The Assembly Women
Πραξαγορα
Πρ.
Πρ.
1ὦ λαμπρὸν ὄμμα τοῦ τροχηλάτου λύχνου
2κάλλιστ’ἐν εὐστόχοισιν ἐζητημένον ·
3γονάςτε γὰρ σὰς καὶ τύχας δηλώσομεν ·
4τροχῷ γὰρ ἐλαθεὶς κεραμικῆς ῥύμης ὕπο
5μυκτῆρσι λαμπρὰς ἡλίου τιμὰς ἔχεις ·
6ὅρμα φλογὸς σημεῖα τὰ ξυγκείμενα.
7σοὶ γὰρ μόνῳ δηλοῦμεν εἰκότως, ἐπεὶ
8κα- κἀν τοῖσι δωματίοισιν Ἀφροδίτης τρόπων
9πειρωμέναισι πλησίον παραστατεῖς,
10λορδουμένωντε σωμάτων ἐπιστάτην
11ὀφθαλμὸν οὐδεὶς τὸν σὸν ἐξείργει δόμων.
12μόνος δὲ μηρῶν εἰς ἀπορρήτους μυχοὺς
13λάμπεις ἀφεύων τὴν ἐπανθοῦσαν τρίχα ·
14στοάςτε καρποῦ Βακχίουτε νάματος
15πλήρεις ὑποιγνύσαισι συμπαραστατεῖς ·
16καὶ ταῦτα συνδρῶν οὐ λαλεῖς τοῖς πλησίον.
17ἀνθ’ὧν συνείσει καὶ τὰ νῦν βουλεύματα
18ὅσα Σκίροις ἔδοξε ταῖς ἐμαῖς φίλαις.
19ἀλλ’οὐδεμία πάρεστιν ἃς ἥκειν ἐχρῆν.
20καίτοι πρὸς ὄρθρον γ’ἐστίν · ἡ δ’ἐκκλησία
21αὐτίκα μάλ’ἔσται · καταλαβεῖν δ’ἡμᾶς ἕδρας,
22ἃς Φυρόμαχός ποτ’εἶπεν, εἰ μέμνησθ’ἔτι,
23δεῖ τὰς ἑτέρας πως κα- κἀγκαθεζομένας λαθεῖν.
24τί δῆτ’ἂν εἴη; πότερον οὐκ ἐρραμμένους
25ἔχουσι τοὺς πώγωνας, οὓς εἴρητ’ἔχειν;
26ἢ τα- θαἰμάτια τα- τἀνδρεῖα κλεψάσαις λαθεῖν
27ἦν χαλεπὸν αὐταῖς; ἀλλ’ὁρῶ τονδὶ λύχνον
28προσιόντα. φέρε νυν ἐπαναχωρήσω πάλιν,
29μὴ καί τις ὢν ἀνὴρ ὁ προσιὼν τυγχάνῃ.
Γυνη Α
Γυ.
Γυ.
30ὥρα βαδίζειν, ὡς ὁ κῆρυξ ἀρτίως
31ἡμῶν προσιουσῶν δεύτερον κεκόκκυκεν.
Πραξαγορα
Πρ.
Πρ.
32ἐγὼ δέ γ’ὑμᾶς προσδοκῶσ’ἠγρηγόρη
33τὴν νύκτα πᾶσαν. ἀλλὰ φέρε τὴν γείτονα
34τήνδ’ἐκκαλέσωμαι θρυγονῶσα τὴν θύραν.
35δεῖ γὰρ τὸν ἄνδρ’αὐτῆς λαθεῖν.
Γυνη Β
Γυ.
Γυ.
35ἤκουσά τοι
36ὑποδουμένη τὸ κνῦμά σου τῶν δακτύλων,
37ἅτ’οὐ καταδαρθοῦσ’. ὁ γὰρ ἀνὴρ ὦ φιλτάτη,
38Σαλαμίνιος γάρ ἐστιν ᾧ ξύνειμ’ἐγώ,
39τὴν νύχθ’ὅλην ἤλαυνέ μ’ἐν τοῖς στρώμασιν,
40ὥστ’ἄρτι τουτὶ το- θοἰμάτιον αὐτοῦ ’λαβον.
Γυνη Α
Γυ.
Γυ.
41καὶ μὴν ὁρῶ καὶ Κλειναρέτην καὶ Σωστράτην
42προσιοῦσαν ἤδη τήνδε καὶ Φιλαινέτην.
Πραξαγορα
Πρ.
Πρ.
43οὔκουν ἐπείξεσθ’; ὡς Γλύκη κατώμοσεν
44τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς
45ἡμῶν ἀποτείσειν κα- κἀρεβίνθων χοίνικα.
Γυνη Α
Γυ.
Γυ.
46τὴν Σμικυθίωνος δ’οὐχ ὁρᾷς Μελιστίχην
47σπεύδουσαν ἐν ταῖς ἐμβάσιν;
Πραξαγορα
Πρ.
Πρ.
47καίτοι δοκεῖ
48κατὰ σχολὴν παρὰ τα- τἀνδρὸς ἐξελθεῖν μόνη.
Γυνη Α
Γυ.
Γυ.
49τὴν τοῦ καπήλου δ’οὐχ ὁρᾷς Γευσιστράτην
50ἔχουσαν ἐν τῇ δεξιᾷ τὴν λαμπάδα;
Γυνη Β
Γυ.
Γυ.
51καὶ τὴν Φιλοδωρήτουτε καὶ Χαιρητάδου
52ὁρῶ προσιούσας κα- χἀτέρας πολλὰς πάνυ
53γυναῖκας, ὅ τι πέρ ἐστ’ὄφελος ἐν τῇ πόλει.
Γυνη Γ
Γυ.
Γυ.
54καὶ πάνυ ταλαιπώρως ἔγωγ’ὦ φιλτάτη
55ἐκδρᾶσα παρέδυν. ὁ γὰρ ἀνὴρ τὴν νύχθ’ὅλην
56ἔβηττε τριχίδων ἑσπέρας ἐμπλήμενος.
Πραξαγορα
Πρ.
Πρ.
57κάθησθε τοίνυν, ὡς ἂν ἀνέρωμαι τάδε
58ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ,
59ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε.
Γυνη Α
Γυ.
Γυ.
60ἔγωγε. πρῶτον μέν γ’ἔχω τὰς μασχάλας
61λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον ·
62ἔπειθ’ὁπόθ’ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου,
63ἀλειψαμένη τὸ σῶμ’ὅλον δι’ἡμέρας
64ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον.
Γυνη Β
Γυ.
Γυ.
65κα- κἄγωγε · τὸ ξυρὸν δέ γ’ἐκ τῆς οἰκίας
66ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη
67καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής.
Πραξαγορα
Πρ.
Πρ.
68ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητ’ἔχειν
69πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα;
Γυνη Α
Γυ.
Γυ.
70νὴ τὴν Ἑκάτην καλόν γ’ἔγωγε τουτονί.
Γυνη Β
Γυ.
Γυ.
71κα- κἄγωγ’Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα.
Πραξαγορα
Πρ.
Πρ.
72ὑμεῖς δὲ τί φατε;
Γυνη Α
Γυ.
Γυ.
72φασί · κατανεύουσι γάρ.
Πραξαγορα
Πρ.
Πρ.
73καὶ μὴν τά γ’ἄλλ’ὑμῖν ὁρῶ πεπραγμένα.
74Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας
75καὶ τα- θαἰμάτια τα- τἀνδρεῖα, καθάπερ εἴπομεν.
Γυνη Α
Γυ.
Γυ.
76ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην
77τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ.
Γυνη Β
Γυ.
Γυ.
78τοῦτ’ἔστ’ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται.
Πραξαγορα
Πρ.
Πρ.
79νὴ τὸν Δία τὸν σωτῆρ’ἐπιτήδειός γ’ἂν ἦν
80τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος
81εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον.
82ἀλλ’ἄγεθ’ὅπως καὶ τα- τἀπὶ τούτοις δράσομεν,
83ἕως ἔτ’ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν ·
84ἡκκλησία δ’, εἰς ἣν παρεσκευάσμεθα
85ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται.
Γυνη Α
Γυ.
Γυ.
86νὴ τὸν Δί’ὥστε δεῖ σε καταλαβεῖν ἕδρας
87ὑπὸ τῷ λίθῳ τῶν πρυτάνεων καταντικρύ.
Γυνη Β
Γυ.
Γυ.
88ταυτί γέ τοι νὴ τὸν Δί’ἐφερόμην, ἵνα
89πληρουμένης ξαίνοιμι τῆς ἐκκλησίας.
Πραξαγορα
Πρ.
Πρ.
90πληρουμένης τάλαινα;
Γυνη Β
Γυ.
Γυ.
90νὴ τὴν Ἄρτεμιν
91ἔγωγε. τί γὰρ ἂν χεῖρον ἀκροῴμην ἄρα
92ξαίνουσα; γυμνὰ δ’ἐστί μου τὰ παιδία.
Πραξαγορα
Πρ.
Πρ.
93ἰδού γέ σε ξαίνουσαν, ἣν τοῦ σώματος
94οὐδὲν παραφῆναι τοῖς καθημένοις ἔδει.
95οὐκοῦν καλά γ’ἂν πάθοιμεν, εἰ πλήρης τύχοι
96ὁ δῆμος ὢν κα- κἄπειθ’ὑπερβαίνουσά τις
97ἀναβαλλομένη δείξειε τὸν Φορμίσιον.
98ἢν δ’ἐγκαθεζώμεσθα πρότεραι, λήσομεν
99ξυστειλάμεναι τα- θαἰμάτια · τὸν πώγωνάτε
100ὅταν καθῶμεν ὃν περιδησόμεσθ’ἐκεῖ,
101τίς οὐκ ἂν ἡμᾶς ἄνδρας ἡγήσαιθ’ὁρῶν;
Γυνη Α
Γυ.
Γυ.
102Ἀγύρριος γοῦν τὸν Προνόμου πώγων’ἔχων
103λέληθε · καίτοι πρότερον ἦν οὗτος γυνή ·
104νυνὶ δ’, ὁρᾷς, πράττει τὰ μέγιστ’ἐν τῇ πόλει.
Πραξαγορα
Πρ.
Πρ.
105τούτου γε τοίνυν τὴν ἐπιοῦσαν ἡμέραν
106τόλμημα τολμῶμεν τοσοῦτον οὕνεκα,
107ἤν πως παραλαβεῖν τῆς πόλεως τὰ πράγματα
108δυνώμεθ’, ὥστ’ἀγαθόν τι πρᾶξαι τὴν πόλιν ·
109νῦν μὲν γὰρ οὔτε θέομεν οὔτ’ἐλαύνομεν.
Γυνη Α
Γυ.
Γυ.
110καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
111δημηγορήσει;
Πραξαγορα
Πρ.
Πρ.
111πολὺ μὲν οὖν ἄριστά που.
112λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
113πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν ·
114ἡμῖν δ’ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
Γυνη Α
Γυ.
Γυ.
115οὐκ οἶδα · δεινὸν δ’ἐστὶν ἡ μὴ ’μπειρία.
Πραξαγορα
Πρ.
Πρ.
116οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
117ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
118οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
119ἄλλαιθ’ὅσαι λαλεῖν μεμελετήκασί που.
Γυνη Α
Γυ.
Γυ.
120τίς δ’ὦ μέλ’ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
Πραξαγορα
Πρ.
Πρ.
121ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ ·
122ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
123κα- καὐτὴ μεθ’ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
Γυνη Α
Γυ.
Γυ.
124δεῦρ’ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι τάλαν
125ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
Πραξαγορα
Πρ.
Πρ.
126πῶς καταγέλαστον;
Γυνη Α
Γυ.
Γυ.
126ὥσπερ εἴ τις σηπίαις
127πώγωνα περιδήσειεν ἐσταθευμέναις.
Πραξαγορα
Πρ.
Πρ.
128ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
129πάριτ’ἐς τὸ πρόσθεν. Ἀρίφραδες παῦσαι λαλῶν.
130κάθιζε παριών. τίς ἀγορεύειν βούλεται;
Γυνη Α
Γυ.
Γυ.
131ἐγώ.
Πραξαγορα
Πρ.
Πρ.
131περίθου δὴ τὸν στέφανον τυχ- τύχἀγαθῇ.
Γυνη Α
Γυ.
Γυ.
132ἰδού.
Πραξαγορα
Πρ.
Πρ.
132λέγοις ἄν.
Γυνη Α
Γυ.
Γυ.
132εἶτα πρὶν πιεῖν λέγω;
Πραξαγορα
Πρ.
Πρ.
133ἰδοὺ πιεῖν.
Γυνη Α
Γυ.
Γυ.
133τί γὰρ ὦ μέλ’ἐστεφανωσάμην;
Πραξαγορα
Πρ.
Πρ.
134ἄπιθ’ἐκποδών · τοιαῦτ’ἂν ἡμᾶς ἠργάσω
135κα- κἀκεῖ.
Γυνη Α
Γυ.
Γυ.
135τί δ’; οὐ πίνουσι κα- κἀν τη- τἠκκλησίᾳ;
Πραξαγορα
Πρ.
Πρ.
136ἰδού γε σοὶ πίνουσι.
Γυνη Α
Γυ.
Γυ.
136νὴ τὴν Ἄρτεμιν
137καὶ ταῦτα γ’εὔζωρον. τὰ γοῦν βουλεύματα
138αὐτῶν ὅσ’ἂν πράξωσιν ἐνθυμουμένοις
139ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
140καὶ νὴ Δία σπένδουσί γ’· ἢ τίνος χάριν
141τοσαῦτ’ἂν ηὔχοντ’, εἴπερ οἶνος μὴ παρῆν;
142καὶ λοιδοροῦνταί γ’ὥσπερ ἐμπεπωκότες,
143καὶ τὸν παροινοῦντ’ἐκφέρουσ’οἱ τοξόται,
Πραξαγορα
Πρ.
Πρ.
144σὺ μὲν βάδιζε καὶ κάθησ’· οὐδὲν γὰρ εἶ.
Γυνη Α
Γυ.
Γυ.
145νὴ τὸν Δί’ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν ·
146δίψῃ γάρ, ὡς ἔοικ’, ἀφαυανθήσομαι.
Πραξαγορα
Πρ.
Πρ.
147ἔσθ’ἥτις ἑτέρα βούλεται λέγειν;
Γυνη Β
Γυ.
Γυ.
147ἐγώ.
Πραξαγορα
Πρ.
Πρ.
148ἴθι δὴ στεφανοῦ · καὶ γὰρ τὸ χρῆμ’ἐργάζεται.
149ἄγε νυν ὅπως ἀνδριστὶ καὶ καλῶς ἐρεῖς
150διερεισαμένη τὸ σχῆμα τῇ βακτηρίᾳ.
Γυνη Β
Γυ.
Γυ.
151ἐβουλόμην μὲν ἂν ἕτερον τῶν ἠθάδων
152λέγειν τὰ βέλτισθ’, ἵν’ἐκαθήμην ἥσυχος ·
153νῦν δ’οὐκ ἐάσω κατά γε τὴν ἐμὴν μίαν
154ἐν τοῖς καπηλείοισι λάκκους ἐμποιεῖν
155ὕδατος. ἐμοὶ μὲν οὐ δοκεῖ μὰ τὼ θεώ.
Πραξαγορα
Πρ.
Πρ.
156μὰ τὼ θεώ; τάλαινα ποῦ τὸν νοῦν ἔχεις;
Γυνη Β
Γυ.
Γυ.
157τί δ’ἔστιν; οὐ γὰρ δὴ πιεῖν γ’ᾔτησά σε.
Πραξαγορα
Πρ.
Πρ.
158μὰ Δί’ἀλλ’ἀνὴρ ὢν τὼ θεὼ κατώμοσας,
159καίτοι τά γ’ἄλλ’εἰποῦσα δεξιώτατα.
Γυνη Β
Γυ.
Γυ.
160ὢ νὴ τὸν Ἀπόλλω.
Πραξαγορα
Πρ.
Πρ.
160παῦε τοίνυν, ὡς ἐγὼ
161ἐκκλησιάσουσ’οὐκ ἂν προβαίην τὸν πόδα
162τὸν ἕτερον, εἰ μὴ ταῦτ’ἀκριβωθήσεται.
Γυνη Β
Γυ.
Γυ.
163φέρε τὸν στέφανον · ἐγὼ γὰρ αὖ λέξω πάλιν.
164οἶμαι γὰρ ἤδη μεμελετηκέναι καλῶς.
165ἐμοὶ γὰρ ὦ γυναῖκες αἱ καθήμεναι —
Πραξαγορα
Πρ.
Πρ.
166γυναῖκας αὖ δύστηνε τοὺς ἄνδρας λέγεις;
Γυνη Β
Γυ.
Γυ.
167δι’Ἐπίγονόν γ’ἐκεῖνον · ἐπιβλέψασα γὰρ
168ἐκεῖσε πρὸς γυναῖκας ᾠόμην λέγειν.
Πραξαγορα
Πρ.
Πρ.
169ἄπερρε καὶ σὺ καὶ κάθησ’ἐντευθενί ·
170αὐτὴ γὰρ ὑμῶν γ’ἕνεκά μοι λέξειν δοκῶ
171τονδὶ λαβοῦσα. τοῖς θεοῖς μὲν εὔχομαι
172τυχεῖν κατορθώσασα τὰ βεβουλευμένα.
173ἐμοὶ δ’ἴσον μὲν τῆσδε τῆς χώρας μέτα
174ὅσονπερ ὑμῖν · ἄχθομαι δὲ καὶ φέρω
175τὰ τῆς πόλεως ἅπαντα βαρέως πράγματα.
176ὁρῶ γὰρ αὐτὴν προστάταισι χρωμένην
177ἀεὶ πονηροῖς · κα- κἄν τις ἡμέραν μίαν
178χρηστὸς γένηται, δέκα πονηρὸς γίγνεται.
179ἐπέτρεψας ἑτέρῳ · πλείον’ἔτι δράσει κακά.
180χαλεπὸν μὲν οὖν ἄνδρας δυσαρέστους νουθετεῖν,
181οἳ τοὺς φιλεῖν μὲν βουλομένους δεδοίκατε,
182τοὺς δ’οὐκ ἐθέλοντας ἀντιβολεῖθ’ἑκάστοτε.
183ἐκκλησίαισιν ἦν ὅτ’οὐκ ἐχρώμεθα
184οὐδὲν τὸ παράπαν · ἀλλὰ τόν γ’Ἀγύρριον
185πονηρὸν ἡγούμεσθα · νῦν δὲ χρωμένων
186ὁ μὲν λαβὼν ἀργύριον ὑπερεπῄνεσεν,
187ὁ δ’οὐ λαβὼν εἶναι θανάτου φήσ’ἀξίους
188τοὺς μισθοφορεῖν ζητοῦντας ἐν τη- τἠκκλησίᾳ.
Γυνη Α
Γυ.
Γυ.
189νὴ τὴν Ἀφροδίτην εὖ γε ταυταγὶ λέγεις.
Πραξαγορα
Πρ.
Πρ.
190τάλαιν’Ἀφροδίτην ὤμοσας; χαρίεντά γ’ἂν
191ἔδρασας, εἰ τοῦτ’εἶπας ἐν τη- τἠκκλησίᾳ.
Γυνη Α
Γυ.
Γυ.
192ἀλλ’οὐκ ἂν εἶπον.
Πραξαγορα
Πρ.
Πρ.
192μη δ’ἐθίζου νῦν λέγειν.
193τὸ συμμαχικὸν αὖ τοῦθ’, ὅτ’ἐσκοπούμεθα,
194εἰ μὴ γένοιτ’, ἀπολεῖν ἔφασκον τὴν πόλιν ·
195ὅτε δὴ δ’ἐγένετ’, ἤχθοντο, τῶν δὲ ῥητόρων
196ὁ τοῦτ’ἀναπείσας εὐθὺς ἀποδρὰς ᾤχετο.
197ναῦς δεῖ καθέλκειν · τῷ πένητι μὲν δοκεῖ,
198τοῖς πλουσίοις δὲ καὶ γεωργοῖς οὐ δοκεῖ.
199Κορινθίοις ἄχθεσθε, κα- κἀκεῖνοί γέ σοι ·
200νῦν εἰσὶ χρηστοί, καὶ σύ νυν χρηστὸς γενοῦ.
201Ἀργεῖος ἀμαθής, ἀλλ’Ἱερώνυμος σοφός ·
202σωτηρία παρέκυψεν, ἀλλ’ὡρᾴζεται
203Θρασύβουλος αὐτὸς οὐχὶ παρακαλούμενος.
Γυνη Α
Γυ.
Γυ.
204ὡς ξυνετὸς ἁνήρ.
Πραξαγορα
Πρ.
Πρ.
204νῦν καλῶς ἐπῄνεσας.
205ὑμεῖς γάρ ἐστ’ὦ δῆμε τούτων αἴτιοι.
206τὰ δημόσια γὰρ μισθοφοροῦντες χρήματα
207ἰδίᾳ σκοπεῖσθ’ἕκαστος ὅ τι τις κερδανεῖ,
208τὸ δὲ κοινὸν ὥσπερ Αἴσιμος κυλίνδεται.
209ἢν οὖν ἐμοὶ πίθησθε, σωθήσεσθ’ἔτι.
210ταῖς γὰρ γυναιξὶ φημὶ χρῆναι τὴν πόλιν
211ἡμᾶς παραδοῦναι. καὶ γὰρ ἐν ταῖς οἰκίαις
212ταύταις ἐπιτρόποις καὶ ταμίαισι χρώμεθα.
Γυνη Α
Γυ.
Γυ.
213εὖ γ’εὖ γε νὴ Δί’εὖ γε.
Γυνη Β
Γυ.
Γυ.
213λέγε λέγ’ὠ- ὦγαθέ.
Πραξαγορα
Πρ.
Πρ.
214ὡς δ’εἰσὶν ἡμῶν τοὺς τρόπους βελτίονες
215ἐγὼ διδάξω. πρῶτα μὲν γὰρ τα- τἄρια
216βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον
217ἁπαξάπασαι, κα- κοὐχὶ μεταπειρωμένας
218ἴδοις ἂν αὐτάς. ἡ δ’Ἀθηναίων πόλις,
219εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο,
220εἰ μή τι καινὸν ἄλλο περιηργάζετο.
221καθήμεναι φρύγουσιν ὥσπερ καὶ πρὸ τοῦ ·
222ἐπὶ τῆς κεφαλῆς φέρουσιν ὥσπερ καὶ πρὸ τοῦ ·
223τὰ Θεσμοφόρι’ἄγουσιν ὥσπερ καὶ πρὸ τοῦ ·
224πέττουσι τοὺς πλακοῦντας ὥσπερ καὶ πρὸ τοῦ ·
225τοὺς ἄνδρας ἐπιτρίβουσιν ὥσπερ καὶ πρὸ τοῦ · μοιχοὺς ἔχουσιν ἔνδον ὥσπερ καὶ πρὸ τοῦ ·
226αὑταῖς παροψωνοῦσιν ὥσπερ καὶ πρὸ τοῦ ·
227οἶνον φιλοῦσ’εὔζωρον ὥσπερ καὶ πρὸ τοῦ ·
228βινούμεναι χαίρουσιν ὥσπερ καὶ πρὸ τοῦ.
229ταύταισιν οὖν ὦνδρες παραδόντες τὴν πόλιν
230μὴ περιλαλῶμεν, μη δὲ πυνθανώμεθα
231τί ποτ’ἄρα δρᾶν μέλλουσιν, ἀλλ’ἁπλῷ τρόπῳ
232ἐῶμεν ἄρχειν, σκεψάμενοι ταυτὶ μόνα,
233ὡς τοὺς στρατιώτας πρῶτον οὖσαι μητέρες
234σῴζειν ἐπιθυμήσουσιν · εἶτα σιτία
235τίς τῆς τεκούσης μᾶλλον ἐπιπέμψειεν ἄν;
236χρήματα πορίζειν εὐπορώτατον γυνή,
237ἄρχουσάτ’οὐκ ἂν ἐξαπατηθείη ποτέ ·
238αὐταὶ γάρ εἰσιν ἐξαπατᾶν εἰθισμέναι.
239τὰ δ’ἄλλ’ἐάσω · ταῦτ’ἐὰν πίθησθέ μοι,
240εὐδαιμονοῦντες τὸν βίον διάξετε.
Γυνη Α
Γυ.
Γυ.
241εὖ γ’ὦ γλυκυτάτη Πραξαγόρα καὶ δεξιῶς.
242πόθεν ὦ τάλαινα ταῦτ’ἔμαθες οὕτω καλῶς;
Πραξαγορα
Πρ.
Πρ.
243ἐν ταῖς φυγαῖς μετὰ τα- τἀνδρὸς ᾤκησ’ἐν πυκνί ·
244ἔπειτ’ἀκούουσ’ἐξέμαθον τῶν ῥητόρων.
Γυνη Α
Γυ.
Γυ.
245οὐκ ἐτὸς ἄρ’ὦ μέλ’ἦσθα δεινὴ καὶ σοφή ·
246καί σε στρατηγεῖν αἱ γυναῖκες αὐτόθεν
247αἱρούμεθ’, ἢν ταῦθ’ἁπινοεῖς κατεργάσῃ.
248ἀτὰρ ἢν Κέφαλός σοι λοιδορῆται προσφθαρείς,
249πῶς ἀντερεῖς πρὸς αὐτὸν ἐν τη- τἠκκλησίᾳ;
Πραξαγορα
Πρ.
Πρ.
250φήσω παραφρονεῖν αὐτόν.
Γυνη Α
Γυ.
Γυ.
250ἀλλὰ τοῦτό γε
251ἴσασι πάντες.
Πραξαγορα
Πρ.
Πρ.
251ἀλλὰ καὶ μελαγχολᾶν.
Γυνη Α
Γυ.
Γυ.
252καὶ τοῦτ’ἴσασιν.
Πραξαγορα
Πρ.
Πρ.
252ἀλλὰ καὶ τὰ τρύβλια
253κακῶς κεραμεύειν, τὴν δὲ πόλιν εὖ καὶ καλῶς.
Γυνη Α
Γυ.
Γυ.
254τί δ’ἢν Νεοκλείδης ὁ γλάμων σε λοιδορῇ;
Πραξαγορα
Πρ.
Πρ.
255τούτῳ μὲν εἶπον ἐς κυνὸς πυγὴν ὁρᾶν.
Γυνη Α
Γυ.
Γυ.
256τί δ’ἢν ὑποκρούωσίν σε;
Πραξαγορα
Πρ.
Πρ.
256προσκινήσομαι
257ἅτ’οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
Γυνη Α
Γυ.
Γυ.
258ἐκεῖνο μόνον ἄσκεπτον, ἤν σ’οἱ τοξόται
259ἕλκωσιν, ὅ τι δράσεις ποτ’.
Πραξαγορα
Πρ.
Πρ.
259ἐξαγκωνιῶ
260ὡδί · μέση γὰρ οὐδέποτε ληφθήσομαι.
Γυνη Β
Γυ.
Γυ.
261ἡμεῖς δέ γ’, ἢν αἴρωσ’, ἐᾶν κελεύσομεν.
Γυνη Α
Γυ.
Γυ.
262ταυτὶ μὲν ἡμῖν ἐντεθύμηται καλῶς
263ἐκεῖνο δ’οὐ πεφροντίκαμεν, ὅτῳ τρόπῳ
264τὰς χεῖρας αἴρειν μνημονεύσομεν τότε.
265εἰθισμέναι γάρ ἐσμεν αἴρειν τὼ σκέλει.
Πραξαγορα
Πρ.
Πρ.
266χαλεπὸν τὸ πρᾶγμ’· ὅμως δὲ χειροτονητέον
267ἐξωμισάσαις τὸν ἕτερον βραχίονα.
268ἄγε νυν ἀναστέλλεσθ’ἄνω τὰ χιτώνια ·
269ὑποδεῖσθε δ’ὡς τάχιστα τὰς Λακωνικάς,
270ὥσπερ τὸν ἄνδρ’ἐθεᾶσθ’, ὅτ’εἰς ἐκκλησίαν
271μέλλοι βαδίζειν ἢ θύραζ’ἑκάστοτε.
272ἔπειτ’ἐπειδὰν ταῦτα πάντ’ἔχῃ καλῶς,
273περιδεῖσθε τοὺς πώγωνας. ἡνίκ’ἂν δέ γε
274τούτους ἀκριβώσητε περιηρμοσμέναι,
275καὶ τα- θαἰμάτια τα- τἀνδρεῖά γ’ἅπερ ἐκλέψατε
276ἐπαναβάλεσθε, κα- κᾆτα ταῖς βακτηρίαις
277ἐπερειδόμεναι βαδίζετ’ᾄδουσαι μέλος
278πρεσβυτικόν τι, τὸν τρόπον μιμούμεναι
279τὸν τῶν ἀγροίκων.
Γυνη Β
Γυ.
Γυ.
279εὖ λέγεις · ἡμεῖς δέ γε
280προΐωμεν αὐτῶν. καὶ γὰρ ἑτέρας οἴομαι
281ἐκ τῶν ἀγρῶν ἐς τὴν πύκν’ἥξειν ἄντικρυς
282γυναῖκας.
Πραξαγορα
Πρ.
Πρ.
282ἀλλὰ σπεύσαθ’ὡς εἴωθ’ἐκεῖ
283τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν πύκνα
284ὑπαποτρέχειν ἔχουσι μη δὲ πάτταλον.
Χορος
Χο.
Χο.
285ὥρα προβαίνειν ὦνδρες ἡμῖν ἐστι · τοῦτο γὰρ χρὴ
286μεμνημένας ἀεὶ λέγειν, ὡς μήποτ’ἐξολίσθῃ
287ἡμᾶς. ὁ κίνδυνος γὰρ οὐχὶ μικρός, ἢν ἁλῶμεν
288ἐνδυόμεναι κατὰ σκότον τόλμημα τηλικοῦτον.
Χορος
Χο.
Χο.
289χωρῶμεν εἰς ἐκκλησίαν ὦνδρες · ἠπείλησε γὰρ
290ὁ θεσμοθέτης, ὃς ἂν
291aμὴ πρῲ πάνυ τοῦ κνέφους
291bἥκῃ κεκονιμένος,
292aστέργων σκοροδάλμῃ
292bβλέπων ὑπότριμμα, μὴ
293aδώσειν τὸ τριώβολον.
293bἀλλ’ὦ Χαριτιμίδη
294καὶ Σμίκυθε καὶ Δράκης ἕπου κατεπείγων,
295aσαυτῷ προσέχων ὅπως μηδὲν παραχορδιεῖς
295bὧν δεῖ σ’ἀποδεῖξαι ·
296ὅπως δὲ τὸ σύμβολον
297λαβόντες ἔπειτα πλησίοι
297bκαθεδούμεθ’, ὡς
297cἂν χειροτονῶμεν
298ἅπανθ’ὁπόσ’ἂν δέῃ
299τὰς ἡμετέρας φίλας.
299bκαίτοι τί λέγω; φίλους
299cγὰρ χρῆν μ’ὀνομάζειν.
300ὅρα δ’ὅπως ὠθήσομεν τούσδε τοὺς ἐξ ἄστεως
300bἥκοντας, ὅσοι πρὸ τοῦ
301aμέν, ἡνίκ’ἔδει λαβεῖν
301bἐλθόντ’ὀβολὸν μόνον,
302aκαθῆντο λαλοῦντες
302bἐν τοῖς στεφανώμασιν,
303aνυνὶ δ’ἐνοχλοῦσ’ἄγαν.
303bἀλλ’οὐχί, Μυρωνίδης
304aὅτ’ἦρχεν ὁ γεννάδας,
304bοὐδεὶς ἂν ἐτόλμα
305aτὰ τῆς πόλεως διοικεῖν
305bἀργύριον φέρων ·
306aἀλλ’ἧκεν ἕκαστος
306bἐν ἀσκιδίῳ φέρων
307πιεῖν ἅματ’ἄρτον αὑτῷ
307bκαὶ δύο κρομμύω
307cκαὶ τρεῖς ἂν ἐλάας.
308νυνὶ δὲ τριώβολον
308bζητοῦσι λαβεῖν, ὅταν
309πράττωσί τι κοινὸν
310ὥσπερ πηλοφοροῦντες.
Βλεπυρος
Βλ.
Βλ.
311τί τὸ πρᾶγμα; ποῖ ποθ’ἡ γυνὴ φρούδη ’στί μοι;
312ἐπεὶ πρὸς ἕω νῦν γ’ἔστιν, ἡ δ’οὐ φαίνεται.
313ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
314τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
315καὶ το- θοἰμάτιον · ὅτε δὴ δ’ἐκεῖνο ψηλαφῶν
316οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δ’ἤδη τὴν θύραν
317ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
318τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
319καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
320ἀλλ’ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
321ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
322οὐ γάρ με νῦν χέζοντά γ’οὐδεὶς ὄψεται.
323οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
324γυναῖχ’· ὅσας εἴμ’ἄξιος πληγὰς λαβεῖν.
325οὐ γάρ ποθ’ὑγιὲς οὐδὲν ἐξελήλυθεν
326δράσουσ’. ὅμως δ’οὖν ἐστιν ἀποπατητέον.
Ανηρ
Αν.
Αν.
327τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
Βλεπυρος
Βλ.
Βλ.
328νὴ τὸν Δί’αὐτὸς δῆτ’ἐκεῖνος.
Ανηρ
Αν.
Αν.
328εἰπέ μοι,
329τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
330Κινησίας σου κατατετίληκέν ποθεν;
Βλεπυρος
Βλ.
Βλ.
331οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
332τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
Ανηρ
Αν.
Αν.
333τὸ δ’ἱμάτιόν σου ποῦ ’στιν;
Βλεπυρος
Βλ.
Βλ.
333οὐκ ἔχω φράσαι.
334ζητῶν γὰρ αὔτ’οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
Ανηρ
Αν.
Αν.
335εἶτ’οὐ δὲ τὴν γυναῖκ’ἐκέλευσάς σοι φράσαι;
Βλεπυρος
Βλ.
Βλ.
336μὰ τὸν Δί’οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
337ἀλλ’ἐκτετρύπηκεν λαθοῦσά μ’ἔνδοθεν ·
338ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
Ανηρ
Αν.
Αν.
339νὴ τὸν Ποσειδῶ τα- ταὐτὰ τοίνυν ἄντικρυς
340ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμ’ἐγὼ
341φρούδη ’στ’ἔχουσα το- θοἰμάτιον ὁ- οὑγὼ ’φόρουν.
342κα- κοὐ τοῦτο λυπεῖ μ’, ἀλλὰ καὶ τὰς ἐμβάδας.
343οὔκουν λαβεῖν γ’αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
Βλεπυρος
Βλ.
Βλ.
344μὰ τὸν Διόνυσον οὐ δ’ἐγὼ γὰρ τὰς ἐμὰς
345Λακωνικάς, ἀλλ’ὡς ἔτυχον χεζητιῶν,
346ἐς τὼ κοθόρνω τὼ πόδ’ἐνθεὶς ἵεμαι,
347ἵνα μὴ ’γχέσαιμ’ἐς τὴν σισύραν · φανὴ γὰρ ἦν.
Ανηρ
Αν.
Αν.
348τί δῆτ’ἂν εἴη; μῶν ἐπ’ἄριστον γυνὴ
349κέκληκεν αὐτὴν τῶν φίλων;
Βλεπυρος
Βλ.
Βλ.
349γνώμην γ’ἐμήν.
Ανηρ
Αν.
Αν.
350οὔκουν πονηρά γ’ἐστὶν ὅ τι κα- κἄμ’εἰδέναι.
351ἀλλὰ σὺ μὲν ἱμονιάν τιν’ἀποπατεῖς, ἐμοὶ δ’
352ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
353ἤνπερ λάβω το- θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
Βλεπυρος
Βλ.
Βλ.
354κα- κἄγωγ’, ἐπειδὰν ἀποπατήσω · νῦν δέ μου
355ἀχράς τις ἐγκλῄσασ’ἔχει τὰ σιτία.
Ανηρ
Αν.
Αν.
356μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
Βλεπυρος
Βλ.
Βλ.
357νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
358ἀτὰρ τί δράσω; καὶ γὰρ οὐ δὲ τοῦτό με
359μόνον τὸ λυποῦν ἐστιν, ἀλλ’ὅταν φάγω,
360ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
361νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
362ὅστις ποτ’ἔσθ’ἅνθρωπος ἁχραδούσιος.
363τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
364τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
365ἀλλ’οἶδ’, Ἀμύνων. ἀλλ’ἴσως ἀρνήσεται.
366Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
367οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
368οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
369ὦ πότνι’Εἰλείθυια μή με περιίδῃς
370διαρραγέντα μη δὲ βεβαλανωμένον,
371ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
Χρεμης
Χρ.
Χρ.
372οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
Βλεπυρος
Βλ.
Βλ.
372ἐγώ;
373οὐ δῆτ’ἔτι γε μὰ τὸν Δί’, ἀλλ’ἀνίσταμαι.
Χρεμης
Χρ.
Χρ.
374τὸ τῆς γυναικὸς δ’ἀμπέχει χιτώνιον;
Βλεπυρος
Βλ.
Βλ.
375ἐν τῷ σκότῳ γὰρ τοῦτ’ἔτυχον ἔνδον λαβών.
376ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
Χρεμης
Χρ.
Χρ.
376ἐξ ἐκκλησίας.
Βλεπυρος
Βλ.
Βλ.
377ἤδη λέλυται γάρ;
Χρεμης
Χρ.
Χρ.
377νὴ Δί’ὄρθριον μὲν οὖν.
378καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
379γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
Βλεπυρος
Βλ.
Βλ.
380τὸ τριώβολον δῆτ’ἔλαβες;
Χρεμης
Χρ.
Χρ.
380εἰ γὰρ ὤφελον.
381ἀλλ’ὕστερος νῦν ἦλθον, ὥστ’αἰσχύνομαι
382μὰ τὸν Δί’οὐδέν’ἄλλον ἢ τὸν θύλακον.
Βλεπυρος
Βλ.
Βλ.
383τὸ δ’αἴτιον τί;
Χρεμης
Χρ.
Χρ.
383πλεῖστος ἀνθρώπων ὄχλος,
384ὅσος οὐδεπώποτ’ἦλθ’ἁθρόος ἐς τὴν πύκνα.
385καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν
386ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλ’ὑπερφυῶς
387ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία ·
388ὥστ’οὐκ ἔλαβον οὔτ’αὐτὸς οὔτ’ἄλλοι συχνοί.
Βλεπυρος
Βλ.
Βλ.
389οὐ δ’ἄρ’ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;
Χρεμης
Χρ.
Χρ.
389πόθεν;
390οὐ δ’εἰ μὰ Δία τότ’ἦλθες ὅτε τὸ δεύτερον
391ἁλεκτρυὼν ἐφθέγγετ’.
Βλεπυρος
Βλ.
Βλ.
391οἴμοι δείλαιος.
392Ἀντίλοχ’ἀποίμωξόν με τοῦ τριωβόλου
393τὸν ζῶντα μᾶλλον. τα- τἀμὰ γὰρ διοίχεται.
394ἀτὰρ τί τὸ πρᾶγμ’ἦν, ὅτι τοσοῦτον χρῆμ’ὄχλου
395οὕτως ἐν ὥρᾳ ξυνελέγη;
Χρεμης
Χρ.
Χρ.
395τί δ’ἄλλο γ’ἢ
396ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
397γνώμας καθεῖναι τῆς πόλεως; κα- κᾆτ’εὐθέως
398πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
399κα- κἄπειθ’ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
400“οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν,
401καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
402ὃς αὐτὸς αὑτῷ βλεφαρίδ’οὐκ ἐσώσατο ;’
403ὁ δ’ἀναβοήσας καὶ περιβλέψας ἔφη,
404” τί δαί με χρῆν δρᾶν “;
Βλεπυρος
Βλ.
Βλ.
404” σκόροδ’ὁμοῦ τρίψαντ’ὀπῷ
405τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ
406σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας, “
407ἔγωγ’ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
Χρεμης
Χρ.
Χρ.
408μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
409παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν ·
410αὐτός γε μεντο- μέντοὔφασκεν ἱμάτιον ἔχειν ·
411κα- κἄπειτ’ἔλεξε δημοτικωτάτους λόγους ·
412” ὁρᾶτε μέν με δεόμενον σωτηρίας
413τετραστατήρου κα- καὐτόν · ἀλλ’ὅμως ἐρῶ
414ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
415ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς
416χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
417πλευρῖτις ἡμῶν οὐδέν’ἂν λάβοι ποτέ.
418ὅσοις δὲ κλίνη μή ’στι μη δὲ στρώματα,
419ἰέναι καθευδήσοντας ἀπονενιμμένους
420ἐς τῶν σκυλοδεψῶν · ἢν δ’ἀποκλῄῃ θύρᾳ
421χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω “.
Βλεπυρος
Βλ.
Βλ.
422νὴ τὸν Διόνυσον χρηστά γ’· εἰ δ’ἐκεῖνά γε
423προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
424τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
425δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά,
426ἵνα τοῦτ’ἀπέλαυσαν Ναυσικύδους τα- τἀγαθόν.
Χρεμης
Χρ.
Χρ.
427μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
428λευκός τις ἀνεπήδησ’ὅμοιος Νικίᾳ
429δημηγορήσων, κα- κἀπεχείρησεν λέγειν
430ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν.
431εἶτ’ἐθορύβησαν κα- κἀνέκραγον ὡς εὖ λέγοι,
432τὸ σκυτοτομικὸν πλῆθος, οἱ δ’ἐκ τῶν ἀγρῶν
433ἀνεβορβόρυξαν.
Βλεπυρος
Βλ.
Βλ.
433νοῦν γὰρ εἶχον νὴ Δία.
Χρεμης
Χρ.
Χρ.
434ἀλλ’ἦσαν ἥττους · ὁ δὲ κατεῖχε τῇ βοῇ,
435τὰς μὲν γυναῖκας πόλλ’ἀγαθὰ λέγων, σὲ δὲ
436πολλὰ κακά.
Βλεπυρος
Βλ.
Βλ.
436καὶ τί εἶπε;
Χρεμης
Χρ.
Χρ.
436πρῶτον μέν σ’ἔφη
437εἶναι πανοῦργον.
Βλεπυρος
Βλ.
Βλ.
437καὶ σέ;
Χρεμης
Χρ.
Χρ.
437μή πω τοῦτ’ἔρῃ.
438κα- κἄπειτα κλέπτην.
Βλεπυρος
Βλ.
Βλ.
438ἐμὲ μόνον;
Χρεμης
Χρ.
Χρ.
438καὶ νὴ Δία
439καὶ συκοφάντην.
Βλεπυρος
Βλ.
Βλ.
439ἐμὲ μόνον;
Χρεμης
Χρ.
Χρ.
439καὶ νὴ Δία
440τωνδὶ τὸ πλῆθος.
Βλεπυρος
Βλ.
Βλ.
440τίς δὲ τοῦτ’ἄλλως λέγει;
Χορος
Χο.
Χο.
441γυναῖκα δ’εἶναι πρᾶγμ’ἔφη νουβυστικὸν
442καὶ χρηματοποιόν · κα- κοὔτε τα- τἀπόρρητ’ἔφη
443ἐκ Θεσμοφόροιν ἑκάστοτ’αὐτὰς ἐκφέρειν,
444σὲ δὲ κα- κἀμὲ βουλεύοντε τοῦτο δρᾶν ἀεί.
Βλεπυρος
Βλ.
Βλ.
445καὶ νὴ τὸν Ἑρμῆν τοῦτό γ’οὐκ ἐψεύσατο.
Χρεμης
Χρ.
Χρ.
446ἔπειτα συμβάλλειν πρὸς ἀλλήλας ἔφη
447ἱμάτια χρυσί’ἀργύριον ἐκπώματα
448μόνας μόναις, οὐ μαρτύρων ἐναντίον,
449καὶ ταῦτ’ἀποφέρειν πάντα κα- κοὐκ ἀποστερεῖν,
450ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν.
Βλεπυρος
Βλ.
Βλ.
451νὴ τὸν Ποσειδῶ μαρτύρων γ’ἐναντίον.
Χρεμης
Χρ.
Χρ.
452οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐ δὲ τὸν
453δῆμον καταλύειν, ἀλλὰ πολλὰ κα- κἀγαθά,
454ἕτεράτε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
Βλεπυρος
Βλ.
Βλ.
455τί δῆτ’ἔδοξεν;
Χρεμης
Χρ.
Χρ.
455ἐπιτρέπειν γε τὴν πόλιν
456ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
457οὔπω γεγενῆσθαι.
Βλεπυρος
Βλ.
Βλ.
457καὶ δέδοκται;
Χρεμης
Χρ.
Χρ.
457φήμ’ἐγώ.
Βλεπυρος
Βλ.
Βλ.
458ἅπαντάτ’αὐταῖς ἐστι προστεταγμένα
459ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
Χρεμης
Χρ.
Χρ.
459οὕτω ταῦτ’ἔχει.
Βλεπυρος
Βλ.
Βλ.
460οὐ δ’ἐς δικαστήριον ἄρ’εἶμ’ἀλλ’ἡ γυνή;
Χρεμης
Χρ.
Χρ.
461οὐ δ’ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλ’ἡ γυνή.
Βλεπυρος
Βλ.
Βλ.
462οὐ δὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμ’ἆρά μοι;
Χρεμης
Χρ.
Χρ.
463μὰ Δί’ἀλλὰ ταῖς γυναιξὶ ταῦτ’ἤδη μέλει ·
464σὺ δ’ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
Βλεπυρος
Βλ.
Βλ.
465ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν,
466μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
467ἔπειτ’ἀναγκάζωσι πρὸς βίαν —
Χρεμης
Χρ.
Χρ.
467τί δρᾶν;
Βλεπυρος
Βλ.
Βλ.
468κινεῖν ἑαυτάς.
Χρεμης
Χρ.
Χρ.
468ἢν δὲ μὴ δυνώμεθα;
Βλεπυρος
Βλ.
Βλ.
469ἄριστον οὐ δώσουσι.
Χρεμης
Χρ.
Χρ.
469σὺ δέ γε νὴ Δία
470δρᾶ ταῦθ’, ἵν’ἀριστᾷςτε καὶ κινῇς ἅμα.
Βλεπυρος
Βλ.
Βλ.
471τὸ πρὸς βίαν δεινότατον.
Χρεμης
Χρ.
Χρ.
471ἀλλ’εἰ τῇ πόλει
472τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντ’ἄνδρα δρᾶν.
Βλεπυρος
Βλ.
Βλ.
473λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
474ἀνόηθ’ὅσ’ἂν καὶ μῶρα βουλευσώμεθα,
475ἅπαντ’ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν.
Χρεμης
Χρ.
Χρ.
476καὶ ξυμφέροι γ’ὦ πότνια Παλλὰς καὶ θεοί.
477ἀλλ’εἶμι · σὺ δ’ὑγίαινε.
Βλεπυρος
Βλ.
Βλ.
477καὶ σύ γ’ὦ Χρέμης.
Χορος
Χο.
Χο.
478ἔμβα χώρει.
479ἆρ’ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
480στρέφου σκόπει,
481φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
482μή πού τις ἐκ το- τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
483ἀλλ’ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε ·
484ἡμῖν δ’ἂν αἰσχύνην φέροι
485πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτ’ἐλεγχθέν.
486πρὸς ταῦτα συστέλλου σεαυτὴν
487καὶ περισκοπουμένη
488τα- τἀνθένδε καὶ τα- τἀκεῖσε καὶ
489τα- τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
490ἀλλ’ἐγκονῶμεν · τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη, ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθ’ἡνίκ’ᾖμεν ·
491τὴν δ’οἰκίαν ἔξεσθ’ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
492ἔσθ’ἡ τὸ πρᾶγμ’εὑροῦσ’ὃ νῦν ἔδοξε τοῖς πολίταις.
493ὥστ’εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστ’ἐπαναμενούσας
494πώγωνας ἐξηρτημένας,
495μὴ καὶ τις † ὄψεθ’ἡμᾶς † κα- χἠμῶν ἴσως κατείπῃ.
496ἀλλ’εἶα δεῦρ’ἐπὶ σκιᾶς
497ἐλθοῦσα πρὸς τὸ τειχίον
498παραβλέπουσα τα- θατέρῳ
499πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
500καὶ μὴ βράδυν’· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν
501χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλ’ἐπείγου
502ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα ·
503κα- χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτ’ἔχουσαι.
Πραξαγορα
Πρ.
Πρ.
504ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
505τὰ πράγματ’ἐκβέβηκεν ἁβουλεύσαμεν.
506ἀλλ’ὡς τάχιστα πρίν τιν’ἀνθρώπων ἰδεῖν,
507ῥιπτεῖτε χλαίνας, ἐμβὰς ἐκποδὼν ἴτω,
508χάλα συναπτοὺς ἡνίας Λακωνικάς,
509βακτηρίας ἄφεσθε. καὶ μέντοι σὺ μὲν
510ταύτας κατευτρέπιζ’, ἐγὼ δὲ βούλομαι
511εἴσω παρερπύσασα πρὶν τὸν ἄνδρα με
512ἰδεῖν, καταθέσθαι το- θοἰμάτιον αὐτοῦ πάλιν
513ὅθενπερ ἔλαβον τα- τἄλλαθ’ἁξηνεγκάμην.
Χορος
Χο.
Χο.
514κεῖται καὶ δὴ πάνθ’ἅπερ εἶπας, σὸν δ’ἔργον τα- τἄλλα διδάσκειν,
515ὅ τί σοι δρῶσαι ξύμφορον ἡμεῖς δόξομεν ὀρθῶς ὑπακούειν.
516οὐδεμιᾷ γὰρ δεινοτέρᾳ σου ξυμμείξασ’οἶδα γυναικί.
Πραξαγορα
Πρ.
Πρ.
517περιμείνατέ νυν, ἵνα τῆς ἀρχῆς ἣν ἄρτι κεχιεροτόνημαι,
518ξυμβούλοισιν πάσαις ὑμῖν χρήσωμαι. καὶ γὰρ ἐκεῖ μοι
519ἐν τῷ θορύβῳ καὶ τοῖς δεινοῖς ἀνδρειόταται γεγένησθε.
Βλεπυρος
Βλ.
Βλ.
520αὕτη πόθεν ἥκεις Πραξαγόρα;
Πραξαγορα
Πρ.
Πρ.
520τί δ’ὦ μέλε
521σοὶ τοῦθ’;
Βλεπυρος
Βλ.
Βλ.
521ὅ τί μοι τοῦτ’ἔστιν; ὡς εὐηθικῶς.
Πραξαγορα
Πρ.
Πρ.
522οὔτοι παρὰ τοῦ μοιχοῦ γε φήσεις.
Βλεπυρος
Βλ.
Βλ.
522οὐκ ἴσως
523ἑνός γε.
Πραξαγορα
Πρ.
Πρ.
523καὶ μὴν βασανίσαι τουτί γέ σοι
524ἔξεστι.
Βλεπυρος
Βλ.
Βλ.
524πῶς;
Πραξαγορα
Πρ.
Πρ.
524εἰ τῆς κεφαλῆς ὄζω μύρου.
Βλεπυρος
Βλ.
Βλ.
525τί δ’; οὐχὶ βινεῖται γυνὴ κα- κἄνευ μύρου;
Πραξαγορα
Πρ.
Πρ.
526οὐ δῆτα τάλαν ἔγωγε.
Βλεπυρος
Βλ.
Βλ.
526πῶς οὖν ὄρθριον
527ᾤχου σιωπῇ το- θοἰμάτιον λαβοῦσά μου;
Πραξαγορα
Πρ.
Πρ.
528γυνή μέ τις νύκτωρ ἑταίρα καὶ φίλη
529μετεπέμψατ’ὠδίνουσα.
Βλεπυρος
Βλ.
Βλ.
529κα- κᾆτ’οὐκ ἦν ἐμοὶ
530φράσασαν ἰέναι;
Πραξαγορα
Πρ.
Πρ.
530τῆς λεχοῦς δ’οὐ φροντίσαι
531οὕτως ἐχούσης ὦνερ;
Βλεπυρος
Βλ.
Βλ.
531εἰποῦσάν γέ μοι.
532ἀλλ’ἔστιν ἐνταῦθά τι κακόν.
Πραξαγορα
Πρ.
Πρ.
532μὰ τὼ θεὼ
533ἀλλ’ὥσπερ εἶχον ᾠχόμην · ἐδεῖτο δὲ
534ἥπερ μεθῆκέ μ’ἐξιέναι πάσῃ τέχνῃ.
Βλεπυρος
Βλ.
Βλ.
535εἶτ’οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σ’ἔχειν;
536ἀλλ’ἔμ’ἀποδύσασ’ἐπιβαλοῦσα το- τοὔγκυκλον
537ᾤχου καταλιποῦσ’ὡσπερεὶ προκείμενον,
538μόνον οὐ στεφανώσασ’οὐ δ’ἐπιθεῖσα λήκυθον.
Πραξαγορα
Πρ.
Πρ.
539ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κα- κἀσθενής ·
540ἔπειθ’ἵν’ἀλεαίνοιμι, τοῦτ’ἠμπεσχόμην ·
541σὲ δ’ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
542κατέλιπον ὦνερ.
Βλεπυρος
Βλ.
Βλ.
542αἱ δὲ δὴ Λακωνικαὶ
543ᾤχοντο μετὰ σοῦ κατὰ τί κα- χἠ βακτηρία;
Πραξαγορα
Πρ.
Πρ.
544ἵνα το- θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
545μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν
546καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
Βλεπυρος
Βλ.
Βλ.
547οἶσθ’οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
548ὃν χρῆν ἔμ’ἐξ ἐκκλησίας εἰληφέναι;
Πραξαγορα
Πρ.
Πρ.
549μὴ φροντίσῃς · ἄρρεν γὰρ ἔτεκε παιδίον.
Βλεπυρος
Βλ.
Βλ.
550ἡκκλησία;
Πραξαγορα
Πρ.
Πρ.
550μὰ Δί’ἀλλ’ἐφ’ἣν ἐγω- ἐγᾠχόμην.
551ἀτὰρ γεγένηται;
Βλεπυρος
Βλ.
Βλ.
551ναὶ μὰ Δί’. οὐκ ᾔδησθά με
552φράσαντά σοι χθές;
Πραξαγορα
Πρ.
Πρ.
552ἄρτι γ’ἀναμιμνῄσκομαι.
Βλεπυρος
Βλ.
Βλ.
553οὐ δ’ἄρα τὰ δόξαντ’οἶσθα;
Πραξαγορα
Πρ.
Πρ.
553μὰ Δί ἐγὼ μὲν οὔ.
Βλεπυρος
Βλ.
Βλ.
554κάθησο τοίνυν σηπίας μασωμένη.
555ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν.
Πραξαγορα
Πρ.
Πρ.
556τί δρᾶν; ὑφαίνειν;
Βλεπυρος
Βλ.
Βλ.
556οὐ μὰ Δί’ἀλλ’ἄρχειν.
Πραξαγορα
Πρ.
Πρ.
556τίνων;
Βλεπυρος
Βλ.
Βλ.
557ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
Πραξαγορα
Πρ.
Πρ.
558νὴ τὴν Ἀφροδίτην μακαρία γ’ἄρ ἡ πόλις
559ἔσται τὸ λοιπόν.
Βλεπυρος
Βλ.
Βλ.
559κατὰ τί;
Πραξαγορα
Πρ.
Πρ.
559πολλῶν οὕνεκα.
560οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν
561ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
562οὐ συκοφαντεῖν —
Βλεπυρος
Βλ.
Βλ.
562μηδαμῶς πρὸς τῶν θεῶν
563τουτὶ ποιήσῃς μη δ’ἀφέλῃ μου τὸν βίον.
Ανηρ
Αν.
Αν.
564ὦ δαιμόνι’ἀνδρῶν τὴν γυναῖκ’ἔα λέγειν.
Πραξαγορα
Πρ.
Πρ.
565μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον,
566μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
567μὴ λοιδορεῖσθαι, μὴ ’νεχυραζόμενον φέρειν.
Ανηρ
Αν.
Αν.
568νὴ τὸν Ποσειδῶ μεγάλα γ’, εἰ μὴ ψεύσεται.
Πραξαγορα
Πρ.
Πρ.
569ἀλλ’ἀποφανῶ τοῦθ’, ὥστε σέτέ μοι μαρτυρεῖν
570καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι.
Χορος
Χο.
Χο.
571νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν φροντίδ’ἐπισταμένην
572ταῖσι φίλαισιν ἀμύνειν.
573καινὴ γὰρ ἐπ’εὐτυχίαισιν
574ἔρχεται γλώττης ἐπίνοια πολίτην
575δῆμον ἐπαγλαϊοῦσα
576μυρίαισιν ὠφελίαισι βίου · δηλοῦν δ’ὅ τί περ δύνασαι καιρός.
577δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν.
578ἀλλὰ πέραινε μόνον
579μήτε δεδραμένα μήτ’εἰρημένα πω πρότερον ·
580μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται.
581ἀλλ’οὐ μέλλειν, ἀλλ’ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις,
582ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς.
Πραξαγορα
Πρ.
Πρ.
583καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω · τοὺς δὲ θεατάς,
584εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν
585τοῖςτ’ἀρχαίοις ἐνδιατρίβειν, τοῦτ’ἔσθ’ὃ μάλιστα δέδοικα.
Βλεπυρος
Βλ.
Βλ.
586περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς · τοῦτο γὰρ ἡμῖν
587δρᾶν ἀντ’ἄλλης ἀρχῆς ἐστιν, τῶν δ’ἀρχαίων ἀμελῆσαι.
Πραξαγορα
Πρ.
Πρ.
588μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μη δ’ὑποκρούσῃ,
589πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι.
590κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας
591κα- κἀκ τα- ταὐτοῦ ζῆν, καὶ μὴ τὸν μὲν πλουτεῖν, τὸν δ’ἄθλιον εἶναι,
592μη δὲ γεωργεῖν τὸν μὲν πολλήν, τῷ δ’εἶναι μη δὲ ταφῆναι,
593μη δ’ἀνδραπόδοις τὸν μὲν χρῆσθαι πολλοῖς, τὸν δ’οὐ δ’ἀκολούθῳ ·
594ἀλλ’ἕνα ποιῶ κοινὸν πᾶσιν βίοτον καὶ τοῦτον ὅμοιον.
Βλεπυρος
Βλ.
Βλ.
595πῶς οὖν ἔσται κοινὸς ἅπασιν;
Πραξαγορα
Πρ.
Πρ.
595κατέδει πέλεθον πρότερός μου.
Βλεπυρος
Βλ.
Βλ.
596καὶ τῶν πελέθων κοινωνοῦμεν;
Πραξαγορα
Πρ.
Πρ.
596μὰ Δί’ἀλλ’ἔφθης μ’ὑποκρούσας.
597τοῦτο γὰρ ἤμελλον ἐγὼ λέξειν · τὴν γῆν πρώτιστα ποιήσω
598κοινὴν πάντων καὶ τα- τἀργύριον καὶ τα- τἄλλ’ὁπόσ’ἐστὶν ἑκάστῳ.
599εἶτ’ἀπὸ τούτων κοινῶν ὄντων ἡμεῖς βοσκήσομεν ὑμᾶς
600ταμιευόμεναι καὶ φειδόμεναι καὶ τὴν γνώμην προσέχουσαι.
Βλεπυρος
Βλ.
Βλ.
601πῶς οὖν ὅστις μὴ κέκτηται γῆν ἡμῶν, ἀργύριον δὲ
602καὶ Δαρεικοὺς ἀφανῆ πλοῦτον;
Πραξαγορα
Πρ.
Πρ.
602τοῦτ’ἐς τὸ μέσον καταθήσει.
603καὶ μὴ καταθεὶς ψευδορκήσει.
Βλεπυρος
Βλ.
Βλ.
603κα- κἀκτήσατο γὰρ διὰ τοῦτο.
Πραξαγορα
Πρ.
Πρ.
604ἀλλ’οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
Βλεπυρος
Βλ.
Βλ.
604κατὰ δὴ τί;
Πραξαγορα
Πρ.
Πρ.
605οὐδεὶς οὐδὲν πενίᾳ δράσει · πάντα γὰρ ἕξουσιν ἅπαντες,
606ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
607ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
Βλεπυρος
Βλ.
Βλ.
608οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσ’οἷς ταῦτα πάρεστιν;
Πραξαγορα
Πρ.
Πρ.
609πρότερόν γ’ὦταῖρ’ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν ·
610νῦν δ’ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι;
Βλεπυρος
Βλ.
Βλ.
611ἢν μείρακ’ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
612ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
613ξυγκαταδαρθών.
Πραξαγορα
Πρ.
Πρ.
613ἀλλ’ἐξέσται προῖκ’αὐτῷ ξυγκαταδαρθεῖν.
614καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
615καὶ παιδοποιεῖν τῷ βουλομένῳ.
Βλεπυρος
Βλ.
Βλ.
615πῶς οὖν οὐ πάντες ἴασιν
616ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
Πραξαγορα
Πρ.
Πρ.
617αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται ·
618κα- κᾆτ’ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθ’ὑποκρούσει.
Βλεπυρος
Βλ.
Βλ.
619καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
620οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσ’οἷ φῂς ἀφικέσθαι;
Πραξαγορα
Πρ.
Πρ.
621οὐχὶ μαχοῦνται · περὶ σοῦ θάρρει · μὴ δείσῃς · οὐχὶ μαχοῦνται.
Βλεπυρος
Βλ.
Βλ.
622περὶ τοῦ;
Πραξαγορα
Πρ.
Πρ.
622τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
Βλεπυρος
Βλ.
Βλ.
623τὸ μὲν ὑμέτερον γνώμην τιν’ἔχει · προβεβούλευται γάρ, ὅπως ἂν
624μηδεμιᾶς ᾖ τρύπημα κενόν · τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
625φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται.
Πραξαγορα
Πρ.
Πρ.
626ἀλλὰ φυλάξουσ’οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
627ἀπὸ τοῦ δείπνου καὶ τηρήσουσ’ἐπὶ τοῖσιν δημοσίοισιν ·
628κα- κοὐκ ἐξέσται παρὰ τοῖσι καλοῖς καὶ τοῖς μεγάλοις καταδαρθεῖν
629ταῖσι γυναιξὶ πρὶν ἂν τοῖς αἰσχροῖς καὶ τοῖς μικροῖς χαρίσωνται.
Βλεπυρος
Βλ.
Βλ.
630ἡ Λυσικράτους ἄρα νυνὶ ῥὶς ἴσα τοῖσι καλοῖσι φρονήσει.
Πραξαγορα
Πρ.
Πρ.
631νὴ τὸν Ἀπόλλω καὶ δημοτική γ’ἡ γνώμη καὶ καταχήνη
632τῶν σεμνοτέρων ἔσται πολλὴ καὶ τῶν σφραγῖδας ἐχόντων,
633ὅταν ἐμβάδ’ἔχων εἴπῃ πρότερος,” παραχώρει κα- κᾆτ’ἐπιτήρει,
634ὅταν ἤδη ’γὼ διαπραξάμενος παραδῶ σοι δευτεριάζειν “.
Βλεπυρος
Βλ.
Βλ.
635πῶς οὖν οὕτω ζώντων ἡμῶν τοὺς αὑτοῦ παῖδας ἕκαστος
636ἔσται δυνατὸς διαγιγνώσκειν;
Πραξαγορα
Πρ.
Πρ.
636τί δὲ δεῖ; πατέρας γὰρ ἅπαντας
637τοὺς πρεσβυτέρους αὑτῶν εἶναι τοῖσι χρόνοισιν νομιοῦσιν.
Βλεπυρος
Βλ.
Βλ.
638οὐκοῦν ἄγξουσ’εὖ καὶ χρηστῶς ἑξῆς τὸν πάντα γέροντα
639διὰ τὴν ἄγνοιαν, ἐπεὶ καὶ νῦν γιγνώσκοντες πατέρ’ὄντα
640ἄγχουσι. τί δῆθ’ὅταν ἀγνὼς ᾖ; πῶς οὐ τότε κα- κἀπιχεσοῦνται;
Πραξαγορα
Πρ.
Πρ.
641ἀλλ’ὁ παρεστὼς οὐκ ἐπιτρέψει · τότε δ’αὐτοῖς οὐκ ἔμελ’οὐδὲν
642τῶν ἀλλοτρίων ὅστις τύπτοι · νῦν δ’ἢν πληγέντος ἀκούσῃ,
643μὴ αὐτὸν ἐκεῖνον τύπτῃ δεδιὼς τοῖς δρῶσιν τοῦτο μαχεῖται.
Βλεπυρος
Βλ.
Βλ.
644τὰ μὲν ἄλλα λέγεις οὐδὲν σκαιῶς · εἰ δὲ προσελθὼν Ἐπίκουρος
645ἢ Λευκολόφας πάππαν με καλεῖ, τοῦτ’ἤδη δεινὸν ἀκοῦσαι.
Πραξαγορα
Πρ.
Πρ.
646πολὺ μέντοι δεινότερον τούτου τοῦ πράγματός ἐστι,
Βλεπυρος
Βλ.
Βλ.
646τὸ ποῖον;
Πραξαγορα
Πρ.
Πρ.
647εἴ σε φιλήσειεν Ἀρίστυλλος φάσκων αὑτοῦ πατέρ’εἶναι.
Βλεπυρος
Βλ.
Βλ.
648οἰμώζοι γ’ἂν καὶ κωκύοι.
Πραξαγορα
Πρ.
Πρ.
648σὺ δέ γ’ὄζοις ἂν καλαμίνθης,
649ἀλλ’οὗτος μὲν πρότερον γέγονεν πρὶν τὸ ψήφισμα γενέσθαι,
650ὥστ’οὐχὶ δέος μή σε φιλήσῃ.
Βλεπυρος
Βλ.
Βλ.
650δεινὸν μεντ- μέντἂν ἐπεπόνθη.
651τὴν γῆν δὲ τίς ἔσθ’ὁ γεωργήσων;
Πραξαγορα
Πρ.
Πρ.
651οἱ δοῦλοι. σοὶ δὲ μελήσει,
652ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
Βλεπυρος
Βλ.
Βλ.
653περὶ δ’ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτ’ἔστιν ἐρέσθαι.
Πραξαγορα
Πρ.
Πρ.
654τὰ μὲν ὄνθ’ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφ’ἡμεῖς ὑφανοῦμεν.
Βλεπυρος
Βλ.
Βλ.
655ἓν ἔτι ζητῶ · πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
656πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γ’ἐστὶ δίκαιον.
Πραξαγορα
Πρ.
Πρ.
657ἀλλ’οὐ δὲ δίκαι πρῶτον ἔσονται.
Βλεπυρος
Βλ.
Βλ.
657τουτὶ το- τοὔπος σ’ἐπιτρίψει.
Πραξαγορα
Πρ.
Πρ.
658κα- κἀγὼ ταύτην γνώμην ἐθέμην · τοῦ γὰρ τάλαν οὕνεκ’ἔσονται;
Βλεπυρος
Βλ.
Βλ.
659πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω · πρῶτον δ’ἑνὸς οὕνεκα δήπου,
660ἤν τις ὀφείλων ἐξαρνῆται.
Πραξαγορα
Πρ.
Πρ.
660πόθεν οὖν ἐδάνεισ’ὁ δανείσας
661ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπου’στ’ἐπίδηλος.
Βλεπυρος
Βλ.
Βλ.
662νὴ τὴν Δήμητρ’εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
663τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
664εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σ’ἀπορήσειν.
Πραξαγορα
Πρ.
Πρ.
665ἀπὸ τῆς μάζης ἧς σιτεῖται · ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,
666οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
Βλεπυρος
Βλ.
Βλ.
667οὐ δ’αὖ κλέπτης οὐδεὶς ἔσται;
Πραξαγορα
Πρ.
Πρ.
667πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
Βλεπυρος
Βλ.
Βλ.
668οὐ δ’ἀποδύσουσ’ἄρα τῶν νυκτῶν;
Πραξαγορα
Πρ.
Πρ.
668οὐκ ἢν οἴκοι γε καθεύδῃς,
669οὐ δ’ἤν γε θύραζ’ὥσπερ πρότερον · βίοτος γὰρ πᾶσιν ὑπάρξει.
670ἢν δ’ἀποδύῃ γ’, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
671ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
Βλεπυρος
Βλ.
Βλ.
672οὐ δὲ κυβεύσουσ’ἆρ’ἄνθρωποι;
Πραξαγορα
Πρ.
Πρ.
672περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
Βλεπυρος
Βλ.
Βλ.
673τὴν δὲ δίαιταν τίνα ποιήσεις;
Πραξαγορα
Πρ.
Πρ.
673κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
674μίαν οἴκησίν φημι ποιήσειν συρρήξασ’εἰς ἓν ἅπαντα,
675ὥστε βαδίζειν ὡς ἀλλήλους.
Βλεπυρος
Βλ.
Βλ.
675τὸ δὲ δεῖπνον ποῦ παραθήσεις;
Πραξαγορα
Πρ.
Πρ.
676τὰ δικαστήρια καὶ τὰς στοιὰς ἀνδρῶνας πάντα ποιήσω.
Βλεπυρος
Βλ.
Βλ.
677τὸ δὲ βῆμα τί σοι χρήσιμον ἔσται;
Πραξαγορα
Πρ.
Πρ.
677τοὺς κρατῆρας καταθήσω
678καὶ τὰς ὑδρίας, καὶ ῥαψῳδεῖν ἔσται τοῖς παιδαρίοισιν
679τοὺς ἀνδρείους ἐν τῷ πολέμῳ, κα- κεἴ τις δειλὸς γεγένηται,
680ἵνα μὴ δειπνῶσ’αἰσχυνόμενοι.
Βλεπυρος
Βλ.
Βλ.
680νὴ τὸν Ἀπόλλω χάριέν γε.
681τὰ δὲ κληρωτήρια ποῖ τρέψεις;
Πραξαγορα
Πρ.
Πρ.
681εἰς τὴν ἀγορὰν καταθήσω ·
682κα- κᾆτα στήσασα παρ’Ἁρμοδίῳ κληρώσω πάντας, ἕως ἂν
683εἰδὼς ὁ λαχὼν ἀπίῃ χαίρων ἐν ὁποίῳ γράμματι δειπνεῖ ·
684και κηρύξει τοὺς ἐκ τοῦ βῆτ’ἐπὶ τὴν στοιὰν ἀκολουθεῖν
685τὴν βασίλειον δειπνήσοντας · τὸ δὲ θῆτ’ἐς τὴν παρὰ ταύτην,
686τοὺς δ’ἐκ τοῦ κάππ’ἐς τὴν στοιὰν χωρεῖν τὴν ἀλφιτόπωλιν.
Βλεπυρος
Βλ.
Βλ.
687ἵνα κάπτωσιν;
Πραξαγορα
Πρ.
Πρ.
687μὰ Δί’ἀλλ’ἵν’ἐκεῖ δειπνῶσιν.
Βλεπυρος
Βλ.
Βλ.
687ὅτῳ δὲ τὸ γράμμα
688μὴ ’ξελκυσθῇ καθ’ὃ δειπνήσει, τούτους ἀπελῶσιν ἅπαντες.
Πραξαγορα
Πρ.
Πρ.
689ἀλλ’οὐκ ἔσται τοῦτο παρ’ἡμῖν ·
690πᾶσι γὰρ ἄφθονα πάντα παρέξομεν,
691ὥστε μεθυσθεὶς αὐτῷ στεφάνῳ
692πᾶς τις ἄπεισιν τὴν δᾷδα λαβών.
693αἱ δὲ γυναῖκες κατὰ τὰς διόδους
694προσπίπτουσαι τοῖς ἀπὸ δείπνου
695τάδε λέξουσιν ·” δεῦρο παρ’ἡμᾶς ·
696ἐνθάδε μεῖράξ ἐσθ’ὡραία “.
697” παρ’ἐμοὶ δ’ἑτέρα “
698φήσει τις ἄνωθ’ἐξ ὑπερῴου,
699” καὶ καλλίστη καὶ λευκοτάτη ·
700πρότερον μέντοι δεῖ σε καθεύδειν
701αὐτῆς παρ’ἐμοί “.
702τοῖς εὐπρεπέσιν δ’ἀκολουθοῦντες
703καὶ μειρακίοις οἱ φαυλότεροι τοιάδ’ἐροῦσιν ·” ποῖ θεῖς οὗτος;
704πάντως οὐδὲν δράσεις ἐλθών ·
705τοῖς γὰρ σιμοῖς καὶ τοῖς αἰσχροῖς
706ἐψήφισται προτέροις βινεῖν,
707ὑμᾶς δὲ τέως θρῖα λαβόντας
708διφόρου συκῆς
709ἐν τοῖς προθύροισι δέφεσθαι “.
710φέρε νυν φράσον μοι, ταῦτ’ἀρέσκει σφῷν;
Βλεπυρος
Βλ.
Βλ.
710πάνυ.
Πραξαγορα
Πρ.
Πρ.
711βαδιστέον τα- τἄρ’ἐστὶν εἰς ἀγορὰν ἐμοί,
712ἵν’ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
713λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
714ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
715ἄρχειν, καταστῆσαίτε τὰ ξυσσίτια,
716ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
Βλεπυρος
Βλ.
Βλ.
717ἤδη γὰρ εὐωχησόμεσθα;
Πραξαγορα
Πρ.
Πρ.
717φήμ’ἐγώ.
718ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
719ἁπαξαπάσας.
Βλεπυρος
Βλ.
Βλ.
719ἵνα τί;
Πραξαγορα
Πρ.
Πρ.
719δῆλον τουτογί ·
720ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς.
721καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
722τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
723ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
724κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
Βλεπυρος
Βλ.
Βλ.
725φέρε νυν ἐγώ σοι παρακολουθῶ πλησίον,
726ἵν’ἀποβλέπωμαι καὶ λέγωσί μοι ταδί,
727τὸν τῆς στρατηγοῦ τοῦτον οὐ θαυμάζετε;
Ανηρ Α
Αν.
Αν.
728ἐγὼ δ’ἵν’εἰς ἀγοράν γε τὰ σκεύη φέρω,
729προχειριοῦμαι κα- κἀξετάσω τὴν οὐσίαν.
730χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς
731τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
732ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
733πολλοὺς κάτω δὴ θυλάκους στρέψασ’ἐμούς.
734ποῦ’σθ’ἡ διφροφόρος; ἡ χύτρα δεῦρ’ἔξιθι,
735νὴ Δία μέλαινά γ’, οὐ δ’ἂν εἰ τὸ φάρμακον
736ἕψουσ’ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
737ἵστω παρ’αὐτήν, δεῦρ’ἴθ’, ἡ κομμώτρια.
738φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
739ἐνταῦθα. σὺ δὲ δεῦρ’ἡ κιθαρῳδὸς ἔξιθι,
740πολλάκις ἀναστήσασά μ’εἰς ἐκκλησίαν
741ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
742ὁ τὴν σκάφην λαβὼν προΐτω · τὰ κηρία
743κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
744καὶ τὼ τρίποδ’ἐξένεγκε καὶ τὴν λήκυθον.
745τὰ χυτρίδι’ἤδη καὶ τὸν ὄχλον ἀφίετε.
Ανηρ Β
Αν.
Αν.
746ἐγὼ καταθήσω τα- τἀμά; κακοδαίμων ἄρα
747ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
748μὰ τὸν Ποσειδῶ γ’οὐδέποτ’, ἀλλὰ βασανιῶ
749πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
750οὐ γὰρ τὸν ἐμὸν ἱδρῶτα καὶ φειδωλίαν
751οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ,
752πρὶν ἂν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ’ὅπως ἔχει.
753οὗτος τί τὰ σκευάρια ταυτὶ βούλεται;
754πότερον μετοικιζόμενος ἐξενήνοχας
755αὔτ’ἢ φέρεις ἐνέχυρα θήσων;
Ανηρ Α
Αν.
Αν.
755οὐδαμῶς.
Ανηρ Β
Αν.
Αν.
756τί δῆτ’ἐπὶ στοίχου ’στὶν οὕτως; οὔτι μὴ
757Ἱέρωνι τῷ κήρυκι πομπὴν πέμπετε;
Ανηρ Α
Αν.
Αν.
758μὰ Δί’ἀλλ’ἀποφέρειν αὐτὰ μέλλω τῇ πόλει
759ἐς τὴν ἀγορὰν κατὰ τοὺς δεδογμένους νόμους.
Ανηρ Β
Αν.
Αν.
760μέλλεις ἀποφέρειν;
Ανηρ Α
Αν.
Αν.
760πάνυ γε.
Ανηρ Β
Αν.
Αν.
760κακοδαίμων ἄρ’εἶ
761νὴ τὸν Δία τὸν σωτῆρα.
Ανηρ Α
Αν.
Αν.
761πῶς;
Ανηρ Β
Αν.
Αν.
761πῶς; ῥᾳδίως.
Ανηρ Α
Αν.
Αν.
762τί δ’; οὐχὶ πειθαρχεῖν με τοῖς νόμοισι δεῖ;
Ανηρ Β
Αν.
Αν.
763ποίοισιν ὦ δύστηνε;
Ανηρ Α
Αν.
Αν.
763τοῖς δεδογμένοις.
Ανηρ Β
Αν.
Αν.
764δεδογμένοισιν; ὡς ἀνόητος ἦσθ’ἄρα.
Ανηρ Α
Αν.
Αν.
765ἀνόητος;
Ανηρ Β
Αν.
Αν.
765οὐ γάρ; ἠλιθιώτατος μὲν οὖν
766ἁπαξαπάντων.
Ανηρ Α
Αν.
Αν.
766ὅτι τὸ ταττόμενον ποιῶ;
Ανηρ Β
Αν.
Αν.
767τὸ ταττόμενον γὰρ δεῖ ποιεῖν τὸν σώφρονα;
Ανηρ Α
Αν.
Αν.
768μάλιστα πάντων.
Ανηρ Β
Αν.
Αν.
768τὸν μὲν οὖν ἀβέλτερον.
Ανηρ Α
Αν.
Αν.
769σὺ δ’οὐ καταθεῖναι διανοεῖ;
Ανηρ Β
Αν.
Αν.
769φυλάξομαι,
770πρὶν ἄν γ’ἴδω τὸ πλῆθος ὅ τι βουλεύεται.
Ανηρ Α
Αν.
Αν.
771τί γὰρ ἄλλο γ’ἢ φέρειν παρεσκευασμένοι
772τὰ χρήματ’εἰσίν;
Ανηρ Β
Αν.
Αν.
772ἀλλ’ἰδὼν ἐπειθόμην.
Ανηρ Α
Αν.
Αν.
773λέγουσι γοῦν ἐν ταῖς ὁδοῖς.
Ανηρ Β
Αν.
Αν.
773λέξουσι γάρ.
Ανηρ Α
Αν.
Αν.
774καί φασιν οἴσειν ἀράμενοι.
Ανηρ Β
Αν.
Αν.
774φήσουσι γάρ.
Ανηρ Α
Αν.
Αν.
775ἀπολεῖς ἀπιστῶν πάντ’.
Ανηρ Β
Αν.
Αν.
775ἀπιστήσουσι γάρ.
Ανηρ Α
Αν.
Αν.
776ὁ Ζεύς σέ γ’ἐπιτρίψειεν.
Ανηρ Β
Αν.
Αν.
776ἐπιτρίψουσι γάρ.
777οἴσειν δοκεῖς τιν’ὅστις αὐτῶν νοῦν ἔχει;
778οὐ γὰρ πάτριον τοῦτ’ἐστίν, ἀλλὰ λαμβάνειν
779ἡμᾶς μόνον δεῖ νὴ Δία · καὶ γὰρ οἱ θεοί ·
780γνώσει δ’ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων ·
781ὅταν γὰρ εὐχώμεσθα διδόναι τα- τἀγαθά,
782ἕστηκεν ἐκτείνοντα τὴν χεῖρ’ὑπτίαν
783οὐχ ὥς τι δώσοντ’ἀλλ’ὅπως τι λήψεται.
Ανηρ Α
Αν.
Αν.
784ὦ δαιμόνι’ἀνδρῶν ἔα με τῶν προ- προὔργου τι δρᾶν.
785ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μο- μοὔσθ’ἱμάς;
Ανηρ Β
Αν.
Αν.
786ὄντως γὰρ οἴσεις;
Ανηρ Α
Αν.
Αν.
786ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
787τωδὶ ξυνάπτω τὼ τρίποδε.
Ανηρ Β
Αν.
Αν.
787τῆς μωρίας,
788τὸ μη δὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
789δράσουσιν εἶτα τηνικαῦτ’ἤδη —
Ανηρ Α
Αν.
Αν.
789τί δρᾶν;
Ανηρ Β
Αν.
Αν.
790ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι.
Ανηρ Α
Αν.
Αν.
791ἵνα δὴ τί;
Ανηρ Β
Αν.
Αν.
791σεισμὸς εἰ γένοιτο πολλάκις
792ἢ πῦρ ἀπότροπον, ἢ διᾴξειεν γαλῆ,
793παύσαιντ’ἂν ἐσφέροντες ὠ- ὦμβρόντητε σύ.
Ανηρ Α
Αν.
Αν.
794χαρίεντα γοῦν πάθοιμ’ἄν, εἰ μὴ ’χοιμ’ὅποι
795ταῦτα καταθείμην.
Ανηρ Β
Αν.
Αν.
795μὴ γὰρ οὐ λάβῃς ὅποι ·
796θάρρει, καταθήσεις, κα- κἂν ἔνης ἔλθῃς.
Ανηρ Α
Αν.
Αν.
796τιή;
Ανηρ Β
Αν.
Αν.
797ἐγω- ἐγᾦδα τούτους χειροτονοῦντας μὲν ταχύ,
798ἅττ’ἂν δὲ δόξῃ ταῦτα πάλιν ἀρνουμένους.
Ανηρ Α
Αν.
Αν.
799οἴσουσιν ὦ τᾶν.
Ανηρ Β
Αν.
Αν.
799ἢν δὲ μὴ κομίσωσι, τί;
Ανηρ Α
Αν.
Αν.
800ἀμέλει κομιοῦσιν.
Ανηρ Β
Αν.
Αν.
800ἢν δὲ μὴ κομίσωσι, τί;
Ανηρ Α
Αν.
Αν.
801μαχούμεθ’αὐτοῖς.
Ανηρ Β
Αν.
Αν.
801ἢν δὲ κρείττους ὦσι, τί;
Ανηρ Α
Αν.
Αν.
802ἄπειμ’ἐάσας.
Ανηρ Β
Αν.
Αν.
802ἢν δὲ πωλῶσ’αὐτά, τί;
Ανηρ Α
Αν.
Αν.
803διαρραγείης.
Ανηρ Β
Αν.
Αν.
803ἢν διαρραγῶ δέ, τί;
Ανηρ Α
Αν.
Αν.
804καλῶς ποιήσεις.
Ανηρ Β
Αν.
Αν.
804σὺ δ’ἐπιθυμήσεις φέρειν;
Ανηρ Α
Αν.
Αν.
805ἔγωγε · καὶ γὰρ τοὺς ἐμαυτοῦ γείτονας
806ὁρῶ φέροντας.
Ανηρ Β
Αν.
Αν.
806πάνυ γ’ἂν οὖν Ἀντισθένης
807αὔτ’εἰσενέγκοι · πολὺ γὰρ ἐμμελέστερον
808πρότερον χέσαι πλεῖν ἢ τριάκονθ’ἡμέρας.
Ανηρ Α
Αν.
Αν.
809οἴμωζε.
Ανηρ Β
Αν.
Αν.
809Καλλίμαχος δ’ὁ χοροδιδάσκαλος
810αὐτοῖσιν εἰσοίσει τι;
Ανηρ Α
Αν.
Αν.
810πλείω Καλλίου.
Ανηρ Β
Αν.
Αν.
811ἅνθρωπος οὗτος ἀποβαλεῖ τὴν οὐσίαν.
Ανηρ Α
Αν.
Αν.
812δεινά γε λέγεις.
Ανηρ Β
Αν.
Αν.
812τί δεινόν; ὥσπερ οὐχ ὁρῶν
813ἀεὶ τοιαῦτα γιγνόμενα ψηφίσματα.
814οὐκ οἶσθ’ἐκεῖν’οὕδοξε τὸ περὶ τῶν ἁλῶν;
Ανηρ Α
Αν.
Αν.
815ἔγωγε.
Ανηρ Β
Αν.
Αν.
815τοὺς χαλκοῦς δ’ἐκείνους ἡνίκα
816ἐψηφισάμεθ’, οὐκ οἶσθα;
Ανηρ Α
Αν.
Αν.
816καὶ κακόν γέ μοι
817τὸ κόμμ’ἐγένετ’ἐκεῖνο. πωλῶν γὰρ βότρυς
818μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
819κα- κἄπειτ’ἐχώρουν εἰς ἀγορὰν ἐπ’ἄλφιτα.
820ἔπειθ’ὑπέχοντος ἄρτι μου τὸν θύλακον,
821ἀνέκραγ’ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
822χαλκοῦν τὸ λοιπόν ·” ἀργύρῳ γὰρ χρώμεθα “.
Ανηρ Β
Αν.
Αν.
823τὸ δ’ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
824τάλαντ’ἔσεσθαι πεντακόσια τῇ πόλει
825τῆς τετταρακοστῆς, ἣν ἐπόρισ’Εὐριπίδης;
826κα- κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην ·
827ὅτε δὴ δ’ἀνασκοπουμένοις ἐφαίνετο
828ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμ’οὐκ ἤρκεσεν,
829πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
Ανηρ Α
Αν.
Αν.
830οὐ τα- ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν,
831νῦν δ’αἱ γυναῖκες.
Ανηρ Β
Αν.
Αν.
831ἃς ἐγὼ φυλάξομαι
832νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
Ανηρ Α
Αν.
Αν.
833οὐκ οἶδ’ὅ τι ληρεῖς. φέρε σὺ τα- τἀνάφορον ὁ παῖς.
Κηρυκαινα
Κη.
Κη.
834ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτ’ἔχει,
835χωρεῖτ’ἐπείγεσθ’εὐθὺ τῆς στρατηγίδος,
836ὅπως ἂν ὑμῖν ἡ τύχη κληρουμένοις
837φράσῃ καθ’ἕκαστον ἄνδρ’ὅποι δειπνήσετε ·
838ὡς αἱ τράπεζαί γ’εἰσὶν ἐπινενησμέναι
839ἀγαθῶν ἁπάντων καὶ παρεσκευασμέναι,
840κλῖναίτε σισυρῶν καὶ δαπίδων † νενασμέναι †,
841κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες
842ἑστᾶσ’ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,
843λαγῷ’ἀναπηγνύασι, πόπανα πέττεται,
844στέφανοι πλέκονται, φρύγεται τραγήματα,
845χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται.
846Σμοῖος δ’ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
847τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
848γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
849ἔχων, καχάζων μεθ’ἑτέρου νεανίου ·
850ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος.
851πρὸς ταῦτα χωρεῖθ’, ὡς ὁ τὴν μᾶζαν φέρων
852ἕστηκεν · ἀλλὰ τὰς γνάθους διοίγνυτε.
Ανηρ Β
Αν.
Αν.
853οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκ’ἔχων
854ἐνταῦθ’, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
Ανηρ Α
Αν.
Αν.
855καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν;
Ανηρ Β
Αν.
Αν.
856ἐπὶ δεῖπνον.
Ανηρ Α
Αν.
Αν.
856οὐ δῆτ’, ἤν γ’ἐκείναις νοῦς ἐνῇ,
857πρίν γ’ἂν ἀπενέγκῃς.
Ανηρ Β
Αν.
Αν.
857ἀλλ’ἀποίσω.
Ανηρ Α
Αν.
Αν.
857πηνίκα;
Ανηρ Β
Αν.
Αν.
858οὐ το- τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
Ανηρ Α
Αν.
Αν.
858τί δή;
Ανηρ Β
Αν.
Αν.
859ἑτέρους ἀποίσειν φήμ’ἔθ’ὑστέρους ἐμοῦ.
Ανηρ Α
Αν.
Αν.
860βαδιεῖ δὲ δειπνήσων ὅμως;
Ανηρ Β
Αν.
Αν.
860τί γὰρ πάθω;
861τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
862τοὺς εὖ φρονοῦντας.
Ανηρ Α
Αν.
Αν.
862ἢν δὲ κωλύσωσι, τί;
Ανηρ Β
Αν.
Αν.
863ὁμόσ’εἶμι κύψας.
Ανηρ Α
Αν.
Αν.
863ἢν δὲ μαστιγῶσι, τί;
Ανηρ Β
Αν.
Αν.
864καλούμεθ’αὐτάς.
Ανηρ Α
Αν.
Αν.
864ἢν δὲ καταγελῶσι, τί;
Ανηρ Β
Αν.
Αν.
865ἐπὶ ταῖς θύραις ἑστώς —
Ανηρ Α
Αν.
Αν.
865τί δράσεις; εἰπέ μοι.
Ανηρ Β
Αν.
Αν.
866τῶν ἐσφερόντων ἁρπάσομαι τὰ σιτία.
Ανηρ Α
Αν.
Αν.
867βάδιζε τοίνυν ὕστερος · σὺ δ’ὦ Σίκων
868καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
Ανηρ Β
Αν.
Αν.
869φέρε νυν ἐγώ σοι ξυμφέρω.
Ανηρ Α
Αν.
Αν.
869μὴ μηδαμῶς.
870δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι,
871ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
Ανηρ Β
Αν.
Αν.
872νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
873ὅπως τὰ μὲν ὄντα χρήμαθ’ἕξω, τοισδεδὶ
874τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
875ὀρθῶς ἔμοιγε φαίνεται · βαδιστέον
876ὁμόσ’ἐστὶ δειπνήσοντα κα- κοὐ μελλητέον.
Γραυς Α
Γρ.
Γρ.
877τί ποθ’ἅνδρες οὐχ ἥκουσιν; ὥρα δ’ἦν πάλαι ·
878ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
879ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
880ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος, ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος,
881παίζουσα. πῶς ἂν περιλάβοιμ’αὐτῶν τινὰ
882παριόντα; Μοῦσαι δεῦρ’ἴτ’ἐπὶ το- τοὐμὸν στόμα,
883μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
Νεανις
Νε.
Νε.
884νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
885ᾤου δ’ἐρήμας οὐ παρούσης ἐνθάδε
886ἐμοῦ τρυγήσειν καὶ προσάξεσθαί τινα
887ᾄδουσ’· ἐγὼ δ’ἢν τοῦτο δρᾷς ἀντᾴσομαι.
888κα- κεἰ γὰρ δι’ὄχλου τοῦτ’ἐστὶ τοῖς θεωμένοις,
889ὅμως ἔχει τερπνόν τι καὶ κωμῳδικόν.
Γραυς Α
Γρ.
Γρ.
890τούτῳ διαλέγου κα- κἀποχώρησον · σὺ δὲ
891φιλοττάριον αὐλητὰ τοὺς αὐλοὺς λαβὼν
892ἄξιον ἐμοῦ καὶ σοῦ προσαύλησον μέλος.
893εἴ τις ἀγαθὸν βούλεται παθεῖν
894τι, παρ’ἐμοὶ χρὴ καθεύδειν.
895οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν
896ἀλλ’ἐν ταῖς πεπείραις ·
897οὐ δέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ’γὼ
898τὸν φίλον ᾧπερ ξυνείην,
899ἀλλ’ἐφ’ἕτερον ἂν πέτοιτο.
Νεανις
Νε.
Νε.
900μὴ φθόνει ταῖσιν νέαισι.
901τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
902τοῖς ἁπαλοῖσι μηροῖς
903κα- κἀπὶ τοῖς μήλοις ἐπανθεῖ · σὺ δ’ὦ γραῦ,
904παραλέλεξαι κα- κἀντέτριψαι,
905τῷ θανάτῳ μέλημα.
Γραυς Α
Γρ.
Γρ.
906ἐκπέσοι σου τὸ τρῆμα
907τότ’ἐπίκλιντρον ἀποβάλοιο
908βουλομένη σποδεῖσθαι,
909κα- κἀπὶ τῆς κλίνης ὄφιν εὕροις καὶ προσελκύσαιο […]
910βουλομένη φιλῆσαι.
Νεανις
Νε.
Νε.
911αἰαῖ τί ποτε πείσομαι;
912οὐχ ἥκει μο- μοὐταῖρος · μόνη δ’αὐτοῦ λείπομ’· ἡ
913γὰρ μοι μήτηρ ἄλλῃ
914βέβηκε · † καὶ τα- τἄλλ’οὐδὲν μετὰ ταῦτα δεῖ λέγειν †.
915ἀλλ’ὦ μαῖ’ἱκετεύομαι, κάλει
916τὸν Ὀρθαγόραν, ὅπως
917σαυτῆς κατόναι’, ἀντιβολῶ σε.
Γραυς Α
Γρ.
Γρ.
918ἤδη τὸν ἀπ’Ἰωνίας
919τρόπον τάλαινα κνησιᾷς · […]
920δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
921ἀλλ’οὐκ ἄν ποθ’ὑφαρπάσαιο
922τα- τἀμὰ παίγνια · τὴν δ’ἐμὴν
923ὥραν οὐκ ἀπολεῖς οὐ δ’ἀπολήψει.
Νεανις
Νε.
Νε.
924ᾆδ’ὁπόσα βούλει καὶ παράκυφθ’ὥσπερ γαλῆ ·
925οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισ’ἀντ’ἐμοῦ.
Γραυς Α
Γρ.
Γρ.
926οὔκουν ἐπ’ἐκφοράν γε.
Νεανις
Νε.
Νε.
926καινόν γ’ὦ σαπρά.
Γραυς Α
Γρ.
Γρ.
927οὐ δῆτα.
Νεανις
Νε.
Νε.
927τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
Γραυς Α
Γρ.
Γρ.
928οὐ το- τοὐμὸν ὀδυνήσει σε γῆρας.
Νεανις
Νε.
Νε.
928ἀλλὰ τί;
929ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
Γραυς Α
Γρ.
Γρ.
930τί μοι διαλέγει;
Νεανις
Νε.
Νε.
930σὺ δὲ τί διακύπτεις;
Γραυς Α
Γρ.
Γρ.
930ἐγώ;
931ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τω- τὠμῷ φίλῳ.
Νεανις
Νε.
Νε.
932σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
Γραυς Α
Γρ.
Γρ.
933δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
Νεανις
Νε.
Νε.
934ὁδὶ γὰρ αὐτός ἐστιν.
Γραυς Α
Γρ.
Γρ.
934οὐ σοῦ γ’ὠ- ὦλεθρε
935δεόμενος οὐδέν.
Νεανις
Νε.
Νε.
935νὴ Δί’ὦ φθίνυλλα σὺ
936δείξει τάχ’αὐτός, ὡς ἔγωγ’ἀπέρχομαι.
Γραυς Α
Γρ.
Γρ.
937κα- κἄγωγ’, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.
Νεανιας
Νε.
Νε.
938εἴθ’ἐξῆν παρὰ τῇ νέᾳ καθεύδειν,
939καὶ μὴ δ’ει πρότερον διασποδῆσαι
940ἀνάσιμον ἢ πρεσβυτέραν ·
941οὐ γὰρ ἀνασχετὸν τοῦτό γ’ἐλευθέρῳ.
Γραυς Α
Γρ.
Γρ.
942οἰμώζων ἄρα νὴ Δία σποδήσεις.
943οὐ γὰρ τα- τἀπὶ Χαριξένης τάδ’ἐστίν.
944κατὰ τὸν νόμον ταῦτα ποιεῖν
945ἔστι δίκαιον, εἰ δημοκρατούμεθα.
946ἀλλ’εἶμι τηρήσουσ’ὅ τι καὶ δράσει ποτέ.
Νεανιας
Νε.
Νε.
947εἴθ’ὦ θεοὶ λάβοιμι τὴν καλὴν μόνην,
948ἐφ’ἣν πεπωκὼς ἔρχομαι πάλαι ποθῶν.
Νεανις
Νε.
Νε.
949ἐξηπάτησα τὸ κατάρατον γρᾴδιον ·
950φρούδη γάρ ἐστιν οἰομένη μ’ἔνδον μένειν.
951ἀλλ’οὑτοσὶ γὰρ αὐτὸς οὗ ’μεμνήμεθα.
952δεῦρο δὴ δεῦρο δή,
953φίλον ἐμόν, δεῦρό μοι πρόσελθε καὶ ξύνευνος
954τὴν εὐφρόνην ὅπως ἔσει.
955πάνυ γάρ τις ἔρως με δονεῖ τῶνδε τῶν σῶν βοστρύχων.
956ἄτοπος δ’ἔγκειταί μοί τις
957πόθος, ὅς με διακναίσας ἔχει.
958μέθες, ἱκνοῦμαί σ’Ἔρως,
959καὶ ποίησον τόνδ’ἐς εὐνὴν
959bτὴν ἐμὴν ἱκέσθαι.
Νεανιας
Νε.
Νε.
960δεῦρο δὴ δεῦρο δή,
961καὶ σύ μοι καταδραμοῦσα
962τὴν θύραν ἄνοιξον
963τήνδ’· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
964φίλον, ἀλλ’ἐν τῷ σῷ βούλομαι κόλπῳ πληκτίζεσθαι
965μετὰ τῆς σῆς πυγῆς.
966Κύπρι τί μ’ἐκμαίνεις ἐπὶ ταύτῃ;
967μέθες, ἱκνοῦμαί σ’Ἔρως,
968καὶ ποίησον τήνδ’ἐς εὐνὴν
968bτὴν ἐμὴν ἱκέσθαι.
Νεανις
Νε.
Νε.
969καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
970εἰρημέν’ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω,
971ἄνοιξον ἀσπάζου με ·
971bδιά τοι σὲ πόνους ἔχω.
Νεανιας
Νε.
Νε.
972ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
973μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
974ἄνοιξον ἀσπάζου με ·
975διά τοι σὲ πόνους ἔχω.
Γραυς Α
Γρ.
Γρ.
976οὗτος τί κόπτεις; μῶν ἐμὲ ζητεῖς;
Νεανιας
Νε.
Νε.
976πόθεν;
Γραυς Α
Γρ.
Γρ.
977καὶ τὴν θύραν γ’ἤραττες.
Νεανιας
Νε.
Νε.
977ἀποθάνοιμ’ἄρα.
Γραυς Α
Γρ.
Γρ.
978τοῦ δαὶ δεόμενος δᾷδ’ἔχων ἐλήλυθας;
Νεανιας
Νε.
Νε.
979Ἀναφλύστιον ζητῶν τιν’ἄνθρωπον.
Γραυς Α
Γρ.
Γρ.
979τίνα;
Νεανιας
Νε.
Νε.
980οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
Γραυς Α
Γρ.
Γρ.
981νὴ τὴν Ἀφροδίτην, ἤντε βούλῃ γ’ἤντε μή.
Νεανιας
Νε.
Νε.
982ἀλλ’οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
983εἰσάγομεν, ἀλλ’εἰσαῦθις ἀναβεβλήμεθα.
984τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
Γραυς Α
Γρ.
Γρ.
985ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ’ἦν ὦ γλύκων ·
986νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
Νεανιας
Νε.
Νε.
987τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
Γραυς Α
Γρ.
Γρ.
988ἀλλ’οὐ δὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
Νεανιας
Νε.
Νε.
989οὐκ οἶδ’ὅ τι λέγεις · τηνδεδί μοι κρουστέον.
Γραυς Α
Γρ.
Γρ.
990ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
Νεανιας
Νε.
Νε.
991ἀλλ’οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
Γραυς Α
Γρ.
Γρ.
992οἶδ’ὅτι φιλοῦμαι · νῦν δὲ θαυμάζεις ὅτι
993θύρασί μ’ηὗρες · ἀλλὰ πρόσαγε τὸ στόμα.
Νεανιας
Νε.
Νε.
994ἀλλ’ὦ μέλ’ὀρρωδῶ τὸν ἐραστήν σου.
Γραυς Α
Γρ.
Γρ.
994τίνα;
Νεανιας
Νε.
Νε.
995τὸν τῶν γραφέων ἄριστον.
Γραυς Α
Γρ.
Γρ.
995οὗτος δ’ἔστι τίς;
Νεανιας
Νε.
Νε.
996ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
997ἀλλ’ἄπιθ’, ὅπως μή σ’ἐπὶ θύραισιν ὄψεται.
Γραυς Α
Γρ.
Γρ.
998οἶδ’οἶδ’ὅ τι βούλει.
Νεανιας
Νε.
Νε.
9998καὶ γὰρ ἐγώ σε νὴ Δία.
Γραυς Α
Γρ.
Γρ.
9999μὰ τὴν Ἀφροδίτην ἥ μ’ἔλαχε κληρουμένη,
1000μὴ ’γώ σ’ἀφήσω.
Νεανιας
Νε.
Νε.
1000παραφρονεῖς ὦ γρᾴδιον.
Γραυς Α
Γρ.
Γρ.
1001ληρεῖς · ἐγὼ δ’ἄξω σ’ἐπὶ τα- τἀμὰ στρώματα.
Νεανιας
Νε.
Νε.
1002τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα,
1003ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
1004ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
Γραυς Α
Γρ.
Γρ.
1005μὴ σκῶπτέ μ’ὦ τάλαν ἀλλ’ἕπου δεῦρ’ὡς ἐμέ.
Νεανιας
Νε.
Νε.
1006ἀλλ’οὐκ ἀνάγκη μο- μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
1007τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
Γραυς Α
Γρ.
Γρ.
1008νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι σ’. ὡς ἐγὼ
1009τοῖς τηλικούτοις ξυγκαθεύδουσ’ἥδομαι.
Νεανιας
Νε.
Νε.
1010ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
1011κα- κοὐκ ἂν πιθοίμην οὐδέποτ’.
Γραυς Α
Γρ.
Γρ.
1011ἀλλὰ νὴ Δία
1012ἀναγκάσει τουτί σε.
Νεανιας
Νε.
Νε.
1012τοῦτο δ’ἔστι τί;
Γραυς Α
Γρ.
Γρ.
1013ψήφισμα, καθ’ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
Νεανιας
Νε.
Νε.
1014λέγ’αὐτὸ τί ποτε κα- κἄστι.
Γραυς Α
Γρ.
Γρ.
1014καὶ δή σοι λέγω.
1015ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
1016νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
1017τὴν γραῦν προκρούσῃ πρῶτον · ἢν δὲ μὴ ’θέλῃ
1018πρότερον προκρούειν ἀλλ’ἐπιθυμῇ τῆς νέας,
1019ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
Νεανιας
Νε.
Νε.
1021οἴμοι Προκρούστης τήμερον γενήσομαι.
Γραυς Α
Γρ.
Γρ.
1022τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον.
Νεανιας
Νε.
Νε.
1023τί δ’ἢν ἀφαιρῆταί μ’ἀνὴρ τῶν δημοτῶν
1024ἢ τῶν φίλων ἐλθών τις;
Γραυς Α
Γρ.
Γρ.
1024ἀλλ’οὐ κύριος
1025ὑπὲρ μέδιμνόν ἐστ’ἀνὴρ οὐδεὶς ἔτι.
Νεανιας
Νε.
Νε.
1026ἐξωμοσία δ’οὐκ ἔστιν;
Γραυς Α
Γρ.
Γρ.
1026οὐ γὰρ δεῖ στροφῆς.
Νεανιας
Νε.
Νε.
1027ἀλλ’ἔμπορος εἶναι σκήψομαι.
Γραυς Α
Γρ.
Γρ.
1027κλάων γε σύ.
Νεανιας
Νε.
Νε.
1028τί δῆτα χρὴ δρᾶν;
Γραυς Α
Γρ.
Γρ.
1028δεῦρ’ἀκολουθεῖν ὡς ἐμέ.
Νεανιας
Νε.
Νε.
1029καὶ ταῦτ’ἀνάγκη μο- μοὐστί;
Γραυς Α
Γρ.
Γρ.
1029Διομήδειά γε.
Νεανιας
Νε.
Νε.
1030ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου
1031καὶ κλήμαθ’ὑπόθου συγκλάσασα τέτταρα,
1032καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους,
1033ὕδατόςτε κατάθου το- τοὔστρακον πρὸ τῆς θύρας.
Γραυς Α
Γρ.
Γρ.
1034ἦ μὴν ἔτ’ὠνήσει σὺ καὶ στεφάνην ἐμοί.
Νεανιας
Νε.
Νε.
1035νὴ τὸν Δί’ἤνπερ ᾖ γέ που τῶν κηρίνων ·
1036οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί σ’αὐτίκα.
Νεανις
Νε.
Νε.
1037ποῖ τοῦτον ἕλκεις;
Γραυς Α
Γρ.
Γρ.
1037τὸν ἐμὸν αὐτῆς εἰσάγω.
Νεανις
Νε.
Νε.
1038οὐ σωφρονοῦσά γ’· οὐ γὰρ ἡλικίαν ἔχει
1039παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ
1040μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή.
1041ὥστ’εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
1042τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
Γραυς Α
Γρ.
Γρ.
1043ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
1044ἐξηῦρες · ἀλλ’ἐγώ σε τιμωρήσομαι.
Νεανιας
Νε.
Νε.
1045νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι
1046ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου ·
1047ὥστ’ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
1048μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
Γραυς Β
Γρ.
Γρ.
1049αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
1050ἕλκεις, παρ’ἐμοὶ τῶν γραμμάτων εἰρηκότων
1051πρότερον καθεύδειν αὐτόν;
Νεανιας
Νε.
Νε.
1051οἴμοι δείλαιος.
1052πόθεν ἐξέκυψας ὦ κάκιστ’ἀπολουμένη;
1053τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
Γραυς Β
Γρ.
Γρ.
1054βάδιζε δεῦρο.
Νεανιας
Νε.
Νε.
1054μηδαμῶς με περιίδῃς
1055ἑλκόμενον ὑπὸ τῆσδ’ἀντιβολῶ σ’.
Γραυς Β
Γρ.
Γρ.
1055ἀλλ’οὐκ ἐγώ,
1056ἀλλ’ὁ νόμος ἕλκει σ’.
Νεανιας
Νε.
Νε.
1056οὐκ ἐμέ γ’, ἀλλ’ἔμπουσά τις
1057ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη.
Γραυς Β
Γρ.
Γρ.
1058ἕπου μαλακίων δεῦρ’ἀνύσας καὶ μὴ λάλει.
Νεανιας
Νε.
Νε.
1059ἴθι νυν ἔασον εἰς ἄφοδον πρώτιστά με
1060ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν · εἰ δὲ μή,
1061αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ’αὐτίκα
1062ὑπὸ τοῦ δέους.
Γραυς Β
Γρ.
Γρ.
1062θάρρει, βάδιζ’· ἔνδον χεσεῖ.
Νεανιας
Νε.
Νε.
1063δέδοικα κα- κἀγὼ μὴ πλέον γ’ἢ βούλομαι.
1064ἀλλ’ἐγγυητάς σοι καταστήσω δύο
1065ἀξιόχρεως.
Γραυς Β
Γρ.
Γρ.
1065μή μοι καθίστη.
Γραυς Γ
Γρ.
Γρ.
1065ποῖ σὺ ποῖ
1066χωρεῖς μετὰ ταύτης;
Νεανιας
Νε.
Νε.
1066οὐκ ἔγωγ’, ἀλλ’ἕλκομαι.
1067ἀτὰρ ἥτις εἶ γε, πόλλ’ἀγαθὰ γένοιτό σοι,
1068ὅτι μ’οὐπεριεῖδες ἐπιτριβέντ’. ὦ Ἡράκλεις
1069ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω,
1070τοῦτ’αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον.
1071ἀτὰρ τί τὸ πρᾶγμ’ἔστ’ἀντιβολῶ τουτί ποτε;
1072πότερον πίθηκος ἀνάπλεως ψιμυθίου,
1073ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων;
Γραυς Γ
Γρ.
Γρ.
1074μὴ σκῶπτέ μ’ἀλλὰ δεῦρ’ἕπου.
Γραυς Β
Γρ.
Γρ.
1074δευρὶ μὲν οὖν.
Γραυς Γ
Γρ.
Γρ.
1075ὡς οὐκ ἀφήσω σ’οὐδέποτ’.
Γραυς Β
Γρ.
Γρ.
1075οὐ δὲ μὴν ἐγώ.
Νεανιας
Νε.
Νε.
1076διασπάσεσθέ μ’ὦ κακῶς ἀπολούμεναι.
Γραυς Β
Γρ.
Γρ.
1077ἐμοὶ γὰρ ἀκολουθεῖν σ’ἔδει κατὰ τὸν νόμον.
Γραυς Γ
Γρ.
Γρ.
1078οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ’αἰσχίων φανῇ.
Νεανιας
Νε.
Νε.
1079ἢν οὖν ὑφ’ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς,
1080φέρε πῶς ἐπ’ἐκείνην τὴν καλὴν ἀφίξομαι;
Γραυς Γ
Γρ.
Γρ.
1081αὐτὸς σκόπει σύ · τάδε δέ σοι ποιητέον.
Νεανιας
Νε.
Νε.
1082ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ;
Γραυς Β
Γρ.
Γρ.
1083οὐκ οἶσθα; βαδιεῖ δεῦρ’.
Νεανιας
Νε.
Νε.
1083ἀφέτω νύν μ’αὑτηί.
Γραυς Γ
Γρ.
Γρ.
1084δευρὶ μὲν οὖν ἴθ’ὡς ἔμ’.
Νεανιας
Νε.
Νε.
1084ἢν ἡδί μ’ἀφῇ.
Γραυς Β
Γρ.
Γρ.
1085ἀλλ’οὐκ ἀφήσω μὰ Δία σ’.
Γραυς Γ
Γρ.
Γρ.
1085οὐ δὲ μὴν ἐγώ.
Νεανιας
Νε.
Νε.
1086χαλεπαί γ’ἂν ἦστε γενόμεναι πορθμῆς.
Γραυς Β
Γρ.
Γρ.
1086τιή;
Νεανιας
Νε.
Νε.
1087ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε.
Γραυς Β
Γρ.
Γρ.
1088σιγῇ βάδιζε δεῦρο.
Γραυς Γ
Γρ.
Γρ.
1088μὰ Δί’ἀλλ’ὡς ἐμέ.
Νεανιας
Νε.
Νε.
1089τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς
1090ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον.
1091πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι;
Γραυς Β
Γρ.
Γρ.
1092καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν.
Νεανιας
Νε.
Νε.
1093οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας
1094ἑλκόμενός εἰμ’.
Γραυς Β
Γρ.
Γρ.
1094ἀλλ’οὐδὲν ἔσται σοι πλέον.
1095ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ.
Νεανιας
Νε.
Νε.
1095μὴ πρὸς θεῶν ·
1096ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν.
Γραυς Γ
Γρ.
Γρ.
1097νὴ τὴν Ἑκάτην ἐάντε βούλῃ γ’ἤντέ μή.
Νεανιας
Νε.
Νε.
1098ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν
1099βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν,
1100κα- κἄπειτ’ἐπειδὰν τῆσδ’ἀπαλλαγῶ, πάλιν
1101φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις.
1102ἆρ’οὐ κακοδαίμων εἰμί; βαρυδαίμων μὲν οὖν
1103νὴ τὸν Δία τὸν σωτῆρ’ἀνὴρ καὶ δυστυχής,
1104ὅστις τοιούτοις θηρίοις συνείρξομαι.
1105ὅμως δ’ἐάν τι πολλὰ πολλάκις πάθω
1106ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ’ἐσπλέων,
1107θάψαι μ’ἐπ’αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς,
1108καὶ τήνδ’ἄνωθεν ἐπιπολῆς τοῦ σήματος
1109ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε
1110μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ
1111ἄνω ’πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.
Θεραπαινα
Θε.
Θε.
1112ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δ’ἐγώ,
1113αὐτήτέ μοι δέσποινα μακαριωτάτη,
1114ὑμεῖςθ’ὅσαι παρέστατ’ἐπὶ ταῖσιν θύραις
1115οἱ γείτονέςτε πάντες οἵτε δημόται,
1116ἐγώτε πρὸς τούτοισιν ἡ διάκονος,
1117ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
1118ἀγαθοῖσιν ὦ Ζεῦ · πολὺ δ’ὑπερπέπαικεν αὖ
1119τούτων ἁπάντων τὰ Θάσι’ἀμφορείδια.
1120ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον ·
1121τὰ δ’ἄλλ’ἀπανθήσαντα πάντ’ἀπέπτετο ·
1122ὥστ’ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτ’ὦ θεοί.
1123κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθ’ὅλην
1124ἐκλεγομένας ὅ τι ἂν μάλιστ’ὀσμὴν ἔχῃ.
1125ἀλλ’ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,
1126τὸν ἄνδρ’, ὅπου ’στί, τῆς ἐμῆς κεκτημένης.
Χορος
Χο.
Χο.
1127αὐτοῦ μένουσ’ἡμῖν γ’ἂν ἐξευρεῖν δοκεῖς.
Θεραπαινα
Θε.
Θε.
1128μάλισθ’· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
1129ὦ δέσποτ’ὦ μακάριε καὶ τρισόλβιε.
Βλεπυρος
Βλ.
Βλ.
1130ἐγώ;
Θεραπαινα
Θε.
Θε.
1130σὺ μέντοι νὴ Δί’ὥς γ’οὐδεὶς ἀνήρ.
1131τίς γὰρ γένοιτ’ἂν μᾶλλον ὀλβιώτερος,
1132ὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων
1133ὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;
Χορος
Χο.
Χο.
1134εὐδαιμονικόν γ’ἄνθρωπον εἴρηκας σαφῶς.
Θεραπαινα
Θε.
Θε.
1135ποῖ ποῖ βαδίζεις;
Βλεπυρος
Βλ.
Βλ.
1135ἐπὶ τὸ δεῖπνον ἔρχομαι.
Θεραπαινα
Θε.
Θε.
1136νὴ τὴν Ἀφροδίτην πολύ γ’ἁπάντων ὕστατος.
1137ὅμως δ’ἐκέλευε συλλαβοῦσάν μ’ἡ γυνὴ
1138ἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.
1139οἶνος δὲ Χῖός ἐστι περιλελειμμένος
1140καὶ τα- τἄλλ’ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,
1141καὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,
1142καὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,
1143ἴτω μεθ’ἡμῶν · πάντα γὰρ παρέξομεν.
Βλεπυρος
Βλ.
Βλ.
1144οὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς
1145καὶ μὴ παραλείψεις μηδέν’, ἀλλ’ἐλευθέρως
1146καλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς
1147τὸ δεῖπνον αὐτοῖς ἐστ’ἐπεσκευασμένον
1148ἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.
1149ἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ’πείξομαι ·
1150ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.
Χορος
Χο.
Χο.
1151τί δῆτα διατρίβεις ἔχων, ἀλλ’οὐκ ἄγεις
1152τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
1153ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
1154σμικρὸν δ’ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.
1155τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ,
1156τοῖς γελῶσι δ’ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ ·
1157σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
1158μη δὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
1159ὅτι προείληχ’· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
1160μὴ ’πιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί,
1161μη δὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
1162αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
1163ὦ ὦ ὥρα δή,
1164ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
1165ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε
1166καὶ σὺ κίνει.
Βλεπυρος
Βλ.
Βλ.
1166τοῦτο δρῶ.
Χορος
Χο.
Χο.
1166καὶ τάσδε νῦν […]
1167G?λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
1168τάχα γὰρ ἔπεισι
1175λειολαγῳοσιραιοβαφητραγανοπτερυγών · σὺ δὲ ταῦτ’ἀκροασάμενος
1176ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον ·
1177εἶτα λαβὼν κόνισαι
1178λέκιθον, ἵν’ἐπιδειπνῇς ·
1179ἀλλὰ λαιμάττουσί που.
1180αἴρεσθ’ἄνω, ἰαὶ εὐαί.
1181δειπνήσομεν, εὐοῖ εὐαί,
1182εὐαί, ὡς ἐπὶ νίκῃ ·
1183εὐαί, εὐαί, εὐαί, εὐαί.