Aristophanes

The Frogs

Ξανθιας
Ξα.
Ξα.
1
εἴπω τι τῶν εἰωθότων δέσποτα,
2
ἐφ’οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;
Διονυσος
Δι.
Δι.
3
νὴ τὸν Δί’ τι Βούλει γε, πλὴν πιέζομαι,
4
τοῦτο δὲ φύλαξαι · πάνυ γάρ ἐστ’ἤδη χολή.
Ξανθιας
Ξα.
Ξα.
5
μη δ’ἕτερον ἀστεῖόν τι;
Διονυσος
Δι.
Δι.
5
πλήν γ’ὡς θλίβομαι.
Ξανθιας
Ξα.
Ξα.
6
τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
Διονυσος
Δι.
Δι.
6
νὴ Δία
7
θαρρῶν γε · μόνον ἐκεῖν’ὅπως μὴ ’ρεῖς,
Ξανθιας
Ξα.
Ξα.
7
τὸ τί;
Διονυσος
Δι.
Δι.
8
μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.
Ξανθιας
Ξα.
Ξα.
9
μη δ’ὅτι τοσοῦτον ἄχθος ἐπ’ἐμαυτῷ φέρων,
10
εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;
Διονυσος
Δι.
Δι.
11
μὴ δῆθ’, ἱκετεύω, πλήν γ’ὅταν μέλλω ’ξεμεῖν.
Ξανθιας
Ξα.
Ξα.
12
τί δῆτ’ἔδει με ταῦτα τὰ σκεύη φέρειν,
13
εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος
14
εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;
Διονυσος
Δι.
Δι.
16
μή νυν ποιήσῃς · ὡς ἐγὼ θεώμενος,
17
ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,
18
πλεῖν ’νιαυτῷ πρεσβύτερος ἀπέρχομαι.
Ξανθιας
Ξα.
Ξα.
19
τρισκακοδαίμων ἄρ’ τράχηλος οὑτοσί,
20
ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.
Διονυσος
Δι.
Δι.
21
εἶτ’οὐχ ὕβρις ταῦτ’ἐστὶ καὶ πολλὴ τρυφή,
22
ὅτ’ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου
23
αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δ’ὀχῶ,
24
ἵνα μὴ ταλαιπωροῖτο μη δ’ἄχθος φέροι;
Ξανθιας
Ξα.
Ξα.
25
οὐ γὰρ φέρω ’γώ;
Διονυσος
Δι.
Δι.
25
πῶς φέρεις γὰρ ὅς γ’ὀχεῖ;
Ξανθιας
Ξα.
Ξα.
26
φέρων γε ταυτί.
Διονυσος
Δι.
Δι.
26
τίνα τρόπον;
Ξανθιας
Ξα.
Ξα.
26
βαρέως πάνυ.
Διονυσος
Δι.
Δι.
27
οὔκουν τὸ Βάρος τοῦθ’ σὺ φέρεις ὄνος φέρει;
Ξανθιας
Ξα.
Ξα.
28
οὐ δῆθ’ γ’ἔχω ’γὼ καὶ φέρω μὰ τὸν Δί’οὔ.
Διονυσος
Δι.
Δι.
29
πῶς γὰρ φέρεις, ὅς γ’αὐτὸς ὑφ’ἑτέρου φέρει;
Ξανθιας
Ξα.
Ξα.
30
οὐκ οἶδ’· δ’ὦμος οὑτοσὶ πιέζεται.
Διονυσος
Δι.
Δι.
31
σὺ δ’οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ’ὠφελεῖν,
32
ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.
Ξανθιας
Ξα.
Ξα.
33
οἴμοι κακοδαίμων · τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;
34
τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.
Διονυσος
Δι.
Δι.
35
κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας
36
ἤδη βαδίζων εἰμὶ τῆσδ’, οἷ πρῶτά με
37
ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.
Ηρακλης
Ηρ.
Ηρ.
38
τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς
39
ἐνήλαθ’ὅστις · εἰπέ μοι τουτὶ τί ἦν;
Διονυσος
Δι.
Δι.
40
παῖς.
Ξανθιας
Ξα.
Ξα.
40
τί ἔστιν;
Διονυσος
Δι.
Δι.
40
οὐκ ἐνεθυμήθης;
Ξανθιας
Ξα.
Ξα.
40
τὸ τί;
Διονυσος
Δι.
Δι.
41
ὡς σφόδρα μ’ἔδεισε.
Ξανθιας
Ξα.
Ξα.
41
νὴ Δία μὴ μαίνοιό γε.
Ηρακλης
Ηρ.
Ηρ.
42
οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν ·
43
καίτοι δάκνω γ’ἐμαυτόν · ἀλλ’ὅμως γελῶ.
Διονυσος
Δι.
Δι.
44
δαιμόνιε πρόσελθε · δέομαι γάρ τί σου.
Ηρακλης
Ηρ.
Ηρ.
45
ἀλλ’οὐχ οἷόςτ’εἴμ’ἀποσοβῆσαι τὸν γέλων
46
ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.
47
τίς νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;
48
ποῖ γῆς ἀπεδήμεις;
Διονυσος
Δι.
Δι.
48
ἐπεβάτευον Κλεισθένει
Ηρακλης
Ηρ.
Ηρ.
49
κἀναυμάχησας;
Διονυσος
Δι.
Δι.
49
καὶ κατεδύσαμέν γε ναῦς
50
τῶν πολεμίων δώδεκ’ τρεῖς καὶ δέκα.
Ηρακλης
Ηρ.
Ηρ.
51
σφώ;
Διονυσος
Δι.
Δι.
51
νὴ τὸν Ἀπόλλω.
Ξανθιας
Ξα.
Ξα.
51
κᾆτ’ἔγωγ’ἐξηγρόμην.
Διονυσος
Δι.
Δι.
52
καὶ δῆτ’ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι
53
τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος
54
τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.
Ηρακλης
Ηρ.
Ηρ.
55
πόθος; πόσος τις;
Διονυσος
Δι.
Δι.
55
μικρὸς ἡλίκος Μόλων.
Ηρακλης
Ηρ.
Ηρ.
56
γυναικός;
Διονυσος
Δι.
Δι.
56
οὐ δῆτ’.
Ηρακλης
Ηρ.
Ηρ.
56
ἀλλὰ παιδός;
Διονυσος
Δι.
Δι.
56
οὐδαμῶς.
Ηρακλης
Ηρ.
Ηρ.
57
ἀλλ’ἀνδρός;
Διονυσος
Δι.
Δι.
57
ἀπαπαί.
Ηρακλης
Ηρ.
Ηρ.
57
ξυνεγένου τῷ Κλεισθένει;
Διονυσος
Δι.
Δι.
58
μὴ σκῶπτέ μ’ ὦδέλφ’· οὐ γὰρ ἀλλ’ἔχω κακῶς ·
59
τοιοῦτος ἵμερός με διαλυμαίνεται.
Ηρακλης
Ηρ.
Ηρ.
60
ποῖός τις ὦδελφίδιον;
Διονυσος
Δι.
Δι.
60
οὐκ ἔχω φράσαι.
61
ὅμως γε μέντοι σοι δι’αἰνιγμῶν ἐρῶ.
62
ἤδη ποτ’ἐπεθύμησας ἐξαίφνης ἔτνους;
Ηρακλης
Ηρ.
Ηρ.
63
ἔτνους; βαβαιάξ, μυριάκις γ’ἐν τῷ βίῳ.
Διονυσος
Δι.
Δι.
64
ἆρ’ἐκδιδάσκω τὸ σαφὲς ’τέρᾳ φράσω;
Ηρακλης
Ηρ.
Ηρ.
65
μὴ δῆτα περὶ ἔτνους γε · πάνυ γὰρ μανθάνω.
Διονυσος
Δι.
Δι.
66
τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος
67
Εὐριπίδου.
Ηρακλης
Ηρ.
Ηρ.
67
καὶ ταῦτα τοῦ τεθνηκότος;
Διονυσος
Δι.
Δι.
68
κοὐδείς γέ μ’ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ
69
ἐλθεῖν ἐπ’ἐκεῖνον.
Ηρακλης
Ηρ.
Ηρ.
69
πότερον εἰς Ἅιδου κάτω;
Διονυσος
Δι.
Δι.
70
καὶ νὴ Δί’εἴ τί γ’ἔστιν ἔτι κατωτέρω.
Ηρακλης
Ηρ.
Ηρ.
71
τί βουλόμενος;
Διονυσος
Δι.
Δι.
71
δέομαι ποιητοῦ δεξιοῦ.
72
οἱ μὲν γὰρ οὐκέτ’εἰσίν, οἱ δ’ὄντες κακοί.
Ηρακλης
Ηρ.
Ηρ.
73
τί δ’; οὐκ Ἰοφῶν ζῇ;
Διονυσος
Δι.
Δι.
73
τοῦτο γάρ τοι καὶ μόνον
74
ἔτ’ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ’ἄρα ·
75
οὐ γὰρ σάφ’οἶδ’οὐ δ’αὐτὸ τοῦθ’ὅπως ἔχει.
Ηρακλης
Ηρ.
Ηρ.
76
εἶτ’οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου
77
μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σ’ἄγειν;
Διονυσος
Δι.
Δι.
78
οὐ πρίν γ’ἂν Ἰοφῶντ’, ἀπολαβὼν αὐτὸν μόνον,
79
ἄνευ Σοφοκλέους τι ποιεῖ κωδωνίσω.
80
κἄλλως μέν γ’Εὐριπίδης πανοῦργος ὢν
81
κἂν ξυναποδρᾶναι δεῦρ’ἐπιχειρήσειέ μοι ·
82
δ’εὔκολος μὲν ἐνθάδ’εὔκολος δ’ἐκεῖ.
Ηρακλης
Ηρ.
Ηρ.
83
Ἀγάθων δὲ ποῦ ’στιν;
Διονυσος
Δι.
Δι.
83
ἀπολιπών μ’ἀποίχεται,
84
ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.
Ηρακλης
Ηρ.
Ηρ.
85
ποῖ γῆς τλήμων;
Διονυσος
Δι.
Δι.
85
ἐς Μακάρων εὐωχίαν.
Ηρακλης
Ηρ.
Ηρ.
86
δὲ Σενοκλέης;
Διονυσος
Δι.
Δι.
86
ἐξόλοιτο νὴ Δία.
Ηρακλης
Ηρ.
Ηρ.
87
Πυθάγγελος δέ;
Ξανθιας
Ξα.
Ξα.
87
περὶ ἐμοῦ δ’οὐδεὶς λόγος
88
ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.
Ηρακλης
Ηρ.
Ηρ.
89
οὔκουν ἕτερ’ἔστ’ἐνταῦθα μειρακύλλια
90
τραγῳδίας ποιοῦντα πλεῖν μύρια,
91
Εὐριπίδου πλεῖν σταδίῳ λαλίστερα.
Διονυσος
Δι.
Δι.
92
ἐπιφυλλίδες ταῦτ’ἐστὶ καὶ στωμύλματα,
93
χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,
94
φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,
95
ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.
96
γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι
97
ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.
Ηρακλης
Ηρ.
Ηρ.
98
πῶς γόνιμον;
Διονυσος
Δι.
Δι.
98
ὡδὶ γόνιμον, ὅστις φθέγξεται
99
τοιουτονί τι παρακεκινδυνευμένον,
100
αἰθέρα Διὸς δωμάτιον, χρόνου πόδα,
101
φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ἱερῶν,
102
γλῶτταν δ’ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.
Ηρακλης
Ηρ.
Ηρ.
103
σὲ δὲ ταῦτ’ἀρέσκει;
Διονυσος
Δι.
Δι.
103
μἀλλὰ πλεῖν μαίνομαι.
Ηρακλης
Ηρ.
Ηρ.
104
μὴν κόβαλά γ’ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
Διονυσος
Δι.
Δι.
105
μὴ τὸν ἐμὸν οἴκει νοῦν · ἔχεις γὰρ οἰκίαν.
Ηρακλης
Ηρ.
Ηρ.
106
καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
Διονυσος
Δι.
Δι.
107
δειπνεῖν με δίδασκε.
Ξανθιας
Ξα.
Ξα.
107
περὶ ἐμοῦ δ’οὐδεὶς λόγος.
Διονυσος
Δι.
Δι.
108
ἀλλ’ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων
109
ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους
110
τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ
111
ἐχρῶ τόθ’, ἡνίκ’ἐπὶ τὸν Κέρβερον,
112
τούτους φράσον μοι, λιμένας ἀρτοπώλια
113
πορνεῖ’ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς
114
πόλεις διαίτας πανδοκευτρίας, ὅπου
115
κόρεις ὀλίγιστοι.
Ξανθιας
Ξα.
Ξα.
115
περὶ ἐμοῦ δ’οὐδεὶς λόγος.
Ηρακλης
Ηρ.
Ηρ.
116
σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;
Διονυσος
Δι.
Δι.
117
μηδὲν ἔτι πρὸς ταῦτ’, ἀλλὰ φράζε τῶν ὁδῶν
118
ὅπῃ τάχιστ’ἀφιξόμεθ’εἰς Ἅιδου κάτω ·
119
καὶ μήτε θερμὴν μήτ’ἄγαν ψυχρὰν φράσῃς.
Ηρακλης
Ηρ.
Ηρ.
120
φέρε δὴ τίν’αὐτῶν σοι φράσω πρώτην; τίνα;
121
μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,
122
κρεμάσαντι σαυτόν.
Διονυσος
Δι.
Δι.
122
παῦε, πνιγηρὰν λέγεις.
Ηρακλης
Ηρ.
Ηρ.
123
ἀλλ’ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη
124
διὰ θυείας.
Διονυσος
Δι.
Δι.
124
ἆρα κώνειον λέγεις;
Ηρακλης
Ηρ.
Ηρ.
125
μάλιστά γε.
Διονυσος
Δι.
Δι.
125
ψυχράν γε καὶ δυσχείμερον ·
126
εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.
Ηρακλης
Ηρ.
Ηρ.
127
βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;
Διονυσος
Δι.
Δι.
128
νὴ τὸν Δί’ὡς ὄντος γε μὴ βαδιστικοῦ.
Ηρακλης
Ηρ.
Ηρ.
129
καθέρπυσόν νυν ἐς Κεραμεικόν.
Διονυσος
Δι.
Δι.
129
κᾆτα τί;
Ηρακλης
Ηρ.
Ηρ.
130
ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν
Διονυσος
Δι.
Δι.
130
τί δρῶ;
Ηρακλης
Ηρ.
Ηρ.
131
ἀφιεμένην τὴν λαμπάδ’ἐντεῦθεν θεῶ,
132
κἄπειτ’ἐπειδὰν φῶσιν οἱ θεώμενοι
133
εἷναι, τόθ’εἷναι καὶ σὺ σαυτόν.
Διονυσος
Δι.
Δι.
133
ποῖ
Ηρακλης
Ηρ.
Ηρ.
133
κάτω.
Διονυσος
Δι.
Δι.
134
ἀλλ’ἀπολέσαιμ’ἂν ἐγκεφάλου θρίω δύο.
135
οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.
Ηρακλης
Ηρ.
Ηρ.
135
τί δαί;
Διονυσος
Δι.
Δι.
136
ἥνπερ σὺ τότε κατῆλθες.
Ηρακλης
Ηρ.
Ηρ.
136
ἀλλ’ πλοῦς πολύς.
137
εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ
138
ἄβυσσον.
Διονυσος
Δι.
Δι.
138
εἶτα πῶς περαιωθήσομαι;
Ηρακλης
Ηρ.
Ηρ.
139
ἐν πλοιαρίῳ τυννουτῳί σ’ἀνὴρ γέρων
140
ναύτης διάξει δύ’ὀβολὼ μισθὸν λαβών.
Διονυσος
Δι.
Δι.
141
φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ’ὀβολώ.
142
πῶς ἠλθέτην κἀκεῖσε;
Ηρακλης
Ηρ.
Ηρ.
142
Θησεὺς ἤγαγεν.
143
μετὰ ταῦτ’ὄφεις καὶ θηρί’ὄψει μυρία
144
δεινότατα.
Διονυσος
Δι.
Δι.
144
μή μ’ἔκπληττε μη δὲ δειμάτου ·
145
οὐ γάρ μ’ἀποτρέψεις.
Ηρακλης
Ηρ.
Ηρ.
145
εἶτα βόρβορον πολὺν
146
καὶ σκῶρ ἀείνων · ἐν δὲ τούτῳ κειμένους,
147
εἴ που ξένον τις ἠδίκησε πώποτε,
148
παῖδα κινῶν τἀργύριον ὑφείλετο,
149
μητέρ’ἠλόασεν, πατρὸς γνάθον
150
ἐπάταξεν, ’πίορκον ὅρκον ὤμοσεν,
151
Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.
Διονυσος
Δι.
Δι.
152
νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ
153
τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.
Ηρακλης
Ηρ.
Ηρ.
154
ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,
155
ὄψειτε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,
156
καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας
157
ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.
Διονυσος
Δι.
Δι.
158
οὗτοι δὲ δὴ τίνες εἰσίν;
Ηρακλης
Ηρ.
Ηρ.
158
οἱ μεμυημένοι
Ξανθιας
Ξα.
Ξα.
159
νὴ τὸν Δί’ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.
160
ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.
Ηρακλης
Ηρ.
Ηρ.
161
οἵ σοι φράσουσ’ἁπαξάπανθ’ὧν ἂν δέῃ.
162
οὗτοι γὰρ ἐγγύτατα παρ’αὐτὴν τὴν ὁδὸν
163
ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.
164
καὶ χαῖρε πόλλ’ ὦδελφέ.
Διονυσος
Δι.
Δι.
164
νὴ Δία καὶ σύ γε
165
ὑγίαινε. σὺ δὲ τὰ στρώματ’αὖθις λάμβανε.
Ξανθιας
Ξα.
Ξα.
166
πρὶν καὶ καταθέσθαι;
Διονυσος
Δι.
Δι.
166
καὶ ταχέως μέντοι πάνυ.
Ξανθιας
Ξα.
Ξα.
167
μὴ δῆθ’, ἱκετεύω σ’, ἀλλὰ μίσθωσαί τινα
168
τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ’ἔρχεται.
Διονυσος
Δι.
Δι.
169
ἐὰν δὲ μὴ εὕρω;
Ξανθιας
Ξα.
Ξα.
169
τότε μ’ἄγειν.
Διονυσος
Δι.
Δι.
169
καλῶς λέγεις.
170
καὶ γάρ τιν’ἐκφέρουσι τουτονὶ νεκρόν,
171
οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα ·
172
ἄνθρωπε βούλει σκευάρι’εἰς Ἅιδου φέρειν;
Νεκρος
Νε.
Νε.
173
πόσ’ἄττα;
Διονυσος
Δι.
Δι.
173
ταυτί.
Νεκρος
Νε.
Νε.
173
δύο δραχμὰς μισθὸν τελεῖς;
Διονυσος
Δι.
Δι.
174
μὰ Δί’ἀλλ’ἔλαττον.
Νεκρος
Νε.
Νε.
174
ὑπάγεθ’ὑμεῖς τῆς ὁδοῦ.
Διονυσος
Δι.
Δι.
175
ἀνάμεινον δαιμόνι’, ἐὰν ξυμβῶ τί σοι.
Νεκρος
Νε.
Νε.
176
εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.
Διονυσος
Δι.
Δι.
177
λάβ’ἐννέ’ὀβολούς.
Νεκρος
Νε.
Νε.
177
ἀναβιοίην νυν πάλιν.
Ξανθιας
Ξα.
Ξα.
178
ὡς σεμνὸς κατάρατος · οὐκ οἰμώξεται;
179
ἐγὼ βαδιοῦμαι.
Διονυσος
Δι.
Δι.
179
χρηστὸς εἶ καὶ γεννάδας.
180
χωρῶμεν ἐπὶ τὸ πλοῖον.
Χαρων
Χα.
Χα.
180
ὠὸπ παραβαλοῦ.
Ξανθιας
Ξα.
Ξα.
181
τουτὶ τί ἔστι;
Διονυσος
Δι.
Δι.
181
τοῦτο; λίμνη νὴ Δία
182
αὕτη ’στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ’ὁρῶ.
Ξανθιας
Ξα.
Ξα.
183
νὴ τὸν Ποσειδῶ κἄστι γ’ Χάρων οὑτοσί.
Διονυσος
Δι.
Δι.
184
χαῖρ’ Χάρων, χαῖρ’ Χάρων, χαῖρ’ Χάρων.
Χαρων
Χα.
Χα.
185
τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;
186
τίς ἐς τὸ Λήθης πεδίον, σ’Ὄνου πόκας,
187
σ’Κερβερίους, σ’κόρακας, ’πὶ Ταίναρον;
Διονυσος
Δι.
Δι.
188
ἐγώ.
Χαρων
Χα.
Χα.
188
ταχέως ἔμβαινε.
Διονυσος
Δι.
Δι.
188
ποῖ σχήσειν δοκεῖς;
189
ἐς κόρακας ὄντως;
Χαρων
Χα.
Χα.
189
ναὶ μὰ Δία σοῦ γ’οὕνεκα.
190
ἔσβαινε δή.
Διονυσος
Δι.
Δι.
190
παῖ δεῦρο.
Χαρων
Χα.
Χα.
190
δοῦλον οὐκ ἄγω,
191
εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.
Ξανθιας
Ξα.
Ξα.
192
μὰ τὸν Δί’οὐ γὰρ ἀλλ’ἔτυχον ὀφθαλμιῶν.
Χαρων
Χα.
Χα.
193
οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
Ξανθιας
Ξα.
Ξα.
194
ποῦ δῆτ’ἀναμενῶ;
Χαρων
Χα.
Χα.
194
παρὰ τὸν Αὑαίνου λίθον
195
ἐπὶ ταῖς ἀναπαύλαις.
Διονυσος
Δι.
Δι.
195
μανθάνεις;
Ξανθιας
Ξα.
Ξα.
195
πάνυ μανθάνω.
196
οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;
Χαρων
Χα.
Χα.
197
κάθιζ’ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.
198
οὗτος τί ποιεῖς;
Διονυσος
Δι.
Δι.
198
τι ποιῶ; τί δ’ἄλλο γ’
199
ἵζω ’πὶ κώπην, οὗπερ ἐκέλευές με σύ;
Χαρων
Χα.
Χα.
200
οὔκουν καθεδεῖ δῆτ’ἐνθαδὶ γάστρων;
Διονυσος
Δι.
Δι.
200
ἰδού.
Χαρων
Χα.
Χα.
201
οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
Διονυσος
Δι.
Δι.
201
ἰδού.
Χαρων
Χα.
Χα.
202
οὐ μὴ φλυαρήσεις ἔχων ἀλλ’ἀντιβὰς
203
ἐλᾷς προθύμως;
Διονυσος
Δι.
Δι.
203
κᾆτα πῶς δυνήσομαι
204
ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος
205
ὢν εἶτ’ἐλαύνειν;
Χαρων
Χα.
Χα.
205
ῥᾷστ’· ἀκούσει γὰρ μέλη
206
κάλλιστ’, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,
Διονυσος
Δι.
Δι.
206
τίνων;
Χαρων
Χα.
Χα.
207
βατράχων κύκνων θαυμαστά.
Διονυσος
Δι.
Δι.
207
κατακέλευε δή.
Χαρων
Χα.
Χα.
208
ὀπὸπ ὀπόπ.
Βατραχοι
Βα.
Βα.
209
βρεκεκεκὲξ κοὰξ κοάξ,
210
βρεκεκεκὲξ κοὰξ κοάξ.
211
λιμναῖα κρηνῶν τέκνα,
212
ξύναυλον ὕμνων βοὰν
213
φθεγξώμεθ’, εὔγηρυν ἐμὰν ἀοιδάν,
214
κοὰξ κοάξ,
215
ἣν ἀμφὶ Νυσήιον
216
Διὸς Διόνυσον ἐν
217
Λίμναισιν ἰαχήσαμεν,
218
ἡνίχ’ κραιπαλόκωμος
219
τοῖς ἱεροῖσι Χύτροισι
220
χωρεῖ κατ’ἐμὸν τέμενος λαῶν ὄχλος.
221
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διονυσος
Δι.
Δι.
222
ἐγὼ δέ γ’ἀλγεῖν ἄρχομαι
223
τὸν ὄρρον κοὰξ κοάξ ·
224
ὑμῖν δ’ἴσως οὐδὲν μέλει.
Βατραχοι
Βα.
Βα.
225
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διονυσος
Δι.
Δι.
226
ἀλλ’ἐξόλοισθ’αὐτῷ κοάξ ·
227
οὐδὲν γάρ ἐστ’ἀλλ’ κοάξ.
Βατραχοι
Βα.
Βα.
228
εἰκότως γ’ πολλὰ πράττων.
229
ἐμὲ γὰρ ἔστερξαν εὔλυροίτε Μοῦσαι
230
καὶ κεροβάτας Πὰν καλαμόφθογγα παίζων ·
231
προσεπιτέρπεται δ’ φορμικτὰς Ἀπόλλων,
232
ἕνεκα δόνακος, ὃν ὑπολύριον
233
ἔνυδρον ἐν λίμναις τρέφω.
235
βρεκεκεκὲξ κοάξ κοάξ.
Διονυσος
Δι.
Δι.
236
ἐγὼ δὲ φλυκταίνας γ’ἔχω,
237
χὠ πρωκτὸς ἰδίει πάλαι,
238
κᾆτ’αὐτίκ’ἐκκύψας ἐρεῖ
Βατραχοι
Βα.
Βα.
239
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διονυσος
Δι.
Δι.
240
ἀλλ’ φιλῳδὸν γένος
241
παύσασθε.
Βατραχοι
Βα.
Βα.
241
μᾶλλον μὲν οὖν
242
φθεγξόμεσθ’, εἰ δή ποτ’εὐηλίοις
243
ἐν ἁμέραισιν
244
ἡλάμεσθα διὰ κυπείρου
244b
καὶ φλέω, χαίροντες ᾠδῆς
245
πολυκολύμβοισι μέλεσιν,
246
Διὸς φεύγοντες ὄμβρον
247
ἔνυδρον ἐν βυθῷ χορείαν
248
αἰόλαν ἐφθεγξάμεσθα
249
πομφολυγοπαφλάσμασιν.
Διονυσος
Δι.
Δι.
251
βρεκεκεκὲξ κοὰξ κοάξ.
252
τουτὶ παρ’ὑμῶν λαμβάνω.
Βατραχοι
Βα.
Βα.
253
δεινά τἄρα πεισόμεσθα.
Διονυσος
Δι.
Δι.
254
δεινότερα δ’ἔγωγ’, ἐλαύνων
255
εἰ διαρραγήσομαι.
Βατραχοι
Βα.
Βα.
256
βρεκεκεκὲξ κοὰξ κοάξ.
Διονυσος
Δι.
Δι.
257
οἰμώζετ’· οὐ γάρ μοι μέλει.
Βατραχοι
Βα.
Βα.
258
ἀλλὰ μὴν κεκραξόμεσθά γ’
259
ὁπόσον φάρυξ ἂν ἡμῶν
260
χανδάνῃ δι’ἡμέρας.
Διονυσος
Δι.
Δι.
261
βρεκεκεκὲξ κοὰξ κοάξ.
262
τούτῳ γὰρ οὐ νικήσετε.
Βατραχοι
Βα.
Βα.
263
οὐ δὲ μὴν ἡμᾶς σὺ πάντως.
Διονυσος
Δι.
Δι.
264
οὐ δὲ μὴν ὑμεῖς γ’ἐμὲ
264b
οὐδέποτε · κεκράξομαι γὰρ
265
κἂν δέῃ δι’ἡμέρας
265b
βρεκεκεκὲξ κοὰξ κοάξ,
266
ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,
267
βρεκεκεκὲξ κοὰξ κοάξ.
268
ἔμελλον ἄρα παύσειν ποθ’ὑμᾶς τοῦ κοάξ.
Χαρων
Χα.
Χα.
269
παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,
270
ἔκβαιν’, ἀπόδος τὸν ναῦλον.
Διονυσος
Δι.
Δι.
270
ἔχε δὴ τὠβολώ.
271
Ξανθίας. ποῦ Ξανθίας; Ξανθία.
Ξανθιας
Ξα.
Ξα.
272
ἰαῦ.
Διονυσος
Δι.
Δι.
272
βάδιζε δεῦρο.
Ξανθιας
Ξα.
Ξα.
272
χαῖρ’ δέσποτα.
Διονυσος
Δι.
Δι.
273
τί ἔστι τἀνταυθοῖ;
Ξανθιας
Ξα.
Ξα.
273
σκότος καὶ βόρβορος.
Διονυσος
Δι.
Δι.
274
κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι
275
καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;
Ξανθιας
Ξα.
Ξα.
275
σὺ δ’οὔ;
Διονυσος
Δι.
Δι.
276
νὴ τὸν Ποσειδῶ ’γωγε, καὶ νυνί γ’ὁρῶ.
277
ἄγε δὴ τί δρῶμεν;
Ξανθιας
Ξα.
Ξα.
277
προϊέναι βέλτιστα νῷν,
278
ὡς οὗτος τόπος ἐστὶν οὗ τὰ θηρία
279
τὰ δείν’ἔφασκ’ἐκεῖνος.
Διονυσος
Δι.
Δι.
279
ὡς οἰμώξεται.
280
ἠλαζονεύεθ’ἵνα φοβηθείην ἐγώ,
281
εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.
282
οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ’ὡς Ἡρακλῆς.
283
ἐγὼ δέ γ’εὐξαίμην ἂν ἐντυχεῖν τινι
284
λαβεῖντ’ἀγώνισμ’ἄξιόν τι τῆς ὁδοῦ.
Ξανθιας
Ξα.
Ξα.
285
νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
Διονυσος
Δι.
Δι.
286
ποῦ ποῦ ’στιν;
Ξανθιας
Ξα.
Ξα.
286
ἐξόπισθεν.
Διονυσος
Δι.
Δι.
286
ἐξόπισθ’ἴθι.
Ξανθιας
Ξα.
Ξα.
287
ἀλλ’ἐστὶν ἐν τῷ πρόσθε.
Διονυσος
Δι.
Δι.
287
πρόσθε νυν ἴθι.
Ξανθιας
Ξα.
Ξα.
288
καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
Διονυσος
Δι.
Δι.
289
ποῖόν τι;
Ξανθιας
Ξα.
Ξα.
289
δεινόν · παντοδαπὸν γοῦν γίγνεται
290
τοτὲ μέν γε βοῦς, νυνὶ δ’ὀρεύς, τοτὲ δ’αὖ γυνὴ
291
ὡραιοτάτη τις.
Διονυσος
Δι.
Δι.
291
ποῦ ’στι; φέρ’ἐπ’αὐτὴν ἴω.
Ξανθιας
Ξα.
Ξα.
292
ἀλλ’οὐκέτ’αὖ γυνή ’στιν, ἀλλ’ἤδη κύων.
Διονυσος
Δι.
Δι.
293
Ἔμπουσα τοίνυν ἐστί.
Ξανθιας
Ξα.
Ξα.
293
πυρὶ γοῦν λάμπεται
294
ἅπαν τὸ πρόσωπον.
Διονυσος
Δι.
Δι.
294
καὶ σκέλος χαλκοῦν ἔχει;
Ξανθιας
Ξα.
Ξα.
295
νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,
296
σάφ’ἴσθι.
Διονυσος
Δι.
Δι.
296
ποῖ δῆτ’ἂν τραποίμην;
Ξανθιας
Ξα.
Ξα.
296
ποῖ δ’ἐγώ;
Διονυσος
Δι.
Δι.
297
ἱερεῦ διαφύλαξόν μ’, ἵν’ σοι ξυμπότης.
Ξανθιας
Ξα.
Ξα.
298
ἀπολούμεθ’ ὦναξ Ἡράκλεις.
Διονυσος
Δι.
Δι.
298
οὐ μὴ καλεῖς μ’
299
ὦνθρωφ’, ἱκετεύω, μη δὲ κατερεῖς τοὔνομα.
Ξανθιας
Ξα.
Ξα.
300
Διόνυσε τοίνυν.
Διονυσος
Δι.
Δι.
300
τοῦτό γ’ἧττον θατέρου.
301
ἴθ’ᾗπερ ἔρχει.
Ξανθιας
Ξα.
Ξα.
301
δεῦρο δεῦρ’ δέσποτα.
Διονυσος
Δι.
Δι.
302
τί δ’ἔστι;
Ξανθιας
Ξα.
Ξα.
302
θάρρει · πάντ’ἀγαθὰ πεπράγαμεν,
303
ἔξεστίθ’ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,
304
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.
305
ἥμπουσα φρούδη.
Διονυσος
Δι.
Δι.
305
κατόμοσον.
Ξανθιας
Ξα.
Ξα.
305
νὴ τὸν Δία.
Διονυσος
Δι.
Δι.
306
καὖθις κατόμοσον.
Ξανθιας
Ξα.
Ξα.
306
νὴ Δί’.
Διονυσος
Δι.
Δι.
306
ὄμοσον.
Ξανθιας
Ξα.
Ξα.
306
νὴ Δία.
Διονυσος
Δι.
Δι.
307
οἴμοι τάλας, ὡς ὠχρίασ’αὐτὴν ἰδών.
Ξανθιας
Ξα.
Ξα.
308
ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
Διονυσος
Δι.
Δι.
309
οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;
310
τίν’αἰτιάσομαι θεῶν μ’ἀπολλύναι;
Ξανθιας
Ξα.
Ξα.
311
αἰθέρα Διὸς δωμάτιον χρόνου πόδα;
Διονυσος
Δι.
Δι.
312
οὗτος.
Ξανθιας
Ξα.
Ξα.
312
τί ἔστιν;
Διονυσος
Δι.
Δι.
312
οὐ κατήκουσας;
Ξανθιας
Ξα.
Ξα.
312
τίνος;
Διονυσος
Δι.
Δι.
313
αὐλῶν πνοῆς.
Ξανθιας
Ξα.
Ξα.
313
ἔγωγε, καὶ δᾴδων γέ με
314
αὔρα τις εἰσέπνευσε μυστικωτάτη.
Διονυσος
Δι.
Δι.
315
ἀλλ’ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
Χορος
Χο.
Χο.
316
Ἴακχ’ Ἴακχε.
317
Ἴακχ’ Ἴακχε.
Ξανθιας
Ξα.
Ξα.
318
τοῦτ’ἔστ’ἐκεῖν’ δέσποθ’· οἱ μεμυημένοι
319
ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.
320
ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.
Διονυσος
Δι.
Δι.
321
κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν
322
βέλτιστόν ἐσθ’, ἕως ἂν εἰδῶμεν σαφῶς.
Χορος
Χο.
Χο.
324
Ἴακχ’ πολυτίμητ’ἐν ἕδραις ἐνθάδε ναίων,
325
Ἴακχ’ Ἴακχε,
326
ἐλθὲ τόνδ’ἀνὰ λειμῶνα χορεύσων
327
ὁσίους ἐς θιασώτας,
328
πολύκαρπον μὲν τινάσσων
329
περὶ κρατὶ σῷ βρύοντα
330
στέφανον μύρτων, θρασεῖ δ’ἐγκατακρούων
331
ποδὶ τὰν ἀκόλαστον
332
φιλοπαίγμονα τιμάν,
335
χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν
336
ὁσίοις μύσταις χορείαν.
Ξανθιας
Ξα.
Ξα.
337
πότνια πολυτίμητε Δήμητρος κόρη,
338
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.
Διονυσος
Δι.
Δι.
339
οὔκουν ἀτρέμ’ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
Χορος
Χο.
Χο.
340
ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων ,
341
Ἴακχ’ Ἴακχε,
342
νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
343
φλογὶ φέγγεται δὲ λειμών ·
345
γόνυ πάλλεται γερόντων ·
346
ἀποσείονται δὲ λύπας
347
χρονίουςτ’ἐτῶν παλαιῶν ἐνιαυτοὺς
350
ἱερᾶς ὑπὸ τιμᾶς.
351
σὺ δὲ λαμπάδι φλέγων
352
προβάδην ἔξαγ’ἐπ’ἀνθηρὸν ἕλειον δάπεδον
353
χοροποιὸν μάκαρ ἥβαν.
354
εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν,
355
ὅστις ἄπειρος τοιῶνδε λόγων γνώμῃ μὴ καθαρεύει,
356
γενναίων ὄργια Μουσῶν μήτ’εἶδεν μήτ’ἐχόρευσεν,
357
μη δὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ’ἐτελέσθη,
358
βωμολόχοις ἔπεσιν χαίρει μὴ ν’καιρῷ τοῦτο ποιοῦσιν,
359
στάσιν ἐχθρὰν μὴ καταλύει μη δ’εὔκολός ἐστι πολίταις,
360
ἀλλ’ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν,
361
τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται,
362
προδίδωσιν φρούριον ναῦς, τἀπόρρητ’ἀποπέμπει
363
ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,
364
ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον,
365
χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει,
366
κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων,
367
τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ’ἀποτρώγει,
368
κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου ·
369
τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλ’ἀπαυδῶ
370
ἐξίστασθαι μύσταισι χοροῖς · ὑμεῖς δ’ἀνεγείρετε μολπὴν
371
καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.
372
χώρει νυν πᾶς ἀνδρείως
373
ἐς τοὺς εὐανθεῖς κόλπους
374
λειμώνων ἐγκρούων
375
κἀπισκώπτων
376
καὶ παίζων καὶ χλευάζων,
377
ἠρίστηται δ’ἐξαρκούντως.
378
ἀλλ’ἔμβα χὤπως ἀρεῖς
379
τὴν Σώτειραν γενναίως
380
τῇ φωνῇ μολπάζων,
381
τὴν χώραν
382
σῴζειν φήσ’ἐς τὰς ὥρας,
383
κἂν Θωρυκίων μὴ βούληται.
384
ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν
385
Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.
386
Δήμητερ ἁγνῶν ὀργίων
387
ἄνασσα συμπαραστάτει,
388
καὶ σῷζε τὸν σαυτῆς χορόν,
389
καί μ’ἀσφαλῶς πανήμερον
390
παῖσαίτε καὶ χορεῦσαι ·
391
καὶ πολλὰ μὲν γέλοιά μ’
392
εἰπεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ
393
τῆς σῆς ἑορτῆς ἀξίως
394
παίσαντα καὶ σκώψαντα
395
νικήσαντα ταινιοῦσθαι.
396
ἄγ’εἶα
397
νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο
398
ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.
399
Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς
400
ἥδιστον εὑρών, δεῦρο συνακολούθει
401
πρὸς τὴν θεὸν
402
καὶ δεῖξον ὡς ἄνευ πόνου
403
πολλὴν ὁδὸν περαίνεις.
404
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
405
σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι
406
κἀπ’εὐτελείᾳ τόδε τὸ σανδαλίσκον
407
καὶ τὸ ῥάκος,
408
κἀξηῦρες ὥστ’ἀζημίους
409
παίζειντε καὶ χορεύειν.
410
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
411
καὶ γὰρ παραβλέψας τι μειρακίσκης
412
νῦν δὴ κατεῖδον καὶ μάλ’εὐπροσώπου
413
συμπαιστρίας
414
χιτωνίου
415
παραρραγέντος τιτθίον προκύψαν.
416
Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.
Διονυσος
Δι.
Δι.
417
ἐγὼ δ’ἀεί πως
418
φιλακόλουθός εἰμι καὶ μετ’αὐτῆς
419
παίζων χορεύειν βούλομαι.
Ξανθιας
Ξα.
Ξα.
419
κἄγωγε πρός.
Χορος
Χο.
Χο.
420
βούλεσθε δῆτα κοινῇ
421
σκώψωμεν Ἀρχέδημον;
422
ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.
423
νυνὶ δὲ δημαγωγεῖ
424
ἐν τοῖς ἄνω νεκροῖσι,
425
κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.
426
τὸν Κλεισθένους δ’ἀκούω
427
ἐν ταῖς ταφαῖσι πρωκτὸν
428
τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους ·
429
κἀκόπτετ’ἐγκεκυφώς,
430
κἄκλαε κἀκεκράγει
431
Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.
432
καὶ Καλλίαν γέ φασι
433
τοῦτον τὸν Ἱπποβίνου
434
κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.
Διονυσος
Δι.
Δι.
435
ἔχοιτ’ἂν οὖν φράσαι νῷν
436
Πλούτων’ὅπου ’νθάδ’οἰκεῖ;
437
ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.
Χορος
Χο.
Χο.
438
μηδὲν μακρὰν ἀπέλθῃς,
439
μη δ’αὖθις ἐπανέρῃ με,
440
ἀλλ’ἴσθ’ἐπ’αὐτὴν θύραν ἀφιγμένος.
Διονυσος
Δι.
Δι.
441
αἴροι’ἂν αὖθις παῖ.
Ξανθιας
Ξα.
Ξα.
442
τουτὶ τί ἦν τὸ πρᾶγμα;
443
ἀλλ’ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.
Χορος
Χο.
Χο.
444
χωρεῖτε
445
νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν’ἄλσος
446
παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς ·
447
ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,
448
οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.
449
χωρῶμεν ἐς πολυρρόδους
450
λειμῶνας ἀνθεμώδεις,
451
τὸν ἡμέτερον τρόπον
452
τὸν καλλιχορώτατον
453
παίζοντες, ὃν ὄλβιαι
454
Μοῖραι ξυνάγουσιν.
455
μόνοις γὰρ ἡμῖν ἥλιος
456
καὶ φέγγος ἱλαρόν ἐστιν,
457
ὅσοι μεμυήμεθ’
457b
εὐσεβῆτε διήγομεν
458
τρόπον περὶ τοὺς ξένους
459
καὶ τοὺς ἰδιώτας.
Διονυσος
Δι.
Δι.
460
ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;
461
πῶς ἐνθάδ’ἄρα κόπτουσιν οὑπιχώριοι;
Ξανθιας
Ξα.
Ξα.
462
οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,
463
καθ’Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ’ἔχων.
Διονυσος
Δι.
Δι.
464
παῖ παῖ.
Αιακος
Αι.
Αι.
464
τίς οὗτος;
Διονυσος
Δι.
Δι.
464
Ἡρακλῆς καρτερός.
Αιακος
Αι.
Αι.
465
βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ
466
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
467
ὃς τὸν κύν’ἡμῶν ἐξελάσας τὸν Κέρβερον
468
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
469
ὃν ἐγὼ ’φύλαττον. ἀλλὰ νῦν ἔχει μέσος ·
470
τοία Στυγός σε μελανοκάρδιος πέτρα
471
Ἀχερόντιόςτε σκόπελος αἱματοσταγὴς
472
φρουροῦσι, Κωκυτοῦτε περίδρομοι κύνες,
473
ἔχιδνάθ’ἑκατογκέφαλος, τὰ σπλάγχνα σου
474
διασπαράξει, πλευμόνωντ’ἀνθάψεται
475
Ταρτησία μύραινα · τὼ νεφρὼ δέ σου
476
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
477
διασπάσονται Γοργόνες Τειθράσιαι,
478
ἐφ’ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Ξανθιας
Ξα.
Ξα.
479
οὗτος τί δέδρακας;
Διονυσος
Δι.
Δι.
479
ἐγκέχοδα · κάλει θεόν.
Ξανθιας
Ξα.
Ξα.
480
καταγέλαστ’οὔκουν ἀναστήσει ταχὺ
481
πρίν τινά σ’ἰδεῖν ἀλλότριον;
Διονυσος
Δι.
Δι.
481
ἀλλ’ὡρακιῶ.
482
ἀλλ’οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
Ξανθιας
Ξα.
Ξα.
483
ἰδοὺ λαβέ, προσθοῦ.
Διονυσος
Δι.
Δι.
483
ποῦ ’στιν;
Ξανθιας
Ξα.
Ξα.
483
χρυσοῖ θεοὶ
484
ἐνταῦθ’ἔχεις τὴν καρδίαν;
Διονυσος
Δι.
Δι.
484
δείσασα γὰρ
485
ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.
Ξανθιας
Ξα.
Ξα.
486
δειλότατε θεῶν σὺ κἀνθρώπων.
Διονυσος
Δι.
Δι.
486
ἐγώ;
487
πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
488
οὐκ ἂν ἕτερός γ’αὔτ’ἠργάσατ’ἀνήρ.
Ξανθιας
Ξα.
Ξα.
488
ἀλλὰ τί;
Διονυσος
Δι.
Δι.
489
κατέκειτ’ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν ·
490
ἐγὼ δ’ἀνέστην καὶ προσέτ’ἀπεψησάμην.
Ξανθιας
Ξα.
Ξα.
491
ἀνδρεῖά γ’ Πόσειδον.
Διονυσος
Δι.
Δι.
491
οἶμαι νὴ Δία.
492
σὺ δ’οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων
493
καὶ τὰς ἀπειλάς;
Ξανθιας
Ξα.
Ξα.
493
οὐ μὰ Δί’οὐ δ’ἐφρόντισα.
Διονυσος
Δι.
Δι.
494
ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,
495
σὺ μὲν γενοῦ ’γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν
496
καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ ·
497
ἐγὼ δ’ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.
Ξανθιας
Ξα.
Ξα.
498
φέρε δὴ ταχέως αὔτ’· οὐ γὰρ ἀλλὰ πειστέον ·
499
καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,
500
εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ’ἔχων.
Διονυσος
Δι.
Δι.
501
μὰ Δί’ἀλλ’ἀληθῶς οὑκ Μελίτης μαστιγίας.
502
φέρε νυν ἐγὼ τὰ στρώματ’αἴρωμαι ταδί.
Θεραπαινα
Θε.
Θε.
503
φίλταθ’ἥκεις Ἡράκλεις; δεῦρ’εἴσιθι.
504
γὰρ θεός σ’ὡς ἐπύθεθ’ἥκοντ’, εὐθέως
505
ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας
506
ἔτνους δύ’ τρεῖς, βοῦν ἀπηνθράκιζ’ὅλον,
507
πλακοῦντας ὤπτα κολλάβους. ἀλλ’εἴσιθι.
Ξανθιας
Ξα.
Ξα.
508
κάλλιστ’, ἐπαινῶ.
Θεραπαινα
Θε.
Θε.
508
μὰ τὸν Ἀπόλλω οὐ μή σ’ἐγὼ
509
περιόψομ’ἀπελθόντ’, ἐπεί τοι καὶ κρέα
510
ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα
511
ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.
512
ἀλλ’εἴσιθ’ἅμ’ἐμοί.
Ξανθιας
Ξα.
Ξα.
512
πάνυ καλῶς.
Θεραπαινα
Θε.
Θε.
512
ληρεῖς ἔχων
513
οὐ γάρ σ’ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι
514
ἥδ’ἔνδον ἔσθ’ὡραιοτάτη κὠρχηστρίδες
515
ἕτεραι δύ’ τρεῖς.
Ξανθιας
Ξα.
Ξα.
515
πῶς λέγεις; ὀρχηστρίδες;
Θεραπαινα
Θε.
Θε.
516
ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.
517
ἀλλ’εἴσιθ’, ὡς μάγειρος ἤδη τὰ τεμάχη
518
ἔμελλ’ἀφαιρεῖν χἠ τράπεζ’εἰσῄρετο.
Ξανθιας
Ξα.
Ξα.
519
ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν
520
ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.
521
παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.
Διονυσος
Δι.
Δι.
522
ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,
523
ὁτιή σε παίζων Ἡρακλέα ’νεσκεύασα;
524
οὐ μὴ φλυαρήσεις ἔχων Ξανθία,
525
ἀλλ’ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.
Ξανθιας
Ξα.
Ξα.
526
τί δ’ἔστιν; οὔ τι πού μ’ἀφελέσθαι διανοεῖ
527
ἅδωκας αὐτός;
Διονυσος
Δι.
Δι.
527
οὐ τάχ’, ἀλλ’ἤδη ποιῶ.
528
κατάθου τὸ δέρμα.
Ξανθιας
Ξα.
Ξα.
528
ταῦτ’ἐγὼ μαρτύρομαι
529
καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.
Διονυσος
Δι.
Δι.
529
ποίοις θεοῖς;
530
τὸ δὲ προσδοκῆσαί σ’οὐκ ἀνόητον καὶ κενὸν
531
ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;
Ξανθιας
Ξα.
Ξα.
532
ἀμέλει καλῶς · ἔχ’αὔτ’. ἴσως γάρ τοί ποτε
533
ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.
Χορος
Χο.
Χο.
534
ταῦτα μὲν πρὸς ἀνδρός ἐστι
534b
νοῦν ἔχοντος καὶ φρένας καὶ
535
πολλὰ περιπεπλευκότος,
536
μετακυλίνδειν αὑτὸν ἀεὶ
537
πρὸς τὸν εὖ πράττοντα τοῖχον
537b
μᾶλλον γεγραμμένην
538
εἰκόν’ἑστάναι, λαβόνθ’ἓν
539
σχῆμα · τὸ δὲ μεταστρέφεσθαι
539b
πρὸς τὸ μαλθακώτερον
540
δεξιοῦ πρὸς ἀνδρός ἐστι
540b
καὶ φύσει Θηραμένους.
Διονυσος
Δι.
Δι.
541
οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
542
Ξανθίας μὲν δοῦλος ὢν ἐν
543
στρώμασιν Μιλησίοις
543b
ἀνατετραμμένος κυνῶν
544
ὀρχηστρίδ’εἶτ’ᾔτησεν ἀμίδ’, ἐγὼ
544b
δὲ πρὸς τοῦτον βλέπων
545
τοὐρεβίνθου ’δραττόμην,
546
οὗτος δ’ἅτ’ὢν αὐτὸς πανοῦργος
547
εἶδε, κᾆτ’ἐκ τῆς γνάθου
547b
πὺξ πατάξας μοὐξέκοψε
548
τοῦ χοροῦ τοὺς προσθίους;
Πανδοκευτρια
Πα.
Πα.
549
Πλαθάνη Πλαθάνη δεῦρ’ἔλθ’, πανοῦργος οὑτοσί,
550
ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε
551
ἑκκαίδεκ’ἄρτους κατέφαγ’ἡμῶν.
Πλαθανη
Πλ.
Πλ.
551
νὴ Δία
552
ἐκεῖνος αὐτὸς δῆτα.
Ξανθιας
Ξα.
Ξα.
552
κακὸν ἥκει τινί.
Πανδοκευτρια
Πα.
Πα.
553
καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ’εἴκοσιν
554
ἀν’ἡμιωβολιαῖα.
Ξανθιας
Ξα.
Ξα.
554
δώσει τις δίκην.
Πανδοκευτρια
Πα.
Πα.
555
καὶ τὰ σκόροδα τὰ πολλά.
Διονυσος
Δι.
Δι.
555
ληρεῖς γύναι
556
κοὐκ οἶσθ’ τι λέγεις.
Πανδοκευτρια
Πα.
Πα.
556
οὐ μὲν οὖν με προσεδόκας,
557
ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ’ἔτι;
558
τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.
Πλαθανη
Πλ.
Πλ.
559
. μὰ Δί’οὐ δὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,
560
. ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν
Πανδοκευτρια
Πα.
Πα.
561
κἄπειτ’ἐπειδὴ τἀργύριον ἐπραττόμην,
562
ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.
Ξανθιας
Ξα.
Ξα.
563
τούτου πάνυ τοὔργον · οὗτος τρόπος πανταχοῦ.
Πανδοκευτρια
Πα.
Πα.
564
καὶ τὸ ξίφος γ’ἐσπᾶτο μαίνεσθαι δοκῶν.
Πλαθανη
Πλ.
Πλ.
565
νὴ Δία τάλαινα.
Πανδοκευτρια
Πα.
Πα.
565
νὼ δὲ δεισάσα γέ που
566
ἐπὶ τὴν κατήλιφ’εὐθὺς ἀνεπηδήσαμεν ·
567
δ’ᾤχετ’ἐξᾴξας γε τὰς ψιάθους λαβών.
Ξανθιας
Ξα.
Ξα.
568
καὶ τοῦτο τούτου τοὔργον.
Πλαθανη
Πλ.
Πλ.
568
ἀλλ’ἐχρῆν τι δρᾶν.
Πανδοκευτρια
Πα.
Πα.
569
ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
Πλαθανη
Πλ.
Πλ.
570
σὺ δ’ἔμοιγ’ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,
571
ἵν’αὐτὸν ἐπιτρίψωμεν.
Πανδοκευτρια
Πα.
Πα.
571
μιαρὰ φάρυξ,
572
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
573
κόπτοιμ’ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
Πλαθανη
Πλ.
Πλ.
574
ἐγὼ δέ γ’ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
Πανδοκευτρια
Πα.
Πα.
575
ἐγὼ δὲ τὸν λάρυγγ’ἂν ἐκτέμοιμί σου
576
δρέπανον λαβοῦσ’, τὰς χόλικας κατέσπασας.
Πλαθανη
Πλ.
Πλ.
577
. ἀλλ’εἶμ’ἐπὶ τὸν Κλέων’, ὃς αὐτοῦ τήμερον
578
. ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
Διονυσος
Δι.
Δι.
579
κάκιστ’ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
Ξανθιας
Ξα.
Ξα.
580
οἶδ’οἶδα τὸν νοῦν · παῦε παῦε τοῦ λόγου.
581
οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
Διονυσος
Δι.
Δι.
581
μηδαμῶς
582
Ξανθίδιον.
Ξανθιας
Ξα.
Ξα.
582
καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
583
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
Διονυσος
Δι.
Δι.
584
οἶδ’οἶδ’ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς ·
585
κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.
586
ἀλλ’ἤν σε τοῦ λοιποῦ ποτ’ἀφέλωμαι χρόνου,
587
πρόρριζος αὐτός, γυνή, τὰ παιδία,
588
κάκιστ’ἀπολοίμην, κἀρχέδημος γλάμων.
Ξανθιας
Ξα.
Ξα.
589
δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
Χορος
Χο.
Χο.
590
νῦν σὸν ἔργον ἔστ’, ἐπειδὴ
590b
τὴν στολὴν εἴληφας ἥνπερ
591
εἶχες ἐξ ἀρχῆς πάλιν,
592
ἀνανεάζειν […]
593
καὶ βλέπειν αὖθις τὸ δεινόν,
593b
τοῦ θεοῦ μεμνημένον
594
ᾧπερ εἰκάζεις σεαυτόν.
594b
εἰ δὲ παραληρῶν ἁλώσει
595
κἀκβαλεῖς τι μαλθακόν,
595b
αὖθις αἴρεσθαί σ’ἀνάγκη
596
’σται πάλιν τὰ στρώματα.
Ξανθιας
Ξα.
Ξα.
597
οὐ κακῶς ὦνδρες παραινεῖτ’,
598
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ’
598b
ἄρτι συννοούμενος.
599
ὅτι μὲν οὖν, ἢν χρηστὸν τι,
600
ταῦτ’ἀφαιρεῖσθαι πάλιν πειράσεταί
600b
μ’εὖ οἶδ’ὅτι.
601
ἀλλ’ὅμως ἐγὼ παρέξω
601b
’μ’αυτὸν ἀνδρεῖον τὸ λῆμα
602
καὶ βλέποντ’ὀρίγανον.
603
δεῖν δ’ἔοικεν, ὡς ἀκούω
604
τῆς θύρας καὶ δὴ ψόφον.
Αιακος
Αι.
Αι.
605
ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,
606
ἵνα δῷ δίκην · ἀνύετον.
Διονυσος
Δι.
Δι.
606
ἥκει τῳ κακόν.
Ξανθιας
Ξα.
Ξα.
607
οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
Αιακος
Αι.
Αι.
607
εἶεν, καὶ μάχει;
608
Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας
609
χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.
Διονυσος
Δι.
Δι.
610
εἶτ’οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ
611
κλέπτοντα πρὸς τἀλλότρια;
Αιακος
Αι.
Αι.
611
μἀλλ’ὑπερφυᾶ.
Διονυσος
Δι.
Δι.
612
σχέτλια μὲν οὖν καὶ δεινά.
Ξανθιας
Ξα.
Ξα.
612
καὶ μὴν νὴ Δία
613
εἰ πώποτ’ἦλθον δεῦρ’, ἐθέλω τεθνηκέναι,
614
’κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
615
καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ ·
616
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
617
κἄν ποτέ μ’ἕλῃς ἀδικοῦντ’, ἀπόκτεινόν μ’ἄγων.
Αιακος
Αι.
Αι.
618
καὶ πῶς βασανίσω;
Ξανθιας
Ξα.
Ξα.
618
πάντα τρόπον, ἐν κλίμακι
619
δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
620
στρεβλῶν, ἔτι δ’ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,
621
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
622
μὴ τύπτε τοῦτον μη δὲ γητείῳ νέῳ.
Αιακος
Αι.
Αι.
623
δίκαιος λόγος · κἄν τι πηρώσω γέ σου
624
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
Ξανθιας
Ξα.
Ξα.
625
μὴ δῆτ’ἔμοιγ’. οὕτω δὲ βασάνιζ’ἀπαγαγών.
Αιακος
Αι.
Αι.
626
αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ’ὀφθαλμοὺς λέγῃ.
627
κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
628
ἐνταῦθα μηδὲν ψεῦδος.
Διονυσος
Δι.
Δι.
628
ἀγορεύω τινὶ
629
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ’· εἰ δὲ μή,
630
αὐτὸς σεαυτὸν αἰτιῶ.
Αιακος
Αι.
Αι.
630
λέγεις δὲ τί;
Διονυσος
Δι.
Δι.
631
ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
632
τοῦτον δὲ δοῦλον.
Αιακος
Αι.
Αι.
632
ταῦτ’ἀκούεις;
Ξανθιας
Ξα.
Ξα.
632
φήμ’ἐγώ.
633
καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος ·
634
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
Διονυσος
Δι.
Δι.
635
τί δῆτ’, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,
636
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
Ξανθιας
Ξα.
Ξα.
637
δίκαιος λόγος · χὠπότερόν γ’ἂν νῷν ἴδῃς
638
κλαύσαντα πρότερον προτιμήσαντά τι
639
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
Αιακος
Αι.
Αι.
640
οὐκ ἔσθ’ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ ·
641
χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
Ξανθιας
Ξα.
Ξα.
642
πῶς οὖν βασανιεῖς νὼ δικαίως;
Αιακος
Αι.
Αι.
642
ῥᾳδίως ·
643
πληγὴν παρὰ πληγὴν ἑκάτερον.
Ξανθιας
Ξα.
Ξα.
643
καλῶς λέγεις.
Αιακος
Αι.
Αι.
644
ἰδού.
Ξανθιας
Ξα.
Ξα.
644
σκόπει νυν ἤν μ’ὑποκινήσαντ’ἴδῃς.
Αιακος
Αι.
Αι.
645
ἤδη ’πάταξά σ’.
Ξανθιας
Ξα.
Ξα.
645
οὐ μὰ Δί’.
Αιακος
Αι.
Αι.
645
οὐ δ’ἐμοὶ δοκεῖς.
646
ἀλλ’εἶμ’ἐπὶ τονδὶ καὶ πατάξω.
Διονυσος
Δι.
Δι.
646
πηνίκα;
Αιακος
Αι.
Αι.
647
καὶ δὴ ’πάταξα.
Διονυσος
Δι.
Δι.
647
κᾆτα πῶς οὐκ ἔπταρον;
Αιακος
Αι.
Αι.
648
οὐκ οἶδα · τουδὶ δ’αὖθις ἀποπειράσομαι.
Ξανθιας
Ξα.
Ξα.
649
οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Αιακος
Αι.
Αι.
649
τί τἀτταταῖ;
650
μῶν ὠδυνήθης;
Ξανθιας
Ξα.
Ξα.
650
οὐ μὰ Δί’ἀλλ’ἐφρόντισα
651
ὁπόθ’Ἡράκλεια τἀν Διομείοις γίγνεται.
Αιακος
Αι.
Αι.
652
ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
Διονυσος
Δι.
Δι.
653
ἰοὺ ἰού.
Αιακος
Αι.
Αι.
653
τί ἔστιν;
Διονυσος
Δι.
Δι.
653
ἱππέας ὁρῶ.
Αιακος
Αι.
Αι.
654
τί δῆτα κλάεις;
Διονυσος
Δι.
Δι.
654
κρομμύων ὀσφραίνομαι.
Αιακος
Αι.
Αι.
655
ἐπεὶ προτιμᾷς γ’οὐδέν.
Διονυσος
Δι.
Δι.
655
οὐδέν μοι μέλει.
Αιακος
Αι.
Αι.
656
βαδιστέον τἄρ’ἐστὶν ἐπὶ τονδὶ πάλιν.
Ξανθιας
Ξα.
Ξα.
657
οἴμοι.
Αιακος
Αι.
Αι.
657
τί ἔστι;
Ξανθιας
Ξα.
Ξα.
657
τὴν ἄκανθαν ἐξελε.
Αιακος
Αι.
Αι.
658
τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
Διονυσος
Δι.
Δι.
659
Ἄπολλον ὅς που Δῆλον Πυθῶν’ἔχεις.
Ξανθιας
Ξα.
Ξα.
660
ἤλγησεν · οὐκ ἤκουσας;
Διονυσος
Δι.
Δι.
660
οὐκ ἔγωγ’, ἐπεὶ
661
ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.
Ξανθιας
Ξα.
Ξα.
662
οὐδὲν ποιεῖς γάρ · ἀλλὰ τὰς λαγόνας σπόδει.
Αιακος
Αι.
Αι.
663
μὰ τὸν Δί’ἀλλ’ἤδη πάρεχε τὴν γαστέρα.
Διονυσος
Δι.
Δι.
664
Πόσειδον
Ξανθιας
Ξα.
Ξα.
664
ἤλγησέν τις.
Διονυσος
Δι.
Δι.
665
ὃς Αἰγαίου πρῶνας γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.
Αιακος
Αι.
Αι.
668
οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν
669
ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ’εἴσιτον ·
670
δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται
671
χἠ Φερρέφατθ’, ἅτ’ὄντε κἀκείνω θεώ.
Διονυσος
Δι.
Δι.
672
ὀρθῶς λέγεις · ἐβουλόμην δ’ἂν τοῦτό σε
673
πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.
Χορος
Χο.
Χο.
675
Μοῦσα χορῶν ἱερῶν · ἐπίβηθι καὶ ἔλθ’ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,
676
τὸν πολὺν ὀψομένη λαῶν · ὄχλον, οὗ σοφίαι
677
μυρίαι κάθηνται
678
φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’οὗ δὴ χείλεσιν ἀμφιλάλοις
680
δεινὸν ἐπιβρέμεται
681
Θρῃκία χελιδὼν
682
ἐπὶ βάρβαρον ἑζομένη πέταλον ·
683
κελαδεῖ δ’ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,
685
κἂν ἴσαι γένωνται.
686
τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει
687
ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ
688
ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα,
689
κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν,
690
ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε
691
αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας.
692
εἶτ’ἄτιμόν φημι χρῆναι μηδέν’εἶν’ἐν τῇ πόλει ·
693
καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν
694
καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας.
695
κοὐ δὲ ταῦτ’ἔγωγ’ἔχοιμ’ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,
696
ἀλλ’ἐπαινῶ · μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ’ἐδράσατε.
697
πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ’ὑμῶν πολλὰ δὴ
698
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
699
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
700
ἀλλὰ τῆς ὀργῆς ἀνέντες σοφώτατοι φύσει
701
πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
702
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
703
εἰ δὲ ταῦτ’ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
704
τὴν πόλιν καὶ ταῦτ’ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
705
ὑστέρῳ χρόνῳ ποτ’αὖθις εὖ φρονεῖν οὐ δόξομεν.
706
εἰ δ’ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος τρόπον ὅστις ἔτ’
707
οἰμώξεται,
708
οὐ πολὺν οὐ δ’ πίθηκος οὗτος νῦν ἐνοχλῶν,
709
Κλειγένης μικρός,
710
πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου
711
ψευδολίτρου κονίας
712
καὶ Κιμωλίας γῆς,
713
χρόνον ἐνδιατρίψει · ἰδὼν δὲ τάδ’οὐκ
715
εἰρηνικὸς ἔσθ’, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ
716
ξύλου βαδίζων.
718
πολλάκις γ’ἡμῖν ἔδοξεν πόλις πεπονθέναι
719
ταὐτὸν ἔςτε τῶν πολιτῶν τοὺς καλούςτε κἀγαθοὺς
720
ἔςτε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον.
721
οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις,
722
ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων
723
καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις
724
ἔντε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ
725
χρώμεθ’οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις
726
χθέςτε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι.
727
τῶν πολιτῶνθ’οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας
728
ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούςτε κἀγαθοὺς
729
καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ,
730
προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις
731
καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα
732
ὑστάτοις ἀφιγμένοισιν, οἷσιν πόλις πρὸ τοῦ
733
οὐ δὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ’ἄν.
734
ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους
735
χρῆσθε τοῖς χρηστοῖσιν αὖθις · καὶ κατορθώσασι γὰρ
736
εὔλογον, κἄν τι σφαλῆτ’, ἐξ ἀξίου γοῦν τοῦ ξύλου,
737
ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.
Αιακος
Αι.
Αι.
738
νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ
739
δεσπότης σου.
Ξανθιας
Ξα.
Ξα.
739
πῶς γὰρ οὐχὶ γεννάδας,
740
ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;
Αιακος
Αι.
Αι.
741
τὸ δὲ μὴ πατάξαι σ’ἐξελεγχθέντ’ἄντικρυς,
742
ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.
Ξανθιας
Ξα.
Ξα.
743
ᾤμωξε μέντἄν.
Αιακος
Αι.
Αι.
743
τοῦτο μέντοι δουλικὸν
744
εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.
Ξανθιας
Ξα.
Ξα.
745
χαίρεις, ἱκετεύω;
Αιακος
Αι.
Αι.
745
μἀλλ’ἐποπτεύειν δοκῶ,
746
ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.
Ξανθιας
Ξα.
Ξα.
747
τί δὲ τονθορύζων, ἡνίκ’ἂν πληγὰς λαβὼν
748
πολλὰς ἀπίῃς θύραζε;
Αιακος
Αι.
Αι.
748
καὶ τοῦθ’ἥδομαι.
Ξανθιας
Ξα.
Ξα.
749
τί δὲ πολλὰ πράττων;
Αιακος
Αι.
Αι.
749
ὡς μὰ Δί’οὐδὲν οἶδ’ἐγώ.
Ξανθιας
Ξα.
Ξα.
750
ὁμόγνιε Ζεῦ · καὶ παρακούων δεσποτῶν
751
ἅττ’ἂν λαλῶσι;
Αιακος
Αι.
Αι.
751
μἀλλὰ πλεῖν μαίνομαι.
Ξανθιας
Ξα.
Ξα.
752
τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
Αιακος
Αι.
Αι.
752
ἐγώ;
753
μὰ Δί’ἀλλ’ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.
Ξανθιας
Ξα.
Ξα.
754
Φοῖβ’Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,
755
καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον
756
πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,
757
τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ
758
χὠ λοιδορησμός;
Αιακος
Αι.
Αι.
758
Αἰσχύλου κεὐριπίδου.
Ξανθιας
Ξα.
Ξα.
759
.
Αιακος
Αι.
Αι.
759
πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα
760
ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.
Ξανθιας
Ξα.
Ξα.
761
ἐκ τοῦ;
Αιακος
Αι.
Αι.
761
νόμος τις ἐνθάδ’ἐστὶ κείμενος
762
ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,
763
τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων
764
σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν
765
θρόνοντε τοῦ Πλούτωνος ἑξῆς
Ξανθιας
Ξα.
Ξα.
765
μανθάνω.
Αιακος
Αι.
Αι.
766
ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος
767
ἕτερός τις αὐτοῦ · τότε δὲ παραχωρεῖν ἔδει.
Ξανθιας
Ξα.
Ξα.
768
τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
Αιακος
Αι.
Αι.
769
ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,
770
ὡς ὢν κράτιστος τὴν τέχνην.
Ξανθιας
Ξα.
Ξα.
770
νυνὶ δὲ τίς;
Αιακος
Αι.
Αι.
771
ὅτε δὴ κατῆλθ’Εὐριπίδης, ἐπεδείκνυτο
772
τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις
773
καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,
774
ὅπερ ἔστ’ἐν Ἅιδου πλῆθος, οἱ δ’ἀκροώμενοι
775
τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν
776
ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον ·
777
κἄπειτ’ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,
778
ἵν’Αἰσχύλος καθῆστο.
Ξανθιας
Ξα.
Ξα.
778
κοὐκ ἐβάλλετο;
Αιακος
Αι.
Αι.
779
μὰ Δί’ἀλλ’ δῆμος ἀνεβόα κρίσιν ποιεῖν
780
ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.
Ξανθιας
Ξα.
Ξα.
781
τῶν πανούργων;
Αιακος
Αι.
Αι.
781
νὴ Δί’οὐράνιόν γ’ὅσον.
Ξανθιας
Ξα.
Ξα.
782
μετ’Αἰσχύλου δ’οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
Αιακος
Αι.
Αι.
783
ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
Ξανθιας
Ξα.
Ξα.
784
τί δῆθ’ Πλούτων δρᾶν παρασκευάζεται;
Αιακος
Αι.
Αι.
785
ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν
786
κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθιας
Ξα.
Ξα.
786
κἄπειτα πῶς
787
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Αιακος
Αι.
Αι.
788
μὰ Δί’οὐκ ἐκεῖνος, ἀλλ’ἔκυσε μὲν Αἰσχύλον,
789
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
790
κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου ·
791
νυνὶ δ’ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
792
ἔφεδρος καθεδεῖσθαι · κἂν μὲν Αἰσχύλος κρατῇ,
793
ἕξειν κατὰ χώραν · εἰ δὲ μή, περὶ τῆς τέχνης
794
διαγωνιεῖσθ’ἔφασκε πρός γ’Εὐριπίδην.
Ξανθιας
Ξα.
Ξα.
795
τὸ χρῆμ’ἄρ’ἔσται;
Αιακος
Αι.
Αι.
795
νὴ Δί’ὀλίγον ὕστερον.
796
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
797
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται
Ξανθιας
Ξα.
Ξα.
798
τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
Αιακος
Αι.
Αι.
799
καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
800
καὶ πλαίσια ξύμπτυκτα
Ξανθιας
Ξα.
Ξα.
800
πλινθεύσουσι γάρ;
Αιακος
Αι.
Αι.
801
καὶ διαμέτρους καὶ σφῆνας. γὰρ Εὐριπίδης
802
κατ’ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.
Ξανθιας
Ξα.
Ξα.
803
που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.
Αιακος
Αι.
Αι.
804
ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.
Ξανθιας
Ξα.
Ξα.
805
κρινεῖ δὲ δὴ τίς ταῦτα;
Αιακος
Αι.
Αι.
805
τοῦτ’ἦν δύσκολον ·
806
σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.
807
οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν’Αἰσχύλος
Ξανθιας
Ξα.
Ξα.
808
πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.
Αιακος
Αι.
Αι.
809
λῆρόντε τἄλλ’ἡγεῖτο τοῦ γνῶναι πέρι
810
φύσεις ποιητῶν · εἶτα τῷ σῷ δεσπότῃ
811
ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.
812
ἀλλ’εἰσίωμεν · ὡς ὅταν γ’οἱ δεσπόται
813
ἐσπουδάκωσι, κλαύμαθ’ἡμῖν γίγνεται.
Χορος
Χο.
Χο.
814
που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,
815
ἡνίκ’ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα
816
ἀντιτέχνου · τότε δὴ μανίας ὑπὸ δεινῆς
817
ὄμματα στροβήσεται.
818
ἔσται δ’ἱππολόφωντε λόγων κορυθαίολα νείκη
819
σχινδαλάμωντε παραξόνια σμιλεύματάτ’ἔργων,
820
φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς
821
ῥήμαθ’ἱπποβάμονα.
822
φρίξας δ’αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,
823
δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει
824
ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν
825
γηγενεῖ φυσήματι ·
826
ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη
827
γλῶσσ’ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς
828
ῥήματα δαιομένη καταλεπτολογήσει
829
πλευμόνων πολὺν πόνον.
Ευριπιδης
Ευ.
Ευ.
830
οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.
831
κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.
Διονυσος
Δι.
Δι.
832
Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
Ευριπιδης
Ευ.
Ευ.
833
ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε
834
ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.
Διονυσος
Δι.
Δι.
835
δαιμόνι’ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.
Ευριπιδης
Ευ.
Ευ.
836
ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,
837
ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,
838
ἔχοντ’ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,
839
ἀπεριλάλητον κομποφακελορρήμονα.
Αισχυλος
Αι.
Αι.
840
ἄληθες παῖ τῆς ἀρουραίας θεοῦ;
841
σὺ δή με ταῦτ’ στωμυλιοσυλλεκτάδη
842
καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;
843
ἀλλ’οὔ τι χαίρων αὔτ’ἐρεῖς.
Διονυσος
Δι.
Δι.
843
παῦ’Αἰσχύλε,
844
καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.
Αισχυλος
Αι.
Αι.
845
οὐ δῆτα πρίν γ’ἂν τοῦτον ἀποφήνω σαφῶς
846
τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.
Διονυσος
Δι.
Δι.
847
ἄρν’ἄρνα μέλανα παῖδες ἐξενέγκατε ·
848
τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.
Αισχυλος
Αι.
Αι.
849
Κρητικὰς μὲν συλλέγων μονῳδίας,
850
γάμους δ’ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.
Διονυσος
Δι.
Δι.
851
ἐπίσχες οὗτος πολυτίμητ’Αἰσχύλε.
852
ἀπὸ τῶν χαλαζῶν δ’ πόνηρ’Εὐριπίδη
853
ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,
854
ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι
855
θενὼν ὑπ’ὀργῆς ἐκχέῃ τὸν Τήλεφον ·
856
σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλ’ἀλλὰ πρᾳόνως
857
ἔλεγχ’ἐλέγχου · λοιδορεῖσθαι δ’οὐ πρέπει
858
ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.
859
σὺ δ’εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.
Ευριπιδης
Ευ.
Ευ.
860
ἕτοιμός εἰμ’ἔγωγε, κοὐκ ἀναδύομαι,
861
δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,
862
τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,
863
καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον
864
καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.
Διονυσος
Δι.
Δι.
865
τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγ’Αἰσχύλε.
Αισχυλος
Αι.
Αι.
866
ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε ·
867
οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.
Διονυσος
Δι.
Δι.
867
τί δαί;
Αισχυλος
Αι.
Αι.
868
ὅτι ποίησις οὐχὶ συντέθνηκέ μοι,
869
τούτῳ δὲ συντέθνηκεν, ὥσθ’ἕξει λέγειν.
870
ὅμως δ’ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.
Διονυσος
Δι.
Δι.
871
ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.
872
ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων
873
ἀγῶνα κρῖναι τόνδε μουσικώτατα ·
874
ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.
Χορος
Χο.
Χο.
875
Διὸς ἐννέα παρθένοι ἁγναὶ
876
Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε
877
ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις
878
ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,
879
ἔλθετ’ἐποψόμεναι δύναμιν
880
δεινοτάτοιν στομάτοιν πορίσασθαι
881
ῥήματα καὶ παραπρίσματ’ἐπῶν.
882
νῦν γὰρ ἀγὼν σοφίας μέγας χωρεῖ πρὸς ἔργον ἤδη.
Διονυσος
Δι.
Δι.
885
εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.
Αισχυλος
Αι.
Αι.
886
Δήμητερ θρέψασα τὴν ἐμὴν φρένα,
887
εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.
Διονυσος
Δι.
Δι.
888
ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
Ευριπιδης
Ευ.
Ευ.
888
καλῶς ·
889
ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.
Διονυσος
Δι.
Δι.
890
ἴδιοί τινές σοι, κόμμα καινόν;
Ευριπιδης
Ευ.
Ευ.
890
καὶ μάλα.
Διονυσος
Δι.
Δι.
891
ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
Ευριπιδης
Ευ.
Ευ.
892
αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ
893
καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,
894
ὀρθῶς μ’ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.
Χορος
Χο.
Χο.
895
καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν
896
παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι
896b
τίνα λόγων ἐμμέλειαν
897
ἔπιτε δαΐαν ὁδόν.
898
γλῶσσα μὲν γὰρ ἠγρίωται,
899
λῆμα δ’οὐκ ἄτολμον ἀμφοῖν,
899b
οὐ δ’ἀκίνητοι φρένες.
900
προσδοκᾶν οὖν εἰκός ἐστι
901
τὸν μὲν ἀστεῖόν τι λέξειν
902
καὶ κατερρινημένον,
903
τὸν δ’ἀνασπῶντ’αὐτοπρέμνοις
903b
τοῖς λόγοισιν
904
ἐμπεσόντα συσκεδᾶν πολλὰς
904b
ἀλινδήθρας ἐπῶν.
Διονυσος
Δι.
Δι.
905
ἀλλ’ὡς τάχιστα χρὴ λέγειν · οὕτω δ’ὅπως ἐρεῖτον
906
ἀστεῖα καὶ μήτ’εἰκόνας μήθ’οἷ’ἂν ἄλλος εἴποι.
Ευριπιδης
Ευ.
Ευ.
907
καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
908
ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ’ἐλέγξω,
909
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοιςτε τοὺς θεατὰς
910
ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
911
πρώτιστα μὲν γὰρ ἕνα τιν’ἂν καθῖσεν ἐγκαλύψας,
912
Ἀχιλλέα τιν’ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
913
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐ δὲ τουτί.
Διονυσος
Δι.
Δι.
914
μὰ τὸν Δί’οὐ δῆθ’.
Ευριπιδης
Ευ.
Ευ.
914
δὲ χορός γ’ἤρειδεν ὁρμαθοὺς ἂν
915
μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ’ἐσίγων.
Διονυσος
Δι.
Δι.
916
ἐγὼ δ’ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ’ἔτερπεν
917
οὐχ ἧττον νῦν οἱ λαλοῦντες.
Ευριπιδης
Ευ.
Ευ.
917
ἠλίθιος γὰρ ἦσθα,
918
σάφ’ἴσθι.
Διονυσος
Δι.
Δι.
918
κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ’ἔδρασ’ δεῖνα;
Ευριπιδης
Ευ.
Ευ.
919
ὑπ’ἀλαζονείας, ἵν’ θεατὴς προσδοκῶν καθοῖτο,
920
ὁπόθ’ Νιόβη τι φθέγξεται · τὸ δρᾶμα δ’ἂν διῄει.
Διονυσος
Δι.
Δι.
921
παμπόνηρος, οἷ’ἄρ’ἐφενακιζόμην ὑπ’αὐτοῦ.
922
τί σκορδινᾷ καὶ δυσφορεῖς;
Ευριπιδης
Ευ.
Ευ.
922
ὅτι αὐτὸν ἐξελέγχω.
923
κἄπειτ’ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
924
ἤδη μεσοίη, ῥήματ’ἂν βόεια δώδεκ’εἶπεν,
925
ὀφρῦς ἔχοντα καὶ λόφους, δείν’ἄττα μορμορωπά,
926
ἄγνωτα τοῖς θεωμένοις.
Αισχυλος
Αι.
Αι.
926
οἴμοι τάλας.
Διονυσος
Δι.
Δι.
926
σιώπα.
Ευριπιδης
Ευ.
Ευ.
927
σαφὲς δ’ἂν εἶπεν οὐ δὲ ἕν
Διονυσος
Δι.
Δι.
927
μὴ πρῖε τοὺς ὀδόντας.
Ευριπιδης
Ευ.
Ευ.
928
ἀλλ’ Σκαμάνδρους τάφρους ’π’ἀσπίδων ἐπόντας
929
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ’ἱππόκρημνα,
930
ξυμβαλεῖν οὐ ῥᾴδι’ἦν.
Διονυσος
Δι.
Δι.
930
νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
931
ἤδη ποτ’ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
932
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.
Αισχυλος
Αι.
Αι.
933
σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατ’ἐνεγέγραπτο.
Διονυσος
Δι.
Δι.
934
ἐγὼ δὲ τὸν Φιλοξένου γ’ᾤμην Ἔρυξιν εἶναι.
Ευριπιδης
Ευ.
Ευ.
935
εἶτ’ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;
Αισχυλος
Αι.
Αι.
936
σὺ δ’ θεοῖσιν ἐχθρὲ ποῖ’ἄττ’ἐστὶν ἅττ’ἐποίεις;
Ευριπιδης
Ευ.
Ευ.
937
οὐχ ἱππαλεκτρυόνας μὰ Δί’οὐ δὲ τραγελάφους, ἅπερ σύ,
938
ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν ·
939
ἀλλ’ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς
940
οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,
941
ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον
942
ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,
943
χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν ·
944
εἶτ’ἀνέτρεφον μονῳδίαις
Διονυσος
Δι.
Δι.
944
Κηφισοφῶντα μιγνύς.
Ευριπιδης
Ευ.
Ευ.
945
εἶτ’οὐκ ἐλήρουν τι τύχοιμ’οὐ δ’ἐμπεσὼν ἔφυρον,
946
ἀλλ’οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ’ἂν εὐθὺς
947
τοῦ δράματος.
Διονυσος
Δι.
Δι.
947
κρεῖττον γὰρ ἦν σοι νὴ Δί’ τὸ σαυτοῦ.
Ευριπιδης
Ευ.
Ευ.
948
ἔπειτ’ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ’ἂν ἀργόν,
949
ἀλλ’ἔλεγεν γυνήτέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
950
χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
Αισχυλος
Αι.
Αι.
950
εἶτα δῆτα
951
οὐκ ἀποθανεῖν σε ταῦτ’ἐχρῆν τολμῶντα;
Ευριπιδης
Ευ.
Ευ.
951
μὰ τὸν Ἀπόλλω ·
952
δημοκρατικὸν γὰρ αὔτ’ἔδρων.
Διονυσος
Δι.
Δι.
952
τοῦτο μὲν ἔασον τᾶν.
953
οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
Ευριπιδης
Ευ.
Ευ.
954
ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα
Αισχυλος
Αι.
Αι.
954
φημὶ κἀγώ.
955
ὡς πρὶν διδάξαι γ’ὤφελες μέσος διαρραγῆναι.
Ευριπιδης
Ευ.
Ευ.
956
λεπτῶντε κανόνων ἐσβολὰς ἐπῶντε γωνιασμούς,
957
νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
958
κάχ’ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα
Αισχυλος
Αι.
Αι.
958
φημὶ κἀγώ.
Ευριπιδης
Ευ.
Ευ.
959
οἰκεῖα πράγματ’εἰσάγων, οἷς χρώμεθ’, οἷς ξύνεσμεν,
960
ἐξ ὧν γ’ἂν ἐξηλεγχόμην · ξυνειδότες γὰρ οὗτοι
961
ἤλεγχον ἄν μου τὴν τέχνην · ἀλλ’οὐκ ἐκομπολάκουν
962
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐ δ’ἐξέπληττον αὐτούς,
963
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
964
γνώσει δὲ τοὺς τούτουτε κἀμοὺς ἑκατέρου μαθητάς.
965
τουτουμενὶ Φορμίσιος Μεγαίνετόςθ’ Μανῆς,
966
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
967
οὑμοὶ δὲ Κλειτοφῶντε καὶ Θηραμένης κομψός.
Διονυσος
Δι.
Δι.
968
θηραμένης; σοφός γ’ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
969
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
970
πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.
Ευριπιδης
Ευ.
Ευ.
971
τοιαῦτα μέντοὐγὼ φρονεῖν
972
τούτοισιν εἰσηγησάμην,
973
λογισμὸν ἐνθεὶς τῇ τέχνῃ
974
καὶ σκέψιν, ὥστ’ἤδη νοεὶν
975
ἅπαντα καὶ διειδέναι
976
τάτ’ἄλλα καὶ τὰς οἰκίας
977
οἰκεῖν ἄμεινον πρὸ τοῦ
978
κἀνασκοπεῖν, πῶς τοῦτ’ἔχει;
979
ποῦ μοι τοδί; τίς τοῦτ’ἔλαβε ;’
Διονυσος
Δι.
Δι.
980
νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων
981
ἅπας τις εἰσιὼν
982
κέκραγε πρὸς τοὺς οἰκέτας
983
ζητεῖτε, ποῦ ’στιν χύτρα;
984
τίς τὴν κεφαλὴν ἀπεδήδοκεν
985
τῆς μαινίδος; τὸ τρύβλιον
986
τὸ περυσινὸν τέθνηκέ μοι ·
987
ποῦ τὸ σκόροδον τὸ χθιζινόν;
988
τίς τῆς ἐλάας παρέτραγεν ;’
989
τέως δ’ἀβελτερώτατοι
990
κεχηνότες Μαμμάκυθοι
991
Μελιτίδαι καθῆντο.
Χορος
Χο.
Χο.
992
τάδε μὲν λεύσσεις φαίδιμ’Ἀχιλλεῦ ·
993
σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;
994
μόνον ὅπως […]
994b
μή σ’ θυμὸς ἁρπάσας
995
ἐκτὸς οἴσει τῶν ἐλαῶν ·
996
δεινὰ γὰρ κατηγόρηκεν.
997
ἀλλ’ὅπως γεννάδα
998
μὴ πρὸς ὀργὴν ἀντιλέξεις,
999
ἀλλὰ συστείλας ἄκροισι
1000
χρώμενος τοῖς ἱστίοις,
1001
εἶτα μᾶλλον μᾶλλον ἄξεις
1002
καὶ φυλάξεις,
1003
ἡνίκ’ἂν τὸ πνεῦμα λεῖον
1003b
καὶ καθεστηκὸς λάβῃς.
Διονυσος
Δι.
Δι.
1004
ἀλλ’ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ
1005
καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.
Αισχυλος
Αι.
Αι.
1006
θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν’ἀγανακτεῖ,
1007
εἰ πρὸς τοῦτον δεῖ μ’ἀντιλέγειν · ἵνα μὴ φάσκῃ δ’ἀπορεῖν με,
1008
ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;
Ευριπιδης
Ευ.
Ευ.
1009
δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίουςτε ποιοῦμεν
1010
τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.
Αισχυλος
Αι.
Αι.
1010
τοῦτ’οὖν εἰ μὴ πεποίηκας,
1011
ἀλλ’ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
1012
τί παθεῖν φήσεις ἄξιος εἶναι;
Διονυσος
Δι.
Δι.
1012
τεθνάναι · μὴ τοῦτον ἐρώτα.
Αισχυλος
Αι.
Αι.
1013
σκέψαι τοίνυν οἵους αὐτοὺς παρ’ἐμοῦ παρεδέξατο πρῶτον,
1014
εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
1015
μη δ’ἀγοραίους μη δὲ κοβάλους ὥσπερ νῦν μη δὲ πανούργους,
1016
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
1017
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
Διονυσος
Δι.
Δι.
1018
καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν · κρανοποιῶν αὖ μ’ἐπιτρίψει.
Ευριπιδης
Ευ.
Ευ.
1019
καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
Διονυσος
Δι.
Δι.
1020
Αἰσχύλε λέξον, μη δ’αὐθάδως σεμνυνόμενος χαλέπαινε.
Αισχυλος
Αι.
Αι.
1021
δρᾶμα ποιήσας Ἄρεως μεστόν.
Διονυσος
Δι.
Δι.
1021
ποῖον;
Αισχυλος
Αι.
Αι.
1021
τοὺς ἕπτ’ἐπὶ Θήβας ·
1022
θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
Διονυσος
Δι.
Δι.
1023
τουτὶ μέν σοι κακὸν εἴργασται · Θηβαίους γὰρ πεποίηκας
1024
ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ’οὕνεκα τύπτου.
Αισχυλος
Αι.
Αι.
1025
ἀλλ’ὑμῖν αὔτ’ἐξῆν ἀσκεῖν, ἀλλ’οὐκ ἐπὶ τοῦτ’ἐτράπεσθε.
1026
εἶτα διδάξας Πέρσας μετὰ τοῦτ’ἐπιθυμεῖν ἐξεδίδαξα
1027
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
Διονυσος
Δι.
Δι.
1028
ἐχάρην γοῦν, ἡνίκ’ἤκουσα περὶ Δαρείου τεθνεῶτος,
1029
χορὸς δ’εὐθὺς τὼ χεῖρ’ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.
Αισχυλος
Αι.
Αι.
1030
ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ’ἀρχῆς
1031
ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
1032
Ὀρφεὺς μὲν γὰρ τελετάςθ’ἡμῖν κατέδειξε φόνωντ’ἀπέχεσθαι,
1033
Μουσαῖος δ’ἐξακέσειςτε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
1034
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους · δὲ θεῖος Ὅμηρος
1035
ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ’ὅτι χρήστ’ἐδίδαξεν,
1036
τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;
Διονυσος
Δι.
Δι.
1036
καὶ μὴν οὐ Παντακλέα γε
1037
ἐδίδαξεν ὅμως τὸν σκαιότατον · πρώην γοῦν, ἡνίκ’ἔπεμπεν,
1038
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ’ἐπιδήσειν.
Αισχυλος
Αι.
Αι.
1039
ἀλλ’ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως ·
1040
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,
1041
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν’ἐπαίροιμ’ἄνδρα πολίτην
1042
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
1043
ἀλλ’οὐ μὰ Δί’οὐ Φαίδρας ἐποίουν πόρνας οὐ δὲ Σθενεβοίας,
1044
οὐ δ’οἶδ’οὐδεὶς ἥντιν’ἐρῶσαν πώποτ’ἐποίησα γυναῖκα.
Ευριπιδης
Ευ.
Ευ.
1045
μὰ Δί’οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.
Αισχυλος
Αι.
Αι.
1045
μη δέ γ’ἐπείη.
1046
ἀλλ’ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ’πικαθῆτο,
1047
ὥστε γε καὐτόν σε κατ’οὖν ἔβαλεν.
Διονυσος
Δι.
Δι.
1047
νὴ τὸν Δία τοῦτό γέ τοι δή.
1048
γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.
Ευριπιδης
Ευ.
Ευ.
1049
καὶ τί βλάπτουσ’ σχέτλι’ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
Αισχυλος
Αι.
Αι.
1050
ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας
1051
κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.
Ευριπιδης
Ευ.
Ευ.
1052
πότερον δ’οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
Αισχυλος
Αι.
Αι.
1053
μὰ Δί’ἀλλ’ὄντ’· ἀλλ’ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,
1054
καὶ μὴ παράγειν μη δὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν
1055
ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δ’ἡβῶσι ποιηταί.
1056
πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.
Ευριπιδης
Ευ.
Ευ.
1056
ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς
1057
καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ’ἐστὶ τὸ χρηστὰ διδάσκειν,
1058
ὃν χρῆν φράζειν ἀνθρωπείως;
Αισχυλος
Αι.
Αι.
1058
ἀλλ’ κακόδαιμον ἀνάγκη
1059
μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.
1060
κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι ·
1061
καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.
1062
ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.
Ευριπιδης
Ευ.
Ευ.
1062
τί δράσας;
Αισχυλος
Αι.
Αι.
1063
πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι’ἀμπισχών, ἵν’ἐλεινοὶ
1064
τοῖς ἀνθρώποις φαίνοιντ’εἶναι.
Ευριπιδης
Ευ.
Ευ.
1064
τοῦτ’οὖν ἔβλαψά τι δράσας;
Αισχυλος
Αι.
Αι.
1065
οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,
1066
ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.
Διονυσος
Δι.
Δι.
1067
νὴ τὴν Δήμητρα χιτῶνά γ’ἔχων οὔλων ἐρίων ὑπένερθεν.
1068
κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.
Αισχυλος
Αι.
Αι.
1069
εἶτ’αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,
1070
’ξεκένωσεν τάςτε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν
1071
τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν
1072
ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ’ἡνίκ’ἐγὼ ’ζων,
1073
οὐκ ἠπίσταντ’ἀλλ’ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.
Διονυσος
Δι.
Δι.
1074
νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ’ἐς τὸ στόμα τῷ θαλάμακι,
1075
καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι ·
1076
νῦν δ’ἀντιλέγει κοὐκέτ’ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.
Αισχυλος
Αι.
Αι.
1078
ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ’;
1079
οὐ προαγωγοὺς κατέδειξ’οὗτος,
1080
καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,
1081
καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,
1082
καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;
1083
κᾆτ’ἐκ τούτων πόλις ἡμῶν
1084
ὑπογραμματέων ἀνεμεστώθη
1085
καὶ βωμολόχων δημοπιθήκων
1086
ἐξαπατώντων τὸν δῆμον ἀεί,
1087
λαμπάδα δ’οὐδεὶς οἷόςτε φέρειν
1088
ὑπ’ἀγυμνασίας ἔτι νυνί.
Διονυσος
Δι.
Δι.
1089
μὰ Δί’οὐ δῆθ’, ὥστ’ἐπαφαυάνθην
1090
Παναθηναίοισι γελῶν, ὅτε δὴ
1091
βραδὺς ἄνθρωπός τις ἔθει κύψας
1092
λευκὸς πίων ὑπολειπόμενος
1093
καὶ δεινὰ ποιῶν · κᾆθ’οἱ Κεραμῆς
1094
ἐν ταῖσι πύλαις παίουσ’αὐτοῦ
1095
γαστέρα πλευρὰς λαγόνας πυγήν,
1096
δὲ τυπτόμενος ταῖσι πλατείαις
1097
ὑποπερδόμενος
1098
φυσῶν τὴν λαμπάδ’ἔφευγεν.
Χορος
Χο.
Χο.
1099
μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς πόλεμος ἔρχεται.
1100
χαλεπὸν οὖν ἔργον διαιρεῖν,
1101
ὅταν μὲν τείνῃ βιαίως,
1102
δ’ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.
1103
ἀλλὰ μὴ ν’ ταὐτῷ κάθησθον ·
1104
ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.
1105
τι περ οὖν ἔχετον ἐρίζειν,
1106
λέγετον ἔπιτον ἀνάτε δέρετον
1107
τάτε παλαιὰ καὶ τὰ καινά,
1108
κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.
1109
εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ
1110
τοῖς θεωμένοισιν, ὡς τὰ
1111
λεπτὰ μὴ γνῶναι λεγόντοιν,
1112
μηδὲν ὀρρωδεῖτε τοῦθ’· ὡς οὐκέθ’οὕτω ταῦτ’ἔχει.
1113
ἐστρατευμένοι γάρ εἰσι,
1114
βιβλίοντ’ἔχων ἕκαστος μανθάνει τὰ δεξιά ·
1115
αἱ φύσειςτ’ἄλλως κράτισται,
1116
νῦν δὲ καὶ παρηκόνηνται.
1117
μηδὲν οὖν δείσητον, ἀλλὰ
1118
πάντ’ἐπέξιτον θεατῶν γ’οὕνεχ’ὡς ὄντων σοφῶν.
Ευριπιδης
Ευ.
Ευ.
1119
καὶ μὴν ἐπ’αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,
1120
ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος
1121
πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.
1122
ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.
Διονυσος
Δι.
Δι.
1123
καὶ ποῖον αὐτοῦ βασανιεῖς;
Ευριπιδης
Ευ.
Ευ.
1123
πολλοὺς πάνυ.
1124
πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.
Διονυσος
Δι.
Δι.
1125
ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ’Αἰσχύλε.
Αισχυλος
Αι.
Αι.
1126
Ἑρμῆ χθόνιε πατρῷ’ἐποπτεύων κράτη,
1127
σωτὴρ γενοῦ μοι σύμμαχόςτ’αἰτουμένῳ.
1128
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
Διονυσος
Δι.
Δι.
1129
τούτων ἔχεις ψέγειν τι;
Ευριπιδης
Ευ.
Ευ.
1129
πλεῖν δώδεκα.
Διονυσος
Δι.
Δι.
1130
ἀλλ’οὐ δὲ πάντα ταῦτά γ’ἔστ’ἀλλ’ τρία.
Ευριπιδης
Ευ.
Ευ.
1131
ἔχει δ’ἕκαστον εἴκοσίν γ’ἁμαρτίας.
Διονυσος
Δι.
Δι.
1132
Αἰσχύλε παραινῶ σοι σιωπᾶν · εἰ δὲ μή,
1133
πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.
Αισχυλος
Αι.
Αι.
1134
ἐγὼ σιωπῶ τῷδ’;
Διονυσος
Δι.
Δι.
1134
ἐὰν πείθῃ γ’ἐμοί.
Ευριπιδης
Ευ.
Ευ.
1135
εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ’ὅσον.
Αισχυλος
Αι.
Αι.
1136
ὁρᾷς ὅτι ληρεῖς;
Διονυσος
Δι.
Δι.
1136
ἀλλ’ὀλίγον γέ μοι μέλει.
Αισχυλος
Αι.
Αι.
1137
πῶς φῄς μ’ἁμαρτεῖν;
Ευριπιδης
Ευ.
Ευ.
1137
αὖθις ἐξ ἀρχῆς λέγε.
Αισχυλος
Αι.
Αι.
1138
Ἑρμῆ χθόνιε πατρῷ’ἐποπτεύων κράτη.
Ευριπιδης
Ευ.
Ευ.
1139
οὔκουν Ὀρέστης τοῦτ’ἐπὶ τῷ τύμβῳ λέγει
1140
τῷ τοῦ πατρὸς τεθνεῶτος;
Αισχυλος
Αι.
Αι.
1140
οὐκ ἄλλως λέγω.
Ευριπιδης
Ευ.
Ευ.
1141
πότερ’οὖν τὸν Ἑρμῆν, ὡς πατὴρ ἀπώλετο
1142
αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς
1143
δόλοις λαθραίοις, ταῦτ’ἐποπτεύειν ἔφη;
Αισχυλος
Αι.
Αι.
1144
οὐ δῆτ’ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον
1145
Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων
1146
ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας
Ευριπιδης
Ευ.
Ευ.
1147
ἔτι μεῖζον ἐξήμαρτες ’γὼ ’βουλόμην ·
1148
εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας
Διονυσος
Δι.
Δι.
1149
οὕτω γ’ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
Αισχυλος
Αι.
Αι.
1150
Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.
Διονυσος
Δι.
Δι.
1151
λέγ’ἕτερον αὐτῷ · σὺ δ’ἐπιτήρει τὸ βλάβος.
Αισχυλος
Αι.
Αι.
1152
σωτὴρ γενοῦ μοι σύμμαχόςτ’αἰτουμένῳ.
1153
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι
Ευριπιδης
Ευ.
Ευ.
1154
δὶς ταὐτὸν ἡμῖν εἶπεν σοφὸς Αἰσχύλος.
Διονυσος
Δι.
Δι.
1155
πῶς δίς;
Ευριπιδης
Ευ.
Ευ.
1155
σκόπει τὸ ῥῆμ’· ἐγὼ δέ σοι φράσω.
1156
ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι ·
1157
ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι .
Διονυσος
Δι.
Δι.
1158
νὴ τὸν Δί’ὥσπερ γ’εἴ τις εἴποι γείτονι,
1159
χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον .
Αισχυλος
Αι.
Αι.
1160
οὐ δῆτα τοῦτό γ’ κατεστωμυλμένε
1161
ἄνθρωπε ταὔτ’ἔστ’, ἀλλ’ἄριστ’ἐπῶν ἔχον.
Ευριπιδης
Ευ.
Ευ.
1162
πῶς δή; δίδαξον γάρ με καθ’ τι δὴ λέγεις;
Αισχυλος
Αι.
Αι.
1163
ἐλθεῖν μὲν ἐς γῆν ἔσθ’ὅτῳ μετῇ πάτρας ·
1164
χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν ·
1165
φεύγων δ’ἀνὴρ ἥκει τε καὶ κατέρχεται .
Διονυσος
Δι.
Δι.
1166
εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;
Ευριπιδης
Ευ.
Ευ.
1167
οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε ·
1168
λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.
Διονυσος
Δι.
Δι.
1169
εὖ νὴ τὸν Ἑρμῆν · τι λέγεις δ’οὐ μανθάνω.
Ευριπιδης
Ευ.
Ευ.
1170
πέραινε τοίνυν ἕτερον.
Διονυσος
Δι.
Δι.
1170
ἴθι πέραινε σὺ
1171
Αἰσχύλ’ἀνύσας · σὺ δ’ἐς τὸ κακὸν ἀπόβλεπε.
Αισχυλος
Αι.
Αι.
1172
τύμβου δ’ἐπ’ὄχθῳ τῷδε κηρύσσω πατρὶ
1173
κλύειν ἀκοῦσαι .
Ευριπιδης
Ευ.
Ευ.
1173
τοῦθ’ἕτερον αὖθις λέγει,
1174
κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.
Διονυσος
Δι.
Δι.
1175
τεθνηκόσιν γὰρ ἔλεγεν μόχθηρε σύ,
1176
οἷς οὐ δὲ τρὶς λέγοντες ἐξικνούμεθα.
Αισχυλος
Αι.
Αι.
1177
σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
Ευριπιδης
Ευ.
Ευ.
1177
ἐγὼ φράσω.
1178
κἄν που δὶς εἴπω ταὐτόν, στοιβὴν ἴδῃς
1179
ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.
Διονυσος
Δι.
Δι.
1180
ἴθι δὴ λέγ’· οὐ γάρ μοὔστιν ἀλλ’ἀκουστέα
1181
τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.
Ευριπιδης
Ευ.
Ευ.
1182
ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ
Αισχυλος
Αι.
Αι.
1183
μὰ τὸν Δί’οὐ δῆτ’, ἀλλὰ κακοδαίμων φύσει,
1184
ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη
1185
ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι ·
1186
πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;
Ευριπιδης
Ευ.
Ευ.
1187
εἶτ’ἐγένετ’αὖθις ἀθλιώτατος βροτῶν .
Αισχυλος
Αι.
Αι.
1188
μὰ τὸν Δί’οὐ δῆτ’, οὐ μὲν οὖν ἐπαύσατο.
1189
πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον
1190
χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,
1191
ἵνα μὴ ’κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς ·
1192
εἶθ’ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε ·
1193
ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος
1194
καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα ·
1195
εἶτ’ἐξετύφλωσεν αὑτόν.
Διονυσος
Δι.
Δι.
1195
εὐδαίμων ἄρ’ἦν,
1196
εἰ κἀστρατήγησέν γε μετ’Ἐρασινίδου.
Ευριπιδης
Ευ.
Ευ.
1197
ληρεῖς · ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
Αισχυλος
Αι.
Αι.
1198
καὶ μὴν μὰ τὸν Δί’οὐ κατ’ἔπος γέ σου κνίσω
1199
τὸ ῥῆμ’ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς
1200
ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.
Ευριπιδης
Ευ.
Ευ.
1201
ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
Αισχυλος
Αι.
Αι.
1201
ἑνὸς μόνου.
1202
ποιεῖς γὰρ οὕτως ὥστ’ἐναρμόττειν ἅπαν,
1203
καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,
1204
ἐν τοῖς ἰαμβείοισι. δείξω δ’αὐτίκα.
Ευριπιδης
Ευ.
Ευ.
1205
ἰδού, σὺ δείξεις;
Αισχυλος
Αι.
Αι.
1205
φημί.
Διονυσος
Δι.
Δι.
1205
καὶ δὴ χρὴ λέγειν.
Ευριπιδης
Ευ.
Ευ.
1206
Αἴγυπτος, ὡς πλεῖστος ἔσπαρται λόγος,
1207
ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ
1208
Ἄργος κατασχών
Αισχυλος
Αι.
Αι.
1208
ληκύθιον ἀπώλεσεν.
Διονυσος
Δι.
Δι.
1209
τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
1210
λέγ’ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.
Ευριπιδης
Ευ.
Ευ.
1211
Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
1212
καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
1213
πηδᾷ χορεύων’
Αισχυλος
Αι.
Αι.
1213
ληκύθιον ἀπώλεσεν.
Διονυσος
Δι.
Δι.
1214
οἴμοι πεπλήγμεθ’αὖθις ὑπὸ τῆς ληκύθου.
Ευριπιδης
Ευ.
Ευ.
1215
ἀλλ’οὐδὲν ἔσται πρᾶγμα · πρὸς γὰρ τουτονὶ
1216
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
1217
οὐκ ἔστιν ὅστις πάντ’ἀνὴρ εὐδαιμονεῖ ·
1218
γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
1219
δυσγενὴς ὤν’
Αισχυλος
Αι.
Αι.
1219
ληκύθιον ἀπώλεσεν.
Διονυσος
Δι.
Δι.
1220
Εὐριπίδη
Ευριπιδης
Ευ.
Ευ.
1220
τί ἔσθ’;
Διονυσος
Δι.
Δι.
1220
ὑφέσθαι μοι δοκεῖ ·
1221
τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Ευριπιδης
Ευ.
Ευ.
1222
οὐ δ’ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε ·
1223
νυνὶ γὰρ αὐτοῦ τοῦτό γ’ἐκκεκόψεται.
Διονυσος
Δι.
Δι.
1224
ἴθι δὴ λέγ’ἕτερον κἀπέχου τῆς ληκύθου.
Ευριπιδης
Ευ.
Ευ.
1225
Σιδώνιόν ποτ’ἄστυ Κάδμος ἐκλιπὼν
1226
Ἀγήνορος παῖσ’
Αισχυλος
Αι.
Αι.
1226
ληκύθιον ἀπώλεσεν.
Διονυσος
Δι.
Δι.
1227
δαιμόνι’ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
1228
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
Ευριπιδης
Ευ.
Ευ.
1228
τὸ τί;
1229
ἐγὼ πρίωμαι τῷδ’;
Διονυσος
Δι.
Δι.
1229
ἐὰν πείθῃ γ’ἐμοί.
Ευριπιδης
Ευ.
Ευ.
1230
οὐ δῆτ’, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν
1231
ἵν’οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
1232
Πέλοψ Ταντάλειος ἐς Πῖσαν μολὼν
1233
θοαῖσιν ἵπποισ’
Αισχυλος
Αι.
Αι.
1233
ληκύθιον ἀπώλεσεν.
Διονυσος
Δι.
Δι.
1234
ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
1235
ἀλλ’ ὦγάθ’ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ ·
1236
λήψει γὰρ ὀβολοῦ πάνυ καλήντε κἀγαθήν.
Ευριπιδης
Ευ.
Ευ.
1237
μὰ τὸν Δί’οὔπω γ’· ἔτι γὰρ εἰσί μοι συχνοί.
1238
Οἰνεύς ποτ’ἐκ γῆς
Αισχυλος
Αι.
Αι.
1238
ληκύθιον ἀπώλεσεν.
Ευριπιδης
Ευ.
Ευ.
1239
ἔασον εἰπεῖν πρῶθ’ὅλον με τὸν στίχον.
1240
Οἰνεύς ποτ’ἐκ γῆς πολύμετρον λαβὼν στάχυν
1241
θύων ἀπαρχάσ’
Αισχυλος
Αι.
Αι.
1241
ληκύθιον ἀπώλεσεν.
Διονυσος
Δι.
Δι.
1242
μεταξὺ θύων; καὶ τίς αὔθ’ὑφείλετο;
Ευριπιδης
Ευ.
Ευ.
1243
ἔα αὐτὸν τᾶν · πρὸς τοδὶ γὰρ εἰπάτω.
1244
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο
Διονυσος
Δι.
Δι.
1245
ἀπολεῖ σ’· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν.
1246
τὸ ληκύθιον γὰρ τοῦτ’ἐπὶ τοῖς προλόγοισί σου
1247
ὥσπερ τὰ σῦκ’ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.
1248
ἀλλ’ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.
Ευριπιδης
Ευ.
Ευ.
1249
καὶ μὴν ἔχω γ’οἷς αὐτὸν ἀποδείξω κακὸν
1250
μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ’ἀεί.
Χορος
Χο.
Χο.
1251
τί ποτε πρᾶγμα γενήσεται;
1252
φροντίζειν γὰρ ἔγωγ’ἔχω,
1253
τίν’ἄρα μέμψιν ἐποίσει
1254
ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ
1255
καὶ κάλλιστα μέλη ποιήσαντι
1256
τῶν μέχρι νυνί.
1257
θαυμάζω γὰρ ἔγωγ’ὅπῃ
1258
μέμψεταί ποτε τοῦτον
1259
τὸν Βακχεῖον ἄνακτα,
1260
καὶ δέδοιχ’ὑπὲρ αὐτοῦ.
Ευριπιδης
Ευ.
Ευ.
1261
πάνυ γε μέλη θαυμαστά · δείξει δὴ τάχα.
1262
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διονυσος
Δι.
Δι.
1263
καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών · διαύλιον προσαυλεῖ τισ’
Ευριπιδης
Ευ.
Ευ.
1264
Φθιῶτ’Ἀχιλλεῦ, τί ποτ’ἀνδροδάικτον ἀκούων
1265
ἰὴ κόπον οὐ πελάθεις ἐπ’ἀρωγάν;
1266
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
1267
ἰὴ κόπον οὐ πελάθεις ἐπ’ἀρωγάν;
Διονυσος
Δι.
Δι.
1268
δύο σοὶ κόπω Αἰσχύλε τούτω.
Ευριπιδης
Ευ.
Ευ.
1270
κύδιστ’Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.
1271
ἰὴ κόπον οὐ πελάθεις ἐπ’ἀρωγάν;
Διονυσος
Δι.
Δι.
1272
τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
Ευριπιδης
Ευ.
Ευ.
1274
εὐφαμεῖτε · μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
1275
ἰὴ κόπον οὐ πελάθεις ἐπ’ἀρωγάν;
1276
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
1277
ἰὴ κόπον οὐ πελάθεις ἐπ’ἀρωγάν;
Διονυσος
Δι.
Δι.
1278
Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
1279
ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι ·
1280
ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.
Ευριπιδης
Ευ.
Ευ.
1281
μὴ πρίν γ’ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν
1282
ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.
Διονυσος
Δι.
Δι.
1283
ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
Ευριπιδης
Ευ.
Ευ.
1285
ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας,
1286
τοφλαττοθρατ τοφλαττοθρατ,
1287
Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει,
1288
τοφλαττοθρατ τοφλαττοθρατ,
1289
σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,
1290
τοφλαττοθρατ τοφλαττοθρατ,
1291
κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις,
1292
τοφλαττοθρατ τοφλαττοθρατ,
1293
τὸ συγκλινέςτ’ἐπ’Αἴαντι,
1295
τοφλαττοθρατ τοφλαττοθρατ.
Διονυσος
Δι.
Δι.
1296
τί τὸ φλαττοθρατ τοῦτ’ἐστίν; ἐκ Μαραθῶνος
1297
πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;
Αισχυλος
Αι.
Αι.
1298
ἀλλ’οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ
1299
ἤνεγκον αὔθ’, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ
1300
λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων ·
1301
οὗτος δ’ἀπὸ πάντων μὲν φέρει, πορνιδίων ,
1302
σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,
1303
θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται.
1304
ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ
1305
λύρας ἐπὶ τούτων; ποῦ ’στιν τοῖς ὀστράκοις
1306
αὕτη κροτοῦσα; δεῦρο Μοῦσ’Εὐριπίδου,
1307
πρὸς ἥνπερ ἐπιτήδεια ταῦτ’ᾄδειν μέλη.
Διονυσος
Δι.
Δι.
1308
αὕτη ποθ’ Μοῦσ’οὐκ ἐλεσβίαζεν, οὔ.
Αισχυλος
Αι.
Αι.
1309
ἀλκυόνες, αἳ παρ’ἀενάοις θαλάσσης
1310
κύμασι στωμύλλετε,
1311
τέγγουσαι νοτίοις πτερῶν
1312
ῥανίσι χρόα δροσιζόμεναι ·
1313
αἵθ’ὑπωρόφιοι κατὰ γωνίας
1314
εἱειειειλίσσετε δακτύλοις φάλαγγες
1315
ἱστόπονα πηνίσματα,
1316
κερκίδος ἀοιδοῦ μελέτας,
1317
ἵν’ φίλαυλος ἔπαλλε δελφὶς
1318
πρῴραις κυανεμβόλοις
1319
μαντεῖα καὶ σταδίους,
1320
οἰνάνθας γάνος ἀμπέλου,
1321
βότρυος ἕλικα παυσίπονον.
1322
περίβαλλ’ τέκνον ὠλένας.
1323
ὁρᾷς τὸν πόδα τοῦτον;
Διονυσος
Δι.
Δι.
1323
ὁρῶ.
Αισχυλος
Αι.
Αι.
1324
τί δαί; τοῦτον ὁρᾷς;
Διονυσος
Δι.
Δι.
1324
ὁρῶ.
Αισχυλος
Αι.
Αι.
1325
τοιαυτὶ μέντοι σὺ ποιῶν
1326
τολμᾷς τἀμὰ μέλη ψέγειν,
1327
ἀνὰ τὸ δωδεκαμήχανον
1328
Κυρήνης μελοποιῶν;
1329
τὰ μὲν μέλη σου ταῦτα · βούλομαι δ’ἔτι
1330
τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον.
1331
νυκτὸς κελαινοφαὴς
1331b
ὄρφνα, τίνα μοι
1332
δύστανον ὄνειρον
1332b
πέμπεις ἐξ ἀφανοῦς,
1333
Ἀίδα πρόμολον,
1334
ψυχὰν ἄψυχον ἔχοντα,
1335
μελαίνας Νυκτὸς παῖδα,
1336
φρικώδη δεινὰν ὄψιν,
1336b
μελανονεκυείμονα,
1337
φόνια φόνια δερκόμενον,
1337b
μεγάλους ὄνυχας ἔχοντα.
1338
ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε
1339
κάλπισίτ’ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ’ὕδωρ,
1340
ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.
1340b
ἰὼ πόντιε δαῖμον,
1341
τοῦτ’ἐκεῖν’· ἰὼ ξύνοικοι,
1342
τάδε τέρα θεάσασθε.
1343
τὸν ἀλεκτρυόνα μου συναρπάσασα
1343b
φρούδη Γλύκη.
1344
νύμφαι ὀρεσσίγονοι.
1345
Μανία ξύλλαβε.
1346
ἐγὼ δ’ τάλαινα προσέχουσ’ἔτυχον
1347
ἐμαυτῆς ἔργοισι,
1348
λίνου μεστὸν ἄτρακτον
1349
εἱειειειλίσσουσα χεροῖν
1349b
κλωστῆρα ποιοῦσ’, ὅπως
1350
κνεφαῖος εἰς ἀγορὰν
1351
φέρουσ’ἀποδοίμαν ·
1351b
δ’ἀνέπτατ’ἀνέπτατ’ἐς αἰθέρα
1352
κουφοτάταις πτερύγων ἀκμαῖς ·
1353
ἐμοὶ δ’ἄχε’ἄχεα κατέλιπε,
1354
δάκρυα δάκρυάτ’ἀπ’ὀμμάτων
1355
ἔβαλον ἔβαλον τλάμων.
1356
ἀλλ’ Κρῆτες, Ἴδας τέκνα,
1357
τὰ τόξα λαβόντες ἐπαμύνατε,
1358
τὰ κῶλάτ’ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν.
1359
ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ
1360
τὰς κυνίσκας ἔχουσ’ἐλθέτω διὰ δόμων πανταχῇ,
1361
σὺ δ’ Διὸς διπύρους ἀνέχουσα
1362
λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον
1363
ἐς Γλύκης, ὅπως ἂν
1363b
εἰσελθοῦσα φωράσω.
Διονυσος
Δι.
Δι.
1364
παύσασθον ἤδη τῶν μελῶν.
Αισχυλος
Αι.
Αι.
1364
κἄμοιγ’ἅλις.
1365
ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,
1366
ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.
1367
τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.
Διονυσος
Δι.
Δι.
1368
ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με
1369
ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.
Χορος
Χο.
Χο.
1370
ἐπίπονοί γ’οἱ δεξιοί.
1371
τόδε γὰρ ἕτερον αὖ τέρας
1372
νεοχμόν, ἀτοπίας πλέων,
1373
τίς ἂν ἐπενόησεν ἄλλος;
1373b
[…]
1374
μὰ τὸν ἐγὼ μὲν οὐ δ’ἂν εἴ τις
1375
ἔλεγέ μοι τῶν ἐπιτυχόντων,
1376
ἐπιθόμην, ἀλλ’ᾠόμην ἂν
1377
αὐτὸν αὐτὰ ληρεῖν.
Διονυσος
Δι.
Δι.
1378
ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ’,
Αισχυλος και Ευριπιδης
Αι.
Αι.
1378
ἰδού.
Διονυσος
Δι.
Δι.
1379
καὶ λαβομένω τὸ ῥῆμ’ἑκάτερος εἴπατον,
1380
καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.
Αισχυλος και Ευριπιδης
Αι.
Αι.
1381
ἐχόμεθα.
Διονυσος
Δι.
Δι.
1381
τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.
Ευριπιδης
Ευ.
Ευ.
1382
εἴθ’ὤφελ’Ἀργοῦς μὴ διαπτάσθαι σκάφος .
Αισχυλος
Αι.
Αι.
1383
Σπερχειὲ ποταμὲ βουνόμοιτ’ἐπιστροφαί .
Διονυσος
Δι.
Δι.
1384
κόκκυ, μέθεσθε · καὶ πολύ γε κατωτέρω
1385
χωρεῖ τὸ τοῦδε.
Ευριπιδης
Ευ.
Ευ.
1385
καὶ τί ποτ’ἐστὶ ταἴτιον;
Διονυσος
Δι.
Δι.
1386
ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς
1387
ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,
1388
σὺ δ’εἰσέθηκας τοὔπος ἐπτερωμένον.
Ευριπιδης
Ευ.
Ευ.
1389
ἀλλ’ἕτερον εἰπάτω τι κἀντιστησάτω.
Διονυσος
Δι.
Δι.
1390
λάβεσθε τοίνυν αὖθις.
Αισχυλος και Ευριπιδης
Αι.
Αι.
1390
ἢν ἰδού.
Διονυσος
Δι.
Δι.
1390
λέγε.
Ευριπιδης
Ευ.
Ευ.
1391
οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος .
Αισχυλος
Αι.
Αι.
1392
μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ .
Διονυσος
Δι.
Δι.
1393
μέθεσθε μέθεσθε · καὶ τὸ τοῦδέ γ’αὖ ῥέπει ·
1394
θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.
Ευριπιδης
Ευ.
Ευ.
1395
ἐγὼ δὲ πειθώ γ’ἔπος ἄριστ’εἰρημένον.
Διονυσος
Δι.
Δι.
1396
πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.
1397
ἀλλ’ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,
1398
τι σοι καθέλξει, καρτερόντε καὶ μέγα.
Ευριπιδης
Ευ.
Ευ.
1399
φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
Διονυσος
Δι.
Δι.
1399
φράσω ·
1400
βέβληκ’Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα .
1401
λέγοιτ’ἄν, ὡς αὕτη ’στὶ λοιπὴ σφῷν στάσις.
Ευριπιδης
Ευ.
Ευ.
1402
σιδηροβριθέςτ’ἔλαβε δεξιᾷ ξύλον .
Αισχυλος
Αι.
Αι.
1403
ἐφ’ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός .
Διονυσος
Δι.
Δι.
1404
ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.
Ευριπιδης
Ευ.
Ευ.
1404
τῷ τρόπῳ;
Διονυσος
Δι.
Δι.
1405
δύ’ἅρματ’εἰσέθηκε καὶ νεκρὼ δύο,
1406
οὓς οὐκ ἂν ἄραιντ’οὐ δ’ἑκατὸν Αἰγύπτιοι.
Αισχυλος
Αι.
Αι.
1407
καὶ μηκέτ’ἔμοιγε κατ’ἔπος, ἀλλ’ἐς τὸν σταθμὸν
1408
αὐτὸς τὰ παιδί’ γυνὴ Κηφισοφῶν
1409
ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία ·
1410
ἐγὼ δὲ δύ’ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.
Διονυσος
Δι.
Δι.
1411
ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.
1412
οὐ γὰρ δι’ἔχθρας οὐδετέρῳ γενήσομαι.
1413
τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δ’ἥδομαι.
Πλουτων
Πλ.
Πλ.
1414
οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
Διονυσος
Δι.
Δι.
1415
ἐὰν δὲ κρίνω;
Πλουτων
Πλ.
Πλ.
1415
τὸν ἕτερον λαβὼν ἄπει,
1416
ὁπότερον ἂν κρίνῃς, ἵν’ἔλθῃς μὴ μάτην.
Διονυσος
Δι.
Δι.
1417
εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.
1418
ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;
1419
ἵν’ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.
1420
ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ
1421
μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.
1422
πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν’ἔχετον
1423
γνώμην ἑκάτερος; πόλις γὰρ δυστοκεῖ.
Ευριπιδης
Ευ.
Ευ.
1424
ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
Διονυσος
Δι.
Δι.
1424
τίνα;
1425
ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ’ἔχειν.
1426
ἀλλ’ τι νοεῖτον εἴπατον τούτου πέρι.
Ευριπιδης
Ευ.
Ευ.
1427
μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν
1428
βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,
1429
καὶ πόριμον αὑτῷ τῇ πόλει δ’ἀμήχανον.
Διονυσος
Δι.
Δι.
1430
εὖ γ’ Πόσειδον · σὺ δὲ τίνα γνώμην ἔχεις;
Δις
Δι.
Δι.
1431
. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,
1431b
.
1432
. ἢν δ’ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.
Διονυσος
Δι.
Δι.
1433
νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ’ἔχω ·
1434
μὲν σοφῶς γὰρ εἶπεν, δ’ἕτερος σαφῶς.
1435
ἀλλ’ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον
1436
περὶ τῆς πόλεως ἥντιν’ἔχετον σωτηρίαν.
Ευριπιδης
Ευ.
Ευ.
1437
εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,
1438
αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.
Διονυσος
Δι.
Δι.
1439
γέλοιον ἂν φαίνοιτο · νοῦν δ’ἔχει τίνα;
Ευριπιδης
Ευ.
Ευ.
1440
εἰ ναυμαχοῖεν κᾆτ’ἔχοντες ὀξίδας
1441
ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.
1442
ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.
Διονυσος
Δι.
Δι.
1442
λέγε.
Ευριπιδης
Ευ.
Ευ.
1443
ὅταν τὰ νῦν ἄπιστα πίσθ’ἡγώμεθα,
1444
τὰ δ’ὄντα πίστ’ἄπιστα.
Διονυσος
Δι.
Δι.
1444
πῶς; οὐ μανθάνω.
1445
ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.
Ευριπιδης
Ευ.
Ευ.
1446
εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,
1447
τούτοις ἀπιστήσαιμεν, οἷς δ’οὐ χρώμεθα,
1448
τούτοισι χρησαίμεσθ’, ἴσως σωθεῖμεν ἄν.
1449
εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς
1450
τἀναντί’ἂν πράττοντες οὐ σῳζοίμεθ’ἄν;
Διονυσος
Δι.
Δι.
1451
εὖ γ’ Παλάμηδες, σοφωτάτη φύσις.
1452
ταυτὶ πότερ’αὐτὸς ηὗρες Κηφισοφῶν;
Ευριπιδης
Ευ.
Ευ.
1453
ἐγὼ μόνος · τὰς δ’ὀξίδας Κηφισοφῶν.
1454
τί δαὶ σύ; τί λέγεις;
Αισχυλος
Αι.
Αι.
1454
τὴν πόλιν νῦν μοι φράσον
1455
πρῶτον τίσι χρῆται · πότερα τοῖς χρηστοῖς;
Διονυσος
Δι.
Δι.
1455
πόθεν;
1456
μισεῖ κάκιστα.
Αισχυλος
Αι.
Αι.
1456
τοῖς πονηροῖς δ’ἥδεται;
Διονυσος
Δι.
Δι.
1457
οὐ δῆτ’ἐκείνη γ’, ἀλλὰ χρῆται πρὸς βίαν.
Αισχυλος
Αι.
Αι.
1458
πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,
1459
μήτε χλαῖνα μήτε σισύρα συμφέρει;
Διονυσος
Δι.
Δι.
1460
εὕρισκε νὴ Δί’, εἴπερ ἀναδύσει πάλιν.
Αισχυλος
Αι.
Αι.
1461
ἐκεῖ φράσαιμ’ἄν · ἐνθαδὶ δ’οὐ βούλομαι.
Διονυσος
Δι.
Δι.
1462
μὴ δῆτα σύ γ’, ἀλλ’ἐνθένδ’ἀνίει τἀγαθά.
Αισχυλος
Αι.
Αι.
1463
τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
1464
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
1465
πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.
Διονυσος
Δι.
Δι.
1466
εὖ, πλήν γ’ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Πλουτων
Πλ.
Πλ.
1467
κρίνοις ἄν.
Διονυσος
Δι.
Δι.
1467
αὕτη σφῷν κρίσις γενήσεται ·
1468
αἱρήσομαι γὰρ ὅνπερ ψυχὴ θέλει.
Ευριπιδης
Ευ.
Ευ.
1469
μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
1470
μὴν ἀπάξειν μ’οἴκαδ’, αἱροῦ τοὺς φίλους.
Διονυσος
Δι.
Δι.
1471
γλῶττ’ὀμώμοκ’, Αἰσχύλον δ’αἱρήσομαι.
Ευριπιδης
Ευ.
Ευ.
1472
τί δέδρακας μιαρώτατ’ἀνθρώπων;
Διονυσος
Δι.
Δι.
1472
ἐγώ;
1473
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
Ευριπιδης
Ευ.
Ευ.
1474
αἴσχιστον ἔργον προσβλέπεις μ’εἰργασμένος;
Διονυσος
Δι.
Δι.
1475
τί δ’αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
Ευριπιδης
Ευ.
Ευ.
1476
σχέτλιε περιόψει με δὴ τεθνηκότα;
Διονυσος
Δι.
Δι.
1477
τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
1478
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
Πλουτων
Πλ.
Πλ.
1479
χωρεῖτε τοίνυν Διόνυσ’εἴσω.
Διονυσος
Δι.
Δι.
1479
τί δαί;
Πλουτων
Πλ.
Πλ.
1480
ἵνα ξενίσω ’γ’ὼ σφὼ πρὶν ἀποπλεῖν.
Διονυσος
Δι.
Δι.
1480
εὖ λέγεις
1481
νὴ τὸν Δί’· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.
Χορος
Χο.
Χο.
1482
μακάριός γ’ἀνὴρ ἔχων
1483
ξύνεσιν ἠκριβωμένην.
1484
πάρα δὲ πολλοῖσιν μαθεῖν.
1485
ὅδε γὰρ εὖ φρονεῖν δοκήσας
1486
πάλιν ἄπεισιν οἴκαδ’αὖ,
1487
ἐπ’ἀγαθῶ μὲν τοῖς πολίταις,
1488
ἐπ’ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ
1489
ξυγγενέσιτε καὶ φίλοισι,
1490
διὰ τὸ συνετὸς εἶναι.
1491
χαρίεν οὖν μὴ Σωκράτει
1492
παρακαθήμενον λαλεῖν,
1493
ἀποβαλόντα μουσικὴν
1494
τάτε μέγιστα παραλιπόντα
1495
τῆς τραγῳδικῆς τέχνης.
1496
τὸ δ’ἐπὶ σεμνοῖσιν λόγοισι
1497
καὶ σκαριφησμοῖσι λήρων
1498
διατριβὴν ἀργὸν ποιεῖσθαι,
1499
παραφρονοῦντος ἀνδρός.
Πλουτων
Πλ.
Πλ.
1500
ἄγε δὴ χαίρων Αἰσχύλε χώρει,
1501
καὶ σῷζε πόλιν τὴν ἡμετέραν
1502
γνώμαις ἀγαθαῖς καὶ παίδευσον
1503
τοὺς ἀνοήτους · πολλοὶ δ’εἰσίν ·
1504
καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων
1505
καὶ τουτὶ τοῖσι πορισταῖς
1506
Μύρμηκίθ’ὁμοῦ καὶ Νικομάχῳ,
1507
τόδε δ’Ἀρχενόμῳ ·
1508
καὶ φράζ’αὐτοῖς ταχέως ἥκειν
1509
ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν ·
1510
κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ
1511
νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς
1512
καὶ συμποδίσας
1513
μετ’Ἀδειμάντου τοῦ Λευκολόφου
1514
κατὰ γῆς ταχέως ἀποπέμψω.
Αισχυλος
Αι.
Αι.
1515
ταῦτα ποιήσω · σὺ δὲ τὸν θᾶκον
1516
τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν
1517
καὶ διασῴζειν, ἢν ἄρ’ἐγώ ποτε
1518
δεῦρ’ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ
1519
σοφίᾳ κρίνω δεύτερον εἶναι.
1520
μέμνησο δ’ὅπως πανοῦργος ἀνὴρ
1521
καὶ ψευδολόγος καὶ βωμολόχος
1522
μηδέποτ’ἐς τὸν θᾶκον τὸν ἐμὸν
1523
μη δ’ἄκων ἐγκαθεδεῖται.
Πλουτων
Πλ.
Πλ.
1524
φαίνετε τοίνυν ὑμεῖς τούτῳ
1525
λαμπάδας ἱεράς, χἄμα προπέμπετε
1526
τοῖσιν τούτου τοῦτον μέλεσιν
1527
καὶ μολπαῖσιν κελαδοῦντες.
Χορος
Χο.
Χο.
1528
πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ
1529
ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,
1530
τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.
1531
πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ’ἂν οὕτως
1532
ἀργαλέωντ’ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω
1533
κἄλλος βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.