Aristophanes

Wealth

Καριων
Κα.
Κα.
1
ὡς ἀργαλέον πρᾶγμ’ἐστὶν Ζεῦ καὶ θεοὶ
2
δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου.
3
ἢν γὰρ τὰ βέλτισθ’ θεράπων λέξας τύχῃ,
4
δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ,
5
μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.
6
τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον
7
κρατεῖν δαίμων, ἀλλὰ τὸν ἐωνημένον.
8
καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ,
9
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου,
10
μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι
11
ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς
12
μελαγχολῶντ’ἀπέπεμψέ μου τὸν δεσπότην,
13
ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ,
14
τοὐναντίον δρῶν προσῆκ’αὐτῷ ποιεῖν.
15
οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,
16
οὗτος δ’ἀκολουθεῖ, κἀμὲ προσβιάζεται,
17
καὶ ταῦτ’ἀποκρινομένῳ τὸ παράπαν οὐ δὲ γρῦ.
18
ἐγὼ μὲν οὖν οὐκ ἔσθ’ὅπως σιγήσομαι,
19
ἢν μὴ φράσῃς τι τῷδ’ἀκολουθοῦμέν ποτε
20
δέσποτ’, ἀλλά σοι παρέξω πράγματα.
21
οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.
Χρεμυλος
Χρ.
Χρ.
22
μὰ Δί’ἀλλ’ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,
23
ἵνα μᾶλλον ἀλγῇς.
Καριων
Κα.
Κα.
23
λῆρος · οὐ γὰρ παύσομαι
24
πρὶν ἂν φράσῃς μοι τίς ποτ’ἐστὶν οὑτοσί ·
25
εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.
Χρεμυλος
Χρ.
Χρ.
26
ἀλλ’οὔ σε κρύψω · τῶν ἐμῶν γὰρ οἰκετῶν
27
πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.
28
ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ
29
κακῶς ἔπραττον καὶ πένης ἦν ·
Καριων
Κα.
Κα.
29
οἶδά τοι.
Χρεμυλος
Χρ.
Χρ.
30
ἕτεροι δ’ἐπλούτουν ἱερόσυλοι ῥήτορες
31
καὶ συκοφάνται καὶ πονηροί ·
Καριων
Κα.
Κα.
31
πείθομαι.
Χρεμυλος
Χρ.
Χρ.
32
ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,
33
τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν
34
ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,
35
τὸν δ’υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,
36
πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους
37
εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μη δὲ ἕν,
38
ὡς τῷ βίῳ τοῦτ’αὐτὸ νομίσας συμφέρειν.
Καριων
Κα.
Κα.
39
τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;
Χρεμυλος
Χρ.
Χρ.
40
πεύσει. σαφῶς γὰρ θεὸς εἶπέ μοι τοδί ·
41
ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,
42
ἐκέλευε τούτου μὴ μεθίεσθαί μ’ἔτι,
43
πείθειν δ’ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.
Καριων
Κα.
Κα.
44
καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;
Χρεμυλος
Χρ.
Χρ.
44
τουτῳί.
Καριων
Κα.
Κα.
45
εἶτ’οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ
46
φράζουσαν σκαιότατέ σοι σαφέστατα
47
ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;
Χρεμυλος
Χρ.
Χρ.
48
τῷ τοῦτο κρίνεις;
Καριων
Κα.
Κα.
48
δῆλον ὁτιὴ καὶ τυφλῷ
49
γνῶναι δοκεῖ τοῦθ’, ὡς σφόδρ’ἐστὶ συμφέρον
50
τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.
Χρεμυλος
Χρ.
Χρ.
51
οὐκ ἔσθ’ὅπως χρησμὸς ἐς τοῦτο ῥέπει,
52
ἀλλ’εἰς ἕτερόν τι μεῖζον. ἢν δ’ἡμῖν φράσῃ
53
ὅστις ποτ’ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν
54
καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,
55
πυθοιμεθ’ἂν τὸν χρησμὸν ἡμῶν τι νοεῖ.
Καριων
Κα.
Κα.
56
ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,
57
τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.
Πλουτος
Πλ.
Πλ.
58
ἐγὼ μὲν οἰμώζειν λέγω σοι.
Καριων
Κα.
Κα.
58
μαναθάνεις
59
ὅς φησιν εἶναι;
Χρεμυλος
Χρ.
Χρ.
59
σοὶ λέγει τοῦτ’, οὐκ ἐμοί ·
60
σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.
61
ἀλλ’εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,
62
ἐμοὶ φράσον.
Πλουτος
Πλ.
Πλ.
62
κλάειν ἔγωγέ σοι λέγω.
Καριων
Κα.
Κα.
63
δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.
Χρεμυλος
Χρ.
Χρ.
64
οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.
65
εἰ μὴ φράσεις γάρ
Καριων
Κα.
Κα.
65
ἀπό σ’ὀλῶ κακὸν κακῶς.
Χρεμυλος
Χρ.
Χρ.
66
τᾶν
Πλουτος
Πλ.
Πλ.
66
ἀπαλλάχθητον ἀπ’ἐμοῦ.
Χρεμυλος
Χρ.
Χρ.
66
πώμαλα.
Καριων
Κα.
Κα.
67
καὶ μὴν λέγω βέλτιστόν ἐστ’ δέσποτα.
68
ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.
69
ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν’αὐτὸν καταλιπων
70
ἄπειμ’, ἵν’ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.
Χρεμυλος
Χρ.
Χρ.
71
ἀλλ’αἶρε ταχέως.
Πλουτος
Πλ.
Πλ.
71
μηδαμῶς.
Χρεμυλος
Χρ.
Χρ.
71
οὔκουν ἐρεῖς;
Πλουτος
Πλ.
Πλ.
72
ἀλλ’ἢν πύθησθέ μ’ὅστις εἴμ’, εὖ οἶδ’ὅτι
73
κακόν τί μ’ἐργάσεσθε κοὐκ ἀφήσετον.
Χρεμυλος
Χρ.
Χρ.
74
νὴ τοὺς θεοὺς ἡμεῖς γ’, ἐὰν βούλῃ γε σύ.
Πλουτος
Πλ.
Πλ.
75
μέθεσθε νῦν μου πρῶτον.
Χρεμυλος
Χρ.
Χρ.
75
ἤν, μεθίεμεν.
Πλουτος
Πλ.
Πλ.
76
ἀκούετον δή · δεῖ γὰρ ὡς ἔοικέ με
77
λέγειν κρύπτειν ἦν παρεσκευασμένος.
78
ἐγὼ γάρ εἰμι Πλοῦτος.
Χρεμυλος
Χρ.
Χρ.
78
μιαρώτατε
79
ἀνδρῶν ἁπάντων, εἶτ’ἐσίγας Πλοῦτος ὤν;
Καριων
Κα.
Κα.
80
σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;
81
Φοῖβ’Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες
82
καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;
Πλουτος
Πλ.
Πλ.
82
ναί.
Χρεμυλος
Χρ.
Χρ.
83
ἐκεῖνος αὐτός;
Πλουτος
Πλ.
Πλ.
83
αὐτότατος.
Χρεμυλος
Χρ.
Χρ.
83
πόθεν οὖν φράσον
84
αὐχμῶν βαδίζεις;
Πλουτος
Πλ.
Πλ.
84
ἐκ Πατροκλέους ἔρχομαι,
85
ὃς οὐκ ἐλούσατ’ἐξ ὅτουπερ ἐγένετο.
Χρεμυλος
Χρ.
Χρ.
86
τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.
Πλουτος
Πλ.
Πλ.
87
Ζεύς με ταῦτ’ἔδρασεν ἀνθρώποις φθονῶν.
88
ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησ’ὅτι
89
ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους
90
μόνους βαδιοίμην · δέ μ’ἐποίησεν τυφλόν,
91
ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.
92
οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.
Χρεμυλος
Χρ.
Χρ.
93
καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους
94
καὶ τοὺς δικαίους.
Πλουτος
Πλ.
Πλ.
94
ὁμολογῶ σοι.
Χρεμυλος
Χρ.
Χρ.
94
φέρε τί οὖν;
95
εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,
96
φεύγοις ἂν ἤδη τοὺς πονηρούς;
Πλουτος
Πλ.
Πλ.
96
φήμ’ἐγώ.
Χρεμυλος
Χρ.
Χρ.
97
ὡς τοὺς δικαίους δ’ἂν βαδίζοις;
Πλουτος
Πλ.
Πλ.
97
πάνυ μὲν οὖν ·
98
πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.
Χρεμυλος
Χρ.
Χρ.
99
καὶ θαῦμά γ’οὐδέν · οὐ δ’ἐγὼ γὰρ βλέπων.
Πλουτος
Πλ.
Πλ.
100
ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπ’ἐμοῦ.
Χρεμυλος
Χρ.
Χρ.
101
μὰ Δί’ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.
Πλουτος
Πλ.
Πλ.
102
οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα
103
ἐμέλλετόν μοι;
Χρεμυλος
Χρ.
Χρ.
103
καὶ σύ γ’ἀντιβολῶ πιθοῦ,
104
καὶ μή μ’ἀπολίπῃς · οὐ γὰρ εὑρήσεις ἐμοῦ
105
ζητῶν ἔτ’ἄνδρα τοὺς τρόπους βελτίονα.
Καριων
Κα.
Κα.
106
μὰ τὸν Δί’οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.
Πλουτος
Πλ.
Πλ.
107
ταυτὶ λέγουσι πάντες · ἡνίκ’ἂν δέ μου
108
τύχωσ’ἀληθῶς καὶ γένωνται πλούσιοι,
109
ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.
Χρεμυλος
Χρ.
Χρ.
110
ἔχει μὲν οὕτως, εἰσὶ δ’οὐ πάντες κακοί.
Πλουτος
Πλ.
Πλ.
111
μὰ Δί’ἀλλ’ἁπαξάπαντες.
Καριων
Κα.
Κα.
111
οἰμώξει μακρά.
Χρεμυλος
Χρ.
Χρ.
112
σοὶ δ’ὡς ἂν εἰδῇς ὅσα παρ’ἡμῖν ἢν μένῃς
113
γενήσετ’ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.
114
οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δ’εἰρήσεται,
115
ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας
116
βλέψαι ποιήσας.
Πλουτος
Πλ.
Πλ.
116
μηδαμῶς τοῦτ’ἐργάσῃ.
117
οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.
Χρεμυλος
Χρ.
Χρ.
117
τί φῄς;
Καριων
Κα.
Κα.
118
ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.
Πλουτος
Πλ.
Πλ.
119
Ζεὺς μὲν οὖν εἰδὼς τὰ τούτων μῶρ’ἔμ’εἰ
120
πύθοιτ’ἂν ἐπιτρίψειε.
Χρεμυλος
Χρ.
Χρ.
120
νῦν δ’οὐ τοῦτο δρᾷ,
121
ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;
Πλουτος
Πλ.
Πλ.
122
οὐκ οἶδ’· ἐγὼ δ’ἐκεῖνον ὀρρωδῶ πάνυ.
Χρεμυλος
Χρ.
Χρ.
123
ἄληθες δειλότατε πάντων δαιμόνων;
124
οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα
125
καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,
126
ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;
Πλουτος
Πλ.
Πλ.
127
μὴ λέγ’ πόνηρε ταῦτ’.
Χρεμυλος
Χρ.
Χρ.
127
ἔχ’ἥσυχος.
128
ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ
129
μεῖζον δυνάμενον.
Πλουτος
Πλ.
Πλ.
129
ἐμὲ σύ;
Χρεμυλος
Χρ.
Χρ.
129
νὴ τὸν οὐρανόν.
130
αὐτίκα γὰρ ἄρχει διὰ τίν’ Ζεὺς τῶν θεῶν;
Καριων
Κα.
Κα.
131
διὰ τἀργύριον · πλεῖστον γάρ ἐστ’αὐτῷ.
Χρεμυλος
Χρ.
Χρ.
131
φέρε
132
τίς οὖν παρέχων ἐστὶν αὐτῷ τοῦθ’;
Καριων
Κα.
Κα.
132
ὁδί.
Χρεμυλος
Χρ.
Χρ.
133
θύουσι δ’αὐτῷ διὰ τίν’; οὐ διὰ τουτονί;
Καριων
Κα.
Κα.
134
καὶ νὴ Δί’εὔχονταί γε πλουτεῖν ἄντικρυς.
Χρεμυλος
Χρ.
Χρ.
135
οὔκουν ὅδ’ἐστὶν αἴτιος καὶ ῥᾳδίως
136
παύσειεν, εἰ βούλοιτο, ταῦτ’ἄν;
Πλουτος
Πλ.
Πλ.
136
ὅτι τί δή;
Χρεμυλος
Χρ.
Χρ.
137
ὅτι οὐ δ’ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,
138
οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ’οὐ δὲ ἕν,
139
μὴ βουλομένου σοῦ.
Πλουτος
Πλ.
Πλ.
139
πῶς;
Χρεμυλος
Χρ.
Χρ.
139
ὅπως; οὐκ ἔσθ’ὅπως
140
ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν
141
αὐτὸς διδῷς τἀργύριον · ὥστε τοῦ Διὸς
142
τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.
Πλουτος
Πλ.
Πλ.
143
τί λέγεις; δι’ἐμὲ θύουσιν αὐτῷ;
Χρεμυλος
Χρ.
Χρ.
143
φήμ’ἐγώ.
144
καὶ νὴ Δί’εἴ τί γ’ἔστι λαμπρὸν καὶ καλὸν
145
χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.
146
ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ’ὑπήκοα.
Καριων
Κα.
Κα.
147
ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον
148
δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.
Χρεμυλος
Χρ.
Χρ.
149
καὶ τάς γ’ἑταίρας φασὶ τὰς Κορινθίας,
150
ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,
151
οὐ δὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,
152
τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.
Καριων
Κα.
Κα.
153
καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν
154
οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.
Χρεμυλος
Χρ.
Χρ.
155
οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους · ἐπεὶ
156
αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.
Καριων
Κα.
Κα.
156
τί δαί;
Χρεμυλος
Χρ.
Χρ.
157
μὲν ἵππον ἀγαθόν, δὲ κύνας θηρευτικάς.
Καριων
Κα.
Κα.
158
αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως
159
ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.
Χρεμυλος
Χρ.
Χρ.
160
τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα
161
ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ’ηὑρημένα.
162
μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος ·
Καριων
Κα.
Κα.
163
ἕτερος δὲ χαλκεύει τις, δὲ τεκταίνεται ·
Χρεμυλος
Χρ.
Χρ.
164
δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών ·
Καριων
Κα.
Κα.
165
δὲ λωποδυτεῖ γε νὴ Δί’, δὲ τοιχωρυχεῖ ·
Χρεμυλος
Χρ.
Χρ.
166
δὲ γναφεύει γ’·
Καριων
Κα.
Κα.
166
δέ γε πλύνει κῴδια ·
Χρεμυλος
Χρ.
Χρ.
167
δὲ βυρσοδεψεῖ γ’·
Καριων
Κα.
Κα.
167
δέ γε πωλεῖ κρόμμυα ·
Χρεμυλος
Χρ.
Χρ.
168
δ’ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.
Πλουτος
Πλ.
Πλ.
169
οἴμοι τάλας ταυτί μ’ἐλάνθανεν πάλαι.
Καριων
Κα.
Κα.
170
μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;
Χρεμυλος
Χρ.
Χρ.
171
ἐκκλησία δ’οὐχὶ διὰ τοῦτον γίγνεται;
Καριων
Κα.
Κα.
172
τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.
Χρεμυλος
Χρ.
Χρ.
173
τὸ δ’ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;
Καριων
Κα.
Κα.
174
Πάμφιλος δ’οὐχι διὰ τοῦτον κλαύσεται;
Χρεμυλος
Χρ.
Χρ.
175
βελονοπώλης δ’οὐχὶ μετὰ τοῦ Παμφίλου;
Καριων
Κα.
Κα.
176
Ἀγύρριος δ’οὐχὶ διὰ τοῦτον πέρδεται;
Χρεμυλος
Χρ.
Χρ.
177
Φιλέψιος δ’οὐχ ἕνεκα σοῦ μύθους λέγει;
Καριων
Κα.
Κα.
178
ξυμμαχία δ’οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;
Χρεμυλος
Χρ.
Χρ.
179
ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;
Καριων
Κα.
Κα.
180
Τιμοθέου δὲ πύργος
Χρεμυλος
Χρ.
Χρ.
180
ἐμπέσοι γέ σοι.
181
τὰ δὲ πράγματ’οὐχὶ διὰ σὲ πάντα πράττεται;
182
μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος
183
καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ’ὅτι.
Καριων
Κα.
Κα.
184
κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,
185
ἐφ’οἷς οὗτος ἐπικαθέζηται μόνον.
Πλουτος
Πλ.
Πλ.
186
ἐγὼ τοσαῦτα δυνατός εἰμ’εἷς ὢν ποιεῖν;
Χρεμυλος
Χρ.
Χρ.
187
καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα ·
188
ὥστ’οὐ δὲ μεστὸς σοῦ γέγον’οὐδεὶς πώποτε.
189
τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,
190
ἔρωτος
Καριων
Κα.
Κα.
190
ἄρτων
Χρεμυλος
Χρ.
Χρ.
190
μουσικῆς
Καριων
Κα.
Κα.
190
τραγημάτων
Χρεμυλος
Χρ.
Χρ.
191
τιμῆς
Καριων
Κα.
Κα.
191
πλακούντων
Χρεμυλος
Χρ.
Χρ.
191
ἀνδραγαθίας
Καριων
Κα.
Κα.
191
ἰσχάδων
Χρεμυλος
Χρ.
Χρ.
192
φιλοτιμίας
Καριων
Κα.
Κα.
192
μάζης
Χρεμυλος
Χρ.
Χρ.
192
στρατηγίας
Καριων
Κα.
Κα.
192
φακῆς ·
Χρεμυλος
Χρ.
Χρ.
193
σοῦ δ’ἐγένετ’οὐδεὶς μεστὸς οὐδεπώποτε.
194
ἀλλ’ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,
195
πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα ·
196
κἂν ταῦτ’ἀνύσηται, τετταράκοντα βούλεται,
197
φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.
Πλουτος
Πλ.
Πλ.
198
εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ ·
199
πλὴν ἓν μόνον δέδοικα.
Χρεμυλος
Χρ.
Χρ.
199
φράζε τοῦ πέρι;
Πλουτος
Πλ.
Πλ.
200
ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε
201
ἔχειν με, ταύτης δεσπότης γενήσομαι.
Χρεμυλος
Χρ.
Χρ.
202
νὴ τὸν Δί’ἀλλὰ καὶ λέγουσι πάντες ὡς
203
δειλότατόν ἐσθ’ Πλοῦτος.
Πλουτος
Πλ.
Πλ.
203
ἥκιστ’, ἀλλά με
204
τοιχωρύχος τις διέβαλ’. ἐσδὺς γάρ ποτε
205
οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,
206
εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα ·
207
εἶτ’ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.
Χρεμυλος
Χρ.
Χρ.
208
μή νυν μελέτω σοι μηδέν · ὡς ἐὰν γένῃ
209
ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,
210
βλέποντ’ἀποδείξω σ’ὀξύτερον τοῦ Λυγκέως.
Πλουτος
Πλ.
Πλ.
211
πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;
Χρεμυλος
Χρ.
Χρ.
212
ἔχω τιν’ἀγαθὴν ἐλπίδ’ἐξ ὧν εἶπέ μοι
213
Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.
Πλουτος
Πλ.
Πλ.
214
κἀκεῖνος οὖν σύνοιδε ταῦτα;
Χρεμυλος
Χρ.
Χρ.
214
φήμ’ἐγώ.
Πλουτος
Πλ.
Πλ.
215
ὁρᾶτε.
Χρεμυλος
Χρ.
Χρ.
215
μὴ φρόντιζε μηδὲν ὦγαθέ.
216
ἐγὼ γάρ, εὖ τοῦτ’ἴσθι, κεἰ δεῖ μ’ἀποθανεῖν,
217
αὐτὸς διαπράξω ταῦτα.
Καριων
Κα.
Κα.
217
κἂν βούλῃ γ’, ἐγώ.
Χρεμυλος
Χρ.
Χρ.
218
πολλοὶ δ’ἔσονται χἄτεροι νῷν ξύμμαχοι,
219
ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.
Πλουτος
Πλ.
Πλ.
220
παπαῖ πονηρούς γ’εἶπας ἡμῖν συμμάχους.
Χρεμυλος
Χρ.
Χρ.
221
οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.
222
ἀλλ’ἴθι σὺ μὲν ταχέως δραμών
Καριων
Κα.
Κα.
222
τί δρῶ; λέγε.
Χρεμυλος
Χρ.
Χρ.
223
τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δ’ἴσως
224
ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,
225
ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν
226
ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.
Καριων
Κα.
Κα.
227
καὶ δὴ βαδίζω · τουτοδὶ τὸ κρεᾴδιον
228
τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.
Χρεμυλος
Χρ.
Χρ.
229
ἐμοὶ μελήσει τοῦτό γ’· ἀλλ’ἀνύσας τρέχε.
230
σὺ δ’ κράτιστε Πλοῦτε πάντων δαιμόνων
231
εἴσω μετ’ἐμοῦ δεῦρ’εἴσιθ’· γὰρ οἰκία
232
αὕτη ’στὶν ἣν δεῖ χρημάτων σε τήμερον
233
μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.
Πλουτος
Πλ.
Πλ.
234
ἀλλ’ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς
235
εἰς οἰκίαν ἑκάστοτ’ἀλλοτρίαν πάνυ ·
236
ἀγαθὸν γὰρ ἀπέλαυσ’οὐδὲν αὐτοῦ πώποτε.
237
ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω,
238
εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω ·
239
κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος
240
αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον,
241
ἔξαρνός ἐστι μη δ’ἰδεῖν με πώποτε.
242
ἢν δ’ὡς παραπλῆγ’ἄνθρωπον εἰσελθὼν τύχω,
243
πόρναισι καὶ κύβοισι παραβεβλημένος
244
γυμνὸς θύραζ’ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.
Χρεμυλος
Χρ.
Χρ.
245
μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.
246
ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ’ἀεί,
247
χαίρωτε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ
248
πάλιντ’ἀναλῶν, ἡνίκ’ἂν τούτου δέῃ.
249
ἀλλ’εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι
250
καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,
251
ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.
Πλουτος
Πλ.
Πλ.
251
πείθομαι.
Χρεμυλος
Χρ.
Χρ.
252
τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;
Καριων
Κα.
Κα.
253
πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,
254
ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,
255
ἴτ’ἐγκονεῖτε σπεύδεθ’, ὡς καιρὸς οὐχὶ μέλλειν,
256
ἀλλ’ἔστ’ἐπ’αὐτῆς τῆς ἀκμῆς, δεῖ παρόντ’ἀμύνειν.
Χορος
Χο.
Χο.
257
οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,
258
ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;
259
σὺ δ’ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι
260
ὅτου χάριν μ’ δεσπότης σὸς κέκληκε δῦρο.
Καριων
Κα.
Κα.
261
οὔκουν πάλαι δήπου λέγω; σὺ δ’αὐτὸς οὐκ ἀκούεις.
262
δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας
263
ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.
Χορος
Χο.
Χο.
264
ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ’ φησιν;
Καριων
Κα.
Κα.
265
ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν’ πόνηροι
266
ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν ·
267
οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.
Χορος
Χο.
Χο.
268
χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.
269
δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.
Καριων
Κα.
Κα.
270
πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ’ἔχοντα σωρόν.
Χορος
Χο.
Χο.
271
μῶν ἀξιοῖς φενακίσας ἔπειτ’ἀπαλλαγῆναι
272
ἀζήμιος, καὶ ταῦτ’ἐμοῦ βακτηρίαν ἔχοντος;
Καριων
Κα.
Κα.
273
πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα
274
ἡγεῖσθέ μ’εἶναι κοὐδὲν ἂν νομίζεθ’ὑγιὲς εἰπεῖν;
Χορος
Χο.
Χο.
275
ὡς σεμνὸς οὑπίτριπτος · αἱ κνῆμαι δέ σου βοῶσιν
276
ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
Καριων
Κα.
Κα.
277
ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,
278
σὺ δ’οὐ βαδίζεις, δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.
Χορος
Χο.
Χο.
279
διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,
280
ὅστις φενακίζεις, φράσαι δ’οὔπω τέτληκας ἡμῖν,
282
οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως
283
δεῦρ’ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.
Καριων
Κα.
Κα.
284
ἀλλ’οὐκέτ’ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει
285
ἄγων δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.
Χορος
Χο.
Χο.
286
ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;
Καριων
Κα.
Κα.
287
νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτ’ὄνου λάβητε.
Χορος
Χο.
Χο.
288
ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι
289
ὑφ’ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ’ἀληθῆ.
Καριων
Κα.
Κα.
290
καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα
291
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
292
ὑμᾶς ἄγειν. ἀλλ’εἶα τέκεα θαμίν’ἐπαναβοῶντες
293
βληχώμενοίτε προβατίων
294
αἰγῶντε κιναβρώντων μέλη
295
ἕπεσθ’ἀπεψωλημένοι · τράγοι δ’ἀκρατιεῖσθε.
Χορος
Χο.
Χο.
296
ἡμεῖς δέ γ’αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
297
βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
298
πήραν ἔχοντα λάχανάτ’ἄγρια δροσερά, κραιπαλῶντα
299
ἡγούμενον τοῖς προβατίοις,
300
εἰκῇ δὲ καταδαρθόντα που
301
μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
Καριων
Κα.
Κα.
302
ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακ’ἀνακυκῶσαν,
303
τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτ’ἐν Κορίνθῳ
304
ἔπεισεν ὡς ὄντας κάπρους
305
μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δ’ἔματτεν αὐτοῖς,
306
μιμήσομαι πάντας τρόπους ·
307
ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
308
ἕπεσθε μητρὶ χοῖροι.
Χορος
Χο.
Χο.
309
οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακ’ἀνακυκῶσαν
310
καὶ μαγγανεύουσαν μολύνουσάντε τοὺς ἑταίρους
311
λαβόντες ὑπὸ φιληδίας
312
τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
313
μινθώσομένθ’ὥσπερ τράγου
314
τὴν ῥῖνα · σὺ δ’Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
315
ἕπεσθε μητρὶ χοῖροι.
Καριων
Κα.
Κα.
316
ἀλλ’εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
317
ὑμεῖς ἐπ’ἄλλ’εἶδος τρέπεσθ’,
318
ἐγὼ δ’ἰὼν ἤδη λάθρᾳ
319
βουλήσομαι τοῦ δεσπότου
320
λαβών τιν’ἄρτον καὶ κρέας
321
μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
Χρεμυλος
Χρ.
Χρ.
322
χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
323
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν ·
324
ἀσπάζομαι δ’ὁτιὴ προθύμως ἥκετε
325
καὶ συντεταμένως κοὐ κατεβλακευμένως.
326
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
327
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
Χορος
Χο.
Χο.
328
θάρρει · βλέπειν γὰρ ἄντικρυς δόξεις μ’Ἄρη.
329
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
330
ὠστιζόμεσθ’ἑκάστοτ’ἐν τἠκκλησίᾳ,
331
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
Χρεμυλος
Χρ.
Χρ.
332
καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
333
προσιόντα · δῆλος δ’ἐστὶν ὅτι τοῦ πράγματος
334
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
Βλεψιδημος
Βλ.
Βλ.
335
τί ἂν οὖν τὸ πρᾶγμ’εἴη; πόθεν καὶ τίνι τρόπῳ
336
Χρεμύλος πεπλούτηκ’ἐξαπίνης; οὐ πείθομαι.
337
καίτοι λόγος γ’ἦν νὴ τὸν Ἡρακλέα πολὺς
338
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
339
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
340
ἔστιν δέ μοι τοῦτ’αὐτὸ θαυμάσιον, ὅπως
341
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
342
οὔκουν ἐπιχώριόν γε πρᾶγμ’ἐργάζεται.
Χρεμυλος
Χρ.
Χρ.
343
ἀλλ’οὐδὲν ἀποκρύψας ἐρῶ · νὴ τοὺς θεοὺς
344
Βλεψίδημ’ἄμεινον χθὲς πράττομεν,
345
ὥστε μετέχειν ἔξεστιν · εἶ γὰρ τῶν φίλων.
Βλεψιδημος
Βλ.
Βλ.
346
γέγονας δ’ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Χρεμυλος
Χρ.
Χρ.
347
ἔσομαι μὲν οὖν αὐτίκα μάλ’, ἢν θεὸς θέλῃ.
348
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
Βλεψιδημος
Βλ.
Βλ.
349
ποῖός τις;
Χρεμυλος
Χρ.
Χρ.
349
οἷος;
Βλεψιδημος
Βλ.
Βλ.
349
λέγ’ἀνύσας τι φῄς ποτε.
Χρεμυλος
Χρ.
Χρ.
350
ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί ·
351
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψιδημος
Βλ.
Βλ.
352
τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
353
καί μ’οὐκ ἀρέσκει. τότε γὰρ ἐξαίφνης ἄγαν
354
οὕτως ὑπερπλουτεῖν τότ’αὖ δεδοικέναι
355
πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ’εἰργασμένου.
Χρεμυλος
Χρ.
Χρ.
356
πῶς οὐδὲν ὑγιές;
Βλεψιδημος
Βλ.
Βλ.
356
εἴ τι κεκλοφὼς νὴ Δία
357
ἐκεῖθεν ἥκεις ἀργύριον χρυσίον
358
παρὰ τοῦ θεοῦ, κἄπειτ’ἴσως σοι μεταμέλει.
Χρεμυλος
Χρ.
Χρ.
359
Ἄπολλον ἀποτρόπαιε μὰ Δί’ἐγὼ μὲν οὔ.
Βλεψιδημος
Βλ.
Βλ.
360
παῦσαι φλυαρῶν ὦγάθ’· οῖδα γὰρ σαφῶς.
Χρεμυλος
Χρ.
Χρ.
361
σὺ μηδὲν εἰς ἔμ’ὑπονόει τοιουτονί.
Βλεψιδημος
Βλ.
Βλ.
361
φεῦ,
362
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
363
ἀλλ’εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
Χρεμυλος
Χρ.
Χρ.
364
οὔ τοι μὰ τὴν Δήμητρ’ὑγιαίνειν μοι δοκεῖς.
Βλεψιδημος
Βλ.
Βλ.
365
ὡς πολὺ μεθέστηχ’ὧν πρότερον εἶχεν τρόπων.
Χρεμυλος
Χρ.
Χρ.
366
μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
Βλεψιδημος
Βλ.
Βλ.
367
ἀλλ’οὐ δὲ τὸ βλέμμ’αὐτὸ κατὰ χώραν ἔχει,
368
ἀλλ’ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
Χρεμυλος
Χρ.
Χρ.
369
σὺ μὲν οἶδ’ κρώζεις · ὡς ἐμοῦ τι κεκλοφότος
370
ζητεῖς μεταλαβεῖν.
Βλεψιδημος
Βλ.
Βλ.
370
μεταλαβεῖν ζητῶ; τίνος;
Χρεμυλος
Χρ.
Χρ.
371
τὸ δ’ἐστὶν οὐ τοιοῦτον ἀλλ’ἑτέρως ἔχον.
Βλεψιδημος
Βλ.
Βλ.
372
μῶν οὐ κέκλοφας ἀλλ’ἥρπακας;
Χρεμυλος
Χρ.
Χρ.
372
κακοδαιμονᾷς.
Βλεψιδημος
Βλ.
Βλ.
373
ἀλλ’οὐ δὲ μὴν ἀπεστέρηκάς γ’οὐδένα;
Χρεμυλος
Χρ.
Χρ.
374
ου’δῆτ’ἔγωγ’.
Βλεψιδημος
Βλ.
Βλ.
374
Ἡράκλεις, φέρε ποῖ τις ἂν
375
τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.
Χρεμυλος
Χρ.
Χρ.
376
κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
Βλεψιδημος
Βλ.
Βλ.
377
τᾶν ἐγώ τοι τοῦτ’ἀπὸ σμικροῦ πάνυ
378
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
379
τὸ στόμ’ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
Χρεμυλος
Χρ.
Χρ.
380
καὶ μὴν φίλως γ’ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς
381
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
Βλεψιδημος
Βλ.
Βλ.
382
ὁρῶ τιν’ἐπὶ τοῦ βήματος καθεδούμενον
383
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
384
καὶ τῆς γυναικός, κου’διοίσοντ’ἄντικρυς
385
τῶν Ἡρακλειδῶν οὐ δ’ὁτιοῦν τῶν Παμφίλου.
Χρεμυλος
Χρ.
Χρ.
386
οὒκ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
387
ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
388
ἀπαρτὶ πλουτῆσαι ποιήσω.
Βλεψιδημος
Βλ.
Βλ.
388
τί σὺ λέγεις;
389
οὕτω πάνυ πολλὰ κέκλοφας;
Χρεμυλος
Χρ.
Χρ.
389
οἴμοι τῶν κακῶν,
390
ἀπολεῖς.
Βλεψιδημος
Βλ.
Βλ.
390
σὺ μὲν οὖν σεαυτόν, ὥς γ’ἐμοὶ δοκεῖς.
Χρεμυλος
Χρ.
Χρ.
391
ου’δῆτ’, ἐπεὶ τὸν Πλοῦτον μόχθηρε σὺ
392
ἔχω.
Βλεψιδημος
Βλ.
Βλ.
392
σὺ Πλοῦτον; ποῖον;
Χρεμυλος
Χρ.
Χρ.
392
αὐτὸν τὸν θεόν.
Βλεψιδημος
Βλ.
Βλ.
393
καὶ ποῦ ’στιν;
Χρεμυλος
Χρ.
Χρ.
393
ἔνδον.
Βλεψιδημος
Βλ.
Βλ.
393
ποῦ;
Χρεμυλος
Χρ.
Χρ.
393
παρ’ἐμοί.
Βλεψιδημος
Βλ.
Βλ.
393
παρὰ σοί;
Χρεμυλος
Χρ.
Χρ.
393
πάνυ.
Βλεψιδημος
Βλ.
Βλ.
394
οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
Χρεμυλος
Χρ.
Χρ.
394
νὴ τοὺς θεούς.
Βλεψιδημος
Βλ.
Βλ.
395
λὲγεις ἀληθῆ;
Χρεμυλος
Χρ.
Χρ.
395
φημί.
Βλεψιδημος
Βλ.
Βλ.
395
πρὸς τῆς Ἑστίας;
Χρεμυλος
Χρ.
Χρ.
396
νὴ τὸν Ποσειδῶ.
Βλεψιδημος
Βλ.
Βλ.
396
τὸν θαλάττιον λέγεις;
Χρεμυλος
Χρ.
Χρ.
397
εἰ δ’ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
Βλεψιδημος
Βλ.
Βλ.
398
εἶτ’οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
Χρεμυλος
Χρ.
Χρ.
399
οὐκ ἔστι πω τὰ πράγματ’ἐν τούτῳ.
Βλεψιδημος
Βλ.
Βλ.
399
τί φῄς;
400
οὐ τῷ μεταδοῦναι;
Χρεμυλος
Χρ.
Χρ.
400
μὰ Δία. δεῖ γὰρ πρῶτα
Βλεψιδημος
Βλ.
Βλ.
400
τί;
Χρεμυλος
Χρ.
Χρ.
401
βλέψαι ποιῆσαι νώ
Βλεψιδημος
Βλ.
Βλ.
401
τίνα βλέψαι; φράσον.
Χρεμυλος
Χρ.
Χρ.
402
τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
Βλεψιδημος
Βλ.
Βλ.
403
τυφλὸς γὰρ ὄντως ἐστί;
Χρεμυλος
Χρ.
Χρ.
403
νὴ τὸν οὐρανόν.
Βλεψιδημος
Βλ.
Βλ.
404
οὐκ ἐτὸς ἄρ’ὡς ἔμ’ἦλθεν οὐδεπώποτε.
Χρεμυλος
Χρ.
Χρ.
405
ἀλλ’ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.
Βλεψιδημος
Βλ.
Βλ.
406
οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
Χρεμυλος
Χρ.
Χρ.
407
τίς δῆτ’ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
408
οὔτε γὰρ μισθὸς οὐδὲν ἔστ’οὔθ’ τέχνη.
Βλεψιδημος
Βλ.
Βλ.
409
σκοπῶμεν.
Χρεμυλος
Χρ.
Χρ.
409
ἀλλ’οὐκ ἔστιν.
Βλεψιδημος
Βλ.
Βλ.
409
οὐδ ἐμοὶ δοκεῖ.
Χρεμυλος
Χρ.
Χρ.
410
μὰ Δί’ἀλλ’ὅπερ πάλαι παρεσκευαζόμην
411
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
412
κράτιστόν ἐστι.
Βλεψιδημος
Βλ.
Βλ.
412
πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
413
μή νυν διάτριβ’ἀλλ’ἄνυε πράττων ἕν γέ τι.
Χρεμυλος
Χρ.
Χρ.
414
καὶ δὴ βαδίζω.
Βλεψιδημος
Βλ.
Βλ.
414
σπεῦδέ νυν.
Χρεμυλος
Χρ.
Χρ.
414
τοῦτ’αὐτὸ δρῶ.
Πενια
Πε.
Πε.
415
θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον
416
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε
417
ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
Βλεψιδημος
Βλ.
Βλ.
418
Ἡράκλεις.
Πενια
Πε.
Πε.
418
ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς ·
419
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
420
ἀλλ’οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε
421
οὔτε θεὸς οὔτ’ἄνθρωπος · ὥστ’ἀπολώλατον.
Χρεμυλος
Χρ.
Χρ.
422
σὺ δ’εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
Βλεψιδημος
Βλ.
Βλ.
423
ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας ·
424
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
Χρεμυλος
Χρ.
Χρ.
425
ἀλλ’οὐκ ἔχει γὰρ δᾷδας.
Βλεψιδημος
Βλ.
Βλ.
425
οὐκοῦν κλαύσεται.
Πενια
Πε.
Πε.
426
ὄιεσθε δ’εἶναι τίνα με;
Χρεμυλος
Χρ.
Χρ.
426
πανδοκεύτριαν
427
λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
428
ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
Πενια
Πε.
Πε.
429
ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
430
ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;
Χρεμυλος
Χρ.
Χρ.
431
οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
432
ἀλλ’ἥτις εἶ λέγειν σ’ἐχρῆν αὐτίκα μάλα.
Πενια
Πε.
Πε.
433
σφὼ ποιήσω τήμερον δοῦναι δίκην
434
ἀνθ’ὧν ἐμὲ ζητεῖτον ἐνθένδ’ἀφανίσαι.
Βλεψιδημος
Βλ.
Βλ.
435
ἆρ’ἐστὶν καπηλὶς ἡκ τῶν γειτόνων,
436
ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
Πενια
Πε.
Πε.
437
πενία μὲν οὖν, σφῷν ξυνοικῶ πόλλ’ἔτη.
Βλεψιδημος
Βλ.
Βλ.
438
ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
Χρεμυλος
Χρ.
Χρ.
439
οὗτος τί δρᾷς; δειλότατον σὺ θηρίον ·
440
οὐ παραμενεῖς;
Βλεψιδημος
Βλ.
Βλ.
440
ἥκιστα πάντων.
Χρεμυλος
Χρ.
Χρ.
440
οὐ μενεῖς;
441
ἀλλ’ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
Βλεψιδημος
Βλ.
Βλ.
442
πενία γάρ ἐστιν πόνηρ’, ἧς οὐδαμοῦ
443
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
Χρεμυλος
Χρ.
Χρ.
444
στῆθ’, ἀντιβολῶ σε, στῆθι.
Βλεψιδημος
Βλ.
Βλ.
444
μὰ Δί’ἐγὼ μὲν οὔ.
Χρεμυλος
Χρ.
Χρ.
445
καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ
446
ἔργων ἁπάντων ἐργασόμεθ’, εἰ τὸν θεὸν
447
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
448
τηνδὶ δεδιότε, μη δὲ διαμαχούμεθα.
Βλεψιδημος
Βλ.
Βλ.
449
ποίοις ὅπλοισιν δυνάμει πεποιθότες;
450
ποῖον γὰρ οὐ θώρακα, ποίαν δ’ἀσπίδα
451
οὐκ ἐνέχυρον τίθησιν μιαρωτάτη;
Χρεμυλος
Χρ.
Χρ.
452
θάρρει · μόνος γὰρ θεὸς οὗτος οἶδ’ὅτι
453
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
Πενια
Πε.
Πε.
454
γρύζειν δὲ καὶ τολμᾶτον καθάρματε,
455
ἐπ’αὐτοφώρῳ δεινὰ δρῶντ’εἰλημμένω;
Χρεμυλος
Χρ.
Χρ.
456
σὺ δ’ κάκιστ’ἀπολουμένη τί λοιδορεῖ
457
ἡμῖν προσελθοῦσ’οὐ δ’ὁτιοῦν ἀδικουμένη;
Πενια
Πε.
Πε.
458
οὐδὲν γὰρ πρὸς τῶν θεῶν νομίζετε
459
ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
460
βλέψαι πάλιν;
Χρεμυλος
Χρ.
Χρ.
460
τί οὖν ἀδικοῦμεν τοῦτό σε,
461
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
462
ἀγαθόν;
Πενια
Πε.
Πε.
462
τί δ’ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ’;
Χρεμυλος
Χρ.
Χρ.
462
τι;
463
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
Πενια
Πε.
Πε.
464
ἔμ’ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
465
κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;
Χρεμυλος
Χρ.
Χρ.
465
τι;
466
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
Πενια
Πε.
Πε.
467
καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
468
τὸ πρῶτον αὐτοῦ · κἂν μὲν ἀποφήνω μόνην
469
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
470
ὑμῖν δι’ἐμέτε ζῶντας ὑμᾶς · εἰ δὲ μή,
471
ποιεῖτον ἤδη τοῦθ’ τι ἂν ὑμῖν δοκῇ.
Χρεμυλος
Χρ.
Χρ.
472
ταυτὶ σὺ τολμᾷς μιαρωτάτη λέγειν;
Πενια
Πε.
Πε.
473
καὶ σύ γε διδάσκου · πάνυ γὰρ οἶμαι ῥᾳδίως
474
ἅπανθ’ἁμαρτάνοντά σ’ἀποδείξειν ἐγώ,
475
εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.
Χρεμυλος
Χρ.
Χρ.
476
τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
Πενια
Πε.
Πε.
477
οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
Χρεμυλος
Χρ.
Χρ.
478
καὶ τίς δύναιτ’ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
479
τοιαῦτ’ἀκούων;
Πενια
Πε.
Πε.
479
ὅστις ἐστὶν εὖ φρονῶν.
Χρεμυλος
Χρ.
Χρ.
480
τί δῆτά σοι τίμημ’ἐπιγράψω τῇ δίκῃ,
481
ἐὰν ἁλῷς;
Πενια
Πε.
Πε.
481
τι σοι δοκεῖ.
Χρεμυλος
Χρ.
Χρ.
481
καλῶς λέγεις.
Πενια
Πε.
Πε.
482
τὸ γὰρ αὔτ’, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
Χρεμυλος
Χρ.
Χρ.
483
ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
Βλεψιδημος
Βλ.
Βλ.
484
ταύτῃ γε · νῷν δὲ δύ’ἀποχρήσουσιν μόνω.
Πενια
Πε.
Πε.
485
οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντ’, τί γ’ἂν
486
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;
Χορος
Χο.
Χο.
487
ἀλλ’ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν νικήσετε τηνδὶ
488
ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δ’ἐνδώσετε μηδέν.
Χρεμυλος
Χρ.
Χρ.
489
φανερὸν μὲν ἔγωγ’οἶμαι γνῶναι τοῦτ’εἶναι πᾶσιν ὁμοίως,
490
ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον,
491
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
492
τοῦτ’οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
493
βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
494
ἢν γὰρ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
495
ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει,
496
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται · κᾆτα ποιήσει
497
πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τάτε θεῖα σέβοντας.
498
καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ’ἄμεινον;
Βλεψιδημος
Βλ.
Βλ.
499
οὐδείς · τούτου μάρτυς ἐγώ σοι · μηδὲν ταύτην γ’ἀνερώτα.
Χρεμυλος
Χρ.
Χρ.
500
ὡς μὲν γὰρ νῦν ἡμῖν βίος τοῖς ἀνθρώποις διάκειται,
501
τίς ἂν οὐχ ἡγοῖτ’εἶναι μανίαν κακοδαιμονίαντ’ἔτι μᾶλλον;
502
πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
503
ἀδίκως αὐτὰ ξυλλεξάμενοι · πολλοὶ δ’ὄντες πάνυ χρηστοὶ
504
πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦτε τὰ πλεῖστα σύνεισιν.
505
οὔκουν εἶναί φημ’, εἰ παύσει ταύτην βλέψας ποθ’ Πλοῦτος,
506
ὁδὸν ἥντιν’ἰὼν τοῖς ἀνθρώποις ἀγάθ’ἄν μείζω πορίσειεν.
Πενια
Πε.
Πε.
507
ἀλλ’ πάντων ῥᾷστ’ἀνθρώπων ἀναπεισθέντ’οὐχ ὑγιαίνειν
508
δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
509
εἰ τοῦτο γένοιθ’ ποθεῖθ’ὑμεῖς, οὔ φημ’ἂν λυσιτελεῖν σφῷν.
510
εἰ γὰρ Πλοῦτος βλέψειε πάλιν διανείμειέντ’ἴσον αὑτόν,
511
οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ’ἂν σοφίαν μελετῴη
512
οὐδείς · ἀμφοῖν δ’ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
513
τίς χαλκεύειν ναυπηγεῖν ῥάπτειν τροχοποιεῖν,
514
σκυτοτομεῖν πλινθουργεῖν πλύνειν σκυλοδεψεῖν,
515
γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι,
516
ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;
Χρεμυλος
Χρ.
Χρ.
517
λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθ’ὅσα νῦν δὴ κατέλεξας
518
οἱ θεράποντες μοχθήσουσιν.
Πενια
Πε.
Πε.
518
πόθεν οὖν ἕξεις θεράποντας;
Χρεμυλος
Χρ.
Χρ.
519
ὠνησόμεθ’ἀργυρίου δήπου.
Πενια
Πε.
Πε.
519
τίς δ’ἔσται πρῶτον πωλῶν,
520
ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;
Χρεμυλος
Χρ.
Χρ.
520
κερδαίνειν βουλόμενός τις
521
ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
Πενια
Πε.
Πε.
522
ἀλλ’οὐ δ’ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐ δ’ἀνδραποδιστὴς
523
κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
524
κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
525
ὥστ’αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλατε μοχθεῖν
526
ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
Χρεμυλος
Χρ.
Χρ.
526
ἐς κεφαλὴν σοί.
Πενια
Πε.
Πε.
527
ἔτι δ’οὐχ ἕξεις οὔτ’ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
528
οὔτ’ἐν δάπισιν · τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
529
οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
530
οὔθ’ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.
531
καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
532
παρ’ἐμοῦ δ’ἔστιν ταῦτ’εὔπορα πάνθ’ὑμῖν ὧν δείσθον · ἐγὼ γὰρ
533
τὸν χειροτέχνην ὥσπερ δέσποιν’ἐπαναγκάζουσα κάθημαι
534
διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
Χρεμυλος
Χρ.
Χρ.
535
σὺ γὰρ ἂν πορίσαι τί δύναι’ἀγαθὸν φῴδων ἐκ βαλανείου
536
καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι ·δίων κολοσυρτόν;
537
φθειρῶντ’ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐ δὲ λέγω σοι
538
ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
539
ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλ’ἐπανίστω.
540
πρὸς δέ γε τούτοις ἀνθ’ἱματίου μὲν ἔχειν ῥάκος · ἀντὶ δὲ κλίνης
541
στιβάδα σχοίνων κόρεων μεστήν, τοὺς εὕδοντας ἐγείρει ·
542
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν · ἀντὶ δὲ προσκεφαλαίου
543
λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ · σιτεῖσθαι δ’ἀντὶ μὲν ἄρτων
544
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ’ἰσχνῶν ῥαφανίδων,
545
ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας
546
φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
547
ἀγαθῶν πᾶσιν τοῖς ἀνθρώποις ἀποφαίνω σ’αἴτιον οὖσαν;
Πενια
Πε.
Πε.
548
σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ’ὑπεκρούσω.
Χρεμυλος
Χρ.
Χρ.
549
οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
Πενια
Πε.
Πε.
550
ὑμεῖς γ’οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.
551
ἀλλ’οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί’, οὐ δέ γε μέλλει.
552
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα ·
553
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
554
περιγίγνεσθαι δ’αὐτῷ μηδέν, μὴ μέντοι μη δ’ἐπιλείπειν.
Χρεμυλος
Χρ.
Χρ.
555
ὡς μακαρίτην Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,
556
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μη δὲ ταφῆναι.
Πενια
Πε.
Πε.
557
σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
558
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
559
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
560
καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,
561
παρ’ἐμοὶ δ’ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
Χρεμυλος
Χρ.
Χρ.
562
ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
Πενια
Πε.
Πε.
563
περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
564
ὅτι κοσμιότης οἰκεῖ μετ’ἐμοῦ, τοῦ Πλούτου δ’ἐστὶι ὑβρίζειν.
Χρεμυλος
Χρ.
Χρ.
565
πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.
Βλεψιδημος
Βλ.
Βλ.
566
νὴ τὸν Δί’, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;
Πενια
Πε.
Πε.
567
σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
568
ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
569
πλουτήσαντες δ’ἀπὸ τῶν κοινῶν παραχρῆμ’ἄδικοι γεγένηνται,
570
ἐπιβουλεύουσίτε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.
Χρεμυλος
Χρ.
Χρ.
571
ἀλλ’οὐ ψεύδει τούτων γ’οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
572
ἀτὰρ οὐχ ἧττόν γ’οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
573
ὁτιὴ ζητεῖς τοῦτ’ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
574
Πενία Πλούτου.
Πενια
Πε.
Πε.
574
καὶ σύ γ’ἐλέγξαι μ’οὔπω δύνασαι περὶ τούτου,
575
ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.
Χρεμυλος
Χρ.
Χρ.
575
καὶ πῶς φεύγουσί σ’ἅπαντες;
Πενια
Πε.
Πε.
576
ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ’ἔστι μάλιστα
577
ἀπὸ τῶν παίδων · τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
578
αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ’ἐστὶ δίκαιον.
Χρεμυλος
Χρ.
Χρ.
579
τὸν Δία φήσεις ἆρ’οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον ·
580
κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.
Βλεψιδημος
Βλ.
Βλ.
580
ταύτην δ’ἡμῖν ἀποπέμπει.
Πενια
Πε.
Πε.
581
ἀλλ’ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
582
Ζεὺς δήπου πένεται, καὶ τοῦτ’ἤδη φανερῶς σε διδάξω.
583
εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
584
ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι’ἔτους πέμπτου ξυναγείρει,
585
ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας
586
κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.
Χρεμυλος
Χρ.
Χρ.
587
οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος ·
588
φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
589
λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρ’ἑαυτῷ.
Πενια
Πε.
Πε.
590
πολὺ τῆς Πενίας πρᾶγμ’αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,
591
εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ’οὑτωσὶ καὶ φιλοκερδής.
Χρεμυλος
Χρ.
Χρ.
592
ἀλλὰ σέ γ’ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.
Πενια
Πε.
Πε.
593
τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ’ἔστ’ἀγάθ’ὑμῖν
594
διὰ τὴν Πενίαν.
Χρεμυλος
Χρ.
Χρ.
594
παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
595
εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη
596
τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν’ἀποπέμπειν,
597
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
598
ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
599
ἔτι μη δ’ὁτιοῦν.
600
οὐ γὰρ πείσεις, οὐ δ’ἢν πείσῃς.
Πενια
Πε.
Πε.
601
πόλις Ἄργους, κλύεθ’οἷα λέγει.
Χρεμυλος
Χρ.
Χρ.
602
Παύσωνα κάλει τὸν ξύσσιτον.
Πενια
Πε.
Πε.
603
τί πάθω τλήμων;
Χρεμυλος
Χρ.
Χρ.
604
ἔρρ’ἐς κόρακας θᾶττον ἀφ’ἡμῶν.
Πενια
Πε.
Πε.
605
εἶμι δὲ ποῖ γῆς;
Χρεμυλος
Χρ.
Χρ.
606
ἐς τὸν κύφων’· ἀλλ’οὐ μέλλειν
607
χρῆν σ’, ἀλλ’ἀνύειν.
Πενια
Πε.
Πε.
608
μὴν ὑμεῖς γ’ἔτι μ’ἐνταυθοῖ
609
μεταπέμψεσθον.
Χρεμυλος
Χρ.
Χρ.
610
τότε νοστήσεις · νῦν δὲ φθείρου.
611
κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
612
σὲ δ’ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
Βλεψιδημος
Βλ.
Βλ.
613
νὴ Δί’ἐγὼ γοῦν ἐθέλω πλουτῶν
614
εὐωχεῖσθαι μετὰ τῶν παίδων
615
τῆςτε γυναικός, καὶ λουσάμενος
616
λιπαρὸς χωρῶν ἐκ βαλανείου
617
τῶν χειροτεχνῶν
618
καὶ τῆς Πενίας καταπαρδεῖν.
Χρεμυλος
Χρ.
Χρ.
619
αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
620
ἐγὼ δὲ καὶ σύ γ’ὡς τάχιστα τὸν θεὸν
621
ἐγκατακλινοῦντ’ἄγωμεν εἰς Ἀσκληπιοῦ.
Βλεψιδημος
Βλ.
Βλ.
622
καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
623
ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.
Χρεμυλος
Χρ.
Χρ.
624
παῖ Καρίων τὰ στρώματ’ἐκφέρειν σ’ἐχρῆν
625
αὐτόντ’ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,
626
καὶ τἄλλ’ὅσ’ἐστὶν ἔνδον ηὐτρεπισμένα.
Καριων
Κα.
Κα.
627
πλεῖστα Θησείοις μεμυστιλημένοι
628
γέροντες ἄνδρες ἐπ’ὀλιγίστοις ἀλφίτοις,
629
ὡς εὐτυχεῖθ’, ὡς μακαρίως πεπράγατε,
630
ἄλλοιθ’ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.
Χορος
Χο.
Χο.
631
τί δ’ἔστιν βέλτιστε τῶν σαυτοῦ φίλων;
632
φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
Καριων
Κα.
Κα.
633
δεσπότης πέπραγεν εὐτυχέστατα,
634
μᾶλλον δ’ Πλοῦτος αὐτός · ἀντὶ γὰρ τυφλοῦ
635
ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,
636
Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
Χορος
Χο.
Χο.
637
λέγεις μοι χαράν, λέγεις μοι βοάν.
Καριων
Κα.
Κα.
638
πάρεστι χαίρειν, ἤντε βούλησθ’ἤντε μή.
Χορος
Χο.
Χο.
639
ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
640
μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.
Γυνη
Γυ.
Γυ.
641
τίς βοή ποτ’ἐστίν; ἆρ’ἀγγέλλεται
642
χρηστόν τι; τοῦτο γὰρ ποθοῦσ’ἐγὼ πάλαι
643
ἔνδον κάθημαι περιμένουσα τουτονί.
Καριων
Κα.
Κα.
644
ταχέως ταχέως φέρ’οἶνον δέσποιν’, ἵνα
645
καὐτὴ πίῃς · φιλεῖς δὲ δρῶσ’αὐτὸ σφόδρα ·
646
ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
Γυνη
Γυ.
Γυ.
647
καὶ ποῦ στιν;
Καριων
Κα.
Κα.
647
ἐν τοῖς λεγομένοις εἴσει τάχα.
Γυνη
Γυ.
Γυ.
648
πέραινε τοίνυν τι λέγεις ἀνύσας ποτέ.
Καριων
Κα.
Κα.
649
ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
650
ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ’ἐρῶ.
Γυνη
Γυ.
Γυ.
651
μὴ δῆτ’ἔμοιγ’ἐς τὴν κεφαλήν.
Καριων
Κα.
Κα.
651
μὴ τἀγαθὰ
652
νῦν γεγένηται;
Γυνη
Γυ.
Γυ.
652
μὴ μὲν οὖν τὰ πράγματα.
Καριων
Κα.
Κα.
653
ὡς γὰρ τάχιστ’ἀφικόμεθα πρὸς τὸν θεὸν
654
ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
655
νῦν δ’εἴ τιν’ἄλλον μακάριον κεὐδαίμονα,
656
πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
657
ἔπειτ’ἐλοῦμεν.
Γυνη
Γυ.
Γυ.
657
νὴ Δί’εὐδαίμων ἄρ’ἦν
658
ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
Καριων
Κα.
Κα.
659
ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
660
ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα
661
καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
662
κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν ·
663
ἡμῶν δ’ἕκαστος στιβάδα παρεκαττύετο.
Γυνη
Γυ.
Γυ.
664
ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
Καριων
Κα.
Κα.
665
εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός,
666
κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν ·
667
ἕτεροίτε πολλοὶ παντοδαπὰ νοσήματα
668
ἔχοντες · ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
669
ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
670
πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου
671
σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
672
κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
673
ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
674
ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
675
ἐφ’ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι.
676
ἔπειτ’ἀναβλέψας ὁρῶ τὸν ἱερέα
677
τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
678
ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς · μετὰ τοῦτο δὲ
679
περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
680
εἴ που πόπανον εἴη τι καταλελειμμένον ·
681
ἔπειτα ταῦθ’ἥγιζεν ἐς σάκταν τινά.
682
κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
683
ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.
Γυνη
Γυ.
Γυ.
684
ταλάντατ’ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;
Καριων
Κα.
Κα.
685
νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με
686
ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα ·
687
γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
688
τὸ γρᾴδιον δ’ὡς ᾔσθετο δή μου τὸν ψόφον,
689
ἄρασ’ὑφῄρει · κᾆτα συρίξας ἐγὼ
690
ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.
691
δ’εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
692
κατέκειτο δ’αὑτὴν ἐντυλίξασ’ἡσυχῇ
693
ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
694
κἀγὼ τότ’ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων ·
695
ἔπειτ’ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.
Γυνη
Γυ.
Γυ.
696
δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
Καριων
Κα.
Κα.
696
οὐδέπω.
697
μετὰ τοῦτο δ’ἤδη καὶ γέλοιον δῆτά τι
698
ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
699
ἀπέπαρδον · γαστὴρ γὰρ ἐπεφύσητό μου.
Γυνη
Γυ.
Γυ.
700
πού σε διὰ τοῦτ’εὐθὺς ἐβδελύττετο.
Καριων
Κα.
Κα.
701
οὔκ, ἀλλ’Ἰασὼ μέν τις ἀκολουθοῦσ’ἅμα
702
ὑπηρυθρίασε χἠ Πανάκει’ἀπεστράφη
703
τὴν ῥῖν’ἐπιλαβοῦσ’· οὐ λιβανωτὸν γὰρ βδέω.
Γυνη
Γυ.
Γυ.
704
αὐτὸς δ’ἐκεῖνος;
Καριων
Κα.
Κα.
704
οὐ μὰ Δί’οὐ δ’ἐφρόντισεν.
Γυνη
Γυ.
Γυ.
705
λέγεις ἄγροικον ἄρα σύ γ’εἶναι τὸν θεόν.
Καριων
Κα.
Κα.
706
μὰ Δί’οὐκ ἔγωγ’, ἀλλὰ σκατοφάγον.
Γυνη
Γυ.
Γυ.
706
αἲ τάλαν.
Καριων
Κα.
Κα.
707
μετὰ ταῦτ’ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
708
δείσας, ἐκεῖνος δ’ἐν κύκλῳ τὰ νοσήματα
709
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
710
ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
711
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
Γυνη
Γυ.
Γυ.
712
λίθινον;
Καριων
Κα.
Κα.
712
μὰ Δί’οὐ δῆτ’οὐχὶ τό γε κιβώτιον.
Γυνη
Γυ.
Γυ.
713
σὺ δὲ πῶς ἑώρας κάκιστ’ἀπολούμενε,
714
ὃς ἐγκεκαλύφθαι φῄς;
Καριων
Κα.
Κα.
714
διὰ τοῦ τριβωνίου ·
715
ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
716
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
717
καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
718
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ’ἔφλα
719
ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
720
καὶ σχῖνον · εἶτ’ὄξει διέμενος Σφηττίῳ
721
κατέπλασεν αὐτοῦ τὰ βλέφαρ’ἐκστρέψας, ἵνα
722
ὀδυνῷτο μᾶλλον. δὲ κεκραγὼς καὶ βοῶν
723
ἔφευγ’ἀνᾴξας · δὲ θεὸς γελάσας ἔφη ·
724
ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
725
ἵν’ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.
Γυνη
Γυ.
Γυ.
726
ὡς φιλόπολίς τίς ἐσθ’ δαίμων καὶ σοφός.
Καριων
Κα.
Κα.
727
μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
728
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
729
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
730
τὰ βλέφαρα περιέψησεν · Πανάκεια δὲ
731
κατεπέτασ’αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
732
καὶ πᾶν τὸ πρόσωπον · εἶθ’ θεὸς ἐπόππυσεν.
733
ἐξῃξάτην οὖν δύο δράκοντ’ἐκ τοῦ νεὼ
734
ὑπερφυεῖς τὸ μέγεθος.
Γυνη
Γυ.
Γυ.
734
φίλοι θεοί.
Καριων
Κα.
Κα.
735
τούτω δ’ὑπὸ τὴν φοινικίδ’ὑποδύνθ’ἡσυχῇ
736
τὰ βλέφαρα περιέλειχον, ὥς γ’ἐμοὶ δοκεῖ ·
737
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
738
Πλοῦτος δέσποιν’ἀνειστήκει βλέπων ·
739
ἐγὼ δὲ τὼ χεῖρ’ἀνεκρότησ’ὑφ’ἡδονῆς
740
τὸν δεσπότηντ’ἤγειρον. θεὸς δ’εὐθέως
741
ἠφάνισεν αὑτὸν οἵτ’ὄφεις ἐς τὸν νεών.
742
οἱ δ’ἐγκατακείμενοι παρ’αὐτῷ πῶς δοκεῖς
743
τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ’ὅλην
744
ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
745
ἐγὼ δ’ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα,
746
ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
747
τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
Γυνη
Γυ.
Γυ.
748
ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
749
ἀτὰρ φράσον μοι, ποῦ’σθ’ Πλοῦτος;
Καριων
Κα.
Κα.
749
ἔρχεται.
750
ἀλλ’ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.
751
οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
752
ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
753
ἐδεξιοῦνθ’ἅπαντες ὑπὸ τῆς ἡδονῆς ·
754
ὅσοι δ’ἐπλούτουν οὐσίαντ’εἶχον συχνὴν
755
οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι,
756
ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόνθ’ἅμα.
757
οἱ δ’ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
758
γελῶντες εὐφημοῦντες · ἐκτυπεῖτο δὲ
759
ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
760
ἀλλ’εἶ’ἁπαξάπαντες ἐξ ἑνὸς λόγου
761
ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε ·
762
οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
763
ὡς ἄλφιτ’οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
Γυνη
Γυ.
Γυ.
764
νὴ τὴν Ἑκάτην κἀγὼ δ’ἀναδῆσαι βούλομαι
765
εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ
766
τοιαῦτ’ἀπαγγείλαντα.
Καριων
Κα.
Κα.
766
μή νυν μέλλ’ἔτι,
767
ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.
Γυνη
Γυ.
Γυ.
768
φέρε νυν ἰοῦσ’εἴσω κομίσω καταχύσματα
769
ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.
Καριων
Κα.
Κα.
770
ἐγὼ δ’ἀπαντῆσαί γ’ἐκείνοις βούλομαι.
Πλουτος
Πλ.
Πλ.
771
καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
772
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
773
χώραντε πᾶσαν Κέκροπος μ’ἐδέξατο.
774
αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
775
οἵοις ἄρ’ἀνθρώποις ξυνὼν ἐλάνθανον,
776
τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
777
ἔφευγον, εἰδὼς οὐδέν · τλήμων ἐγώ,
778
ὡς οὔτ’ἐκεῖν’ἄρ’οὔτε ταῦτ’ὀρθῶς ἔδρων ·
779
ἀλλ’αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ
780
δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι
781
ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.
Χρεμυλος
Χρ.
Χρ.
782
βάλλ’ἐς κόρακας · ὡς χαλεπόν εἰσιν οἱ φίλοι
783
οἱ φαινόμενοι παραχρῆμ’ὅταν πράττῃ τις εὖ.
784
νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
785
ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.
786
ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
787
περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
Γυνη
Γυ.
Γυ.
788
φίλτατ’ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
789
φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
790
ταυτὶ καταχέω σου λαβοῦσα.
Πλουτος
Πλ.
Πλ.
790
μηδαμῶς.
791
ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
792
πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
793
πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.
Γυνη
Γυ.
Γυ.
794
εἶτ’οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
Πλουτος
Πλ.
Πλ.
795
ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος ·
796
ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
797
οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
798
ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
799
προβαλόντ’ἐπὶ τούτοις εἶτ’ἀναγκάζειν γελᾶν.
Γυνη
Γυ.
Γυ.
800
εὖ πάνυ λέγεις · ὡς Δεξίνικός γ’οὑτοσὶ
801
ἀνίσταθ’ὡς ἁρπασόμενος τὰς ἰσχάδας.
Καριων
Κα.
Κα.
802
ὡς ἡδὺ πράττειν ὦνδρές ἐστ’εὐδαιμόνως,
803
καὶ ταῦτα μηδὲν ἐξενεγκόντ’οἴκοθεν.
804
ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
805
ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.
805a
806
μὲν σιπύη μεστή ’στι λευκῶν ἀλφίτων,
807
οἱ δ’ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
808
ἅπαντα δ’ἡμῖν ἀργυρίου καὶ χρυσίου
809
τὰ σκευάρια πλήρη ’στίν, ὥστε θαυμάσαι.
810
τὸ φρέαρ δ’ἐλαίου μεστόν · αἱ δὲ λήκυθοι
811
μύρου γέμουσι, τὸ δ’ὑπερῷον ἰσχάδων.
812
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
813
χαλκῆ γέγονε · τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
814
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ’ὁρᾶν.
815
δ’ἰπνὸς γέγον’ἡμῖν ἐξαπίνης ἐλεφάντινος.
816
στατῆρσι δ’οἱ θεράποντες ἀρτιάζομεν
817
χρυσοῖς · ἀποψώμεσθα δ’οὐ λίθοις ἔτι,
818
ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
819
καὶ νῦν δεσπότης μὲν ἔνδον βουθυτεῖ
820
ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος ·
821
ἐμὲ δ’ἐξέπεμψεν καπνός. οὐχ οἷόςτε γὰρ
822
ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
Δικαιος
Δι.
Δι.
823
ἕπου μετ’ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
824
ἴωμεν.
Καριων
Κα.
Κα.
824
ἔα τίς ἔσθ’ προσιὼν οὑτοσί;
Δικαιος
Δι.
Δι.
825
ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ’εὐτυχής.
Καριων
Κα.
Κα.
826
δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
Δικαιος
Δι.
Δι.
827
μάλιστ’.
Καριων
Κα.
Κα.
827
ἔπειτα τοῦ δέει;
Δικαιος
Δι.
Δι.
827
πρὸς τὸν θεὸν
828
ἥκω · μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
829
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
830
λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,
831
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
Καριων
Κα.
Κα.
832
πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
Δικαιος
Δι.
Δι.
833
κομιδῇ μὲν οὖν.
Καριων
Κα.
Κα.
833
οὐκοῦν μετὰ ταῦτ’ἦσθ’ἄθλιος.
Δικαιος
Δι.
Δι.
834
κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
835
εὐηργέτησα δεομένους ἕξειν φίλους
836
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ ·
837
οἱ δ’ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ’ἔτι.
Καριων
Κα.
Κα.
838
καὶ κατεγέλων δ’εὖ οἶδ’ὅτι.
Δικαιος
Δι.
Δι.
838
κομιδῇ μὲν οὖν ·
839
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ’ἀπώλεσεν.
Καριων
Κα.
Κα.
840
ἀλλ’οὐχὶ νῦν.
Δικαιος
Δι.
Δι.
840
ἀνθ’ὧν ἐγὼ πρὸς τὸν θεὸν
841
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
Καριων
Κα.
Κα.
842
τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
843
φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.
Δικαιος
Δι.
Δι.
844
καὶ τοῦτ’ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
Καριων
Κα.
Κα.
845
μῶν οὖν ἐμυήθης δῆτ’ἐν αὐτῷ τὰ μεγάλα;
Δικαιος
Δι.
Δι.
846
οὐκ ἀλλ’ἐνερρίγωσ’ἔτη τριακαίδεκα.
Καριων
Κα.
Κα.
847
τὰ δ’ἐμβάδια;
Δικαιος
Δι.
Δι.
847
καὶ ταῦτα συνεχειμάζετο.
Καριων
Κα.
Κα.
848
καὶ ταῦτ’ἀναθήσων ἔφερες οὖν;
Δικαιος
Δι.
Δι.
848
νὴ τὸν Δία.
Καριων
Κα.
Κα.
849
χαρίεντά γ’ἥκεις δῶρα τῷ θεῷ φέρων.
Συκοφαντης
Συ.
Συ.
850
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,
851
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
852
καὶ δωδεκάκις καὶ μυριάκις · ἰοὺ ἰού.
853
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
Καριων
Κα.
Κα.
854
Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
855
τί ποτ’ἐστὶν τι πέπονθεν ἅνθρωπος κακόν;
Συκοφαντης
Συ.
Συ.
856
οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
857
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
858
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
859
πάλιν αὖθις, ἤνπερ μὴ ’λλίπωσιν αἱ δίκαι;
Δικαιος
Δι.
Δι.
860
ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.
861
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
862
ἔοικε δ’εἶναι τοῦ πονηροῦ κόμματος.
Καριων
Κα.
Κα.
863
νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
Συκοφαντης
Συ.
Συ.
864
ποῦ ποῦ ’σθ’ μόνος ἅπαντας ἡμᾶς πλουσίους
865
ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,
866
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; δὲ
867
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
Καριων
Κα.
Κα.
868
καὶ τίνα δέδρακε δῆτα τοῦτ’;
Συκοφαντης
Συ.
Συ.
868
ἐμὲ τουτονί.
Καριων
Κα.
Κα.
869
τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
Συκοφαντης
Συ.
Συ.
870
μὰ Δί’οὐ μὲν οὖν ἔσθ’ὑγιὲς ὑμῶν οὐδενός,
871
κοὐκ ἔσθ’ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
Καριων
Κα.
Κα.
872
ὡς σοβαρὸς Δάματερ εἰσελήλυθεν
873
συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
Συκοφαντης
Συ.
Συ.
874
σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις ·
875
ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ’ἐκεῖ στρεβλούμενον
876
εἰπεῖν πεπανούργηκας.
Καριων
Κα.
Κα.
876
οἰμώξ’ἄρα σύ.
Δικαιος
Δι.
Δι.
877
νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ’ἄξιος
878
ἅπασι τοῖς Ἕλλησιν θεός ἐσθ’ὅτι
879
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
Συκοφαντης
Συ.
Συ.
880
οἴμοι τάλας · μῶν καὶ σὺ μετέχων καταγελᾷς;
881
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
882
ἐχθὲς δ’ἔχοντ’εἶδόν σ’ἐγὼ τριβώνιον.
Δικαιος
Δι.
Δι.
883
οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
884
τὸν δακτύλιον τονδὶ παρ’Εὐδάμου δραχμῆς.
Καριων
Κα.
Κα.
885
ἀλλ’οὐκ ἔνεστι συκοφάντου δήγματος .
Συκοφαντης
Συ.
Συ.
886
ἆρ’οὐχ ὕβρις ταῦτ’ἐστὶ πολλή; σκώπτετον,
887
τι δὲ ποιεῖτον ἐνθάδ’οὐκ εἰρήκατον.
888
οὐκ ἐπ’ἀγαθῷ γὰρ ἐνθάδ’ἐστὸν οὐδενί.
Δικαιος
Δι.
Δι.
889
μὰ τὸν Δί’οὔκουν τῷ γε σῷ, σάφ’ἴσθ’ὅτι.
Συκοφαντης
Συ.
Συ.
890
ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.
Καριων
Κα.
Κα.
891
ὡς δὴ ’π’ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
892
διαρραγείης μηδενός γ’ἐμπλήμενος.
Συκοφαντης
Συ.
Συ.
893
ἀρνεῖσθον; ἔνδον ἐστὶν μιαρωτάτω
894
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
895
.
Καριων
Κα.
Κα.
896
κακόδαιμον ὀσφραίνει τι;
Δικαιος
Δι.
Δι.
896
τοῦ ψύχους γ’ἴσως
897
ἐπεὶ τοιοῦτόν γ’ἀμπέχεται τριβώνιον.
Συκοφαντης
Συ.
Συ.
898
ταῦτ’οὖν ἀνασχέτ’ἐστὶν Ζεῦ καὶ θεοί,
899
τούτους ὑβρίζειν εἰς ἔμ’; οἴμ’ὡς ἄχθομαι
900
ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.
Δικαιος
Δι.
Δι.
901
σὺ φιλόπολις καὶ χρηστός;
Συκοφαντης
Συ.
Συ.
901
ὡς οὐδείς γ’ἀνήρ.
Δικαιος
Δι.
Δι.
902
καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
Συκοφαντης
Συ.
Συ.
902
τὸ τί;
Δικαιος
Δι.
Δι.
903
γεωργὸς εἶ;
Συκοφαντης
Συ.
Συ.
903
μελαγχολᾶν μ’οὕτως οἴει;
Δικαιος
Δι.
Δι.
904
ἀλλ’ἔμπορος;
Συκοφαντης
Συ.
Συ.
904
ναί, σκήπτομαί γ’, ὅταν τύχω.
Δικαιος
Δι.
Δι.
905
τί δαί; τέχνην τιν’ἔμαθες;
Συκοφαντης
Συ.
Συ.
905
οὐ μὰ τὸν Δία.
Δικαιος
Δι.
Δι.
906
πῶς οὖν διέζης πόθεν μηδὲν ποιῶν;
Συκοφαντης
Συ.
Συ.
907
τῶν τῆς πόλεώς εἰμ’ἐπιμελητὴς πραγμάτων
908
καὶ τῶν ἰδίων πάντων.
Δικαιος
Δι.
Δι.
908
σύ; τί μαθών;
Συκοφαντης
Συ.
Συ.
908
βούλομαι.
Δικαιος
Δι.
Δι.
909
πῶς οὖν ἂν εἴης χρηστὸς τοιχωρύχε,
910
εἴ σοι προσῆκον μηδὲν εἶτ’ἀπεχθάνει;
Συκοφαντης
Συ.
Συ.
911
οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
912
εὐεργετεῖν κέπφε καθ’ὅσον ἂν σθένω;
Δικαιος
Δι.
Δι.
913
εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
Συκοφαντης
Συ.
Συ.
914
τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
915
καὶ μὴ ’πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.
Δικαιος
Δι.
Δι.
916
οὔκουν δικαστὰς ἐξεπίτηδες πόλις
917
ἄρχειν καθίστησιν;
Συκοφαντης
Συ.
Συ.
917
κατηγορεῖ δὲ τίς;
Δικαιος
Δι.
Δι.
918
βουλόμενος.
Συκοφαντης
Συ.
Συ.
918
οὐκοῦν ἐκεῖνός εἰμ’ἐγώ,
919
ὥστ’εἰς ἔμ’ἥκει τῆς πόλεως τὰ πράγματα.
Δικαιος
Δι.
Δι.
920
νὴ Δία πονηρόν γ’ἆρα προστάτην ἔχει.
921
ἐκεῖνο δ’οὐ βούλοι’ἄν, ἡσυχίαν ἔχων
922
ζῆν ἀργός;
Συκοφαντης
Συ.
Συ.
922
ἀλλὰ προβατίου βίον λέγεις,
923
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
Δικαιος
Δι.
Δι.
924
οὐ δ’ἂν μεταμάθοις;
Συκοφαντης
Συ.
Συ.
924
οὐ δ’ἂν εἰ δοίης γέ μοι
925
τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.
Δικαιος
Δι.
Δι.
926
κατάθου ταχέως θοἰμάτιον.
Καριων
Κα.
Κα.
926
οὗτος, σοὶ λέγει.
Δικαιος
Δι.
Δι.
927
ἔπειθ’ὑπόλυσαι.
Καριων
Κα.
Κα.
927
ταῦτα πάντα σοὶ λέγει.
Συκοφαντης
Συ.
Συ.
928
καὶ μὴν προσελθέτω πρὸς ἔμ’ὑμῶν ἐνθαδὶ
929
βουλόμενος.
Καριων
Κα.
Κα.
929
οὐκοῦν ἐκεῖνός εἰμ’ἐγώ.
Συκοφαντης
Συ.
Συ.
930
οἴμοι τάλας ἀποδύομαι μεθ’ἡμέραν.
Καριων
Κα.
Κα.
931
σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
Συκοφαντης
Συ.
Συ.
932
ὁρᾷς ποιεῖς; ταῦτ’ἐγὼ μαρτύρομαι.
Δικαιος
Δι.
Δι.
933
ἀλλ’οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
Συκοφαντης
Συ.
Συ.
934
οἴμοι περιείλημμαι μόνος.
Καριων
Κα.
Κα.
934
νυνὶ βοᾷς;
Συκοφαντης
Συ.
Συ.
935
οἴμοι μάλ’αὖθις.
Καριων
Κα.
Κα.
935
δὸς σύ μοι τὸ τριβώνιον,
936
ἵν’ἀμφιέσω τὸν συκοφάντην τουτονί.
Δικαιος
Δι.
Δι.
937
μὴ δῆθ’· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
Καριων
Κα.
Κα.
938
ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
939
περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
940
Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.
Δικαιος
Δι.
Δι.
941
τοῖς δ’ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
Καριων
Κα.
Κα.
942
καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
943
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
Συκοφαντης
Συ.
Συ.
944
ἄπειμι · γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
945
ὑμῶν · ἐὰν δὲ σύζυγον λάβω τινὰ
946
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
947
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
948
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
949
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
950
τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.
Δικαιος
Δι.
Δι.
951
καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
952
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε ·
953
ἔπειτ’ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
954
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
Καριων
Κα.
Κα.
955
ἀλλ’ βαλανεὺς ἕλξει θύραζ’αὐτὸν λαβὼν
956
τῶν ὀρχιπέδων · ἰδὼν γὰρ αὐτὸν γνώσεται
957
ὅτι ἔστ’ἐκείνου τοῦ πονηροῦ κόμματος.
958
νὼ δ’εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.
Γραυς
Γρ.
Γρ.
959
ἆρ’ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
960
ἀφίγμεθ’ὄντως τοῦ νέου τούτου θεοῦ,
961
τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
Χορος
Χο.
Χο.
962
ἀλλ’ἴσθ’ἐπ’αὐτὰς τὰς θύρας ἀφιγμένη
963
μειρακίσκη · πυνθάνει γὰρ ὡρικῶς.
Γραυς
Γρ.
Γρ.
964
φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
Χρεμυλος
Χρ.
Χρ.
965
μὴ δῆτ’· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.
966
ἀλλ’ τι μάλιστ’ἐλήλυθας λέγειν σ’ἐχρῆν.
Γραυς
Γρ.
Γρ.
967
πέπονθα δεινὰ καὶ παράνομ’ φίλτατε ·
968
ἀφ’οὗ γὰρ θεὸς οὗτος ἤρξατο βλέπειν,
969
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
Χρεμυλος
Χρ.
Χρ.
970
τί δ’ἔστιν; που καὶ σὺ συκοφάντρια
971
εν ταῖς γυναιξὶν ἦσθα;
Γραυς
Γρ.
Γρ.
971
μὰ Δί’ἐγὼ μὲν οὔ.
Χρεμυλος
Χρ.
Χρ.
972
ἀλλ’οὐ λαχοῦσ’ἔπινες ἐν τῷ γράμματι;
Γραυς
Γρ.
Γρ.
973
σκώπτεις · ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
Χρεμυλος
Χρ.
Χρ.
974
οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
Γραυς
Γρ.
Γρ.
975
ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,
976
πενιχρὸν μέν, ἄλλως δ’εὐπρόσωπον καὶ καλὸν
977
καὶ χρηστόν · εἰ γάρ του δεηθείην ἐγώ,
978
ἅπαντ’ἐποίει κοσμίως μοι καὶ καλῶς ·
979
ἐγὼ δ’ἐκείνῳ πάντα ταῦθ’ὑπηρέτουν.
Χρεμυλος
Χρ.
Χρ.
980
τί δ’ἦν τι σου μάλιστ’ἐδεῖθ’ἑκάστοτε;
Γραυς
Γρ.
Γρ.
981
οὐ πολλά · καὶ γὰρ ἐκνομίως μ’ᾐσχύνετο.
982
ἀλλ’ἀργυρίου δραχμὰς ἂν ᾔτησ’εἴκοσιν
983
εἰς ἱμάτιον, ὀκτὼ δ’ἂν εἰς ὑποδήματα ·
984
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
985
ἐκέλευσεν ἂν τῇ μητρίθ’ἱματίδιον ·
986
πυρῶντ’ἂν ἐδεήθη μεδίμνων τεττάρων.
Χρεμυλος
Χρ.
Χρ.
987
οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
988
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σ’ᾐσχύνετο.
Γραυς
Γρ.
Γρ.
989
καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
990
αἰτεῖν μ’ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,
991
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
Χρεμυλος
Χρ.
Χρ.
992
λέγεις ἐρῶντ’ἄνθρωπον ἐκνομιώτατα.
Γραυς
Γρ.
Γρ.
993
ἀλλ’οὐχὶ νῦν βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
994
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
995
ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ
996
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
997
ἐπόντα πεμψάσης ὑπειπούσηςθ’ὅτι
998
εἰς ἑσπέραν ἥξοιμι
Χρεμυλος
Χρ.
Χρ.
998
τί σ’ἔδρασ’; εἰπέ μοι.
Γραυς
Γρ.
Γρ.
999
ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
1000
ἐφ’τ’ἐκεῖσε μηδέποτέ μ’ἐλθεῖν ἔτι,
1001
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
1002
πάλαι ποτ’ἦσαν ἄλκιμοι Μιλήσιοι.
Χρεμυλος
Χρ.
Χρ.
1003
δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
1004
ἔπειτα πλουτῶν οὐκέθ’ἥδεται φακῇ ·
1005
πρὸ τοῦ δ’ὑπὸ τῆς πενίας ἅπανθ’ὑπήσθιεν.
Γραυς
Γρ.
Γρ.
1006
καὶ μὴν πρὸ τοῦ γ’ὁσημέραι νὴ τὼ θεὼ
1007
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.
Χρεμυλος
Χρ.
Χρ.
1008
ἐπ’ἐκφοράν;
Γραυς
Γρ.
Γρ.
1008
μὰ Δί’ἀλλὰ τῆς φωνῆς μόνον
1009
ἐρῶν ἀκοῦσαι.
Χρεμυλος
Χρ.
Χρ.
1009
τοῦ λαβεῖν μὲν οὖν χάριν.
Γραυς
Γρ.
Γρ.
1010
καὶ νὴ Δί’εἰ λυπουμένην γ’αἴσθοιτό με,
1011
νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.
Χρεμυλος
Χρ.
Χρ.
1012
ἔπειτ’ἴσως ᾔτει σ’ἂν εἰς ὑποδήματα.
Γραυς
Γρ.
Γρ.
1013
μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
1014
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
1015
ἐτυπτόμην διὰ τοῦθ’ὅλην τὴν ἡμέραν.
1016
οὕτω σφόδρα ζηλότυπος νεανίσκος ἦν.
Χρεμυλος
Χρ.
Χρ.
1017
μόνος γὰρ ἥδεθ’, ὡς ἔοικεν, ἐσθίων.
Γραυς
Γρ.
Γρ.
1018
καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ’ἔθη.
Χρεμυλος
Χρ.
Χρ.
1019
ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
Γραυς
Γρ.
Γρ.
1020
ὄζειντε τῆς χρόας ἔφασκεν ἡδύ μου.
Χρεμυλος
Χρ.
Χρ.
1021
εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
Γραυς
Γρ.
Γρ.
1022
τὸ βλέμμαθ’ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
Χρεμυλος
Χρ.
Χρ.
1023
οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλ’ἠπίστατο
1024
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
Γραυς
Γρ.
Γρ.
1025
ταῦτ’οὖν θεὸς φίλ’ἄνερ οὐκ ὀρθῶς ποιεῖ,
1026
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
Χρεμυλος
Χρ.
Χρ.
1027
τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.
Γραυς
Γρ.
Γρ.
1028
ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
1029
τὸν εὖ παθόνθ’ὑπ’ἐμοῦ πάλιν μ’ἀντευποιεῖν,
1030
μη δ’ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστ’ἔχειν.
Χρεμυλος
Χρ.
Χρ.
1031
οὔκουν καθ’ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
Γραυς
Γρ.
Γρ.
1032
ἀλλ’οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
Χρεμυλος
Χρ.
Χρ.
1033
ὀρθῶς γε · νῦν δέ γ’οὐκέτι ζῆν σ’οἴεται.
Γραυς
Γρ.
Γρ.
1034
ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ’ φίλτατε.
Χρεμυλος
Χρ.
Χρ.
1035
οὐκ ἀλλὰ κατασέσηπας, ὥς γ’ἐμοὶ δοκεῖς.
Γραυς
Γρ.
Γρ.
1036
διὰ δακτυλίου μὲν οὖν ἔμεγ’ἂν διελκύσαις.
Χρεμυλος
Χρ.
Χρ.
1037
εἰ τυγχάνοι γ’ δακτύλιος ὢν τηλία.
Γραυς
Γρ.
Γρ.
1038
καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
1039
οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω ·
1040
ἔοικε δ’ἐπὶ κῶμον βαδίζειν.
Χρεμυλος
Χρ.
Χρ.
1040
φαίνεται.
1041
στέφανόν γέ τοι καὶ δᾷδ’ἔχων πορεύεται.
Νεανιας
Νε.
Νε.
1042
ἀσπάζομαί σε.
Γραυς
Γρ.
Γρ.
1042
τί φησιν;
Νεανιας
Νε.
Νε.
1042
ἀρχαία φίλη,
1043
πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.
Γραυς
Γρ.
Γρ.
1044
τάλαιν’ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
Χρεμυλος
Χρ.
Χρ.
1045
ἔοικε διὰ πολλοῦ χρόνου σ’ἑορακέναι.
Γραυς
Γρ.
Γρ.
1046
ποίου χρόνου ταλάνταθ’, ὃς παρ’ἐμοὶ χθὲς ἦν;
Χρεμυλος
Χρ.
Χρ.
1047
τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα ·
1048
μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.
Γραυς
Γρ.
Γρ.
1049
οὔκ, ἀλλ’ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
Νεανιας
Νε.
Νε.
1050
Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,
1051
ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
Γραυς
Γρ.
Γρ.
1052
, τὴν δᾷδα μή μοι πρόσφερ’.
Χρεμυλος
Χρ.
Χρ.
1052
εὖ μέντοι λέγει.
1053
ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
1054
ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
Νεανιας
Νε.
Νε.
1055
βούλει διὰ χρόνου πρός με παῖσαι;
Γραυς
Γρ.
Γρ.
1055
ποῖ τάλαν;
Νεανιας
Νε.
Νε.
1056
αὐτοῦ, λαβοῦσα κάρυα.
Γραυς
Γρ.
Γρ.
1056
παιδιὰν τίνα;
Νεανιας
Νε.
Νε.
1057
πόσους ἔχεις ὀδόντας.
Χρεμυλος
Χρ.
Χρ.
1057
ἀλλὰ γνώσομαι
1058
κἄγωγ’· ἔχει γὰρ τρεῖς ἴσως τέτταρας.
Νεανιας
Νε.
Νε.
1059
ἀπότεισον · ἕνα γὰρ γόμφιον μόνον φορεῖ.
Γραυς
Γρ.
Γρ.
1060
ταλάντατ’ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,
1061
πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
Νεανιας
Νε.
Νε.
1062
ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
Χρεμυλος
Χρ.
Χρ.
1063
οὐ δῆτ’, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
1064
εἰ δ’ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
1065
ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.
Γραυς
Γρ.
Γρ.
1066
γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.
Νεανιας
Νε.
Νε.
1067
πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
1068
ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
Γραυς
Γρ.
Γρ.
1069
μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γ’ βδελυρὲ σύ.
Χρεμυλος
Χρ.
Χρ.
1070
μὰ τὴν Ἑκάτην οὐ δῆτα · μαινοίμην γὰρ ἄν.
1071
ἀλλ’ νεανίσκ’οὐκ ἐῶ τὴν μείρακα
1072
μισεῖν σε ταύτην.
Νεανιας
Νε.
Νε.
1072
ἀλλ’ἔγωγ’ὑπερφιλῶ.
Χρεμυλος
Χρ.
Χρ.
1073
καὶ μὴν κατηγορεῖ γέ σου.
Νεανιας
Νε.
Νε.
1073
τί κατηγορεῖ;
Χρεμυλος
Χρ.
Χρ.
1074
εἶναί σ’ὑβριστήν φησι καὶ λέγειν ὅτι
1075
πάλαι ποτ’ἦσαν ἄλκιμοι Μιλήσιοι.
Νεανιας
Νε.
Νε.
1076
ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.
Χρεμυλος
Χρ.
Χρ.
1076
τὸ τί;
Νεανιας
Νε.
Νε.
1077
αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
1078
οὐκ ἄν ποτ’ἄλλῳ τοῦτ’ἐπέτρεψ’ἐγὼ ποιεῖν ·
1079
νῦν δ’ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.
Χρεμυλος
Χρ.
Χρ.
1080
οἶδ’οἶδα τὸν νοῦν · οὐκέτ’ἀξιοῖς ἴσως
1081
εἶναι μετ’αὐτῆς.
Γραυς
Γρ.
Γρ.
1081
δ’ἐπιτρέψων ἐστὶ τίς;
Νεανιας
Νε.
Νε.
1082
οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
1083
ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.
Χρεμυλος
Χρ.
Χρ.
1084
ὅμως δ’ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
1085
πίνειν, συνεκποτέ’ἐστί σοι καὶ τὴν τρύγα.
Νεανιας
Νε.
Νε.
1086
ἀλλ’ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.
Χρεμυλος
Χρ.
Χρ.
1087
οὐκοῦν τρύγοιπος ταῦτα πάντ’ἰάσεται.
Νεανιας
Νε.
Νε.
1088
ἀλλ’εἴσιθ’εἴσω · τῷ θεῷ γὰρ βούλομαι
1089
ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ’οὓς ἔχω.
Γραυς
Γρ.
Γρ.
1090
ἐγὼ δέ γ’αὐτῷ καὶ φράσαι τι βούλομαι.
Νεανιας
Νε.
Νε.
1091
ἐγὼ δέ γ’οὐκ εἴσειμι.
Χρεμυλος
Χρ.
Χρ.
1091
θάρρει, μὴ φοβοῦ.
1092
οὐ γὰρ βιάσεται.
Νεανιας
Νε.
Νε.
1092
πάνυ καλῶς τοίνυν λέγεις.
1093
ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.
Γραυς
Γρ.
Γρ.
1094
βάδιζ’· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.
Χρεμυλος
Χρ.
Χρ.
1095
ὡς εὐτόνως Ζεῦ βασιλεῦ τὸ γρᾴδιον
1096
ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.
Καριων
Κα.
Κα.
1097
τίς ἔσθ’ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
1098
οὐδεὶς ἔοικεν · ἀλλὰ δῆτα τὸ θύριον
1099
φθεγγόμενον ἄλλως κλαυσιᾷ.
Ερμης
Ερ.
Ερ.
1099
σέ τοι λέγω,
1100
Καρίων, ἀνάμεινον.
Καριων
Κα.
Κα.
1100
οὗτος εἰπέ μοι,
1101
σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
Ερμης
Ερ.
Ερ.
1102
μὰ Δί’ἀλλ’ἔμελλον · εἶτ’ἀνέῳξάς με φθάσας.
1103
ἀλλ’ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
1104
ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
1105
ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,
1106
ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.
Καριων
Κα.
Κα.
1106
εἰπέ μοι,
1107
τί δ’ἔστιν;
Ερμης
Ερ.
Ερ.
1107
Ζεὺς πόνηρε βούλεται
1108
ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
1109
ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.
Καριων
Κα.
Κα.
1110
γλῶττα τῷ κήρυκι τούτων τέμνεται.
1111
ἀτὰρ διὰ τί δὴ ταῦτ’ἐπιβουλεύει ποιεῖν
1112
ἡμᾶς;
Ερμης
Ερ.
Ερ.
1112
ὁτιὴ δεινότατα πάντων πραγμάτων
1113
εἴργασθ’. ἀφ’οὗ γὰρ ἤρξατ’ἐξ ἀρχῆς βλέπειν
1114
Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
1115
οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ’οὐ δὲ ἓν
1116
ἡμῖν ἔτι θύει τοῖς θεοῖς.
Καριων
Κα.
Κα.
1116
μὰ Δί’οὐ δέ γε
1117
θύσει. κακῶς γὰρ ἐπεμελεῖσθ’ἡμῶν τότε.
Ερμης
Ερ.
Ερ.
1118
καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
1119
ἐγὼ δ’ἀπόλωλα κἀπιτέτριμμαι.
Καριων
Κα.
Κα.
1119
σωφρονεῖς.
Ερμης
Ερ.
Ερ.
1120
πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν
1121
πάντ’ἀγάθ’ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
1122
ἰσχάδας, ὅσ’εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν ·
1123
νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
Καριων
Κα.
Κα.
1124
οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
1125
ἐνίοτε τοιαῦτ’ἀγάθ’ἔχων;
Ερμης
Ερ.
Ερ.
1125
οἴμοι τάλας,
1126
οἴμοι πλακοῦντος τοῦ ν’τετράδι πεπεμμένου.
Καριων
Κα.
Κα.
1127
ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
Ερμης
Ερ.
Ερ.
1128
οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.
Καριων
Κα.
Κα.
1129
ἀσκωλίαζ’ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
Ερμης
Ερ.
Ερ.
1130
σπλάγχνωντε θερμῶν ὧν ἐγὼ κατήσθιον.
Καριων
Κα.
Κα.
1131
ὀδύνη σε περὶ τὰ σπλάγχν’ἔοικέ τι στρέφειν.
Ερμης
Ερ.
Ερ.
1132
οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
Καριων
Κα.
Κα.
1133
ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.
Ερμης
Ερ.
Ερ.
1134
ἆρ’ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
Καριων
Κα.
Κα.
1135
εἴ του δέει γ’ὧν δυνατός εἰμί σ’ὠφελεῖν.
Ερμης
Ερ.
Ερ.
1136
εἴ μοι πορίσας ἄρτον τιν’εὖ πεπεμμένον
1137
δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
1138
ὧν θύεθ’ὑμεῖς ἔνδον.
Καριων
Κα.
Κα.
1138
ἀλλ’οὐκ ἐκφορά.
Ερμης
Ερ.
Ερ.
1139
καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
1140
ὑφέλοι’, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.
Καριων
Κα.
Κα.
1141
ἐφ’τε μετέχειν καὐτὸς τοιχωρύχε.
1142
ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
Ερμης
Ερ.
Ερ.
1143
ἔπειτα τοῦτόν γ’αὐτὸς ἂν κατήσθιες.
Καριων
Κα.
Κα.
1144
οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
1145
ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.
Ερμης
Ερ.
Ερ.
1146
μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
1147
ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
Καριων
Κα.
Κα.
1148
ἔπειτ’ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
Ερμης
Ερ.
Ερ.
1149
τὰ γὰρ παρ’ὑμῖν ἐστι βελτίω πολύ.
Καριων
Κα.
Κα.
1150
τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;
Ερμης
Ερ.
Ερ.
1151
πατρὶς γάρ ἐστι πᾶσ’ἵν’ἂν πράττῃ τις εὖ.
Καριων
Κα.
Κα.
1152
τί δῆτ’ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδ’ὤν;
Ερμης
Ερ.
Ερ.
1153
παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
Καριων
Κα.
Κα.
1154
στροφαῖον; ἀλλ’οὐκ ἔργον ἔστ’οὐδὲν στροφῶν.
Ερμης
Ερ.
Ερ.
1155
ἀλλ’ἐμπολαῖον.
Καριων
Κα.
Κα.
1155
ἀλλὰ πλουτοῦμεν · τί οὖν
1156
Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
Ερμης
Ερ.
Ερ.
1157
ἀλλὰ δόλιον τοίνυν.
Καριων
Κα.
Κα.
1157
δόλιον; ἥκιστά γε ·
1158
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ’ἁπλῶν τρόπων.
Ερμης
Ερ.
Ερ.
1159
ἀλλ’ἡγεμόνιον.
Καριων
Κα.
Κα.
1159
ἀλλ’ θεὸς ἤδη βλέπει,
1160
ὥσθ’ἡγεμόνος οὐδὲν δεησόμεσθ’ἔτι.
Ερμης
Ερ.
Ερ.
1161
ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτ’ἐρεῖς;
1162
Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
1163
ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
Καριων
Κα.
Κα.
1164
ὡς ἀγαθόν ἐστ’ἐπωνυμίας πολλὰς ἔχειν ·
1165
οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.
1166
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
1167
σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
Ερμης
Ερ.
Ερ.
1168
οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
Καριων
Κα.
Κα.
1168
καὶ πλῦνέ γε
1169
αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
1170
ἵν’εὐθέως διακονικὸς εἶναι δοκῇς.
Ιερευς
Ιε.
Ιε.
1171
τίς ἂν φράσειε ποῦ ’στι Χρεμύλος μοι σαφῶς;
Χρεμυλος
Χρ.
Χρ.
1172
τί δ’ἔστιν βέλτιστε;
Ιερευς
Ιε.
Ιε.
1172
τί γὰρ ἀλλ’ κακῶς;
1173
ἀφ’οὗ γὰρ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
1174
ἀπόλωλ’ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
1175
καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.
Χρεμυλος
Χρ.
Χρ.
1176
δ’αἰτία τίς ἐστιν πρὸς τῶν θεῶν;
Ιερευς
Ιε.
Ιε.
1177
θύειν ἔτ’οὐδεὶς ἀξιοῖ.
Χρεμυλος
Χρ.
Χρ.
1177
τίνος οὕνεκα;
Ιερευς
Ιε.
Ιε.
1178
ὅτι πάντες εἰσὶ πλούσιοι · καίτοι τότε,
1179
ὅτ’εἶχον οὐδέν, μὲν ἂν ἥκων ἔμπορος
1180
ἔθυσεν ἱερεῖόν τι σωθείς, δέ τις ἂν
1181
δίκην ἀποφυγών, δ’ἂν ἐκαλλιερεῖτό τις
1182
κἀμέ γ’ἐκάλει τὸν ἱερέα · νῦν δ’οὐ δὲ εἷς
1183
θύει τὸ παράπαν οὐδὲν οὐ δ’εἰσέρχεται,
1184
πλὴν ἀποπατησόμενοί γε πλεῖν μύριοι.
Χρεμυλος
Χρ.
Χρ.
1185
οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;
Ιερευς
Ιε.
Ιε.
1186
τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
1187
χαίρειν ἐάσας ἐνθάδ’αὐτοῦ καταμένειν.
Χρεμυλος
Χρ.
Χρ.
1188
θάρρει · καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
1189
Ζεὺς σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
1190
αὐτόματος ἥκων.
Ιερευς
Ιε.
Ιε.
1190
πάντ’ἀγαθὰ τοίνυν λέγεις.
Χρεμυλος
Χρ.
Χρ.
1191
ἱδρυσόμεθ’οὖν αὐτίκα μάλ’, ἀλλὰ περίμενε
1192
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
1193
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
1194
ἀλλ’ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
1195
ἵν’ἔχων προηγῇ τῷ θεῷ σύ.
Ιερευς
Ιε.
Ιε.
1195
πάνυ μὲν οὖν
1196
δρᾶν ταῦτα χρή.
Χρεμυλος
Χρ.
Χρ.
1196
τὸν Πλοῦτον ἔξω τις κάλει.
Γραυς
Γρ.
Γρ.
1197
ἐγὼ δὲ τί ποιῶ;
Χρεμυλος
Χρ.
Χρ.
1197
τὰς χύτρας, αἷς τὸν θεὸν
1198
ἱδρυσόμεθα, λαβοῦσ’ἐπὶ τῆς κεφαλῆς φέρε
1199
σεμνῶς · ἔχουσα δ’ἦλθες αὐτὴ ποικίλα.
Γραυς
Γρ.
Γρ.
1200
ὧν δ’οὕνεκ’ἦλθον;
Χρεμυλος
Χρ.
Χρ.
1200
πάντα σοι πεπράξεται.
1201
ἥξει γὰρ νεανίσκος ὡς σ’εἰς ἑσπέραν.
Γραυς
Γρ.
Γρ.
1202
ἀλλ’εἴ γε μέντοι νὴ Δί’ἐγγυᾷ σύ μοι
1203
ἥξειν ἐκεῖνον ὡς ἔμ’, οἴσω τὰς χύτρας.
Χρεμυλος
Χρ.
Χρ.
1204
καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
1205
αὗται ποιοῦσι · ταῖς μὲν ἄλλαις γὰρ χύτραις
1206
γραῦς ἔπεστ’ἀνωτάτω, ταύτης δὲ νῦν
1207
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
Χορος
Χο.
Χο.
1208
οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐ δ’ἡμᾶς, ἀλλ’ἀναχωρεῖν
1209
ἐς τοὔπισθεν · δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.