159Οὐρανός. ἣ δ’ἐντὸς στοναχίζετο Γαῖα πελώρη
160στεινομένη · δολίην δὲ κακήντ’ἐφράσσατο τέχνην.
161αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος
162τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν ·
163εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ ·
164παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ’ἐθέλητε
165πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην
166ὑμετέρου · πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
167ὣς φάτο · τοὺς δ’ἄρα πάντας ἕλεν δέος, οὐ δέ τις αὐτῶν
168φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης
169ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν ·
170μῆτερ, ἐγώ κεν τοῦτό γ’ὑποσχόμενος τελέσαιμι
171ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω
172ἡμετέρου · πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.
173ὣς φάτο · γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη ·
174εἷσε δέ μιν κρύψασα λόχῳ · ἐνέθηκε δὲ χερσὶν
175ἅρπην καρχαρόδοντα · δόλον δ’ὑπεθήκατο πάντα.
176ἦλθε δὲ νύκτ’ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ
177ἱμείρων φιλότητος ἐπέσχετο καί ῥ’ἐτανύσθη
178πάντη · ὃ δ’ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ
179σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην
180μακρὴν καρχαρόδοντα, φίλου δ’ἀπὸ μήδεα πατρὸς
181ἐσσυμένως ἤμησε, πάλιν δ’ἔρριψε φέρεσθαι
182ἐξοπίσω · τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός ·
183ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,
184πάσας δέξατο Γαῖα · περιπλομένων δ’ἐνιαυτῶν
185γείνατ’Ἐρινῦςτε κρατερὰς μεγάλουςτε Γίγαντας,
186τεύχεσι λαμπομένους, δολίχ’ἔγχεα χερσὶν ἔχοντας,
187Νύμφαςθ’ἃς Μελίας καλέουσ’ἐπ’ἀπείρονα γαῖαν.
188μήδεα δ’ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι
189κάββαλ’ἀπ’ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,
190ὣς φέρετ’ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς
191ἀφρὸς ἀπ’ἀθανάτου χροὸς ὤρνυτο · τῷ δ’ἔνι κούρη
192ἐθρέφθη · πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν
193ἔπλητ’, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.
194ἐκ δ’ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη
195ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο · τὴν δ’Ἀφροδίτην
196ἀφρογενέατε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν
197κικλῄσκουσι θεοίτε καὶ ἀνέρες, οὕνεκ’ἐν ἀφρῷ
198θρέφθη · ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις ·
199Κυπρογενέα δ’, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ ·
200ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.
201τῇ δ’Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς
202γεινομένῃ τὰ πρῶτα θεῶντ’ἐς φῦλον ἰούσῃ.
203ταύτην δ’ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε
204μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,
205παρθενίουςτ’ὀάρους μειδήματάτ’ἐξαπάταςτε
206τέρψιντε γλυκερὴν φιλότητάτε μειλιχίηντε.
207τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε
208παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός ·
209φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι
210ἔργον, τοῖο δ’ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.
211νὺξ δ’ἔτεκεν στυγερόντε Μόρον καὶ Κῆρα μέλαιναν
212καὶ Θάνατον, τέκε δ’Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων ·
214δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν
213οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή,
215Ἑσπερίδαςθ’, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο
216χρύσεα καλὰ μέλουσι φέροντάτε δένδρεα καρπόν.
217καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,
218Κλωθώτε Λάχεσίντε καὶ Ἄτροπον, αἵτε βροτοῖσι
219γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόντε κακόντε,
220αἵτ’ἀνδρῶντε θεῶντε παραιβασίας ἐφέπουσιν ·
221οὐ δέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,
222πρίν γ’ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.
223τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,
224Νὺξ ὀλοή · μετὰ τὴν δ’Ἀπάτην τέκε καὶ Φιλότητα
225Γῆράςτ’οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον.
226αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα
227Λήθηντε Λιμόντε καὶ Ἄλγεα δακρυόεντα
228Ὑσμίναςτε Μάχαςτε Φόνουςτ’Ἀνδροκτασίαςτε
229Νείκεάτε ψευδέαςτε Λόγους Ἀμφιλλογίαςτε
230Δυσνομίηντ’Ἄτηντε, συνήθεας ἀλλήλῃσιν,
231Ὅρκονθ’, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
232πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.
233Νηρέα δ’ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,
234πρεσβύτατον παίδων · αὐτὰρ καλέουσι γέροντα,
235οὕνεκα νημερτήςτε καὶ ἤπιος, οὐ δὲ θεμιστέων
236λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν ·
237αὖτις δ’αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
238Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον
239Εὐρυβίηντ’ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
240Νηρῆος δ’ἐγένοντο μεγήρατα τέκνα θεάων
241πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,
242κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,
243Πλωτώτ’Εὐκράντητε Σαώτ’Ἀμφιτρίτητε
244Εὐδώρητε Θέτιςτε Γαλήνητε Γλαύκητε
245Κυμοθόη Σπειώτε Θόηθ’Ἀλίητ’ἐρόεσσα
246Πασιθέητ’Ἐρατώτε καὶ Εὐνίκη ῥοδόπηχυς
247καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ
248Δωτώτε Πρωτώτε Φέρουσάτε Δυναμένητε
249Νησαίητε καὶ Ἀκταίη καὶ Πρωτομέδεια
250Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια
251Ἱπποθόητ’ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς
252Κυμοδόκηθ’, ἣ κύματ’ἐν ἠεροειδέι πόντῳ
253πνοιάςτε ζαέων ἀνέμων σὺν Κυματολήγῃ
254ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,
255Κυμώτ’Ἠιόνητε ἐυστέφανόςθ’Ἁλιμήδη
256Γλαυκονόμητε φιλομμειδὴς καὶ Ποντοπόρεια
257Ληαγόρητε καὶ Εὐαγόρη καὶ Λαομέδεια
258Πουλυνόητε καὶ Αὐτονόη καὶ Λυσιάνασσα
259Εὐάρνητε φυήντ’ἐρατὴ καὶ εἶδος ἄμωμος
260καὶ Ψαμάθη χαρίεσσα δέμας δίητε Μενίππη
261Νησώτ’Εὐπόμπητε Θεμιστώτε Προνόητε
262Νημερτήςθ’, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.
263αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο
264κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.
265Θαύμας δ’Ὠκεανοῖο βαθυρρείταο θύγατρα
266ἠγάγετ’Ἠλέκτρην · ἣ δ’ὠκεῖαν τέκεν Ἶριν
267ἠυκόμουςθ’Ἁρπυίας Ἀελλώτ’Ὠκυπέτηντε,
268αἵ ῥ’ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμ’ἕπονται
269ὠκείῃς πτερύγεσσι · μεταχρόνιαι γὰρ ἴαλλον.
270Φόρκυϊ δ’αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους
271ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
272ἀθάνατοίτε θεοὶ χαμαὶ ἐρχόμενοίτ’ἄνθρωποι,
273Πεμφρηδώτ’ἐύπεπλον Ἐνυώτε κροκόπεπλον,
274Γοργούςθ’, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
275ἐσχατιῇ πρὸς Νυκτός, ἵν’Ἑσπερίδες λιγύφωνοι,
276Σθεννώτ’Εὐρυάλητε Μέδουσάτε λυγρὰ παθοῦσα.
277ἣ μὲν ἔην θνητή, αἳ δ’ἀθάνατοι καὶ ἀγήρῳ,
278αἱ δύο · τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
279ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.
280τῆς δ’ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν,
281ἔκθορε Χρυσάωρτε μέγας καὶ Πήγασος ἵππος.
282τῷ μὲν ἐπώνυμον ἦεν, ὅτ’Ὠκεανοῦ περὶ πηγὰς
283γένθ’, ὃ δ’ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.
284κα- χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,
285ἵκετ’ἐς ἀθανάτους · Ζηνὸς δ’ἐν δώμασι ναίει
286βροντήντε στεροπήντε φέρων Διὶ μητιόεντι.
287Χρυσάωρ δ’ἔτεκεν τρικέφαλον Γηρυονῆα
288μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.
289τὸν μὲν ἄρ’ἐξενάριξε βίη Ἡρακληείη
290βουσὶ παρ’εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ
291ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους
292Τίρυνθ’εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο
293Ὄρθοντε κτείνας καὶ βουκόλον Εὐρυτίωνα
294σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.
295ἣ δ’ἔτεκ’ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς
296θνητοῖς ἀνθρώποις οὐ δ’ἀθανάτοισι θεοῖσιν,
297σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον’Ἔχιδναν,
298ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,
299ἥμισυ δ’αὖτε πέλωρον ὄφιν δεινόντε μέγαντε
300αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης.
301ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ
302τηλοῦ ἀπ’ἀθανάτωντε θεῶν θνητῶντ’ἀνθρώπων ·
303ἔνθ’ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.
304ἣ δ’ἔρυτ’εἰν Ἀρίμοισιν ὑπὸ χθονὶ λυγρὴ Ἔχιδνα,
305ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα.
306τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι
307δεινόνθ’ὑβριστήντ’ἄνομόνθ’ἑλικώπιδι κούρῃ ·
308ἣ δ’ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.
309Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι ·
310δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν
311Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,
312πεντηκοντακέφαλον, ἀναιδέατε κρατερόντε ·
313τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν
314Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη
315ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ.
316καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ
317Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ
318Ηρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.
319ἣ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,
320δεινήντε μεγάληντε ποδώκεάτε κρατερήντε ·
321τῆς δ’ἦν τρεῖς κεφαλαί · μία μὲν χαροποῖο λέοντος,
322ἣ δὲ χιμαίρης, ἣ δ’ὄφιος, κρατεροῖο δράκοντος,
323πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,
324δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.
325τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης.
326ἣ δ’ἄρα Φῖκ’ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον
327Ὄρθῳ ὑποδμηθεῖσα Νεμειαῖόντε λέοντα,
328τόν ῥ’Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις
329γουνοῖσιν κατένασσε Νεμείης, πῆμ’ἀνθρώποις.
330ἔνθ’ἄρ’ὃ οἰκείων ἐλεφαίρετο φῦλ’ἀνθρώπων,
331κοιρανέων Τρητοῖο Νεμείης ἠδ’Ἀπέσαντος ·
332ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
333Κητὼ δ’ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
334γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
335πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
336τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.
337Τηθὺς δ’Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,
338Νεῖλόντ’Ἀλφειόντε καὶ Ἠριδανὸν βαθυδίνην
339Στρυμόνα Μαίανδρόντε καὶ Ἴστρον καλλιρέεθρον
340Φᾶσίντε Ῥῆσόντ’Ἀχελώιόντ’ἀργυροδίνην
341Νέσσοντε Ῥοδίονθ’Ἁλιάκμονάθ’Ἑπτάπορόντε
342Γρήνικόντε καὶ Αἴσηπον θεῖόντε Σιμοῦντα
343Πηνειόντε καὶ Ἕρμον ἐυρρείτηντε Κάικον
344Σαγγάριόντε μέγαν Λάδωνάτε Παρθένιόντε
345Εὔηνόντε καὶ Ἄρδησκον θεῖόντε Σκάμανδρον.
346τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν
347ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι
348καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,
349Πειθώτ’Ἀδμήτητε Ἰάνθητ’Ἠλέκτρητε
350Δωρίςτε Πρυμνώτε καὶ Οὐρανίη θεοειδὴς
351Ἱππώτε Κλυμένητε Ῥόδειάτε Καλλιρόητε
352Ζευξώτε Κλυτίητε Ἰδυῖάτε Πασιθόητε
353Πληξαύρητε Γαλαξαύρητ’ἐρατήτε Διώνη
354Μηλόβοσίςτε Φόητε καὶ εὐειδὴς Πολυδώρη
355Κερκηίςτε φυὴν ἐρατὴ Πλουτώτε βοῶπις
356Περσηίςτ’Ἰάνειράτ’Ἀκάστητε Ξάνθητε
357Πετραίητ’ἐρόεσσα Μενεσθώτ’Εὐρώπητε
358Μῆτίςτ’Εὐρυνόμητε Τελεστώτε κροκόπεπλος
359Χρυσηίςτ’Ἀσίητε καὶ ἱμερόεσσα Καλυψὼ
360Εὐδώρητε Τύχητε καὶ Ἀμφιρὼ Ὠκυρόητε
361καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.
362αὗται δ’Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο
363πρεσβύταται κοῦραι · πολλαί γε μέν εἰσι καὶ ἄλλαι.
364τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,
365αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης
366πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.
367τόσσοι δ’αὖθ’ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,
368υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς ·
369τῶν ὄνομ’ἀργαλέον πάντων βροτὸν ἀνέρ’ἐνισπεῖν,
370οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν.
371θεία δ’Ἠέλιόντε μέγαν λαμπράντε Σελήνην
372Ἠῶθ’, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει
373ἀθανάτοιςτε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
374γείναθ’ὑποδμηθεῖσ’Ὑπερίονος ἐν φιλότητι.
375Κρίῳ δ’Εὐρυβίν τέκεν ἐν φιλότητι μιγεῖσα
376Ἀστραῖόντε μέγαν Πάλλαντάτε δῖα θεάων
377Πέρσηνθ’, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.
378Ἀστραίῳ δ’Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,
379ἀργέστην Ζέφυρον Βορέηντ’αἰψηροκέλευθον
380καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα.
381τοὺς δὲ μέτ’ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια
382ἄστρατε λαμπετόωντα, τάτ’οὐρανὸς ἐστεφάνωται.
383Στὺξ δ’ἔτεκ’Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα
384Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν ·
385καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα,
386τῶν οὐκ ἔστ’ἀπάνευθε Διὸς δόμος, οὐ δέ τις ἕδρη,
387οὐ δ’ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,
388ἀλλ’αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.
389ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη
390ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς
391ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,
392εἶπε δ’, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,
393μή τιν’ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον
394ἑξέμεν, ἣν τὸ πάρος γε μετ’ἀθανάτοισι θεοῖσιν
395τὸν δ’ἔφαθ’, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδ’ἀγέραστος,
396τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.
397ἦλθε δ’ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε
398σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.
399τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.
400αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον,
401παῖδας δ’ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.
402ὣς δ’αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
403ἐξετέλεσσ’· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
404φοίβη δ’αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν ·
405κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι
406Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
407ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,
408μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.
409γείνατο δ’Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
410ἠγάγετ’ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν.
411ἢ δ’ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
412Ζεὺς Κρονίδης τίμησε · πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
413μοῖραν ἔχειν γαίηςτε καὶ ἀτρυγέτοιο θαλάσσης.
414ἣ δὲ καὶ ἀστερόεντος ἀπ’οὐρανοῦ ἔμμορε τιμῆς
415ἀθανάτοιςτε θεοῖσι τετιμένη ἐστὶ μάλιστα.
416καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
417ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
418κικλῄσκει Ἑκάτην. πολλήτέ οἱ ἕσπετο τιμὴ
419ῥεῖα μάλ’, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,
420καίτέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.
421ὅσσοι γὰρ Γαίηςτε καὶ Οὐρανοῦ ἐξεγένοντο
422καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.
423οὐ δέ τί μιν Κρονίδης ἐβιήσατο οὐ δέτ’ἀπηύρα,
424ὅσσ’ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,
425ἀλλ’ἔχει, ὡς τὸ πρῶτον ἀπ’ἀρχῆς ἔπλετο δασμός,
427καὶ γέρας ἐν γαίῃτε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ ·
426οὐ δ’, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς,
428ἀλλ’ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν.
429ᾧ δ’ἐθέλει, μεγάλως παραγίγνεται ἠδ’ὀνίνησιν ·
434ἔντε δίκῃ βασιλεῦσι παρ’αἰδοίοισι καθίζει,
430ἔντ’ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κ’ἐθέλῃσιν ·
431ἠδ’ὁπότ’ἐς πόλεμον φθεισήνορα θωρήσσωνται
432ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ’ἐθέλῃσι
433νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι.
435ἐσθλὴ δ’αὖθ’ὁπότ’ἄνδρες ἀεθλεύωσιν ἀγῶνι,
436ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδ’ὀνίνησιν ·
437νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον
438ῥεῖα φέρει χαίρωντε, τοκεῦσι δὲ κῦδος ὀπάζει.
439ἐσθλὴ δ’ἱππήεσσι παρεστάμεν, οἷς κ’ἐθέλῃσιν.
440καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται,
441εὔχονται δ’Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,
442ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,
443ῥεῖα δ’ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.
444ἐσθλὴ δ’ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ’ἀέξειν ·
445βουκολίας δ’ἀγέλαςτε καὶ αἰπόλια πλατέ’αἰγῶν
446ποίμναςτ’εἰροπόκων ὀίων, θυμῷ γ’ἐθέλουσα,
447ἐξ ὀλίγων βριάει κα- κἀκ πολλῶν μείονα θῆκεν.
448οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα
449πᾶσι μετ’ἀθανάτοισι τετίμηται γεράεσσιν.
450θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ’ἐκείνην
451ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.
452οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέτε τιμαί.
453Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,
454Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον
455ἴφθιμόντ’Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει
456νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον
457Ζῆνάτε μητιόεντα, θεῶν πατέρ’ἠδὲ καὶ ἀνδρῶν,
458τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.
459καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος
460νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ’ἵκοιτο,
461τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων
462ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.
463πεύθετο γὰρ Γαίηςτε καὶ Οὐρανοῦ ἀστερόεντος,
464οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι
465καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς ·
466τῷ ὅ γ’ἄρ’οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων
467παῖδας ἑοὺς κατέπινε · Ῥέην δ’ἔχε πένθος ἄλαστον.
468ἀλλ’ὅτε δὴ Δί’ἔμελλε θεῶν πατέρ’ἠδὲ καὶ ἀνδρῶν
469τέξεσθαι, τότ’ἔπειτα φίλους λιτάνευε τοκῆας
470τοὺς αὐτῆς, Γαῖάντε καὶ Οὐρανὸν ἀστερόεντα,
471μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα
472παῖδα φίλον, τίσαιτο δ’ἐρινῦς πατρὸς ἑοῖο
473παίδωνθ’, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.
474οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ’ἐπίθοντο,
475καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι
476ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.
477πέμψαν δ’ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,
478ὁππότ’ἄρ’ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,
479Ζῆνα μέγαν · τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη
480Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναίτε.
481ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν
482πρώτην ἐς Λύκτον · κρύψεν δέ ἑ χερσὶ λαβοῦσα
483ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,
484Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.
485τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν
486Οὐρανίδῃ μέγ’ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.
487τὸν τόθ’ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν
488σχέτλιος · οὐ δ’ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω
489ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς
490λείπεθ’, ὅ μιν τάχ’ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας
491τιμῆς ἐξελάειν, ὃ δ’ἐν ἀθανάτοισι ἀνάξειν.
492καρπαλίμως δ’ἄρ’ἔπειτα μένος καὶ φαίδιμα γυῖα
493ηὔξετο τοῖο ἄνακτος · ἐπιπλομένων δ’ἐνιαυτῶν
494Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς
495ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης
496νικηθεὶς τέχνῃσι βίηφίτε παιδὸς ἑοῖο.
497πρῶτον δ’ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν ·
498τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης
499Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο
500σῆμ’ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν.
501λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν
502Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν ·
503οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων,
504δῶκαν δὲ βροντὴν ἠδ’αἰθαλόεντα κεραυνὸν
505καὶ στεροπήν · τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει ·
506τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.
507κούρην δ’Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην
508ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.
509ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα ·
510τίκτε δ’ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα
511ποικίλον αἰολόμητιν, ἁμαρτίνοόντ’Ἐπιμηθέα
512ὃς κακὸν ἐξ ἀρχῆς γένετ’ἀνδράσιν ἀλφηστῇσιν ·
513πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα
514παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς
515εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ
516εἵνεκ’ἀτασθαλίηςτε καὶ ἠνορέης ὑπερόπλου.
517Ἄτλας δ’οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ἀνάγκης
518πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,
519ἑστηὼς κεφαλῇτε καὶ ἀκαμάτῃσι χέρεσσιν ·
520ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς.
521δῆσε δ’ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον
522δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίον’ἐλάσσας ·
523καί οἱ ἐπ’αἰετὸν ὦρσε τανύπτερον · αὐτὰρ ὅ γ’ἧπαρ
524ἤσθιεν ἀθάνατον, τὸ δ’ἀέξετο ἶσον ἁπάντη
525νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.
526τὸν μὲν ἄρ’Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς
527Ἡρακλέης ἔκτεινε, κακὴν δ’ἀπὸ νοῦσον ἄλαλκεν
528Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων
529οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,
530ὄφρ’Ἡρακλῆος Θηβαγενέος κλέος εἴη
531πλεῖον ἔτ’ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.
532ταῦτ’ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν ·
533καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,
534οὕνεκ’ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.
535καὶ γὰρ ὅτ’ἐκρίνοντο θεοὶ θνητοίτ’ἄνθρωποι
536Μηκώνῃ, τότ’ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ
537δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.
538τοῖς μὲν γὰρ σάρκαςτε καὶ ἔγκατα πίονα δημῷ
539ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,
540τῷ δ’αὖτ’ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ
541εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.
542δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶντε θεῶντε ·
543Ἰαπετιονίδη, πάντων ἀριδείκετ’ἀνάκτων,
544ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.
545ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
546τὸν δ’αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης
547ἦκ’ἐπιμειδήσας, δολίης δ’οὐ λήθετο τέχνης ·
548ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,
549τῶν δ’ἕλε’, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.
550φῆ ῥα δολοφρονέων · Ζεὺς δ’ἄφθιτα μήδεα εἰδὼς
551γνῶ ῥ’οὐ δ’ἠγνοίησε δόλον · κακὰ δ’ὄσσετο θυμῷ
552θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.
553χερσὶ δ’ὅ γ’ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.
554χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,
555ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ.
556ἐκ τοῦ δ’ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ’ἀνθρώπων
557καίουσ’ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.
558τὸν δὲ μέγ’ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
559Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
560ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.
561ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς ·
562ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ
563οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο
564θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.
565ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο
566κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν
567ἐν κοΐλῳ νάρθηκι · δάκεν δέ ἑ νειόθι θυμόν,
568Ζῆν’ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,
569ὡς ἴδ’ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.
570αὐτίκα δ’ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν ·
571γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις
572παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.
573ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη
574ἀργυφέη ἐσθῆτι · κατὰ κρῆθεν δὲ καλύπτρην
575δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι ·
576577
578
ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,
579τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις
580ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.
581τῇ δ’ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,
582κνώδαλ’, ὅσ’ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,
583τῶν ὅ γε πόλλ’ἐνέθηκε, — χάρις δ’ἀπελάμπετο πολλή, —
584θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.
585αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ’ἀγαθοῖο.
586ἐξάγαγ’, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ’ἄνθρωποι,
587κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.
588θαῦμα δ’ἔχ’ἀθανάτουςτε θεοὺς θνητούςτ’ἀνθρώπους,
589ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.
590ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,
591τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,
592πῆμα μέγ’αἳ θνητοῖσι μετ’ἀνδράσι ναιετάουσιν
593οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.
594ὡς δ’ὁπότ’ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι
595κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων —
596αἳ μέντε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
597ἠμάτιαι σπεύδουσι τιθεῖσίτε κηρία λευκά,
598οἳ δ’ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους
599ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ’ἀμῶνται —
600ὣς δ’αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας
601Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων
602ἀργαλέων · ἕτερον δὲ πόρεν κακὸν ἀντ’ἀγαθοῖο ·
603ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν
604μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ’ἐπὶ γῆρας ἵκοιτο
605χήτεϊ γηροκόμοιο · ὅ γ’οὐ βιότου ἐπιδευὴς
606ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται
607χηρωσταί · ᾧ δ’αὖτε γάμου μετὰ μοῖρα γένηται,
608κεδνὴν δ’ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,
609τῷ δέτ’ἀπ’αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει
610ἐμμενές · ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,
611ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην
612θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.
613ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐ δὲ παρελθεῖν.
614οὐ δὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς
615τοῖό γ’ὑπεξήλυξε βαρὺν χόλον, ἀλλ’ὑπ’ἀνάγκης
616καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.
617Βριάρεῳ δ’ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ
618Κόττῳτ’ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ
619ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος
620καὶ μέγεθος · κατένασσε δ’ὑπὸ χθονὸς εὐρυοδείης.
621ἔνθ’οἵ γ’ἄλγε’ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες
622εἵατ’ἐπ’ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,
623δηθὰ μάλ’ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.
624ἀλλά σφεας Κρονίδηςτε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
625οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,
626Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις ·
627αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε
628σὺν κείνοις νίκηντε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.
629δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ’ἔχοντες
630Τιτῆνέςτε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
631ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,
632οἳ μὲν ἀφ’ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,
633οἳ δ’ἄρ’ἀπ’Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,
634οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.
635οἵ ῥα τότ’ἀλλήλοισι χόλον θυμαλγέ’ἔχοντες
636συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς ·
637οὐ δέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐ δὲ τελευτὴ
638οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.
639ἀλλ’ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,
640νέκταρτ’ἀμβροσίηντε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,
641πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.
642ὡς νέκταρτ’ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,
643δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶντε θεῶντε ·
644κέκλυτε μευ, Γαίηςτε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,
645ὄφρ’εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
646ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι
647νίκης καὶ κράτεος πέρι μαρνάμεθ’ἤματα πάντα
648Τιτῆνέςτε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.
649ὑμεῖς δὲ μεγάληντε βίην καὶ χεῖρας ἀάπτους
650φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ
651μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες
652ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ
653ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.
654ὣς φάτο · τὸν δ’ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων ·
655δαιμόνι’, οὐκ ἀδάητα πιφαύσκεαι · ἀλλὰ καὶ αὐτοὶ
656ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δ’ἐστὶ νόημα,
657ἀλκτὴρ δ’ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.
658σῇσι δ’ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος
659ἄψορρον δ’† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν
660ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.
661τῷ καὶ νῦν ἀτενεῖτε νόῳ καὶ ἐπίφρονι βουλῇ
662ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι
663μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.
664ὣς φάτ’· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,
665μῦθον ἀκούσαντες · πολέμου δ’ἐλιλαίετο θυμὸς
666μᾶλλον ἔτ’ἢ τὸ πάροιθε · μάχην δ’ἀμέγαρτον ἔγειραν
667πάντες, θήλειαιτε καὶ ἄρσενες, ἤματι κείνῳ,
668Τιτῆνέςτε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,
669οὕςτε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε
670δεινοίτε κρατεροίτε, βίην ὑπέροπλον ἔχοντες.
671τῶν ἑκατὸν μὲν χεῖρες ἀπ’ὤμων ἀίσσοντο
672πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
673ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
674οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ
675πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες.
676Τιτῆνες δ’ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας
677προφρονέως, χειρῶντε βίηςθ’ἅμα ἔργον ἔφαινον
678ἀμφότεροι · δεινὸν δὲ περίαχε πόντος ἀπείρων,
679γῆ δὲ μέγ’ἐσμαράγησεν, ἐπέστενε δ’οὐρανὸς εὐρὺς
680σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος
681ῥιπῇ ὕπ’ἀθανάτων, ἔνοσις δ’ἵκανε βαρεῖα
682Τάρταρον ἠερόεντα, ποδῶντ’αἰπεῖα ἰωὴ
683ἀσπέτου ἰωχμοῖο βολάωντε κρατεράων ·
684ὣς ἄρ’ἐπ’ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.
685φωνὴ δ’ἀμφοτέρων ἵκετ’οὐρανὸν ἀστερόεντα
686κεκλομένων · οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.
687οὐ δ’ἄρ’ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε
688εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέτε πᾶσαν
689φαῖνε βίην · ἄμυδις δ’ἄρ’ἀπ’οὐρανοῦ ἠδ’ἀπ’Ὀλύμπου
690ἀστράπτων ἔστειχε συνωχαδόν · οἱ δὲ κεραυνοὶ
691ἴκταρ ἅμα βροντῇτε καὶ ἀστεροπῇ ποτέοντο
692χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες
693ταρφέες · ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε
694καιομένη, λάκε δ’ἀμφὶ πυρὶ μεγάλ’ἄσπετος ὕλη.
695ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα
696πόντοςτ’ἀτρύγετος · τοὺς δ’ἄμφεπε θερμὸς ἀυτμὴ
697Τιτῆνας χθονίους, φλὸξ δ’αἰθέρα δῖαν ἵκανεν
698ἄσπετος, ὄσσε δ’ἄμερδε καὶ ἰφθίμων περ ἐόντων
699αὐγὴ μαρμαίρουσα κεραυνοῦτε στεροπῆςτε.
700καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος · εἴσατο δ’ἄντα
701ὀφθαλμοῖσιν ἰδεῖν ἠδ’οὔασι ὄσσαν ἀκοῦσαι
702αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε
703πίλνατο · τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει
704τῆς μὲν ἐρειπομένης, τοῦ δ’ὑψόθεν ἐξεριπόντος ·
705τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων.
706σὺν δ’ἄνεμοι ἔνοσίντε κονίηντ’ἐσφαράγιζον
707βροντήντε στεροπήντε καὶ αἰθαλόεντα κεραυνόν,
708κῆλα Διὸς μεγάλοιο, φέρον δ’ἰαχήντ’ἐνοπήντε
709ἐς μέσον ἀμφοτέρων · ὄτοβος δ’ἄπλητος ὀρώρει
710σμερδαλέης ἔριδος, κάρτος δ’ἀνεφαίνετο ἔργων.
711ἐκλίνθη δὲ μάχη · πρὶν δ’ἀλλήλοις ἐπέχοντες
712ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.
713οἳ δ’ἄρ’ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν
714Κόττοςτε Βριάρεώςτε Γύηςτ’ἄατος πολέμοιο,
715οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν
716πέμπον ἐπασσυτέρας, κατὰ δ’ἐσκίασαν βελέεσσι
717Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης
718πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν
719χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,
720τόσσον ἔνερθ’ὑπὸ γῆς, ὅσον οὐρανός ἐστ’ἀπὸ γαίης ·
721τόσσον γάρτ’ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.
722ἐννέα γὰρ νύκταςτε καὶ ἤματα χάλκεος ἄκμων
723οὐρανόθεν κατιὼν δεκάτῃ κ’ἐς γαῖαν ἵκοιτο ·
724ἐννέα δ’αὖ νύκταςτε καὶ ἤματα χάλκεος ἄκμων
725ἐκ γαίης κατιὼν δεκάτῃ κ’ἐς Τάρταρον ἵκοι.
726τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται · ἀμφὶ δέ μιν νὺξ
727τριστοιχεὶ κέχυται περὶ δειρήν · αὐτὰρ ὕπερθεν
728γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.
729ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι
730κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο
731χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.
732τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δ’ἐπέθηκε Ποσειδέων
733χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.
734ἔνθα Γύης Κόττοςτε καὶ Ὀβριάρεως μεγάθυμος
735ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.
736ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
737πόντουτ’ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
738ἑξείης πάντων πηγαὶ καὶ πείρατ’ἔασιν
739ἀργαλέ’εὐρώεντα, τάτε στυγέουσι θεοί περ,
740χάσμα μέγ’, οὐ δέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
741οὖδας ἵκοιτ’, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,
742ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ
743ἀργαλέη · δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι
744τοῦτο τέρας. Νυκτὸς δ’ἐρεβεννῆς οἰκία δεινὰ
745ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.
746τῶν πρόσθ’Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν
747ἑστηὼς κεφαλῇτε καὶ ἀκαμάτῃσι χέρεσσιν
748ἀστεμφέως, ὅθι Νύξτε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι
749ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν
750χάλκεον · ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε
751ἔρχεται, οὐ δέ ποτ’ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,
752ἀλλ’αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα
753γαῖαν ἐπιστρέφεται, ἣ δ’αὖ δόμου ἐντὸς ἐοῦσα
754μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστ’ἂν ἵκηται,
755ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα,
756ἣ δ’Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.
757Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.
758ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί’ἔχουσιν,
759Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί · οὐ δέ ποτ’αὐτοὺς
760Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν
761οὐρανὸν εἲς ἀνιὼν οὐ δ’οὐρανόθεν καταβαίνων.
762τῶν δ’ἕτερος γαῖάντε καὶ εὐρέα νῶτα θαλάσσης
763ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,
764τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ
765νηλεὲς ἐν στήθεσσιν · ἔχει δ’ὃν πρῶτα λάβῃσιν
766ἀνθρώπων · ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.
767ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες
768ἰφθίμουτ’Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης
769ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει
770νηλειής, τέχνην δὲ κακὴν ἔχει · ἐς μὲν ἰόντας
771σαίνει ὁμῶς οὐρῇτε καὶ οὔασιν ἀμφοτέροισιν,
772ἐξελθεῖν δ’οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων
773ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.
774ἰφθίμουτ’Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.
775ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι,
776δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο
777πρεσβυτάτη · νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει
778μακρῇσιν πέτρῃσι κατηρεφέ’· ἀμφὶ δὲ πάντη
779κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.
780παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις
781ἀγγελίην πωλεῖται ἐπ’εὐρέα νῶτα θαλάσσης.
782ὁππότ’ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται
783καί ῥ’ὅστις ψεύδηται Ὀλύμπια δώματ’ἐχόντων,
784Ζεὺς δέτε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι
785τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ
786ψυχρόν, ὅτ’ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο
787ὑψηλῆς · πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης
788ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν
789Ὠκεανοῖο κέρας · δεκάτη δ’ἐπὶ μοῖρα δέδασται ·
790ἐννέα μὲν περὶ γῆντε καὶ εὐρέα νῶτα θαλάσσης
791δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,
792ἣ δὲ μί’ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.
793ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ
794ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
795κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν ·
796οὐ δέ ποτ’ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον
797βρώσιος, ἀλλάτε κεῖται ἀνάπνευστος καὶ ἄναυδος
798στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.
799αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,
800ἄλλος γ’ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος.
801εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,
802οὐ δέ ποτ’ἐς βουλὴν ἐπιμίσγεται οὐ δ’ἐπὶ δαῖτας
803ἐννέα πάντα ἔτεα · δεκάτῳ δ’ἐπιμίσγεται αὖτις
804εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματ’ἔχουσιν.
805τοῖον ἄρ’ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ
806ὠγύγιον, τὸ δ’ἵησι καταστυφέλου διὰ χώρου.
807ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος
808πόντουτ’ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος
809ἑξείης πάντων πηγαὶ καὶ πείρατ’ἔασιν
810ἀργαλέ’εὐρώεντα, τάτε στυγέουσι θεοί περ.
811ἔνθα δὲ μαρμάρεαίτε πύλαι καὶ χάλκεος οὐδὸς
812ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,
813αὐτοφυής · πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων
814Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.
815αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι
816δώματα ναιετάουσιν ἐπ’Ὠκεανοῖο θεμέθλοις,
817Κόττοςτ’ἠδὲ Γύης · Βριάρεών γε μὲν ἠὺν ἐόντα
818γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,
819δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.
820αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ’οὐρανοῦ ἐξέλασεν Ζεύς,
821ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη
822Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην ·
823οὗ χεῖρες μὲν ἔασιν ἐπ’ἰσχύι, ἔργματ’ἔχουσαι,
824καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ · ἐκ δέ οἱ ὤμων
825ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος,
826γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων
827θεσπεσίῃς κεφαλῇσιν ὑπ’ὀφρύσι πῦρ ἀμάρυσσεν ·
828πασέων δ’ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο ·
829φωναὶ δ’ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι
830παντοίην ὄπ’ἰεῖσαι ἀθέσφατον · ἄλλοτε μὲν γὰρ
831φθέγγονθ’ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δ’αὖτε
832ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,
833ἄλλοτε δ’αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
834ἄλλοτε δ’αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ’ἀκοῦσαι,
835ἄλλοτε δ’αὖ ῥοίζεσχ’, ὑπὸ δ’ἤχεεν οὔρεα μακρά.
836καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ
837καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,
838εἰ μὴ ἄρ’ὀξὺ νόησε πατὴρ ἀνδρῶντε θεῶντε.
839σκληρὸν δ’ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα
840σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε
841πόντοςτ’Ὠκεανοῦτε ῥοαὶ καὶ Τάρταρα γαίης.
842ποσσὶ δ’ὕπ’ἀθανάτοισι μέγας πελεμίζετ’Ὄλυμπος
843ὀρνυμένοιο ἄνακτος · ἐπεστενάχιζε δὲ γαῖα.
844καῦμα δ’ὑπ’ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον
845βροντῆςτε στεροπῆςτε, πυρόςτ’ἀπὸ τοῖο πελώρου,
846πρηστήρων ἀνέμωντε κεραυνοῦτε φλεγέθοντος.
847ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα ·
848θυῖε δ’ἄρ’ἀμφ’ἀκτὰς περίτ’ἀμφίτε κύματα μακρὰ
849ῥιπῇ ὕπ’ἀθανάτων, ἔνοσις δ’ἄσβεστος ὀρώρει ·
850τρέε δ’Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων,
851Τιτῆνέςθ’ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,
852ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.
853Ζεὺς δ’ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ’ὅπλα,
854βροντήντε στεροπήντε καὶ αἰθαλόεντα κεραυνόν,
855πλῆξεν ἀπ’Οὐλύμποιο ἐπάλμενος · ἀμφὶ δὲ πάσας
856ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.
857αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,
858ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.
859φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος
860οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς,
861πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα
862ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς
863τέχνῃ ὕπ’αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι
864θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν.
865οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ
866τήκεται ἐν χθονὶ δίῃ ὑφ’Ἡφαίστου παλάμῃσιν.
867ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.
868ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.
869ἐκ δὲ Τυφωέος ἔστ’ἀνέμων μένος ὑγρὸν ἀέντων,
870νόσφι Νότου Βορέωτε καὶ ἀργέστεω Ζεφύροιο ·
871οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγ’ὄνειαρ ·
872οἱ δ’ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν ·
873αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,
874πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ ·
875ἄλλοτε δ’ἄλλαι ἄεισι διασκιδνᾶσίτε νῆας
876ναύταςτε φθείρουσι · κακοῦ δ’οὐ γίγνεται ἀλκὴ
877ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον ·
878αἳ δ’αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν
879ἔργ’ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων
880πιμπλεῖσαι κόνιόςτε καὶ ἀργαλέου κολοσυρτοῦ.
881αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,
882Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,
883δή ῥα τότ’ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν
884Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν
885ἀθανάτων · ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς.
886Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν
887πλεῖστατε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.
888ἀλλ’ὅτε δὴ ἄρ’ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην
889τέξεσθαι, τότ’ἔπειτα δόλῳ φρένας ἐξαπατήσας
890αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν
891Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.
892τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν
893ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.
894ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι ·
895πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν
896ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.
897αὐτὰρ ἔπειτ’ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν
898ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα ·
899ἀλλ’ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,
900ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόντε κακόντε.
901δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,
902Εὐνουμίηντε Δίκηντε καὶ Εἰρήνην τεθαλυῖαν,
903αἳ ἔργ’ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,
904Μοίραςθ’, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,
905Κλωθώτε Λάχεσίντε καὶ Ἄτροπον, αἵτε διδοῦσι
906θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόντε κακόντε.
907τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρῄους,
908Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,
909Ἀγλαΐηντε καὶ Εὐφροσύνην Θαλίηντ’ἐρατεινήν ·
910τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων
911λυσιμελής · καλὸν δέθ’ὑπ’ὀφρύσι δερκιόωνται.
912αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,
913ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
914ἥρπασε ἧς παρὰ μητρός · ἔδωκε δὲ μητίετα Ζεύς.
915μνημοσύνης δ’ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
916ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
917ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.
918Λητὼ δ’Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,
919ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,
920γείνατ’ἄρ’αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα.
921λοισθοτάτην δ’Ἥρην θαλερὴν ποιήσατ’ἄκοιτιν ·
922ἣ δ’Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε
923μιχθεῖσ’ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.
924αὐτὸς δ’ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν
925δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην
926πότνιαν, ᾗ κέλαδοίτε ἅδον πόλεμοίτε μάχαιτε,
927Ἥρη δ’Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα
928γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,
929ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.
929aἭρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ.
929bἐκ ταύτης δ’ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν
929cἭφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,
929dἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων ·
929eαὐτὰρ ὅ γ’Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο
929fκούρῃ νόσφ’Ἥρης παρελέξατο καλλιπαρήῳ,
929gἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνε’ἐοῦσαν.
929hσυμμάρψας δ’ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν
929iδείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.
929jτο- τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων
929kκάππιεν ἐξαπίνης · ἣ δ’αὐτίκα Παλλάδ’Ἀθήνην
929lκύσατο · τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶντε θεῶντε
929mπὰρ κορυφὴν Τρίτωνος ἐπ’ὄχθῃσιν ποταμοῖο.
929nΜῆτις δ’αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα
929oἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων
929pπλεῖστα θεῶντε ἰδυῖα καταθνητῶντ’ἀνθρώπων,
929qἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων
929rἀθανάτων ἐκέκασθ’οἳ Ὀλύμπια δώματ’ἔχουσιν,
929sαἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης ·
929tσὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε’ἔχουσαν.
930ἐκ δ’Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου
931Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης
932πυθμέν’ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι
933ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι
934ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε
935δεινούς, οἵτ’ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας
936ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,
937Ἁρμονίηνθ’, ἣν Κάδμος ὑπέρθυμος θέτ’ἄκοιτιν.
938Ζηνὶ δ’ἄρ’Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,
939κήρυκ’ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.
940Καδμείη δ’ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν
941μιχθεῖσ’ἐν φιλότητι, Διώνυσον πολυγηθέα,
942ἀθάνατον θνητή · νῦν δ’ἀμφότεροι θεοί εἰσιν.
943Ἀλκμήνη δ’ἄρ’ἔτικτε βίην Ἡρακληείην
944μιχθεῖσ’ἐν φιλότητι Διὸς νεφεληγερέταο.
945ἀγλαΐην δ’Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,
946ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ’ἄκοιτιν.
947χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,
948κούρην Μίνωος, θαλερὴν ποιήσατ’ἄκοιτιν.
949τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.
950ἥβην δ’Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός,
951ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,
952παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,
953αἰδοίην θέτ’ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,
954ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας
955ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα.
956ἠελίῳ δ’ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη
957Περσηὶς Κίρκηντε καὶ Αἰήτην βασιλῆα.
958Αἰήτης δ’υἱὸς φαεσιμβρότου Ἠελίοιο
959κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο
960γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον.
961ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι
962γείναθ’ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.
963ὑμεῖς μὲν νῦν χαίρετ’, Ὀλύμπια δώματ’ἔχοντες,
964νῆσοίτ’ἤπειροίτε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.
965νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι
966Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,
967ὅσσαι δὴ θνητοῖσι παρ’ἀνδράσιν εὐνηθεῖσαι
968ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
969Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,
970Ἰασίων’ἥρωι μιγεῖσ’ἐρατῇ φιλότητι
971νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,
972ἐσθλόν, ὃς εἶσ’ἐπὶ γῆντε καὶ εὐρέα νῶτα θαλάσσης
973πάντη · τῷ δὲ τυχόντι καὶ οὗ κ’ἐς χεῖρας ἵκηται,
974τὸν δ’ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.
975Κάδμῳ δ’Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδίτης,
976Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον
977Αὐτονόηνθ’, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,
978γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.
979κούρη δ’Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ
980μιχθεῖσ’ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης,
981Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,
982Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη
983βοῶν ἕνεκ’εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ.
984Τιθωνῷ δ’Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,
985Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα.
986αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,
987ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.
988τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ’ἐρικυδέος ἥβης
989παῖδ’ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη
990ὦρτ’ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς
991νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.
992κούρην δ’Αἰήταο διοτρεφέος βασιλῆος
993Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων
994ἦγε παρ’Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,
995τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ,
996ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.
997τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,
998ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην
999Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατ’ἄκοιτιν.
1000καί ῥ’ἥ γε δμηθεῖσ’ὑπ’Ἰήσονι, ποιμένι λαῶν,
1001Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων
1002Φιλυρίδης · μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.
1003αὐτὰρ Νηρῆος κοῦραι, · ἁλίοιο γέροντος,
1004ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων
1005Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην,
1006Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα
1007γείνατ’Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
1008Αἰνείαν δ’ἄρ’ἔτικτεν ἐυστέφανος Κυθέρεια
1009Ἀγχίσῃ ἥρωι μιγεῖσ’ἐρατῇ φιλότητι
1010Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης.
1011Κίρκη δ’, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,
1012γείνατ’Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι
1013Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονάτε κρατερόντε ·
1014Τηλέγονον δ’ἄρ’ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.
1015οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων
1016πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.
1017Ναυσίθοον δ’Ὀδυσῆι Καλυψὼ δῖα θεάων
1018γείνατο Ναυσίνοόντε μιγεῖσ’ἐρατῇ φιλότητι.
1019αὗται μὲν θνητοῖσι παρ’ἀνδράσιν εὐνηθεῖσαι
1020ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.
1021νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι
1022Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.