The Women at the Thesmophoria
Μνησιλοχος
Μν.
Μν.
1ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται;
2ἀπολεῖ μ’ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ.
3οἷόντε, πρὶν τὸν σπλῆνα κομιδῇ μ’ἐκβαλεῖν,
4παρὰ σοῦ πυφέσθαι ποῖ μ’ἄγεις ὠ- ωὖριπίδη;
Ευριπιδης
Ευ.
Ευ.
5ἀλλ’οὐκ ἀκούειν δεῖ σε πάνθ’ὅσ’αὐτίκα
6ὄψει παρεστώς.
Μνησιλοχος
Μν.
Μν.
6πῶς λέγεις; αὖθις φράσον.
7οὐ δεῖ μ’ἀκούειν;
Ευριπιδης
Ευ.
Ευ.
7οὐχ ἅ γ’ἂν μέλλῃς ὁρᾶν.
Μνησιλοχος
Μν.
Μν.
8οὐ δ’ἆρ’ὁρᾶν δεῖ μ’;
Ευριπιδης
Ευ.
Ευ.
8οὐχ ἅ γ’ἂν ἀκούειν δέῃ.
Μνησιλοχος
Μν.
Μν.
9πῶς μοι παραινεῖς; δεξιῶς μέντοι λέγεις.
10οὐ φῂς σὺ χρῆναί μ’οὔτ’ἀκούειν οὔθ’ὁρᾶν;
Ευριπιδης
Ευ.
Ευ.
11χωρὶς γὰρ αὐτοῖν ἑκατέρου ’στὶν ἡ φύσις.
Μνησιλοχος
Μν.
Μν.
12τοῦ μήτ’ἀκούειν μήθ’ὁρᾶν;
Ευριπιδης
Ευ.
Ευ.
12εὖ ἴσθ’ὅτι.
Μνησιλοχος
Μν.
Μν.
13πῶς χωρίς;
Ευριπιδης
Ευ.
Ευ.
13οὕτω ταῦτα διεκρίθη τότε.
14αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο
15καὶ ζῷ’ἐν αὑτῷ ξυνετέκνου κινούμενα,
16ᾧ μὲν βλέπειν χρὴ πρῶτ’ἐμηχανήσατο
17ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ,
18ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο.
Μνησιλοχος
Μν.
Μν.
19διὰ τὴν χοάνην οὖν μήτ’ἀκούω μήθ’ὁρῶ;
20νὴ τὸν Δί’ἥδομαί γε τουτὶ προσμαθών.
21οἷόν γέ που ’στιν αἱ σοφαὶ ξυνουσίαι.
Ευριπιδης
Ευ.
Ευ.
22πόλλ’ἂν μάθοις τοιαῦτα παρ’ἐμοῦ.
Μνησιλοχος
Μν.
Μν.
22πῶς ἂν οὖν
23πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ’ὅπως
24ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει;
Ευριπιδης
Ευ.
Ευ.
25βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν.
Μνησιλοχος
Μν.
Μν.
25ἰδού.
Ευριπιδης
Ευ.
Ευ.
26ὁρᾷς τὸ θύριον τοῦτο;
Μνησιλοχος
Μν.
Μν.
26νὴ τὸν Ἡρακλέα
27οἶμαί γε.
Ευριπιδης
Ευ.
Ευ.
27σίγα νυν.
Μνησιλοχος
Μν.
Μν.
27σιωπῶ τὸ θύριον;
Ευριπιδης
Ευ.
Ευ.
28ἄκου’.
Μνησιλοχος
Μν.
Μν.
28ἀκούω καὶ σιωπῶ τὸ θύριον;
Ευριπιδης
Ευ.
Ευ.
29ἐνταῦθ’Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει
30ὁ τραγῳδοποιός.
Μνησιλοχος
Μν.
Μν.
30ποῖος οὗτος Ἁγάθων;
Ευριπιδης
Ευ.
Ευ.
31ἔστιν τις Ἀγάθων —
Μνησιλοχος
Μν.
Μν.
31μῶν ὁ μέλας ὁ καρτερός;
Ευριπιδης
Ευ.
Ευ.
32οὔκ, ἀλλ’ἕτερός τις · οὐχ ἑόρακας πώποτε;
Μνησιλοχος
Μν.
Μν.
33μῶν ὁ δασυπώγων;
Ευριπιδης
Ευ.
Ευ.
33οὐχ ἑόρακας πώποτε;
Μνησιλοχος
Μν.
Μν.
34μὰ τὸν Δί’οὔτοι γ’ὥστε καί μέ γ’εἰδέναι.
Ευριπιδης
Ευ.
Ευ.
35καὶ μὴν βεβίνηκας σύ γ’, ἀλλ’οὐκ οἶσθ’ἴσως.
36ἀλλ’ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται
37θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας ·
38προθυσόμενος ἔοικε τῆς ποιήσεως.
Θεραπων
Θε.
Θε.
39εὔφημος πᾶς ἔστω λαός,
40στόμα συγκλῄσας · ἐπιδημεῖ γὰρ
41θίασος Μουσῶν ἔνδον μελάθρων
42τῶν δεσποσύνων μελοποιῶν.
43ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ,
44κῦμα δὲ πόντου μὴ κελαδείτω
45γλαυκόν ·
Μνησιλοχος
Μν.
Μν.
45βομβάξ.
Ευριπιδης
Ευ.
Ευ.
45σίγα.
Μνησιλοχος
Μν.
Μν.
45τι λέγει;
Θεραπων
Θε.
Θε.
46πτηνῶντε γένη κατακοιμάσθω,
47θηρῶντ’ἀγρίων πόδες ὑλοδρόμων
48μὴ λυέσθων.
Μνησιλοχος
Μν.
Μν.
48βομβαλοβομβάξ.
Θεραπων
Θε.
Θε.
49μέλλει γὰρ ὁ καλλιεπὴς Ἀγάθων
50πρόμος ἡμέτερος —
Μνησιλοχος
Μν.
Μν.
50μῶν βινεῖσθαι;
Θεραπων
Θε.
Θε.
51τίς ὁ φωνήσας;
Μνησιλοχος
Μν.
Μν.
51νήνεμος αἰθήρ.
Θεραπων
Θε.
Θε.
52δρυόχους τιθέναι δράματος ἀρχάς.
53κάμπτει δὲ νέας ἁψῖδας ἐπῶν,
54τὰ δὲ τορνεύει, τὰ δὲ κολλομελεῖ,
55καὶ γνωμοτυπεῖ κα- κἀντονομάζει
56καὶ κηροχυτεῖ καὶ γογγύλλει
57καὶ χοανεύει.
Μνησιλοχος
Μν.
Μν.
57καὶ λαικάζει.
Θεραπων
Θε.
Θε.
58τίς ἀγροιώτας πελάθει θριγκοῖς;
Μνησιλοχος
Μν.
Μν.
59ὃς ἕτοιμος σοῦ τοῦτε ποιητοῦ
60τοῦ καλλιεποῦς κατὰ τοῦ θριγκοῦ
61συγγογγύλας καὶ συστρέψας
62τουτὶ τὸ πέος χοανεῦσαι.
Θεραπων
Θε.
Θε.
63ἦ που νέος γ’ὢν ἦσθ’ὑβριστὴς ὦ γέρον.
Ευριπιδης
Ευ.
Ευ.
64ὦ δαιμόνιε τοῦτον μὲν ἔα χαίρειν, σὺ δὲ
65Ἀγάθωνά μοι δεῦρ’ἐκκάλεσον πάσῃ τέχνῃ.
Θεραπων
Θε.
Θε.
66μηδὲν ἱκέτευ’· αὐτὸς γὰρ ἔξεισιν τάχα.
67καὶ γὰρ μελοποιεῖν ἄρχεται · χειμῶνος οὖν
68ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον,
69ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον.
Ευριπιδης
Ευ.
Ευ.
70τί οὖν ἐγὼ δρῶ;
Θεραπων
Θε.
Θε.
70περίμεν’, ὡς ἐξέρχεται.
Ευριπιδης
Ευ.
Ευ.
71ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον;
Μνησιλοχος
Μν.
Μν.
72νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι
73τί τὸ πρᾶγμα τουτί. τί στένεις; τί δυσφορεῖς;
74οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν.
Ευριπιδης
Ευ.
Ευ.
75ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον.
Μνησιλοχος
Μν.
Μν.
76ποῖόν τι;
Ευριπιδης
Ευ.
Ευ.
76τῇδε τη- θἠμέρᾳ κριθήσεται
77εἴτ’ἔστ’ἔτι ζῶν εἴτ’ἀπόλωλ’Εὐριπίδης.
Μνησιλοχος
Μν.
Μν.
78καὶ πῶς; ἐπεὶ νῦν γ’οὔτε τὰ δικαστήρια
79μέλλει δικάζειν οὔτε βουλῆς ἐσθ’ἕδρα,
80ἐπεὶ τρίτη ’στὶ Θεσμοφορίων ἡ μέση.
Ευριπιδης
Ευ.
Ευ.
81τοῦτ’αὐτὸ γὰρ τοι κα- κἀπολεῖν με προσδοκῶ.
82αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι
83κα- κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον
84ἐκκλησιάζειν ἐπ’ὀλέθρῳ.
Μνησιλοχος
Μν.
Μν.
84τιὴ τί δή;
Ευριπιδης
Ευ.
Ευ.
85ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω.
Μνησιλοχος
Μν.
Μν.
86νὴ τὸν Ποσειδῶ καὶ δίκαιά γ’ἂν πάθοις.
87ἀτὰρ τίν’ἐκ τούτων σὺ μηχανὴν ἔχεις;
Ευριπιδης
Ευ.
Ευ.
88Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον
89ἐς Θεσμοφόροιν ἐλθεῖν.
Μνησιλοχος
Μν.
Μν.
89τί δράσοντ’; εἰπέ μοι.
Ευριπιδης
Ευ.
Ευ.
90ἐκκλησιάσοντ’ἐν ταῖς γυναιξὶ κα- κἂν δέῃ
91λέξονθ’ὑπὲρ ἐμοῦ.
Μνησιλοχος
Μν.
Μν.
91πότερα φανερῶς ἢ λάθρᾳ;
Ευριπιδης
Ευ.
Ευ.
92λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον.
Μνησιλοχος
Μν.
Μν.
93τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ’ἐκ τοῦ σοῦ τρόπου ·
94τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς.
Ευριπιδης
Ευ.
Ευ.
95σίγα.
Μνησιλοχος
Μν.
Μν.
95τί δ’ἔστιν;
Ευριπιδης
Ευ.
Ευ.
95Ἁγάθων ἐξέρχεται.
Μνησιλοχος
Μν.
Μν.
96καὶ ποῖός ἐστιν;
Ευριπιδης
Ευ.
Ευ.
96οὗτος οὑκκυκλούμενος.
Μνησιλοχος
Μν.
Μν.
97ἀλλ’ἢ τυφλὸς μέν εἰμ’· ἐγὼ γὰρ οὐχ ὁρῶ
98ἄνδρ’οὐδέν’ἐνθάδ’ὄντα, Κυρήνην δ’ὁρῶ.
Ευριπιδης
Ευ.
Ευ.
99σίγα · μελῳδεῖν γὰρ παρασκευάζεται.
Μνησιλοχος
Μν.
Μν.
100μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται;
Αγαθων
Αγ.
Αγ.
101ἱερὰν χθονίαις δεξάμεναι
102λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ
103πατρίδι χορεύσασθε βοάν.
Χορος Αγαθωνος
Χο.
Χο.
104τίνι δαιμόνων ὁ κῶμος;
105λέγε νυν. εὐπίστως δὲ το- τοὐμὸν
106δαίμονας ἔχει σεβίσαι.
Αγαθων
Αγ.
Αγ.
107ἄγε νυν ὄλβιζε Μοῦσα
108χρυσέων ῥύτορα τόξων
109Φοῖβον, ὃς ἱδρύσατο χώρας
110γύαλα Σιμουντίδι γᾷ.
Χορος Αγαθωνος
Χο.
Χο.
111χαῖρε καλλίστας ἀοιδᾶς
112Φοῖβ’ἐν εὐμούσοισι τιμαῖς
113γέρας ἱερὸν προφέρων.
Αγαθων
Αγ.
Αγ.
114τάντ’ἐν ὄρεσι δρυογόνοισι
115κόραν ἀείσατ’
116Ἄρτεμιν ἀγροτέραν.
Χορος Αγαθωνος
Χο.
Χο.
117ἕπομαι κλῄζουσα σεμνὸν
118γόνον ὀλβίζουσα Λατοῦς
119Ἄρτεμιν ἀπειρολεχῆ.
Αγαθων
Αγ.
Αγ.
120Λατώτε κρούματάτ’Ἀσιάδος
121ποδὶ † παράρυθμ’εὔρυθμα Φρυγίων
122διανεύματα Χαρίτων †.
Χορος Αγαθωνος
Χο.
Χο.
123σέβομαι Λατώτ’ἄνασσαν
124κίθαρίντε ματέρ’ὕμνων
125ἄρσενι βοᾷ δόκιμον,
126τᾷ φάος ἔσσυτο δαιμονίοις θεοῦ ὄμμασιν
127ἁμετέραςτε δι’αἰφνιδίου ὀπός. ὧν χάριν
128ἄνακτ’ἄγαλλε Φοῖβον τιμᾷ.
129χαῖρ’ὄλβιε παῖ Λατοῦς.
Μνησιλοχος
Μν.
Μν.
130ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες
131καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον
132καὶ μανδαλωτόν, ὥστ’ἐμοῦ γ’ἀκροωμένου
133ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.
134καί σ’ὦ νεανίσχ’ὅστις εἶ, κατ’Αἰσχύλον
135ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι.
136ποδαπὸς ὁ γύννις; τίς πάτρα; τίς ἡ στολή;
137τίς ἡ τάραξις τοῦ βίου; τί βάρβιτος
138λαλεῖ κροκωτῷ; τί δὲ λύρα κεκρυφάλῳ;
139τί λήκυθος καὶ στρόφιον; ὡς οὐ ξύμφορον.
140τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία;
141τίς δ’αὐτὸς ὦ παῖ; πότερον ὡς ἀνὴρ τρέφει;
142καὶ ποῦ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί;
143ἀλλ’ὡς γυνὴ δῆτ’· εἶτα ποῦ τὰ τιτθία;
144τί φῄς; τί σιγᾷς; ἀλλὰ δῆτ’ἐκ τοῦ μέλους
145ζητῶ σ’, ἐπειδή γ’αὐτὸς οὐ βούλει φράσαι;
Αγαθων
Αγ.
Αγ.
146ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον
147ἤκουσα, τὴν δ’ἄλγησιν οὐ παρεσχόμην ·
148ἐγὼ δὲ τὴν ἐσθῆθ’ἅμα γνώμῃ φορῶ.
149χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα
150ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν.
151αὐτίκα γυναικεῖ’ἢν ποιῇ τις δράματα,
152μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ’ἔχειν.
Μνησιλοχος
Μν.
Μν.
153οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς;
Αγαθων
Αγ.
Αγ.
154ἀνδρεῖα δ’ἢν ποιῇ τις, ἐν τῷ σώματι
155ἔνεσθ’ὑπάρχον τοῦθ’. ἃ δ’οὐ κεκτήμεθα,
156μίμησις ἤδη ταῦτα συνθηρεύεται.
Μνησιλοχος
Μν.
Μν.
157ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ,
158ἵνα συμποιῶ σο- σοὔπισθεν ἐστυκὼς ἐγώ.
Αγαθων
Αγ.
Αγ.
159ἄλλωςτ’ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν
160ἀγρεῖον ὄντα καὶ δασύν · σκέψαι δ’ὅτι
161Ἴβυκος ἐκεῖνος κα- κἀνακρέων ὁ Τήιος
162κα- κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν,
163ἐμιτροφόρουντε καὶ διεκλῶντ’Ἰωνικῶς,
164καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας,
165αὐτόςτε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο ·
166διὰ τοῦτ’ἄρ’αὐτοῦ καὶ κάλ’ἦν τὰ δράματα.
167ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει.
Μνησιλοχος
Μν.
Μν.
168ταῦτ’ἄρ’ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ,
169ὁ δ’αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ,
170ὁ δ’αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ.
Αγαθων
Αγ.
Αγ.
171ἅπασ’ἀνάγκη · ταῦτα γάρ τοι γνοὺς ἐγὼ
172ἐμαυτὸν ἐθεράπευσα.
Μνησιλοχος
Μν.
Μν.
172πῶς πρὸς τῶν θεῶν;
Ευριπιδης
Ευ.
Ευ.
173παῦσαι βαΰζων · καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν
174ὢν τηλικοῦτος, ἡνίκ’ἠρχόμην ποιεῖν.
Μνησιλοχος
Μν.
Μν.
175μὰ τὸν Δί’οὐ ζηλῶ σε τῆς παιδεύσεως.
Ευριπιδης
Ευ.
Ευ.
176ἀλλ’ὧνπερ οὕνεκ’ἦλθον, ἔα μ’εἰπεῖν.
Αγαθων
Αγ.
Αγ.
176λέγε.
Ευριπιδης
Ευ.
Ευ.
177Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ
178πολλοὺς καλῶς οἷόςτε συντέμνειν λόγους.
179ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος
180ἱκέτης ἀφῖγμαι πρὸς σέ.
Αγαθων
Αγ.
Αγ.
180τοῦ χρείαν ἔχων;
Ευριπιδης
Ευ.
Ευ.
181μέλλουσί μ’αἱ γυναῖκες ἀπολεῖν τήμερον
182τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω.
Αγαθων
Αγ.
Αγ.
183τίς οὖν παρ’ἡμῶν ἐστιν ὠφέλειά σοι;
Ευριπιδης
Ευ.
Ευ.
184ἡ πᾶσ’· ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ
185ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή,
186ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ.
187μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ.
Αγαθων
Αγ.
Αγ.
188ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών;
Ευριπιδης
Ευ.
Ευ.
189ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι ·
190ἔπειτα πολιός εἰμι καὶ πώγων’ἔχω,
191σὺ δ’εὐπρόσωπος λευκὸς ἐξυρημένος
192γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν.
Αγαθων
Αγ.
Αγ.
193Εὐριπίδη —
Ευριπιδης
Ευ.
Ευ.
193τί ἔστιν;
Αγαθων
Αγ.
Αγ.
193ἐποίησάς ποτε,
194“χαίρεις ὁρῶν φῶς, πατέρα δ’οὐ χαίρειν δοκεῖς”;
Ευριπιδης
Ευ.
Ευ.
195ἔγωγε.
Αγαθων
Αγ.
Αγ.
195μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν
196ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθ’ἄν.
197ἀλλ’αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε.
198τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν
199φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν.
Μνησιλοχος
Μν.
Μν.
200καὶ μὴν σύ γ’ὦ κατάπυγον εὐρύπρωκτος εἶ
201οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν.
Ευριπιδης
Ευ.
Ευ.
202τί δ’ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε;
Αγαθων
Αγ.
Αγ.
203κάκιον ἀπολοίμην ἂν ἢ σύ.
Ευριπιδης
Ευ.
Ευ.
203πῶς;
Αγαθων
Αγ.
Αγ.
203ὅπως;
204δοκῶν γυναικῶν ἔργα νυκτερείσια
205κλέπτειν ὑφαρπάζειντε θήλειαν Κύπριν.
Μνησιλοχος
Μν.
Μν.
206ἰδού γε κλέπτειν · νὴ Δία βινεῖσθαι μὲν οὖν.
207ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί’εἰκότως ἔχει.
Ευριπιδης
Ευ.
Ευ.
208τί οὖν; ποιήσεις ταῦτα;
Αγαθων
Αγ.
Αγ.
208μὴ δόκει γε σύ.
Ευριπιδης
Ευ.
Ευ.
209ὦ τρισκακοδαίμων ὡς ἀπόλωλ’Εὐριπίδης.
Μνησιλοχος
Μν.
Μν.
210ὦ φίλτατ’ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς.
Ευριπιδης
Ευ.
Ευ.
211πῶς οὖν ποιήσω δῆτα;
Μνησιλοχος
Μν.
Μν.
211τοῦτον μὲν μακρὰ
212κλάειν κέλευ’, ἐμοὶ δ’ὅ τι βούλει χρῶ λαβών.
Ευριπιδης
Ευ.
Ευ.
213ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί,
214ἀπόδυθι τουτὶ το- θοἰμάτιον.
Μνησιλοχος
Μν.
Μν.
214καὶ δὴ χαμαί.
215ἀτὰρ τί μέλλεις δρᾶν μ’;
Ευριπιδης
Ευ.
Ευ.
215ἀποξυρεῖν ταδί,
216τὰ κάτω δ’ἀφεύειν.
Μνησιλοχος
Μν.
Μν.
216ἀλλὰ πρᾶττ’, εἴ σοι δοκεῖ.
217ἢ μὴ ’πιδοῦν’ἐμαυτὸν ὤφελόν ποτε.
Ευριπιδης
Ευ.
Ευ.
218Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε,
219χρῆσόν τί νυν ἡμῖν ξυρόν.
Αγαθων
Αγ.
Αγ.
219αὐτὸς λάμβανε
220ἐντεῦθεν ἐκ τῆς ξυροδόκης.
Ευριπιδης
Ευ.
Ευ.
220γενναῖος εἶ.
221κάθιξε · φύσα τὴν γνάθον τὴν δεξιάν.
Μνησιλοχος
Μν.
Μν.
222ὤμοι.
Ευριπιδης
Ευ.
Ευ.
222τί κέκραγας; ἐμβαλῶ σοι πάτταλον,
223ἢν μὴ σιωπᾷς.
Μνησιλοχος
Μν.
Μν.
223ἀτταταῖ ἰατταταῖ.
Ευριπιδης
Ευ.
Ευ.
224οὗτος σὺ ποῖ θεῖς;
Μνησιλοχος
Μν.
Μν.
224ἐς τὸ τῶν σεμνῶν
225θεῶν · οὐ γὰρ μὰ τὴν Δήμητρά γ’ἐνταυθοῖ μενῶ
226τεμνόμενος.
Ευριπιδης
Ευ.
Ευ.
226οὔκουν καταγέλαστος δῆτ’ἔσει
227τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων;
Μνησιλοχος
Μν.
Μν.
228ὀλίγον μέλει μοι.
Ευριπιδης
Ευ.
Ευ.
228μηδαμῶς πρὸς τῶν θεῶν
229προδῷς με · χώρει δεῦρο.
Μνησιλοχος
Μν.
Μν.
229κακοδαίμων ἐγώ.
Ευριπιδης
Ευ.
Ευ.
230ἔχ’ἀτρέμα σαυτὸν κα- κἀνάκυπτε · ποῖ στρέφει;
Μνησιλοχος
Μν.
Μν.
231μυμῦ.
Ευριπιδης
Ευ.
Ευ.
231τί μύξεις; πάντα πεποίηται καλῶς.
Μνησιλοχος
Μν.
Μν.
232οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι.
Ευριπιδης
Ευ.
Ευ.
233μὴ φροντίσῃ · ὡς εὐπρεπὴς φανεῖ πάνυ.
234βούλει θεᾶσθαι σαυτόν;
Μνησιλοχος
Μν.
Μν.
234εἰ δοκεῖ, φέρε.
Ευριπιδης
Ευ.
Ευ.
235ὁρᾷς σεαυτόν;
Μνησιλοχος
Μν.
Μν.
235οὐ μὰ Δί’ἀλλὰ Κλεισθένη.
Ευριπιδης
Ευ.
Ευ.
236ἀνίστασ’, ἵν’ἀφεύσω σε, κα- κἀγκύψας ἔχε.
Μνησιλοχος
Μν.
Μν.
237οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι.
Ευριπιδης
Ευ.
Ευ.
238ἐνεγκάτω τις ἔνδοθεν δᾷδ’ἢ λύχνον.
239ἐπίκυπτε · τὴν κέρκον φυλάττου νυν ἄκραν.
Μνησιλοχος
Μν.
Μν.
240ἐμοὶ μελήσει νὴ Δία, πλήν γ’ὅτι κάομαι.
241οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες.
242πρὶν ἀντιλαβέσθαι † πρωκτὸν τῆς φλογός †.
Ευριπιδης
Ευ.
Ευ.
243θάρρει.
Μνησιλοχος
Μν.
Μν.
243τί θαρρῶ καταπεπυρπολημένος;
Ευριπιδης
Ευ.
Ευ.
244ἀλλ’οὐκ ἔτ’οὐδὲν πρᾶγμά σοι · τὰ πλεῖστα γὰρ
245ἀποπεπόνηκας.
Μνησιλοχος
Μν.
Μν.
245φῦ ἰοὺ τῆς ἀσβόλου.
246αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν.
Ευριπιδης
Ευ.
Ευ.
247μὴ φροντίσῃς · ἕτερος γὰρ αὐτὰ σφογγιεῖ.
Μνησιλοχος
Μν.
Μν.
248οἰμώξετ’ἄρ’εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ.
Ευριπιδης
Ευ.
Ευ.
249Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς,
250ἀλλ’ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ
251καὶ στρόφιον · οὐ γὰρ ταῦτά γ’ὡς οὐκ ἔστ’ἐρεῖς.
Αγαθων
Αγ.
Αγ.
252λαμβάνετε καὶ χρῆσθ’· οὐ φθονῶ.
Μνησιλοχος
Μν.
Μν.
252τί οὖν λάβω;
Αγαθων
Αγ.
Αγ.
253ὅ τι; τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών.
Μνησιλοχος
Μν.
Μν.
254νὴ τὴν Ἀφροδίτην ἡδύ γ’ὄζει ποσθίου.
255σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον.
Ευριπιδης
Ευ.
Ευ.
255ἰδού.
Μνησιλοχος
Μν.
Μν.
256ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει.
Ευριπιδης
Ευ.
Ευ.
257κεκρυφάλου δεῖ καὶ μίτρας.
Αγαθων
Αγ.
Αγ.
257ἡδὶ μὲν οὖν
258κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ.
Ευριπιδης
Ευ.
Ευ.
259νὴ τὸν Δί’ἀλλὰ κα- κἀπιτηδεία πάνυ.
Μνησιλοχος
Μν.
Μν.
260ἆρ’ἁρμόσει μοι;
Ευριπιδης
Ευ.
Ευ.
260νὴ Δί’ἀλλ’ἄριστ’ἔχει.
261φέρ’ἔγκυκλον ·
Αγαθων
Αγ.
Αγ.
261τουτὶ λάβ’ἀπὸ τῆς κλινίδος.
Ευριπιδης
Ευ.
Ευ.
262ὑποδημάτων δεῖ.
Αγαθων
Αγ.
Αγ.
262τα- τἀμὰ ταυτὶ λάμβανε.
Μνησιλοχος
Μν.
Μν.
263ἆρ’ἁρμόσει μοι;
Ευριπιδης
Ευ.
Ευ.
263χαλαρὰ γοῦν χαίρεις φορῶν.
Αγαθων
Αγ.
Αγ.
264σὺ τοῦτο γίγνωσκ’· ἀλλ’ἔχεις γὰρ ὧν δέει,
265εἴσω τις ὡς τάχιστά μ’ἐσκυκλησάτω.
Ευριπιδης
Ευ.
Ευ.
266ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ
267τό γ’εἶδος · ἢν λαλῇς δ’, ὅπως τῷ φθέγματι
268γυναικιεῖς εὖ καὶ πιθανῶς.
Μνησιλοχος
Μν.
Μν.
268πειράσομαι.
Ευριπιδης
Ευ.
Ευ.
269βάδιζε τοίνυν.
Μνησιλοχος
Μν.
Μν.
269μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ
270ὀμόσῃς ἐμοί —
Ευριπιδης
Ευ.
Ευ.
270τί χρῆμα;
Μνησιλοχος
Μν.
Μν.
270συσσώσειν ἐμὲ
271πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν.
Ευριπιδης
Ευ.
Ευ.
272ὄμνυμι τοίνυν αἰθέρ’οἴκησιν Διός.
Μνησιλοχος
Μν.
Μν.
273τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν;
Ευριπιδης
Ευ.
Ευ.
274ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς.
Μνησιλοχος
Μν.
Μν.
275μέμνησο τοίνυν ταῦθ’, ὅτι ἡ φρὴν ὤμοσεν,
276ἡ γλῶττα δ’οὐκ ὀμώμοκ’· οὐ δ’ὥρκωσ’ἐγώ.
Ευριπιδης
Ευ.
Ευ.
277ἔκσπευδε ταχέως · ὡς τὸ τῆς ἐκκλησίας
278σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται.
279ἐγὼ δ’ἄπειμι.
Μνησιλοχος
Μν.
Μν.
279δεῦρό νυν ὦ Θρᾷτθ’ἕπου.
280ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων
281ὅσον τὸ χρῆμ’ἀνέρχεθ’ὑπὸ τῆς λιγνύος.
282ἀλλ’ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με
283ἀγαθῇ τύχῃ καὶ δεῦρο καὶ πάλιν οἴκαδε.
284ὦ Θρᾷττα τὴν κίστην κάθελε, κα- κᾆτ’ἔξελε
285τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν.
286δέσποινα πολυτίμητε Δήμητερ φίλη
287καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι
288θύειν ἔχουσαν, εἰ δὲ μη- μἀλλὰ νῦν λαθεῖν.
289καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν
290πλουτοῦντος, ἄλλως δ’ἠλιθίου κα- κἀβελτέρου,
291καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας.
292ποῦ ποῦ καθίζωμ’ἐν καλῷ, τῶν ῥητόρων
293ἵν’ἐξακούω; σὺ δ’ἄπιθ’ὦ Θρᾷττ’ἐκποδών.
294δούλοις γὰρ οὐκ ἔξεστ’ἀκούειν τῶν λόγων.
Κηρυκαινα
Κη.
Κη.
295εὐφημία ’στω, εὐφημία ’στω. εὔχεσθε τοῖν
296Θεσμοφόροιν τῇ Δήμητρι καὶ τῇ Κόρῃ καὶ τῷ
297Πλούτῳ καὶ τῇ Καλλιγενείᾳ καὶ τῇ Κουροτρόφῳ
300τῇ Γῇ καὶ τῷ Ἑρμῇ καὶ Χάρισιν ἐκκλησίαν
301τήνδε καὶ σύνοδον τὴν νῦν κάλλιστα καὶ ἄριστα
302ποιῆσαι, πολυωφελῶς μὲν πόλει τῇ Ἀθηναίων
305τυχηρῶς δ’ἡμῖν αὐταῖς. καὶ τὴν δρῶσαν
306τήντ’ἀγορεύουσαν τὰ βέλτιστα περὶ τὸν δῆμον
307τὸν Ἀθηναίων καὶ τὸν τῶν γυναικῶν ταύτην
310νικᾶν. ταῦτ’εὔχεσθε, καὶ ὑμῖν αὐταῖς τα- τἀγαθά.
311ἰὴ παιὼν ἰὴ παιών. χαίρωμεν.
Χορος
Χο.
Χο.
312δεχόμεθα καὶ θεῶν γένος
313λιτόμεθα ταῖσδ’ἐπ’εὐχαῖς
314φανέντας ἐπιχαρῆναι.
315Ζεῦ μεγαλώνυμε χρυσολύρατε
316Δῆλον ὃς ἔχεις ἱεράν,
317καὶ σὺ παγκρατὲς κόρα γλαυκῶπι
318χρυσόλογχε πόλιν οἰκοῦσα
319περιμάχητον, ἐλθὲ δεῦρο.
320καὶ πολυώνυμε θηροφόνη παῖ
321Λατοῦς χρυσώπιδος ἔρνος,
322σύτε πόντιε σεμνὲ Πόσειδον
323ἁλιμέδον προλιπὼν
324μυχὸν ἰχθυόεντ’οἰστροδόνητον,
325Νηρέος ἐναλίουτε κόραι
326Νύμφαιτ’ὀρείπλαγκτοι.
327χρυσέατε φόρμιγξ
328ἰαχήσειεν ἐπ’εὐχαῖς
329ἡμετέραις · τελέως δ’
330ἐκκλησιάσαιμεν Ἀθηναίων
330bεὐγενεῖς γυναῖκες.
Κηρυκαινα
Κη.
Κη.
331εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις
332καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις
333καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις
334καὶ ταῖσι Δηλίαισι τοῖςτ’ἄλλοις θεοῖς,
335εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν
336τῷ τῶν γυναικῶν ἢ ’πικηρυκεύεται
337Εὐριπίδῃ Μήδοιςτ’ἐπὶ βλάβῃ τινὶ
338τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ
339ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον
340ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς
341προαγωγὸς οὖσ’ἐνετρύλλισεν τῷ δεσπότῃ
342ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει,
343ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων
344καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε,
345ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή,
346ἢ καὶ δέχεται προδιδοῦσ’ἑταίρα τὸν φίλον,
347κα- κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς
348ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται,
349κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κα- κᾠκίαν
350ἀρᾶσθε, ταῖς δ’ἄλλαισιν ὑμῖν τοὺς θεοὺς
351εὔχεσθε πάσαις πολλὰ δοῦναι κα- κἀγαθά.
Χορος
Χο.
Χο.
352ξυνευχόμεσθα τέλεα μὲν
353πόλει τέλεα δὲ δήμῳ
354τάδ’εὔγματα γενέσθαι,
355τὰ δ’ἄρισθ’ὅσαις προσήκει
356νικᾶν λεγούσαις · ὁπόσαι δ’
357ἐξαπατῶσιν παραβαίνουσίτε τοὺς
358ὅρκους τοὺς νενομισμένους
360κερδῶν οὕνεκ’ἐπὶ βλάβῃ,
361ἢ ψηφίσματα καὶ νόμον
362ζητοῦσ’ἀντιμεθιστάναι,
363τα- τἀπόρρητάτε τοῖσιν ἐχθροῖς
364τοῖς ἡμετέροις λέγουσ’,
365ἢ Μήδους ἐπάγουσι γῇ
366κερδῶν οὕνεκ’ἐπὶ βλάβῃ,
367ἀσεβοῦσιν ἀδικοῦσίντε τὴν πόλιν.
368ἀλλ’ὦ παγκρατὲς
369Ζεῦ ταῦτα κυρώσειας, ὥσθ’
370ἡμῖν θεοὺς παραστατεῖν
371καίπερ γυναιξὶν οὔσαις.
Κηρυκαινα
Κη.
Κη.
372ἄκουε πᾶς. ἔδοξε τῇ βουλῇ τάδε
373τῇ τῶν γυναικῶν · Τιμόκλει’ἐπεστάτει,
375Λύσιλλ’ἐγραμμάτευεν, εἶπε Ζωστράτη ·
376ἐκκλησίαν ποιεῖν ἕωθεν τῇ μέσῃ
377τῶν Θεσμοφορίων, ᾗ μάλισθ’ἡμῖν σχολή,
378καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου,
379ὅ τι χρὴ παθεῖν ἐκεῖνον · ἀδικεῖν γὰρ δοκεῖ
380ἡμῖν ἁπάσαις. τίς ἀγορεύειν βούλεται;
Γυνη Α
Γυ.
Γυ.
380ἐγώ.
Κηρυκαινα
Κη.
Κη.
380περίθου νυν τόνδε πρῶτον πρὶν λέγειν.
Χορος
Χο.
Χο.
381σίγα σιώπα, πρόσεχε τὸν νοῦν · χρέμπτεται γὰρ ἤδη
382ὅπερ ποιοῦσ’οἱ ῥήτορες. μακρὰν ἔοικε λέξειν.
Γυνη Α
Γυ.
Γυ.
383φιλοτιμίᾳ μὲν οὐδεμιᾷ μὰ τὼ θεὼ
384λέξουσ’ἀνέστην ὦ γυναῖκες · ἀλλὰ γὰρ
385βαρέως φέρω τάλαινα πολὺν ἤδη χρόνον
386προπηλακιζομένας ὁρῶσ’ἡμᾶς ὑπὸ
387Εὐριπίδου τοῦ τῆς λαχανοπωλητρίας
388καὶ πολλὰ καὶ παντοῖ’ἀκουούσας κακά.
389τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν;
390ποῦ δ’οὐχὶ διαβέβληχ’, ὅπουπερ ἔμβραχυ
391εἰσὶν θεαταὶ καὶ τραγῳδοὶ καὶ χοροί,
392τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστίας καλῶν,
393τὰς οἰνοπότιδας, τὰς προδότιδας, τὰς λάλους,
394τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ἀνδράσιν κακόν ·
395ὥστ’εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων
396ὑποβλέπουσ’ἡμᾶς σκοποῦνταίτ’εὐθέως
397μὴ μοιχὸς ἔνδον ᾖ τις ἀποκεκρυμμένος.
398δρᾶσαι δ’ἔθ’ἡμῖν οὐδὲν ὥσπερ καὶ πρὸ τοῦ
399ἔξεστι · τοιαῦθ’οὗτος ἐδίδαξεν κακὰ
400τοὺς ἄνδρας ἡμῶν · ὥστ’ἐάνπερ τις πλέκῃ
401γυνὴ στέφανον, ἐρᾶν δοκεῖ · κα- κἂν ἐκβάλῃ
402σκεῦός τι κατὰ τὴν οἰκίαν πλανωμένη,
403ἁνὴρ ἐρωτᾷ · “τῷ κατέαγεν ἡ χύτρα;
404οὐκ ἔσθ’ὅπως οὐ τῷ Κορινθίῳ ξένῳ”.
405κάμνει κόρη τις, εὐθὺς ἁδελφὸς λέγει,
406“τὸ χρῶμα τοῦτό μ’οὐκ ἀρέσκει τῆς κόρης”.
407εἶεν, γυνή τις ὑποβαλέσθαι βούλεται
408ἀποροῦσα παίδων, οὐ δὲ τοῦτ’ἔστιν λαθεῖν.
409ἅνδρες γὰρ ἤδη παρακάθηνται πλησίον ·
410πρὸς τοὺς γέροντάςθ’οἳ πρὸ τοῦ τὰς μείρακας
411ἤγοντο, διαβέβληκεν, ὥστ’οὐδεὶς γέρων
412γαμεῖν ἐθέλει γυναῖκα διὰ το- τοὔπος τοδὶ
413“δέσποινα γὰρ γέροντι νυμφίῳ γυνή”.
414εἶτα διὰ τοῦτον ταῖς γυναικωνίτισιν
415σφραγῖδας ἐπιβάλλουσιν ἤδη καὶ μοχλοὺς
416τηροῦντες ἡμᾶς, καὶ προσέτι Μολοττικοὺς
417τρέφουσι μορμολυκεῖα τοῖς μοιχοῖς κύνας.
418καὶ ταῦτα μὲν ξυγγνώσθ’. ἃ δ’ἦν ἡμῖν πρὸ τοῦ
419αὐταῖς ταμιεῦσαι καὶ προαιρούσαις λαθεῖν
420ἄλφιτον ἔλαιον οἶνον, οὐ δὲ ταῦτ’ἔτι
421ἔξεστιν. οἱ γὰρ ἄνδρες ἤδη κλῄδια
422αὐτοὶ φοροῦσι κρυπτὰ κακοηθέστατα
423Λακωνίκ’ἄττα, τρεῖς ἔχοντα γομφίους.
424πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ὑποῖξαι τὴν θύραν
425ποιησαμέναισι δακτύλιον τριωβόλου,
426νῦν δ’οὗτος αὐτοὺς ᾡκότριψ Εὐριπίδης
427ἐδίδαξε θριπήδεστ’ἔχειν σφραγίδια
428ἐξαψαμένους. νῦν οὖν ἐμοὶ τούτῳ δοκεῖ
429ὄλεθρόν τιν’ἡμᾶς κυρκανᾶν ἁμωσγέπως,
430ἢ φαρμάκοισιν ἢ μιᾷ γέ τῳ τέχνῃ,
431ὅπως ἀπολεῖται. ταῦτ’ἐγὼ φανερῶς λέγω,
432τὰ δ’ἄλλα μετὰ τῆς γραμματέως συγγράψομαι.
Χορος
Χο.
Χο.
433οὔπω ταύτης ἤκουσα
434πολυπλοκωτέρας γυναικὸς
435οὐ δὲ δεινότερον λεγούσης.
436πάντα γὰρ λέγει δίκαια,
437† πάσας δ’ἰδέας ἐξήτασεν,
438πάντα δ’ἐβάστασεν φρενὶ πυκνῶςτε †
439ποικίλους λόγους ἀνηῦρεν
440εὖ διεζητημένους · ὥστ’ἂν εἰ λέγοι παρ’αὐτὴν
441Ξενοκλέης ὁ Καρκίνου, δοκεῖν
441bἂν αὐτόν, ὡς ἐγω- ἐγᾦμαι,
442πᾶσιν ὑμῖν
442bἄντικρυς μηδὲν λέγειν.
Γυνη Β
Γυ.
Γυ.
443ὀλίγων ἕνεκα κα- καὐτὴ παρῆλθον ῥημάτων.
444τὰ μὲν γὰρ ἄλλ’αὕτη κατηγόρηκεν εὖ ·
445ἃ δ’ἐγὼ πέπονθα, ταῦτα λέξαι βούλομαι.
446ἐμοὶ γὰρ ἁνὴρ ἀπέθανεν μὲν ἐν Κύπρῳ
447παιδάρια πέντε καταλιπών, ἁ- ἁγὼ μόλις
448στεφανηπλοκοῦσ’ἔβοσκον ἐν ταῖς μυρρίναις.
449τέως μὲν οὖν ἀλλ’ἡμικάκως ἐβοσκόμην ·
450νῦν δ’οὗτος ἐν ταῖσιν τραγῳδίαις ποιῶν
451τοὺς ἄνδρας ἀναπέπεικεν οὐκ εἶναι θεούς ·
452ὥστ’οὐκέτ’ἐμπολῶμεν οὐ δ’εἰς ἥμισυ.
453νῦν οὖν ἁπάσαισιν παραινῶ καὶ λέγω
454τοῦτον κολάσαι τὸν ἄνδρα πολλῶν οὕνεκα ·
455ἄγρια γὰρ ἡμᾶς ὦ γυναῖκες δρᾷ κακά,
456ἅτ’ἐν ἀγρίοισι τοῖς λαχάνοις αὐτὸς τραφείς.
457ἀλλ’εἰς ἀγορὰν ἄπειμι · δεῖ γὰρ ἀνδράσιν
458πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
Χορος
Χο.
Χο.
459ἕτερον αὖ τι λῆμα τοῦτο
460κομψότερον ἔτ’ἢ τὸ πρότερον
461ἀναπέφηνεν.
462οἷα κατεστωμύλατο
463οὐκ ἄκαιρα, φρένας ἔχουσα
464καὶ πολύπλοκον νόημ’, οὐ δ’
465ἀσύνετ’ἀλλὰ πιθανὰ πάντα. δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
465bτὸν ἄνδρα
465cπεριφανῶς δοῦναι δίκην.
Μνησιλοχος
Μν.
Μν.
466τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
467Εὐριπίδῃ, τοιαῦτ’ἀκουούσας κακά,
468οὐ θαυμάσιόν ἐστ’, οὐ δ’ἐπιζεῖν τὴν χολήν.
469κα- καὐτὴ γὰρ ἔγωγ’, οὕτως ὀναίμην τῶν τέκνων,
470μισῶ τὸν ἄνδρ’ἐκεῖνον, εἰ μὴ μαίνομαι.
471ὅμως δ’ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον ·
472αὐταὶ γάρ ἐσμεν, κα- κοὐδεμί’ἔκφορος λόγου.
473τί ταῦτ’ἔχουσαι ’κεῖνον αἰτιώμεθα
474βαρέωςτε φέρομεν, εἰ δύ’ἡμῶν ἢ τρία
475κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
476ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μη- μἄλλην λέγω,
477ξύνοιδ’ἐμαυτῇ πολλὰ δείν’· ἐκεῖνο δ’οὖν
478δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
479ὁ δ’ἀνὴρ παρ’ἐμοὶ καθηῦδεν · ἦν δέ μοι φίλος,
480ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
481οὖτος πόθῳ μου ’κνυεν ἐλθὼν τὴν θύραν ·
482κα- κᾆτ’εὐφὺς ἔγνων · εἶτα καταβαίνω λάθρᾳ.
483ὁ δ’ἀνὴρ ἐρωτᾷ “ποῖ σὺ καταβαίνεις”; “ὅποι;
484στρόφος μ’ἔχει τὴν γαστέρ ὦνερ κα- κὠδύνη ·
485ἐς τὸν κοπρῶν’οὖν ἔρχομαι”. “βάδιζέ νυν” ·
486κα- κᾆθ’ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον ·
487ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
488ἐξῆλθον ὡς τὸν μοιχόν · εἶτ’ἠρειδόμην
489παρὰ τὸν Ἀγυιᾶ κύβδ’ἐχομένη τῆς δάφνης.
490ταῦτ’οὐδεπώποτ’εἶφ’, ὁρᾶτ’, Εὐριπίδης ·
491οὐ δ’ὡς ὑπὸ τῶν δούλωντε κα- κὠρεωκόμων
492σποδούμεθ’, ἢν μὴ ’χωμεν ἕτερον, οὐ λέγει ·
493οὐ δ’ὡς ὅταν μάλισθ’ὑπό του ληκώμεθα
494τὴν νύχθ’, ἕωθεν σκόροδα διαμασώμεθα,
495ἵν’ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
496μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθ’, ὁρᾷς,
497οὐπώποτ’εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
498ἡμῖν τί τοῦτ’ἔστ’; οὐ δ’ἐκεῖν’εἴρηκέ πω,
499ὡς ἡ γυνὴ δεικνῦσα τα- τἀνδρὶ το- τοὔγκυκλον
500† ὑπ’αὐγὰς † οἷόν ἐστιν, ἐγκεκαλυμμένον
501τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
502ἑτέραν δ’ἐγω- ἐγᾦδ’ἣ ’φασκεν ὠδίνειν γυνὴ
503δέχ’ἡμέρας, ἔως ἐπρίατο παιδίον ·
504ὁ δ’ἀνὴρ περιέτρεχ’ὠκυτόκι’ὠνούμενος ·
505τὸ δ’εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
506ἵνα μὴ βοῴη, κηρίῳ βεβυσμένον ·
507εἶθ’ὡς ἔνευσεν ἡ φέρουσ’, εὐθὺς βοᾷ ·
508“ἄπελθ’ἄπελθ’, ἤδη γὰρ ὠ- ὦνέρ μοι δοκῶ
509τέξειν”. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν ·
510κα- χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δ’ἐξέσπασεν
511ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ’ἀνέκραγεν.
512εἶθ’ἡ μιαρὰ γραῦς, ἣ ’φερεν τὸ παιδίον,
513θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει ·
514“λέων λέων σοι γέγονεν, αὔτ’ἔκμαγμα σόν,
515τάτ’ἄλλ’ἁπαξάπαντα καὶ τὸ πόσθιον
516τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον”.
517ταῦτ’οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
518ἡμεῖς γε. κα- κᾆτ’Εὐριπίδῃ θυμούμεθα,
519οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;
Χορος
Χο.
Χο.
520τουτὶ μέντοι θαυμαστόν,
521ὁπόθεν ηὑρέθη τὸ χρῆμα,
522κα- χἤτις ἐξέθρεψε χώρα
523τήνδε τὴν θρασεῖαν οὕτω.
524τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον
525κατὰ τὸ φανερὸν ὧδ’ἀναιδῶς
526οὐκ ἂν ᾠόμην ἐν ἡμῖν
527οὐ δὲ τολμῆσαί ποτ’ἄν.
528ἀλλ’ἅπαν γένοιτ’ἂν ἤδη ·
529τὴν παροιμίαν δ’ἐπαινῶ
529bτὴν παλαιάν · ὑπὸ λίθῳ γὰρ
530παντί που χρὴ
530bμὴ δάκῃ ῥήτωρ ἀθρεῖν.
531ἀλλ’οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν
532οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρ’εἰ γυναῖκες.
Γυνη Α
Γυ.
Γυ.
533οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
534ἀλλ’ἢ πεφάρμαχθ’ἢ κακόν τι μέγα πεπόνθατ’ἄλλο,
535ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
536ἡμᾶς ἁπάσας. εἰ μὲν οὖν τις ἔστιν · εἰ δὲ μή, ἡμεῖς
537αὐταίτε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
538ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
539γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
Μνησιλοχος
Μν.
Μν.
540μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
541παρρησίας κα- κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
542εἶτ’εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
543διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφ’ὑμῶν;
Γυνη Α
Γυ.
Γυ.
544οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
545ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
546ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
547ἐγένετο, Μελανίππας ποιῶν Φαίδραςτε · Πηνελόπην δὲ
548οὐπώποτ’ἐποίησ’, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
Μνησιλοχος
Μν.
Μν.
549ἐγὼ γὰρ οἶδα τα- ταἴτιον. μίαν γὰρ οὐκ ἂν εἴποις
550τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δ’ἁπαξαπάσας.
Γυνη Α
Γυ.
Γυ.
551ἀκούετ’ὦ γυναῖκες οἷ’εἴρηκεν ἡ πανοῦργος
552ἡμᾶς ἁπάσας αὖθις αὖ.
Μνησιλοχος
Μν.
Μν.
552καὶ νὴ Δί’οὐδέπω γε
553εἴρηχ’ὅσα ξύνοιδ’· ἐπεὶ βούλεσθε πλείον’εἴπω;
Γυνη Α
Γυ.
Γυ.
554ἀλλ’οὐκ ἂν ἔτ’ἔχοις · ὅσα γὰρ ᾔδησθ’ἐξέχεας ἅπαντα.
Μνησιλοχος
Μν.
Μν.
555μὰ Δί’οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
556ἐπεὶ τάδ’οὐκ εἴρηχ’, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
557ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
Γυνη Α
Γυ.
Γυ.
557ἐπιτριβείης.
Μνησιλοχος
Μν.
Μν.
558ὥςτ’αὖ τὰ κρέ’ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
559ἔπειτα τὴν γαλῆν φαμεν —
Γυνη Α
Γυ.
Γυ.
559τάλαιν’ἐγώ · φλυαρεῖς.
Μνησιλοχος
Μν.
Μν.
560οὐ δ’ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
561οὐκ εἶπον · οὐ δ’ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρ’ἔμηνεν,
562οὐ δ’ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτ’—
Γυνη Α
Γυ.
Γυ.
562ἐξόλοιο.
Μνησιλοχος
Μν.
Μν.
563Ἀχαρνικὴ τὸν πατέρα.
Γυνη Α
Γυ.
Γυ.
563ταυτὶ δῆτ’ἀνέκτ’ἀκούειν;
Μνησιλοχος
Μν.
Μν.
564οὐ δ’ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
565τοῦθ’ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
Γυνη Α
Γυ.
Γυ.
566οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
567ἀλλ’ἐκποκιῶ σου τὰς ποκάδας.
Μνησιλοχος
Μν.
Μν.
567οὐ δὴ μὰ Δία σύ γ’ἅψει.
Γυνη Α
Γυ.
Γυ.
568καὶ μὴν ἰδού.
Μνησιλοχος
Μν.
Μν.
568καὶ μὴν ἰδού.
Γυνη Α
Γυ.
Γυ.
568λαβὲ το- θοἰμάτιον Φιλίστη.
Μνησιλοχος
Μν.
Μν.
569πρόσθες μόνον, κα- κἀγώ σε νὴ τὴν Ἄρτεμιν —
Γυνη Α
Γυ.
Γυ.
569τί δράσεις;
Μνησιλοχος
Μν.
Μν.
570τὸν σησαμοῦνθ’ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
Χορος
Χο.
Χο.
571παύσασθε λοιδορούμεναι · καὶ γὰρ γυνή τις ἡμῖν
572ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
573σιγᾶθ’, ἵν’αὐτῆς κοσμίως πυθώμεθ’ἅττα λέξει.
Κλεισθενης
Κλ.
Κλ.
574φίλαι γυναῖκες ξυγγενεῖς το- τοὐμοῦ τρόπου ·
575ὅτι μὲν φίλος εἴμ’ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις ·
576γυναικομανῶ γὰρ προξενῶθ’ὑμῶν ἀεί.
577καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
578ὀλίγῳ τι πρότερον κατ’ἀγορὰν λαλούμενον,
579ἥκω φράσων τοῦτ’ἀγγελῶνθ’ὑμῖν, ἵνα
580σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
581ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορος
Χο.
Χο.
582τί δ’ἔστιν ὦ παῖ; παῖδα γάρ σ’εἰκὸς καλεῖν,
583ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθενης
Κλ.
Κλ.
584Εὐριπίδην φάσ’ἄνδρα κηδεστήν τινα
585αὑτοῦ γέροντα δεῦρ’ἀναπέμψαι τήμερον.
Χορος
Χο.
Χο.
586πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθενης
Κλ.
Κλ.
587ἵν’ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
588ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορος
Χο.
Χο.
589καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθενης
Κλ.
Κλ.
590ἀφηῦσεν αὐτὸν κα- κἀπέτιλ’Εὐριπίδης
591καὶ τα- τἄλλ’ἅπανθ’ὥσπερ γυναῖκ’ἐσκεύασεν.
Μνησιλοχος
Μν.
Μν.
592πείθεσθε τούτῳ ταῦτα; τίς δ’οὕτως ἀνὴρ
593ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
594οὐκ οἴομαι ’γωγ’ὦ πολυτιμήτω θεώ.
Κλεισθενης
Κλ.
Κλ.
595ληρεῖς · ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
596εἰ μὴ ’πεπύσμην ταῦτα τῶν σάφ’εἰδότων.
Χορος
Χο.
Χο.
597τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
598ἀλλ’ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
599ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
600λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
601καὶ σὺ ξυνέξευρ’αὐτόν, ὡς ἂν τὴν χάριν
602ταύτηντε κα- κἀκείνην ἔχῃς ὦ πρόξενε.
Κλεισθενης
Κλ.
Κλ.
603φέρ’ἴδω · τίς ἡ πρώτη σύ;
Μνησιλοχος
Μν.
Μν.
603ποῖ τις τρέψεται;
Κλεισθενης
Κλ.
Κλ.
604ζητητέαι γάρ ἐστε.
Μνησιλοχος
Μν.
Μν.
604κακοδαίμων ἐγώ.
Γυνη Α
Γυ.
Γυ.
605ἔμ’ἥτις εἴμ’ἤρου; Κλεωνύμου γυνή.
Κλεισθενης
Κλ.
Κλ.
606γιγνώσκεθ’ὑμεῖς ἥτις ἔσθ’ἥδ’ἡ γυνή;
Χορος
Χο.
Χο.
607γιγνώσκομεν δῆτ’. ἀλλὰ τὰς ἄλλας ἄθρει.
Κλεισθενης
Κλ.
Κλ.
608ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
609ἔχουσα;
Γυνη Α
Γυ.
Γυ.
609τίτθη νὴ Δί’ἐμή.
Μνησιλοχος
Μν.
Μν.
609διοίχομαι.
Κλεισθενης
Κλ.
Κλ.
610αὕτη σὺ ποῖ στρέφει; μέν’αὐτοῦ. τί τὸ κακόν;
Μνησιλοχος
Μν.
Μν.
611ἔασον οὐρῆσαί μ’.
Κλεισθενης
Κλ.
Κλ.
611ἀναίσχυντός τις εἶ.
612σὺ δ’οὖν ποίει τοῦτ’. ἀναμενῶ γὰρ ἐνθάδε.
Χορος
Χο.
Χο.
613ἀνάμενε δῆτα καὶ σκόπει γ’αὐτὴν σφόδρα ·
614μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
Κλεισθενης
Κλ.
Κλ.
615πολύν γε χρόνον οὐρεῖς σύ.
Μνησιλοχος
Μν.
Μν.
615νὴ Δί’ὦ μέλε ·
616στραγγουριῶ γάρ · ἐχθὲς ἔφαγον κάρδαμα.
Κλεισθενης
Κλ.
Κλ.
617τί καρδαμίζεις; οὐ βαδιεῖ δεῦρ’ὡς ἐμέ;
Μνησιλοχος
Μν.
Μν.
618τί δῆτά μ’ἕλκεις ἀσθενοῦσαν;
Κλεισθενης
Κλ.
Κλ.
618εἰπέ μοι,
619τίς ἔστ’ἀνήρ σοι;
Μνησιλοχος
Μν.
Μν.
619τὸν ἐμὸν ἄνδρα πυνθάνει;
620τὸν δεῖνα γιγνώσκεις, τὸν ἐκ Κοθωκιδῶν;
Κλεισθενης
Κλ.
Κλ.
621τὸν δεῖνα; ποῖον;
Μνησιλοχος
Μν.
Μν.
621ἔσθ’ὁ δεῖν’, ὃς καί ποτε
622τὸν δεῖνα τὸν τοῦ δεῖνα —
Κλεισθενης
Κλ.
Κλ.
622ληρεῖν μοι δοκεῖς.
623ἀνῆλθες ἤδη δεῦρο πρότερον;
Μνησιλοχος
Μν.
Μν.
623νὴ Δία
624ὁσέτη γε.
Κλεισθενης
Κλ.
Κλ.
624καὶ τίς σο- σοὐστὶ συσκηνήτρια;
Μνησιλοχος
Μν.
Μν.
625ἡ δεῖν’ἔμοιγ’.
Κλεισθενης
Κλ.
Κλ.
625οἴμοι τάλας, οὐδὲν λέγεις.
Γυνη Α
Γυ.
Γυ.
626ἄπελθ’. ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς
627ἐκ τῶν ἱερῶν τῶν πέρυσι · σὺ δ’ἀπόστηθί μοι,
628ἵνα μὴ ’πακούσῃς ὢν ἀνήρ. σὺ δ’εἰπέ μοι
629ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο.
Μνησιλοχος
Μν.
Μν.
630φέρ’ἴδω, τί μέντοι πρῶτον ἦν; ἐπίνομεν.
Γυνη Α
Γυ.
Γυ.
631τί δὲ μετὰ τοῦτο δεύτερον;
Μνησιλοχος
Μν.
Μν.
631προὐπίνομεν.
Γυνη Α
Γυ.
Γυ.
632ταυτὶ μὲν ἤκουσάς τινος · τί δαὶ τρίτον;
Μνησιλοχος
Μν.
Μν.
633σκάφιον Ξένυλλ’ᾔτησεν · οὐ γὰρ ἦν ἀμίς.
Γυνη Α
Γυ.
Γυ.
634οὐδὲν λέγεις. δεῦρ’ἐλθὲ δεῦρ’ὦ Κλείσθενες ·
635ὅδ’ἐστὶν ἁνὴρ ὃν λέγεις.
Κλεισθενης
Κλ.
Κλ.
635τί οὖν ποιῶ;
Γυνη Α
Γυ.
Γυ.
636ἀπόδυσον αὐτόν · οὐδὲν ὑγιὲς γὰρ λέγει.
Μνησιλοχος
Μν.
Μν.
637κα- κἄπειτ’ἀποδύσετ’ἐννέα παίδων μητέρα;
Κλεισθενης
Κλ.
Κλ.
638χάλα ταχέως τὸ στρόφιον ὠ- ὦναίσχυντε σύ.
Γυνη Α
Γυ.
Γυ.
639ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά ·
640καὶ νὴ Δία τιτθούς γ’ὥσπερ ἡμεῖς οὐκ ἔχει.
Μνησιλοχος
Μν.
Μν.
641στερίφη γάρ εἰμι κα- κοὐκ ἐκύησα πώποτε.
Γυνη Α
Γυ.
Γυ.
642νῦν · τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα.
Κλεισθενης
Κλ.
Κλ.
643ἀνίστασ’ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω;
Γυνη Α
Γυ.
Γυ.
644τοδὶ διέκυψε καὶ μάλ’εὔχρων ὦ τάλαν.
Κλεισθενης
Κλ.
Κλ.
645καὶ ποῦ ’στιν;
Γυνη Α
Γυ.
Γυ.
645αὖθις ἐς τὸ πρόσθεν οἴχεται.
Κλεισθενης
Κλ.
Κλ.
646οὐκ ἐνγεταυθί.
Γυνη Α
Γυ.
Γυ.
646μη- μἀλλὰ δεῦρ’ἥκει πάλιν.
Κλεισθενης
Κλ.
Κλ.
647ἰσθμόν τιν’ἔχεις ὠ- ὦνθρωπ’· ἄνωτε καὶ κάτω
648τὸ πέος διέλκεις πυκνότερον Κορινθίων.
Γυνη Α
Γυ.
Γυ.
649ὦ μιαρὸς οὗτος · ταῦτ’ἄρ’ὑπὲρ Εὐριπίδου
650ἡμῖν ἐλοιδορεῖτο.
Μνησιλοχος
Μν.
Μν.
650κακοδαίμων ἐγώ,
651εἰς οἷ’ἐμαυτὸν εἰσεκύλισα πράγματα.
Γυνη Α
Γυ.
Γυ.
652ἄγε δὴ τί δρῶμεν;
Κλεισθενης
Κλ.
Κλ.
652τουτονὶ φυλάττετε
653καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται ·
654ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.
Χορος
Χο.
Χο.
655ἡμᾶς τοίνυν μετὰ τοῦτ’ἤδη τὰς λαμπάδας ἁψαμένας χρὴ
656ξυζωσαμένας εὖ κα- κἀνδρείως τῶνθ’ἱματίων ἀποδύσας
657ζητεῖν, εἴ που κα- κἄλλος τις ἀνὴρ ἀνελήλυθε, καὶ περιθρέξαι
658τὴν πύκνα πᾶσαν καὶ τὰς σκηνὰς καὶ τὰς διόδους διαθρῆσαι.
659εἶα δὴ πρώτιστα μὲν χρὴ κοῦφον ἐξορμᾶν πόδα
660καὶ διασκοπεῖν σιωπῇ πανταχῇ · μόνον δὲ χρὴ
661μὴ βραδύνειν, ὡς ὁ καιρός ἐστι μὴ μέλλειν ἔτι,
662ἀλλὰ τὴν πρώτην τρέχειν χρῆν ὡς τάχιστ’ἤδη κύκλῳ.
663εἶά νυν ἴχνευε καὶ μάτευε ταχὺ πάντ’, εἴ τις ἐν τόποις ἑδραῖος
664ἄλλος αὖ λέληθεν ὤν.
665πανταχῇ δὲ ῥῖψον ὄμμα,
666καὶ τὰ τῇδε καὶ τὰ δεῦρο
667πάντ’ἀνασκόπει καλῶς.
668ἢν γάρ με λάθῃ δράσας ἀνόσια,
669δώσειτε δίκην καὶ πρὸς τούτῳ τοῖς ἄλλοις ἀνδράσιν ἔσται
670παράδειγμ’ὕβρεως ἀδίκωντ’ἔργων
671ἀθέωντε τρόπων ·
672φήσει δ’εἶναίτε θεοὺς φανερῶς,
673δείξειτ’ἤδη
674πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας […]
675† δικαίωςτ’ἐφέποντας † ὅσια καὶ νόμιμα
676μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
677κα- κἂν μὴ ποιῶσι ταῦτα τοιάδ’ἔσται ·
678αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
680† μανίαις † φλέγων λύσσῃ παράκοπος,
681† εἴ τι δρῴη †
682πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
683ὅτι τάτε παράνομα τάτ’ἀνόσια παρὼν
685θεὸς ἀποτίνεται.
686ἀλλ’ἔοιχ’ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
687οὐχ ὁρῶμεν γοῦν ἔτ’ἄλλον οὐδέν’ἐγκαθήμενον.
Γυνη Α
Γυ.
Γυ.
689ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
690τάλαιν’ἐγὼ τάλαινα, καὶ τὸ παιδίον
691ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
Μνησιλοχος
Μν.
Μν.
692κέκραχθι · τοῦτο δ’οὐδέποτε σὺ ψωμιεῖς,
693ἢν μή μ’ἀφῆτ’· ἀλλ’ἐνθάδ’ἐπὶ τῶν μηρίων
694πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
695καθαιματώσει βωμόν.
Γυνη Α
Γυ.
Γυ.
695ὦ τάλαιν’ἐγώ.
696γυναῖκες, οὐκ ἀρήξετ’; οὐ πολλὴν βοὴν
697στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
698τέκνου με περιόψεσθ’ἀποστερουμένην;
Χορος
Χο.
Χο.
699ἔα ἔα.
700ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
701νεοχμὸν αὖ τέρας;
702ὡς ἅπαντ’ἄρ’ἐστὶ τόλμης μεστὰ κα- κἀναισχυντίας.
703οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
Μνησιλοχος
Μν.
Μν.
704οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
Χορος
Χο.
Χο.
705ταῦτα δῆτ’οὐ δεινὰ πράγματ’ἐστὶ καὶ περαιτέρω;
Γυνη Α
Γυ.
Γυ.
706δεινὰ δῆθ’, ὅστις γ’ἔχει μου ’ξαρπάσας τὸ παιδίον.
Χορος
Χο.
Χο.
707τί ἂν οὖν εἴποι πρὸς ταῦτά τις, ὅτε
708τοιαῦτα ποιῶν ὅδ’ἀναισχυντεῖ;
Μνησιλοχος
Μν.
Μν.
709κα- κοὔπω μέντοι γε πέπαυμαι.
Χορος
Χο.
Χο.
710ἀλλ’οὖν ἥκεις γ’ὅθεν οὐ φαύλως γ’
711ἀποδρὰς λέξεις
712οἷον δράσας διέδυς ἔργον,
713λήψει δὲ κακόν.
Μνησιλοχος
Μν.
Μν.
714τοῦτο μέντοι μὴ γένοιτο μηδαμῶς, ἀπεύχομαι.
Χορος
Χο.
Χο.
715τίς οὖν σοι, τίς ἂν σύμμαχος ἐκ θεῶν
716ἀθανάτων ἔλθοι ξὺν ἀδίκοις ἔργοις;
Μνησιλοχος
Μν.
Μν.
717μάτην λαλεῖτε · τὴν δ’ἐγὼ οὐκ ἀφήσω.
Χορος
Χο.
Χο.
718ἀλλ’οὐ μὰ τὼ θεὼ τάχ’οὐ χαίρων ἴσως
720ἐνυβριεῖς λόγους λέξειςτ’ἀνοσίους
721ἐπ’ἀθέοις ἔργοις ·
722καὶ γὰρ ἀνταμειψόμεσθά σ’ὥσπερ εἰκὸς ἀντὶ τῶνδε.
723τάχα δὲ μεταβαλοῦσ’ἐπὶ κακὸν ἑτερότροπον
725ἐπέχει τύχη.
726ἀλλὰ τάσδε μὲν λαβεῖν χρῆν σ’ἐκφέρειντε τῶν ξύλων,
727καὶ καταίθειν τὸν πανοῦργον πυρπολεῖνθ’ὅσον τάχος.
Γυνη Α
Γυ.
Γυ.
728ἴωμεν ἐπὶ τὰς κληματίδας ὦ Μανία.
729κα- κἀγώ σ’ἀποδείξω θυμάλωπα τήμερον.
Μνησιλοχος
Μν.
Μν.
730ὕφαπτε καὶ κάταιθε · σὺ δὲ τὸ Κρητικὸν
731ἀπόδυθι ταχέως · τοῦ θανάτου δ’ὦ παιδίον
732μόνην γυναικῶν αἰτιῶ τὴν μητέρα.
733τουτὶ τί ἔστιν; ἀσκὸς ἐγένεθ’ἡ κόρη
734οἴνου πλέως καὶ ταῦτα Περσικὰς ἔχων.
735ὦ θερμόταται γυναῖκες, ὦ ποτίσταται
736κα- κἀκ παντὸς ὑμεῖς μηχανώμεναι πιεῖν,
737ὦ μέγα καπήλοις ἀγαθὸν ἡμῖν δ’αὖ κακόν,
738κακὸν δὲ καὶ τοῖς σκευαρίοις καὶ τῇ κρόκῃ.
Γυνη Α
Γυ.
Γυ.
739παράβαλλε πολλὰς κληματίδας ὦ Μανία.
Μνησιλοχος
Μν.
Μν.
740παράβαλλε δῆτα · σὺ δ’ἀπόκριναί μοι τοδί,
741τουτὶ τεκεῖν φῄς;
Γυνη Α
Γυ.
Γυ.
741καὶ δέκα μῆνας αὔτ’ἐγὼ
742ἤνεγκον.
Μνησιλοχος
Μν.
Μν.
742ἤνεγκας σύ;
Γυνη Α
Γυ.
Γυ.
742νὴ τὴν Ἄρτεμιν.
Μνησιλοχος
Μν.
Μν.
743τρικότυλον ἢ πῶς; εἰπέ μοι.
Γυνη Α
Γυ.
Γυ.
743τί μ’ἠργάσω;
744ἀπέδυσας ὠ- ὦναίσχυντέ μου τὸ παιδίον
745τυννοῦτον ὄν.
Μνησιλοχος
Μν.
Μν.
745τυννοῦτο;
Γυνη Α
Γυ.
Γυ.
745μικρὸν νὴ Δία.
Μνησιλοχος
Μν.
Μν.
746πόσ’ἔτη δὲ γέγονε; τρεῖς Χοᾶς ἢ τέτταρας;
Γυνη Α
Γυ.
Γυ.
747σχεδὸν τοσοῦτον κα- χὤσον ἐκ Διονυσίων.
748ἀλλ’ἀπόδος αὐτό.
Μνησιλοχος
Μν.
Μν.
748μὰ τὸν Ἀπόλλω τουτονί.
Γυνη Α
Γυ.
Γυ.
749ἐμπρήσομεν τοίνυν σε.
Μνησιλοχος
Μν.
Μν.
749πάνυ γ’ἐμπίμπρατε ·
750αὕτη δ’ἀποσφαγήσεται μάλ’αὐτίκα.
Γυνη Α
Γυ.
Γυ.
751μὴ δῆθ’, ἱκετεύω σ’· ἀλλ’ἔμ’ὅ τι χρῄζεις ποίει
752ὑπέρ γε τούτου.
Μνησιλοχος
Μν.
Μν.
752φιλότεκνός τις εἶ φύσει.
753ἀλλ’οὐδὲν ἧττον ἥδ’ἀποσφαγήσεται.
Γυνη Α
Γυ.
Γυ.
754οἴμοι τέκνον. δός μοι σφαγεῖον Μανία,
755ἵν’οὖν τό γ’αἷμα τοῦ τέκνου το- τοὐμοῦ λάβω.
Μνησιλοχος
Μν.
Μν.
756ὕπεχ’αὐτό, χαριοῦμαι γὰρ ἕν γε τοῦτό σοι.
Γυνη Α
Γυ.
Γυ.
757κακῶς ἀπόλοι’, ὡς φθονερὸς εἶ καὶ δυσμενής.
Μνησιλοχος
Μν.
Μν.
758τουτὶ τὸ δέρμα τῆς ἱερείας γίγνεται.
Γυνη Α
Γυ.
Γυ.
759τί τῆς ἱερείας γίγνεται;
Μνησιλοχος
Μν.
Μν.
759τουτί. λαβέ.
Γυνη Γ
Γυ.
Γυ.
760ταλαντάτη Μίκκα τίς ἐξεκόρησέ σε;
761τίς τὴν ἀγαπητὴν παῖδά σο- σοὐξηράσατο;
Γυνη Α
Γυ.
Γυ.
762ὁ πανοῦργος οὗτος. ἀλλ’ἐπειδήπερ πάρει,
763φύλαξον αὐτόν, ἵνα λαβοῦσα Κλεισθένη
764τοῖσιν πρυτάνεσιν ἃ πεποίηχ’οὗτος φράσω.
Μνησιλοχος
Μν.
Μν.
765ἄγε δὴ τίς ἔσται μηχανὴ σωτηρίας;
766τίς πεῖρα, τίς ἐπίνοι’; ὁ μὲν γὰρ αἴτιος
767κα- κἄμ’ἐσκυλίσας ἐς τοιαυτὶ πράγματα
768οὐ φαίνεταί πω. φέρε τίν’οὖν ἂν ἄγγελον
769πέμψαιμ’ἐπ’αὐτόν; οἶδ’ἐγὼ καὶ δὴ πόρον
770ἐκ τοῦ Παλαμήδους · ὡς ἐκεῖνος, τὰς πλάτας
771ῥίψω γράφων. ἀλλ’οὐ πάρεισιν αἱ πλάται.
772πόθεν οὖν γένοιντ’ἄν μοι πλάται πόθεν; πόθεν;
773τί δ’ἂν εἰ ταδὶ τα- τἀγάλματ’ἀντὶ τῶν πλατῶν
774γράφων διαρρίπτοιμι; βέλτιον πολύ.
775ξύλον γέ τοι καὶ ταῦτα κα- κἀκεῖν’ἦν ξύλον.
776ὦ χεῖρες ἐμαὶ
777ἐγχειρεῖν χρῆν ἔργῳ πορίμῳ.
778ἄγε δὴ πινάκων ξεστῶν δέλτοι,
779δέξασθε σμίλης ὁλκοὺς
780κήρυκας ἐμῶν μόχθων · οἴμοι
781τουτὶ τὸ ῥῶ μοχθηρόν ·
782χώρει χώρει. ποίαν αὔλακα;
783βάσκετ’ἐπείγετε πάσας καθ’ὁδοὺς
784κείνᾳ ταύτᾳ · ταχέως χρή.
Χορος
Χο.
Χο.
785ἡμεῖς τοίνυν ἡμᾶς αὐτὰς εὖ λέξωμεν παραβᾶσαι,
786καίτοι πᾶς τις τὸ γυναικεῖον φῦλον κακὰ πόλλ’ἀγορεύει,
787ὡς πᾶν ἐσμὲν κακὸν ἀνθρώποις κα- κἀξ ἡμῶν ἐστιν ἅπαντα,
788ἔριδες νείκη στάσις ἀργαλέα λύπη πόλεμος. φέρε δή νυν,
789εἰ κακόν ἐσμεν, τί γαμεῖθ’ἡμᾶς, εἴπερ ἀληθῶς κακόν ἐσμεν,
790κα- κἀπαγορεύετε μήτ’ἐξελθεῖν μήτ’ἐκκύψασαν ἁλῶναι,
791ἀλλ’οὑτωσὶ πολλῇ σπουδῇ τὸ κακὸν βούλεσθε φυλάττειν;
792κα- κἂν ἐξέλθῃ τὸ γύναιόν ποι, κα- κᾆθ’εὕρητ’αὐτὸ θύρασιν,
793μανίας μαίνεσθ’, οὓς χρῆν σπένδειν καὶ χαίρειν, εἴπερ ἀληθῶς
794ἔνδοθεν ηὕρετε φροῦδον τὸ κακὸν καὶ μὴ κατελαμβάνετ’ἔνδον.
795κα- κἂν καταδάρθωμεν ἐν ἀλλοτρίων παίζουσαι καὶ κοπιῶσαι,
796πᾶς τις τὸ κακὸν τοῦτο ζητεῖ περὶ τὰς κλίνας περινοστῶν.
797κα- κἂν ἐκ θυρίδος παρακύπτωμεν, τὸ κακὸν ζητεῖτε θεᾶσθαι ·
798κα- κἂν αἰσχυνθεῖσ’ἀναχωρήσῃ, πολὺ μᾶλλον πᾶς ἐπιθυμεῖ
799αὖθις τὸ κακὸν παρακύψαν ἰδεῖν. οὕτως ἡμεῖς ἐπιδήλως
800ὑμῶν ἐσμεν πολὺ βελτίους, βάσανόςτε πάρεστιν ἰδέσθαι.
801βάσανον δῶμεν πότεροι χείρους. ἡμεῖς μὲν γάρ φαμεν ὑμᾶς,
802ὑμεῖς δ’ἡμᾶς. σκεψώμεθα δὴ κα- κἀντιτιθῶμεν πρὸς ἕκαστον,
803παραβάλλουσαι τῆςτε γυναικὸς καὶ τα- τἀνδρὸς το- τοὔνομ’ἑκάστου.
804ναυσιμάχης μέν γ’ἥττων ἐστὶν Χαρμῖνος · δῆλα δὲ τα- τἄργα.
805καὶ μὲν δὴ καὶ Κλεοφῶν χείρων πάντως δήπου Ξαλαβακχοῦς.
806πρὸς Ἀριστομάχην δὲ χρόνου πολλοῦ, πρὸς ἐκείνην τὴν Μαραθῶνι,
807καὶ Ξτρατονίκην ὑμῶν οὐδεὶς οὐ δ’ἐγχειρεῖ πολεμίζειν.
808ἀλλ’Εὐβούλης τῶν πέρυσίν τις βουλευτής ἐστιν ἀμείνων
809παραδοὺς ἑτέρῳ τὴν βουλείαν; οὐ δ’αὐτὸς τοῦτό γε φήσεις.
810οὕτως ἡμεῖς πολὺ βελτίους τῶν ἀνδρῶν εὐχόμεθ’εἶναι.
811οὐ δ’ἂν κλέψασα γυνὴ ζεύγει κατὰ πεντήκοντα τάλαντα
812ἐς πόλιν ἔλθοι τῶν δημοσίων · ἀλλ’ἢν τὰ μέγισθ’ὑφέληται
813φορμὸν πυρῶν τα- τἀνδρὸς κλέψασ’, αὐθημερὸν αὔτ’ἀπέδωκεν.
814ἀλλ’ἡμεῖς ἂν πολλοὺς τούτων
815ἀποδείξαιμεν ταῦτα ποιοῦντας.
816καὶ πρὸς τούτοις γάστριδας ἡμῶν
817ὄντας μᾶλλον καὶ λωποδύτας
818καὶ βωμολόχους κα- κἀνδραποδιστάς.
819καὶ μὲν δήπου καὶ τὰ πατρῷά γε
820χείρους ἡμῶν εἰσιν σῴζειν ·
821ἡμῖν μὲν γὰρ σῶν ἔτι καὶ νῦν
822τα- τἀντίον ὁ κανὼν οἱ καλαθίσκοι
823τὸ σκιάδειον ·
824τοῖς δ’ἡμετέροις ἀνδράσι τούτοις
825ἀπόλωλεν μὲν πολλοῖς ὁ κανὼν
826ἐκ τῶν οἴκων αὐτῇ λόγχῃ,
827πολλοῖς δ’ἑτέροις ἀπὸ τῶν ὤμων
828ἐν ταῖς στρατιαῖς
829ἔρριπται τὸ σκιάδειον.
830πόλλ’ἂν αἱ γυναῖκες ἡμεῖς ἐν δίκῃ μεμψαίμεθ’ἂν
831τοῖσιν ἀνδράσιν δικαίως, ἓν δ’ὑπερφυέστατον.
832χρῆν γάρ, ἡμῶν εἰ τέκοι τις ἄνδρα χρηστὸν τῇ πόλει,
833ταξίαρχον ἢ στρατηγόν, λαμβάνειν τιμήν τινα,
834προεδρίαντ’αὐτῇ δίδοσθαι Στηνίοισι καὶ Σκίροις
835ἔντε ταῖς ἄλλαις ἑορταῖς αἷσιν ἡμεῖς ἤγομεν ·
836εἰ δὲ δειλὸν καὶ πονηρὸν ἄνδρα τις τέκοι γυνή,
837ἢ τριήραρχον πονηρὸν ἢ κυβερνήτην κακόν,
838ὑστέραν αὐτὴν καθῆσθαι σκάφιον ἀποκεκαρμένην
839τῆς τὸν ἀνδρεῖον τεκούσης. τῷ γὰρ εἰκὸς ὦ πόλις
840τὴν Ὑπερβόλου καθῆσθαι μητέρ’ἠμφιεσμένην
841λευκὰ καὶ κόμας καθεῖσαν πλησίον τῆς Λαμάχου,
842καὶ δανείζειν χρήμαθ’, ᾗ χρῆν, εἰ δανείσειέν τινι
843καὶ τόκον πράττοιτο, διδόναι μηδέν’ἀνθρώπων τόκον,
844ἀλλ’ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματ’εἰπόντας τοδί,
845“ἀξία γοῦν εἶ τόκου τεκοῦσα τοιοῦτον τόκον”.
Μνησιλοχος
Μν.
Μν.
846ἰλλὸς γεγένημαι προσδοκῶν · ὁ δ’οὐδέπω.
847τί δῆτ’ἂν εἴη το- τοὐμποδών; οὐκ ἔσθ’ὅπως
848οὐ τὸν Παλαμήδην ψυχρὸν ὄντ’αἰσχύνεται.
849τῷ δῆτ’ἂν αὐτὸν προσαγαγοίμην δράματι;
850ἐγω- ἐγᾦδα · τὴν καινὴν Ἑλένην μιμήσομαι.
851πάντως ὑπάρχει μοι γυναικεία στολή.
Γυνη Γ
Γυ.
Γυ.
852τί αὖ σὺ κυρκανᾷς; τί κοικύλλεις ἔχων;
853πικρὰν Ἑλένην ὄψει τάχ’, εἰ μὴ κοσμίως
854ἕξεις, ἕως ἂν τῶν πρυτάνεών τις φανῇ.
Μνησιλοχος
Μν.
Μν.
855Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
856ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
857λευκῆς νοτίζει μελανοσυρμαῖον λεών.
Γυνη Γ
Γυ.
Γυ.
858πανοῦργος εἶ νὴ τὴν Ἑκάτην τὴν φωσφόρον.
Μνησιλοχος
Μν.
Μν.
859ἐμοὶ δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
860Σπάρτη, πατὴρ δὲ Τυνδάρεως.
Γυνη Γ
Γυ.
Γυ.
860σοί γ’ὠ- ὦλεθρε
861πατὴρ ἐκεῖνός ἐστι; Φρυνώνδας μὲν οὖν.
Μνησιλοχος
Μν.
Μν.
862Ἑλένη δ’ἐκλήθην.
Γυνη Γ
Γυ.
Γυ.
862αὖθις αὖ γίγνει γυνή,
863πρὶν τῆς ἑτέρας δοῦναι γυναικίσεως δίκην;
Μνησιλοχος
Μν.
Μν.
864ψυχαὶ δὲ πολλαὶ δι’ἔμ’ἐπὶ Σκαμανδρίαις
865ῥοαῖσιν ἔθανον.
Γυνη Γ
Γυ.
Γυ.
865ὤφελες δὲ καὶ σύ γε.
Μνησιλοχος
Μν.
Μν.
866κα- κἀγὼ μὲν ἐνθάδ’εἴμ’· ὁ δ’ἄθλιος πόσις
867ὁ- οὑμὸς Μενέλαος οὐδέπω προσέρχεται.
868τί οὖν ἔτι ζῶ;
Γυνη Γ
Γυ.
Γυ.
868τῶν κοράκων πονηρίᾳ.
Μνησιλοχος
Μν.
Μν.
869ἀλλ’ὥσπερ αἰκάλλει τι καρδίαν ἐμήν.
870μὴ ψεῦσον ὦ Ζεῦ τῆς ἐπιούσης ἐλπίδος.
Ευριπιδης
Ευ.
Ευ.
871τίς τῶνδ’ἐρυμνῶν δωμάτων ἔχει κράτος,
872ὅστις ξένους δέξαιτο ποντίῳ σάλῳ
873κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις;
Μνησιλοχος
Μν.
Μν.
874Πρωτέως τάδ’ἐστὶ μέλαθρα.
Ευριπιδης
Ευ.
Ευ.
874ποίου Πρωτέως;
Γυνη Γ
Γυ.
Γυ.
875ὦ τρισκακόδαιμον, ψεύδεται νὴ τὼ θεώ,
876ἐπεὶ τέθνηκε Πρωτέας ἔτη δέκα.
Ευριπιδης
Ευ.
Ευ.
877ποίαν δὲ χώραν εἰσεκέλσαμεν σκάφει;
Μνησιλοχος
Μν.
Μν.
878Αἴγυπτον.
Ευριπιδης
Ευ.
Ευ.
878ὦ δύστηνος οἷ πεπλώκαμεν.
Γυνη Γ
Γυ.
Γυ.
879πείθει τι τούτῳ τῷ κακῶς ἀπολουμένῳ
880ληροῦντι λῆρον; Θεσμοφορεῖον τουτογί.
Ευριπιδης
Ευ.
Ευ.
881αὐτὸς δὲ Πρωτεὺς ἔνδον ἔστ’ἢ ’ξώπιος;
Γυνη Γ
Γυ.
Γυ.
882οὐκ ἔσθ’ὅπως οὐ ναυτιᾷς ἔτ’ὦ ξένε,
883ὅστις γ’ἀκούσας ὅτι τέθνηκε Πρωτέας
884ἔπειτ’ἐρωτᾷς “ἔνδον ἔστ’ἢ ’ξώπιος”;
Ευριπιδης
Ευ.
Ευ.
885αἰαῖ τέθνηκε. ποῦ δ’ἐτυμβεύθη τάφῳ;
Μνησιλοχος
Μν.
Μν.
886τόδ’ἐστὶν αὐτοῦ σῆμ’, ἐφ’ᾧ καθήμεθα.
Γυνη Γ
Γυ.
Γυ.
887κακῶςτ’ἄρ’ἐξόλοιο κα- κἀξολεῖ γέ τοι,
888ὅστις γε τολμᾷς σῆμα τὸν βωμὸν καλεῖν.
Ευριπιδης
Ευ.
Ευ.
889τί δὴ σὺ θάσσεις τάσδε τυμβήρεις ἕδρας
890φάρει καλυπτὸς ὦ ξένη;
Μνησιλοχος
Μν.
Μν.
890βιάζομαι
891γάμοισι Πρωτέως παιδὶ συμμεῖξαι λέχος.
Γυνη Γ
Γυ.
Γυ.
892τί ὦ κακόδαιμον ἐξαπατᾷς αὖ τὸν ξένον;
893οὗτος πανουργῶν δεῦρ’ἀνῆλθεν ὦ ξένε
894ὡς τὰς γυναῖκας ἐπὶ κλοπῇ τοῦ χρυσίου.
Μνησιλοχος
Μν.
Μν.
895βάυζε το- τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
Ευριπιδης
Ευ.
Ευ.
896ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε;
Μνησιλοχος
Μν.
Μν.
897αὕτη Θεονόη Πρωτέως.
Γυνη Γ
Γυ.
Γυ.
897μὰ τὼ θεὼ
898εἰ μὴ Κρίτυλλά γ’Ἀντιθέου Γαργηττόθεν ·
899σὺ δ’εἶ πανοῦργος.
Μνησιλοχος
Μν.
Μν.
899ὁπόσα τοι βούλει λέγε.
900οὐ γὰρ γαμοῦμαι σῷ κασιγνήτῳ ποτὲ
901προδοῦσα Μενέλεων τὸν ἐμὸν ἐν Τροίᾳ πόσιν.
Ευριπιδης
Ευ.
Ευ.
902γύναι τί εἶπας; στρέψον ἀνταυγεῖς κόρας.
Μνησιλοχος
Μν.
Μν.
903αἰσχύνομαί σε τὰς γνάθους ὑβρισμένη.
Ευριπιδης
Ευ.
Ευ.
904τουτὶ τί ἔστιν; ἀφασία τίς τοί μ’ἔχει.
905ὦ θεοὶ τίν’ὄψιν εἰσορῶ; τίς εἶ γύναι;
Μνησιλοχος
Μν.
Μν.
906σὺ δ’εἶ τίς; αὑτὸς γὰρ σὲ κα- κἄμ’ἔχει λόγος.
Ευριπιδης
Ευ.
Ευ.
907Ἑλληνὶς εἶ τις ἢ ’πιχωρία γυνή;
Μνησιλοχος
Μν.
Μν.
908Ἑλληνίς. ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Ευριπιδης
Ευ.
Ευ.
909Ἑλένῃ σ’ὁμοίαν δὴ μάλιστ’εἶδον γύναι.
Μνησιλοχος
Μν.
Μν.
910ἐγὼ δὲ Μενελάῳ σ’ὅσα γ’ἐκ τῶν ἰφύων.
Ευριπιδης
Ευ.
Ευ.
911ἔγνως ἄρ’ὀρθῶς ἄνδρα δυστυχέστατον.
Μνησιλοχος
Μν.
Μν.
912ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐσχάρας
913λαβέ με λαβέ με πόσι, περίβαλε δὲ χέρας.
915φέρε σὲ κύσω. ἄπαγέ μ’ἄπαγ’ἄπαγέ με
916λαβὼν ταχὺ πάνυ.
Γυνη Γ
Γυ.
Γυ.
916κλαύσετ’ἄρα νὴ τὼ θεὼ
917ὅστις σ’ἀπάξει τυπτόμενος τῇ λαμπάδι.
Ευριπιδης
Ευ.
Ευ.
918σὺ τὴν ἐμὴν γυναῖκα κωλύεις ἐμέ,
919τὴν Τυνδάρειον παῖδ’, ἐπὶ Σπάρτην ἄγειν;
Γυνη Γ
Γυ.
Γυ.
920οἴμ’ὡς πανοῦργος κα- καὐτὸς εἶναί μοι δοκεῖς
921καὶ τοῦδέ τις ξύμβουλος. οὐκ ἐτὸς πάλαι
922ᾐγυπτιάζετ’. ἀλλ’ὅδε μὲν δώσει δίκην.
923προσέρχεται γὰρ ὁ πρύτανις κα- χὠ τοξότης.
Ευριπιδης
Ευ.
Ευ.
924τουτὶ πονηρόν · ἀλλ’ὑπαποκινητέον.
Μνησιλοχος
Μν.
Μν.
925ἐγὼ δ’ὁ κακοδαίμων τί δρῶ;
Ευριπιδης
Ευ.
Ευ.
925μέν’ἥσυχος.
926οὐ γὰρ προδώσω σ’οὐδέποτ’, ἤνπερ ἐμπνέω,
927ἢν μὴ προλίπωσ’αἱ μυρίαι με μηχαναί.
Μνησιλοχος
Μν.
Μν.
928αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν.
Πρυτανις
Πρ.
Πρ.
929ὅδ’ἔσθ’ὁ πανοῦργος ὃν ἔλεγ’ἡμῖν Κλεισθένης;
930οὗτος τί κύπτεις; δῆσον αὐτὸν εἰσάγων
931ὦ τοξότ’ἐν τῇ σανίδι, κα- κἄπειτ’ἐνθαδὶ
932στήσας φύλαττε καὶ προσιέναι μηδένα
933ἔα πρὸς αὐτόν, ἀλλὰ τὴν μάστιγ’ἔχων
934παῖ’ἢν προσίῃ τις.
Γυνη Γ
Γυ.
Γυ.
934νὴ Δί’ὡς νῦν δή γ’ἀνὴρ
935ὀλίγου μ’ἀφείλετ’αὐτὸν ἱστιορράφος.
Μνησιλοχος
Μν.
Μν.
936ὦ πρύτανι πρὸς τῆς δεξιᾶς, ἥνπερ φιλεῖς
937κοίλην προτείνειν ἀργύριον ἤν τις διδῷ,
938χάρισαι βραχύ τί μοι καίπερ ἀποθανουμένῳ.
Πρυτανις
Πρ.
Πρ.
939τί σοι χαρίσωμαι;
Μνησιλοχος
Μν.
Μν.
939γυμνὸν ἀποδύσαντά με
940κέλευε πρὸς τῇ σανίδι δεῖν τὸν τοξότην,
941ἵνα μὴ ’ν κροκωτοῖς καὶ μίτραις γέρων ἀνὴρ
942γέλωτα παρέχω τοῖς κόραξιν ἑστιῶν.
Πρυτανις
Πρ.
Πρ.
943ἔχοντα ταῦτ’ἔδοξε τῇ βουλῇ σε δεῖν,
944ἵνα τοῖς παριοῦσι δῆλος ᾖς πανοῦργος ὤν.
Μνησιλοχος
Μν.
Μν.
945ἰαππαπαιάξ · ὦ κροκώθ’οἷ’εἴργασαι ·
946κα- κοὐκ ἔστ’ἔτ’ἐλπὶς οὐδεμία σωτηρίας.
Χορος
Χο.
Χο.
947ἄγε νυν ἡμεῖς παίσωμεν ἅπερ νόμος ἐνθάδε ταῖσι γυναιξίν,
948ὅταν ὄργια σεμνὰ θεοῖν ἱεραῖς ὥραις ἀνέχωμεν, ἅπερ καὶ
949Παύσων σέβεται καὶ νηστεύει,
950πολλάκις αὐτοῖν ἐκ τῶν ὡρῶν
951ἐς τὰς ὥρας ξυνεπευχόμενος
952τοιαῦτα μέλειν θάμ’ἑαυτῷ.
953ὅρμα χώρει ·
954κοῦφα ποσὶν ἄγ’ἐς κύκλον,
955χειρὶ σύναπτε χεῖρα,
955bῥυθμὸν χορείας ὕπαγε πᾶσα ·
956βαῖνε καρπαλίμοιν ποδοῖν.
957ἐπισκοπεῖν δὲ πανταχῇ
958κυκλοῦσαν ὄμμα χρὴ χοροῦ κατάστασιν.
959ἅμα δὲ καὶ
960γένος Ὀλυμπίων θεῶν
961μέλπε καὶ γέραιρε φωνῇ πᾶσα χορομανεῖ τρόπῳ.
962εἰ δέ τις
963προσδοκᾷ κακῶς ἐρεῖν
964ἐν ἱερῷ γυναῖκά μ’οὖσαν ἄνδρας, οὐκ ὀρθῶς φρονεῖ.
966ἀλλὰ χρῆν
967ὥσπερ ἔργον αὖ τι καινὸν
968πρῶτον εὐκύκλου χορείας εὐφυᾶ στῆσαι βάσιν.
969πρόβαινε ποσὶ τὸν εὐλύραν
970μέλπουσα καὶ τὴν τοξοφόρον
971Ἄρτεμιν ἄνασσαν ἁγνήν.
972χαῖρ’ὦ ἑκάεργε,
973ὄπαζε δὲ νίκην ·
974Ἥραν δὲ τὴν τελείαν
975μέλψωμεν ὥσπερ εἰκός, ἣ πᾶσι τοῖς χοροῖσιν ἐμπαίζειτε καὶ
976κλῇδας γάμου φυλάττει.
977Ἑρμῆντε νόμιον ἄντομαι
978καὶ Πᾶνα καὶ Νύμφας φίλας
979ἐπιγελάσαι προθύμως
980ταῖς ἡμετέραισι
981χαρέντα χορείαις.
982ἔξαιρε δὴ προθύμως διπλῆν χάριν χορείας.
983παίσωμεν ὦ γυναῖκες οἷάπερ νόμος,
984νηστεύωμεν δὲ πάντως.
985ἀλλ’εἶα πάλλ’ἀνάστρεφ’εὐρύθμῳ ποδί,
986τόρευε πᾶσαν ᾠδήν ·
987ἡγοῦ δέ γ’ὧδ’αὐτὸς σὺ
987bκισσοφόρε Βάκχειε
988δέσποτ’· ἐγὼ δὲ κώμοις
989σὲ φιλοχόροισι μέλψω.
990εὔιον ὦ Διόνυσε
991Βρόμιε καὶ Σεμέλας παῖ,
992χοροῖς τερπόμενος
993κατ’ὄρεα νυμφᾶν † ἐρατοῖς † ἐν ὕμνοις,
993bεὔιον εὔιον εὐοῖ
994[…] ἀναχορεύων.
995ἀμφὶ δὲ σοὶ κτυπεῖται
996Κιθαιρώνιος ἠχώ,
997μελάμφυλλάτ’ὄρη
998δάσκια καὶ νάπαι πετρώδεις βρέμονται ·
999κύκλῳ δὲ περὶ σὲ κισσὸς
1000εὐπέταλος ἕλικι θάλλει.
Τοξοτης
Το.
Το.
1001ἐνταῦτα νῦν οἰμῶξι πρὸς τὴν αἰτρίαν.
Μνησιλοχος
Μν.
Μν.
1002ὦ τοξόθ’ἱκετεύω σε.
Τοξοτης
Το.
Το.
1002μή μ’ἰκετεῦσι σύ.
Μνησιλοχος
Μν.
Μν.
1003χάλασον τὸν ἧλον.
Τοξοτης
Το.
Το.
1003ἀλλὰ ταῦτα δρᾶσ’ἐγώ.
Μνησιλοχος
Μν.
Μν.
1004οἴμοι κακοδαίμων, μᾶλλον ἐπικρούεις σύ γε.
Τοξοτης
Το.
Το.
1005ἔτι μᾶλλο βοῦλις;
Μνησιλοχος
Μν.
Μν.
1005ἀτταταῖ ἰατταταῖ ·
1006κακῶς ἀπόλοιο.
Τοξοτης
Το.
Το.
1006σῖγα κακοδαίμων γέρον.
1007πέρ’ἐγὼ ’ξινίγκι πορμός, ἴνα πυλάξι σοι.
Μνησιλοχος
Μν.
Μν.
1008ταυτὶ τὰ βέλτιστ’ἀπολέλαυκ’Εὐριπίδου.
1009ἔα · θεοί, Ζεῦ σῶτερ, εἰσὶν ἐλπίδες.
1010ἁνὴρ ἔοικεν οὐ προδώσειν, ἀλλά μοι
1011σημεῖον ὑπεδήλωσε Περσεὺς ἐκδραμών,
1012ὅτι δεῖ με γίγνεσθ’Ἀνδρομέδαν · πάντως δέ μοι
1013τὰ δέσμ’ὑπάρχει. δῆλον οὖν τοῦτ’ἔσθ’ὅτι
1015ἥξει με σώσων · οὐ γὰρ ἂν παρέπτετο.
Ευριπιδης
Ευ.
Ευ.
1016φίλαι παρθένοι φίλαι, πῶς ἂν οὖν
1017ἐπέλθοιμι καὶ
1018τὸν Σκύθην λάθοιμι;
1019κλύεις; ὦ πρὸς αἰδοῦς σὲ τὰν ἐν ἄντροις,
1020κατάνευσον, ἔασον ὡς
1021τὴν γυναῖκά μ’ἐλθεῖν.
Μνησιλοχος
Μν.
Μν.
1022ἄνοικτος ὅς μ’ἔδησε τὸν
1023πολυστονώτατον βροτῶν ·
1024μόλις δὲ γραῖαν ἀποφυγὼν
1025σαπρὰν ἀπωλόμην ὅμως.
1026ὅδε γὰρ ὁ Σκύθης πάλαι μοι φύλαξ
1027ἐφεστὼς ὀλοὸν ἄφιλον ἐκρέμασεν
1028κόραξι δεῖπνον. ὁρᾷς; οὐ
1030χοροῖσιν οὐ δ’ὑφ’ἡλίκων νεανίδων
1031κημὸν ἕστηκ’ἔχουσ’,
1032ἀλλ’ἐν πυκνοῖς δεσμοῖσιν ἐμπεπλεγμένη
1033κήτει βορὰ Γλαυκέτῃ πρόκειμαι,
1034γαμηλίῳ μὲν οὐ ξὺν
1035παιῶνι δεσμίῳ δὲ
1036γοᾶσθέ μ’ὦ γυναῖκες, ὡς
1037μέλεα μὲν πέπονθα μέλεος,
1038ὦ τάλας ἐγὼ τάλας,
1039ἀπὸ δὲ συγγόνων τάλαν’ἄνομα πάθεα,
1040φῶτάτε λιτομέναν, πολυδάκρυτον Ἀίδα
1041γόον † φεύγουσαν †
1042αἰαῖ αἰαῖ ἒ ἒ,
1043ὃς ἔμ’ἀπεξύρησε πρῶτον,
1044ὃς ἐμὲ κροκόεντ’ἐνέδυσεν ·
1045ἐπὶ δὲ τοῖσδ’ἐς τόδ’ἀνέπεμψεν
1046ἱερόν, ἔνθα γυναῖκες.
1047ἰώ μοι μοίρας ἄτεγκτε δαίμων ·
1048ὦ κατάρατος ἐγώ ·
1049τίς ἐμὸν οὐκ ἐπόψεται
1050πάθος ἀμέγαρτον ἐπὶ κακῶν παρουσίᾳ; εἴθε με πυρφόρος αἰθέρος ἀστὴρ —
1051τὸν βάρβαρον ἐξολέσειεν.
1052οὐ γὰρ ἔτ’ἀθανάταν φλόγα λεύσσειν
1053ἐστὶν ἐμοὶ φίλον, ὡς ἐκρεμάσθην,
1054λαιμότμητ’ἄχη δαιμόνων αἰόλαν
1055νέκυσιν ἐπὶ πορείαν.
Ευριπιδης
Ευ.
Ευ.
1056χαῖρ’ὦ φίλη παῖ · τὸν δὲ πατέρα Κηφέα
1057ὅς σ’ἐξέθηκεν ἀπολέσειαν οἱ θεοί.
Μνησιλοχος
Μν.
Μν.
1058σὺ δ’εἶ τίς ἥτις το- τοὐμὸν ᾤκτιρας πάθος;
Ευριπιδης
Ευ.
Ευ.
1059ἠχὼ λόγων ἀντῳδὸς ἐπικοκκάστρια,
1060ἥπερ πέρυσιν ἐν τῷδε τα- ταὐτῷ χωρίῳ
1061Εὐριπίδῃ κα- καὐτὴ ξυνηγωνιζόμην.
1062ἀλλ’ὦ τέκνον σὲ μὲν τὸ σαυτῆς χρὴ ποιεῖν,
1063κλάειν ἐλεινῶς.
Μνησιλοχος
Μν.
Μν.
1063σὲ δ’ἐπικλάειν ὕστερον.
Ευριπιδης
Ευ.
Ευ.
1064ἐμοὶ μελήσει ταῦτά γ’. ἀλλ’ἄρχου λόγων.
Μνησιλοχος
Μν.
Μν.
1065ὦ νὺξ ἱερὰ
1066ὡς μακρὸν ἵππευμα διώκεις
1067ἀστεροειδέα νῶτα διφρεύουσ’
1068αἰθέρος ἱερᾶς
1069τοῦ σεμνοτάτου δι’Ὀλύμπου;
Ευριπιδης
Ευ.
Ευ.
1070δι’Ὀλύμπου.
Μνησιλοχος
Μν.
Μν.
1070τί ποτ’Ἀνδρομέδα περίαλλα κακῶν
1071μέρος ἐξέλαχον —
Ευριπιδης
Ευ.
Ευ.
1071μέρος ἐξέλαχον —
Μνησιλοχος
Μν.
Μν.
1072θανάτου τλήμων;
Ευριπιδης
Ευ.
Ευ.
1072θανάτου τλήμων;
Μνησιλοχος
Μν.
Μν.
1073ἀπολεῖς μ’ὦ γραῦ στωμυλλομένη.
Ευριπιδης
Ευ.
Ευ.
1074στωμυλλομένη.
Μνησιλοχος
Μν.
Μν.
1075νὴ Δί’ὀχληρά γ’εἰσήρρηκας
1076λίαν.
Ευριπιδης
Ευ.
Ευ.
1076λίαν.
Μνησιλοχος
Μν.
Μν.
1077ὠ- ὦγάθ’ἔασόν με μονῳδῆσαι,
1078καὶ χαριεῖ μοι. παῦσαι.
Ευριπιδης
Ευ.
Ευ.
1078παῦσαι.
Μνησιλοχος
Μν.
Μν.
1079βάλλ’ἐς κόρακας.
Ευριπιδης
Ευ.
Ευ.
1079βάλλ’ἐς κόρακας.
Μνησιλοχος
Μν.
Μν.
1080τί κακόν;
Ευριπιδης
Ευ.
Ευ.
1080τί κακόν;
Μνησιλοχος
Μν.
Μν.
1081ληρεῖς.
Ευριπιδης
Ευ.
Ευ.
1081ληρεῖς.
Μνησιλοχος
Μν.
Μν.
1082οἴμωζ’.
Ευριπιδης
Ευ.
Ευ.
1082οἴμωζ’.
Μνησιλοχος
Μν.
Μν.
1082ὀτότυζ’.
Ευριπιδης
Ευ.
Ευ.
1082ὀτότυζ’.
Τοξοτης
Το.
Το.
1083οὖτος σί λαλῖς;
Ευριπιδης
Ευ.
Ευ.
1083οὖτος σί λαλῖς;
Τοξοτης
Το.
Το.
1084πρυτάνεις καλέσω;
Ευριπιδης
Ευ.
Ευ.
1084πρυτάνεις καλέσω;
Τοξοτης
Το.
Το.
1085σί κακόν;
Ευριπιδης
Ευ.
Ευ.
1085σί κακόν;
Τοξοτης
Το.
Το.
1086πῶτε τὸ πωνή;
Ευριπιδης
Ευ.
Ευ.
1086πῶτε τὸ πωνή;
Τοξοτης
Το.
Το.
1087σὺ λαλῖς;
Ευριπιδης
Ευ.
Ευ.
1087σὺ λαλῖς;
Τοξοτης
Το.
Το.
1088κλαύσει.
Ευριπιδης
Ευ.
Ευ.
1088κλαύσει.
Τοξοτης
Το.
Το.
1089κακκάσκι μοι;
Ευριπιδης
Ευ.
Ευ.
1089κακκάσκι μοι;
Μνησιλοχος
Μν.
Μν.
1090μὰ Δί’ἀλλὰ γυνὴ πλησίον αὕτη.
Ευριπιδης
Ευ.
Ευ.
1091πλησίον αὕτη.
Τοξοτης
Το.
Το.
1091ποῦ ’στ’ἡ μιαρά; καὶ δὴ πεύγει.
1092ποῖ ποῖ πεύγεις;
Ευριπιδης
Ευ.
Ευ.
1092ποῖ ποῖ πεύγεις;
Τοξοτης
Το.
Το.
1093οὐ καιρήσεις;
Ευριπιδης
Ευ.
Ευ.
1094οὐ καιρήσεις;
Τοξοτης
Το.
Το.
1095ἔτι γὰρ γρύζεις;
Ευριπιδης
Ευ.
Ευ.
1095ἔτι γὰρ γρύζεις;
Τοξοτης
Το.
Το.
1096λαβὲ τὴ μιαρά.
Ευριπιδης
Ευ.
Ευ.
1096λαβὲ τὴ μιαρά.
Τοξοτης
Το.
Το.
1097λάλο καὶ κατάρατο γύναικο.
Ευριπιδης
Ευ.
Ευ.
1098ὦ θεοὶ τίν’ἐς γῆν βαρβάρων ἀφίγμεθα
1099ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
1100τέμνων κέλευθον πόδα τίθημ’ὑπόπτερον
1101Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
1102κάρα κομίζων.
Τοξοτης
Το.
Το.
1102τί λέγι; τὴ Γόργος πέρι
1103τὸ γραμματέο σὺ τὴ κεπαλή;
Ευριπιδης
Ευ.
Ευ.
1103τὴν Γοργόνος
1104ἔγωγε φημί.
Τοξοτης
Το.
Το.
1104Γόργο τοι κα- κἀγὼ λέγι.
Ευριπιδης
Ευ.
Ευ.
1105ἔα · τίν’ὄχθον τόνδ’ὁρῶ καὶ παρθένον
1106θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
Μνησιλοχος
Μν.
Μν.
1107ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
1108λῦσόν με δεσμῶν.
Τοξοτης
Το.
Το.
1108οὐκὶ μὶ λαλῆσι σύ;
1109κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
Ευριπιδης
Ευ.
Ευ.
1110ὦ παρθέν’οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.
Τοξοτης
Το.
Το.
1111οὐ παρτέν’ἐστίν, ἀλλ’ἀμαρτωλὴ γέρων
1112καὶ κλέπτο καὶ πανοῦργο.
Ευριπιδης
Ευ.
Ευ.
1112ληρεῖς ὦ Σκύθα.
1113αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
Τοξοτης
Το.
Το.
1114σκέψαι τὸ κύστο · μή τι μικκὸν παίνεται;
Ευριπιδης
Ευ.
Ευ.
1115φέρε δεῦρό μοι τὴν χεῖρ’, ἵν’ἅψωμαι κόρης ·
1116φέρε Σκύθ’· ἀνθρώποισι γὰρ νοσήματα
1117ἅπασίν ἐστιν · ἐμὲ δὲ κα- καὐτὸν τῆς κόρης
1118ταύτης ἔρως εἴληφεν.
Τοξοτης
Το.
Το.
1118οὐ ζηλῶσί σε ·
1119ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
1120οὐκ ἐπτόνησά σ’αὐτὸ πυγίζεις ἄγων.
Ευριπιδης
Ευ.
Ευ.
1121τί δ’οὐκ ἐᾷς λύσαντά μ’αὐτὴν ὦ Σκύθα
1122πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
Τοξοτης
Το.
Το.
1123εἰ σπόδρ’ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
1124τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
Ευριπιδης
Ευ.
Ευ.
1125μὰ Δί’ἀλλὰ λύσω δεσμά.
Τοξοτης
Το.
Το.
1125μαστιγῶ σ’ἄρα.
Ευριπιδης
Ευ.
Ευ.
1126καὶ μὴν ποιήσω τοῦτο.
Τοξοτης
Το.
Το.
1126τὸ κεπαλή σ’ἄρα
1127τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοΐ.
Ευριπιδης
Ευ.
Ευ.
1128αἰαῖ · τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
1129ἀλλ’οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
1130σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
1131μάτην ἀναλίσκοις ἄν, ἀλλ’ἄλλην τινὰ
1132τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
Τοξοτης
Το.
Το.
1133μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
Μνησιλοχος
Μν.
Μν.
1134μέμνησο Περσεῦ μ’ὡς καταλείπεις ἀθλίαν.
Τοξοτης
Το.
Το.
1135ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;
Χορος
Χο.
Χο.
1136Παλλάδα τὴν φιλόχορον ἐμοὶ
1137δεῦρο καλεῖν νόμος ἐς χορόν,
1138παρθένον ἄζυγα κούρην,
1140ἣ πόλιν ἡμετέραν ἔχει
1141καὶ κράτος φανερὸν μόνη
1142κλῃδοῦχόςτε καλεῖται.
1143φάνηθ’ὦ τυράννους
1144στυγοῦσ’ὥσπερ εἰκός.
1145δῆμός τοί σε καλεῖ γυναικῶν ·
1146ἔχουσα δέ μοι μόλοις
1147εἰρήνην φιλέορτον.
1148ἥκετ’εὔφρονες ἵλαοι,
1149πότνιαι, ἄλσος ἐς ὑμέτερον,
1150οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν
1151ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
1152φαίνετον ἄμβροτον ὄψιν.
1153μόλετον ἔλθετον, ἀντόμεθ’ὦ
1154Θεσμοφόρω πολυποτνία,
1155εἰ καὶ πρότερόν ποτ’ἐπηκόω
1156ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθ’ἱκετεύομεν
1157ἐνθάδε κα- χἠμῖν.
Ευριπιδης
Ευ.
Ευ.
1160γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον
1161σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
1162ἐφ’ᾧτ’ἀκοῦσαι μηδὲν ὑπ’ἐμοῦ μηδαμὰ
1163κακὸν τὸ λοιπόν. ταῦτ’ἐπικηρυκεύομαι.
Χορος
Χο.
Χο.
1164χρείᾳ δὲ ποίᾳ τόνδ’ἐπεσφέρεις λόγον;
Ευριπιδης
Ευ.
Ευ.
1165ὅδ’ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
1166ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
1167κακῶς ἀκούσητ’· ἢν δὲ μὴ πίθησθέ μοι,
1168ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
1169ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
Χορος
Χο.
Χο.
1170τὰ μὲν παρ’ἡμῶν ἴσθι σοι πεπεισμένα ·
1171τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
Ευριπιδης
Ευ.
Ευ.
1172ἐμὸν ἔργον ἐστίν · καὶ σὸν ὠ- ὦλάφιον ἅ σοι
1173καθ’ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
1174πρῶτον μὲν οὖν δίελθε κα- κἀνακάλπασον.
1175σὺ δ’ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.
Τοξοτης
Το.
Το.
1176τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι;
Ευριπιδης
Ευ.
Ευ.
1177ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
1178ὀρχησομένη γὰρ ἔρχεθ’ὡς ἄνδρας τινάς.
Τοξοτης
Το.
Το.
1179ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσ’ἐγώ.
1180ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.
Ευριπιδης
Ευ.
Ευ.
1181φέρε το- θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί ·
1182καθιζομένη δ’ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
1183τὼ πόδε πρότεινον, ἵν’ὑπολύσω.
Τοξοτης
Το.
Το.
1183ναῖκι ναὶ
1184κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
1185οἴμ’ὠς στέριπο τὸ τιττί’, ὤσπερ γογγύλη.
Ευριπιδης
Ευ.
Ευ.
1186αὔλει σὺ θᾶττον · ἔτι δέδοικας τὸν Σκύθην;
Τοξοτης
Το.
Το.
1187καλό γε τὸ πυγή. κλαῦσί γ’ἂν μὴ ’νδον μένῃς.
1187aἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος ·
1188εἶεν · καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
Ευριπιδης
Ευ.
Ευ.
1189καλῶς ἔχει. λαβὲ το- θοἰμάτιον · ὥρα ’στὶ νῷν
1190ἤδη βαδίζειν.
Τοξοτης
Το.
Το.
1190οὐκὶ πιλῆσι πρῶτά με;
Ευριπιδης
Ευ.
Ευ.
1191πάνυ γε · φίλησον αὐτόν.
Τοξοτης
Το.
Το.
1191ὂ ὂ ὂ παπαπαπαῖ,
1192ὠς γλυκερὸ τὸ γλῶσσ’, ὤσπερ Ἀττικὸς μέλις.
1193τί οὐ κατεύδει παρ’ἐμέ;
Ευριπιδης
Ευ.
Ευ.
1193χαῖρε τοξότα,
1194οὐ γὰρ γένοιτ’ἂν τοῦτο.
Τοξοτης
Το.
Το.
1194ναὶ ναὶ γρᾴδιο.
1195ἐμοὶ κάρισο σὺ τοῦτο.
Ευριπιδης
Ευ.
Ευ.
1195δώσεις οὖν δραχμήν;
Τοξοτης
Το.
Το.
1196ναὶ ναῖκι δῶσι.
Ευριπιδης
Ευ.
Ευ.
1196τα- τἀργύριον τοίνυν φέρε.
Τοξοτης
Το.
Το.
1197ἀλλ’οὐκ ἐχω- ἔκὠδέν · ἀλλὰ τὸ συβήνην λαβέ.
Ευριπιδης
Ευ.
Ευ.
1198ἔπειτα † κομίζεις αὐτοῖς †.
Τοξοτης
Το.
Το.
1198ἀκολούτι τέκνον.
1199σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
1200ὄνομα δέ σοι τί ἔστιν;
Ευριπιδης
Ευ.
Ευ.
1200Ἀρτεμισία.
Τοξοτης
Το.
Το.
1201μεμνῆσι τοίνυν το- τοὔνομ’· Ἀρταμουξία.
Ευριπιδης
Ευ.
Ευ.
1202Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.
1203σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών ·
1204ἐγὼ δὲ λύσω τόνδε. σὺ δ’ὅπως ἀνδρικῶς
1205ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς
1206ὡς τὴν γυναῖκα καὶ τὰ παιδί’οἴκαδε.
Μνησιλοχος
Μν.
Μν.
1207ἐμοὶ μελήσει ταῦτά γ’ἢν ἅπαξ λυθῶ.
Ευριπιδης
Ευ.
Ευ.
1208λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
1209ἥκοντα καταλαβεῖν.
Μνησιλοχος
Μν.
Μν.
1209ἐγὼ δὴ τοῦτο δρῶ.
Τοξοτης
Το.
Το.
1210ὦ γρᾴδι’ὠς καρίεντό σοι τὸ τυγάτριον,
1211κα- κοὐ δύσκολ’ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;
1212οἴμ’ὠς ἀπόλωλο · ποῦ τὸ γέροντ’ἐντευτενί;
1213ὦ γρᾴδι’, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.
1214Ἀρταμουξία. διέβαλλέ μ’ἡ γραῦς. ἀπότρεκ’ὠς τάκιστα σύ ·
1215ὀρτῶς δὲ συβήνη ’στί · καταβηνῆσι γάρ. οἴμοι,
1216τί δρᾶσι; ποῖ τὸ γρᾴδι’; Ἀρταμουξία.
Χορος
Χο.
Χο.
1217τὴν γραῦν ἐρωτᾷς, ἣ ’φερεν τὰς πηκτίδας;
Τοξοτης
Το.
Το.
1218ναὶ ναῖκι. εἶδες αὐτό;
Χορος
Χο.
Χο.
1218ταύτῃ γ’οἴχεται
1219αὐτήτ’ἐκείνη καὶ γέρων τις εἵπετο.
Τοξοτης
Το.
Το.
1220κροκῶτ’ἔκοντο τὴ γέροντο;
Χορος
Χο.
Χο.
1220φήμ’ἐγώ.
1221ἔτ’ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
Τοξοτης
Το.
Το.
1222ὦ μιαρὸ γρᾶο · πότερα τρέξι τὴν ὀδό;
1223Ἀρταμουξία.
Χορος
Χο.
Χο.
1223ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν
1224τῃδὶ διώξει; σ’το- τοὔμπαλιν τρέχεις σύ γε.
Τοξοτης
Το.
Το.
1225κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.
Χορος
Χο.
Χο.
1226τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.
1227ἀλλὰ πέπαισται μετρίως ἡμῖν ·
1228ὥσθ’ὥρα δή ’στι βαδίζειν
1229οἴκαδ’ἑκάστῃ. τὼ Θεσμοφόρω δ’
1230ἡμῖν ἀγαθὴν
1231τούτων χάριν ἀνταποδοίτην.