Aristophanes

Lysistrata

Λυσιστρατη
Λυ.
Λυ.
1
ἀλλ’εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
2
’ς Πανὸς ’πὶ Κωλιάδ’ ’ς Γενετυλλίδος,
3
οὐ δ’ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
4
νῦν δ’οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή ·
5
πλὴν γ’ἐμὴ κωμῆτις ἥδ’ἐξέρχεται.
6
χαῖρ’ Καλονίκη.
Καλονικη
Κα.
Κα.
6
καὶ σύ γ’ Λυσιστράτη.
7
τί συντετάραξαι; μὴ σκυθρώπαζ’ τέκνον.
8
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστρατη
Λυ.
Λυ.
9
ἀλλ’ Καλονίκη κάομαι τὴν καρδίαν,
10
καὶ πόλλ’ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
11
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
12
εἶναι πανοῦργοι
Καλονικη
Κα.
Κα.
12
καὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστρατη
Λυ.
Λυ.
13
εἰρημένον δ’αὐταῖς ἀπαντᾶν ἐνθάδε
14
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15
εὕδουσι κοὐχ ἥκουσιν.
Καλονικη
Κα.
Κα.
15
ἀλλ’ φιλτάτη
16
ἥξουσι · χαλεπή τοι γυναικῶν ἔξοδος.
17
μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ’ἐκύπτασεν,
18
δ’οἰκέτην ἤγειρεν, δὲ παιδίον
19
κατέκλινεν, δ’ἔλουσεν, δ’ἐψώμισεν.
Λυσιστρατη
Λυ.
Λυ.
20
ἀλλ’ἕτερά τἄρ’ἦν τῶνδε προὐργιαίτερα
21
αὐταῖς.
Καλονικη
Κα.
Κα.
21
τί δ’ἐστὶν φίλη Λυσιστράτη,
22
ἐφ’ τι ποθ’ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
23
τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστρατη
Λυ.
Λυ.
23
μέγα.
Καλονικη
Κα.
Κα.
23
μῶν καὶ παχύ;
Λυσιστρατη
Λυ.
Λυ.
24
καὶ νὴ Δία παχύ.
Καλονικη
Κα.
Κα.
24
κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστρατη
Λυ.
Λυ.
25
οὐχ οὗτος τρόπος · ταχὺ γὰρ ἂν ξυνήλθομεν.
26
ἀλλ’ἔστιν ὑπ’ἐμοῦ πρᾶγμ’ἀνεζητημένον
27
πολλαῖσίτ’ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονικη
Κα.
Κα.
28
πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστρατη
Λυ.
Λυ.
29
οὕτω γε λεπτὸν ὥσθ’ὅλης τῆς Ἑλλάδος
30
ἐν ταῖς γυναιξίν ἐστιν σωτηρία.
Καλονικη
Κα.
Κα.
31
ἐν ταῖς γυναιξίν; ἐπ’ὀλίγου γ’ὠχεῖτ’ἄρα.
Λυσιστρατη
Λυ.
Λυ.
32
ὡς ἔστ’ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
33
μηκέτ’εἶναι μήτε Πελοποννησίους
Καλονικη
Κα.
Κα.
34
βέλτιστα τοίνυν μηκέτ’εἶναι νὴ Δία.
Λυσιστρατη
Λυ.
Λυ.
35
Βοιωτίουςτε πάντας ἐξολωλέναι.
Καλονικη
Κα.
Κα.
36
μὴ δῆτα πάντας γ’, ἀλλ’ἄφελε τὰς ἐγχέλεις.
Λυσιστρατη
Λυ.
Λυ.
37
περὶ τῶν Ἀθηνῶν δ’οὐκ ἐπιγλωττήσομαι
38
τοιοῦτον οὐδέν · ἀλλ’ὑπονόησον σύ μοι.
39
ἢν δὲ ξυνέλθωσ’αἱ γυναῖκες ἐνθάδε
40
αἵτ’ἐκ Βοιωτῶν αἵτε Πελοποννησίων
41
ἡμεῖςτε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονικη
Κα.
Κα.
42
τί δ’ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
43
λαμπρόν, αἳ καθήμεθ’ἐξηνθισμέναι,
44
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45
καὶ Κιμμερίκ’ὀρθοστάδια καὶ περιβαρίδας;
Λυσιστρατη
Λυ.
Λυ.
46
ταῦτ’αὐτὰ γάρ τοι κἄσθ’ σώσειν προσδοκῶ,
47
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
48
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Καλονικη
Κα.
Κα.
49
τίνα δὴ τρόπον ποθ’;
Λυσιστρατη
Λυ.
Λυ.
49
ὥστε τῶν νῦν μηδένα
50
ἀνδρῶν ἐπ’ἀλλήλοισιν ἄρεσθαι δόρυ
Καλονικη
Κα.
Κα.
51
κροκωτὸν ἄρα νὴ τὼ θεὼ ’γὼ βάψομαι.
Λυσιστρατη
Λυ.
Λυ.
52
μη δ’ἀσπίδα λαβεῖν
Καλονικη
Κα.
Κα.
52
Κιμμερικὸν ἐνδύσομαι.
Λυσιστρατη
Λυ.
Λυ.
53
μη δὲ ξιφίδιον.
Καλονικη
Κα.
Κα.
53
κτήσομαι περιβαρίδας.
Λυσιστρατη
Λυ.
Λυ.
54
ἆρ’οὐ παρεῖναι τὰς γυναῖκας δῆτ’ἐχρῆν;
Καλονικη
Κα.
Κα.
55
οὐ γὰρ μὰ Δί’ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυσιστρατη
Λυ.
Λυ.
56
ἀλλ’ μέλ’ὄψει τοι σφόδρ’αὐτὰς Ἀττικάς,
57
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
58
ἀλλ’οὐ δὲ Παράλων οὐδεμία γυνὴ πάρα,
59
οὐ δ’ἐκ Σαλαμῖνος.
Καλονικη
Κα.
Κα.
59
ἀλλ’ἐκεῖναί γ’οἶδ’ὅτι
60
ἐπὶ τῶν κελήτων διαβεβήκασ’ὄρθριαι.
Λυσιστρατη
Λυ.
Λυ.
61
οὐ δ’ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
62
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
63
γυναῖκας, οὐχ ἥκουσιν.
Καλονικη
Κα.
Κα.
63
γοῦν Θεογένους
64
ὡς δεῦρ’ἰοῦσα θοὐκάταιον ἤρετο.
65
ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
Λυσιστρατη
Λυ.
Λυ.
66
αἱδίθ’ἕτεραι χωροῦσί τινες.
Καλονικη
Κα.
Κα.
66
ἰοὺ ἰού,
67
πόθεν εἰσίν;
Λυσιστρατη
Λυ.
Λυ.
67
Ἀναγυρουντόθεν.
Καλονικη
Κα.
Κα.
67
νὴ τὸν Δία ·
68
γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
Μυρρινη
Μυ.
Μυ.
69
μῶν ὕστεραι πάρεσμεν Λυσιστράτη;
70
τί φῄς; τί σιγᾷς;
Λυσιστρατη
Λυ.
Λυ.
70
οὔ σ’ἐπαινῶ Μυρρίνη
71
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Μυρρινη
Μυ.
Μυ.
72
μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
73
ἀλλ’εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
Λυσιστρατη
Λυ.
Λυ.
74
μὰ Δί’ἀλλ’ἐπαναμείνωμεν ὀλίγου γ’οὕνεκα
75
τάςτ’ἐκ Βοιωτῶν τάςτε Πελοποννησίων
76
γυναῖκας ἐλθεῖν.
Μυρρινη
Μυ.
Μυ.
76
πολὺ σὺ κάλλιον λέγεις.
77
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
Λυσιστρατη
Λυ.
Λυ.
78
φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
79
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
80
ὡς δ’εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
81
κἂν ταῦρον ἄγχοις.
Λαμπιτω
Λα.
Λα.
81
μάλα γ’οἰῶ ναὶ τὼ σιώ ·
82
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
Καλονικη
Κα.
Κα.
83
ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
Λαμπιτω
Λα.
Λα.
84
ᾇπερ ἱερεῖόν τοί μ’ὑποψαλάσσετε.
Λυσιστρατη
Λυ.
Λυ.
85
ἡδὶ δὲ ποδαπή ’σθ’ νεᾶνις ἡτέρα;
Λαμπιτω
Λα.
Λα.
86
πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
87
ἵκει ποθ’ὑμέ.
Μυρρινη
Μυ.
Μυ.
87
νὴ μὰ Δία Βοιωτία,
88
καλόν γ’ἔχουσα τὸ πεδίον.
Καλονικη
Κα.
Κα.
88
καὶ νὴ Δία
89
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
Λυσιστρατη
Λυ.
Λυ.
90
τίς δ’ἡτέρα παῖς;
Λαμπιτω
Λα.
Λα.
90
χαΐα ναὶ τὼ σιώ,
91
Κορινθία δ’αὖ.
Καλονικη
Κα.
Κα.
91
χαΐα νὴ τὸν Δία
92
δήλη ’στὶν οὖσα ταυταγὶ τἀντευθενί.
Λαμπιτω
Λα.
Λα.
93
τίς δ’αὖ ξυναλίαξε τόνδε τὸν στόλον
94
τὸν τᾶν γυναικῶν;
Λυσιστρατη
Λυ.
Λυ.
94
ἥδ’ἐγώ.
Λαμπιτω
Λα.
Λα.
94
μύσιδδέ τοι
95
τι λῇς ποθ’ἁμέ.
Καλονικη
Κα.
Κα.
95
νὴ Δί’ φίλη γύναι,
96
λέγε δῆτα τὸ σπουδαῖον τι τοῦτ’ἐστί σοι.
Λυσιστρατη
Λυ.
Λυ.
97
λέγοιμ’ἂν ἤδη. πρὶν λέγειν δ’, ὑμᾶς τοδὶ
98
ἐπερήσομαί τι μικρόν.
Καλονικη
Κα.
Κα.
98
τι βούλει γε σύ.
Λυσιστρατη
Λυ.
Λυ.
99
τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100
ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ’ὅτι
101
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Καλονικη
Κα.
Κα.
102
γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας τάλαν
103
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρινη
Μυ.
Μυ.
104
δ’ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτω
Λα.
Λα.
105
δ’ἐμός γα καἴ κ’ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
106
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστρατη
Λυ.
Λυ.
107
ἀλλ’οὐ δὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
108
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
109
οὐκ εἶδον οὐ δ’ὄλισβον ὀκτωδάκτυλον,
110
ὃς ἦν ἂν ἡμῖν σκυτίνη ’πικουρία.
111
ἐθέλοιτ’ἂν οὖν, εἰ μηχανὴν εὕροιμ’ἐγώ,
112
μετ’ἐμοῦ καταλῦσαι τὸν πόλεμον;
Καλονικη
Κα.
Κα.
112
νὴ τὼ θεώ ·
113
ἔγωγ’ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
114
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρινη
Μυ.
Μυ.
115
ἐγὼ δέ γ’ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
116
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτω
Λα.
Λα.
117
ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ’ἄνω
118
ἔλσοιμ’ὅπᾳ μέλλοιμί γ’εἰράναν ἰδεῖν.
Λυσιστρατη
Λυ.
Λυ.
119
λέγοιμ’ἄν · οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120
ἡμῖν γὰρ γυναῖκες, εἴπερ μέλλομεν
121
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
122
ἀφεκτέ’ἐστὶ
Καλονικη
Κα.
Κα.
122
τοῦ; φράσον.
Λυσιστρατη
Λυ.
Λυ.
122
ποιήσετ’οὖν;
Καλονικη
Κα.
Κα.
123
ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστρατη
Λυ.
Λυ.
124
ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125
τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
126
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
127
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
128
ποιήσετ’ οὐ ποιήσετ’; τί μέλλετε;
Καλονικη
Κα.
Κα.
129
οὐκ ἂν ποιήσαιμ’, ἀλλ’ πόλεμος ἑρπέτω.
Μυρρινη
Μυ.
Μυ.
130
μὰ Δί’οὐ δ’ἐγὼ γάρ, ἀλλ’ πόλεμος ἑρπέτω.
Λυσιστρατη
Λυ.
Λυ.
131
ταυτὶ σὺ λέγεις ψῆττα; καὶ μὴν ἄρτι γε
132
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
Καλονικη
Κα.
Κα.
133
ἄλλ’ἄλλ’ τι βούλει · κἄν με χρῇ διὰ τοῦ πυρὸς
134
ἐθέλω βαδίζειν · τοῦτο μᾶλλον τοῦ πέους.
135
οὐδὲν γὰρ οἷον φίλη Λυσιστράτη.
Λυσιστρατη
Λυ.
Λυ.
136
τί δαὶ σύ;
Αλλη
Αλ.
Αλ.
136
κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
Λυσιστρατη
Λυ.
Λυ.
137
παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
138
οὐκ ἐτὸς ἀφ’ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
139
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140
ἀλλ’ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
141
μόνη μετ’ἐμοῦ, τὸ πρᾶγμ’ἀνασωσαίμεσθ’ἔτ’ἄν,
142
ξυμψήφισαί μοι.
Λαμπιτω
Λα.
Λα.
142
χαλεπὰ μὲν ναὶ τὼ σιὼ
143
γυναῖκάς ἐσθ’ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
144
ὅμως γα μάν · δεῖ τᾶς γὰρ εἰράνας μάλ’αὖ.
Λυσιστρατη
Λυ.
Λυ.
145
φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
Καλονικη
Κα.
Κα.
146
εἰ δ’ὡς μάλιστ’ἀπεχοίμεθ’οὗ σὺ δὴ λέγεις,
147
μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
148
γένοιτ’ἂν εἰρήνη;
Λυσιστρατη
Λυ.
Λυ.
148
πολύ γε νὴ τὼ θεώ.
149
εἰ γὰρ καθοίμεθ’ἔνδον ἐντετριμμέναι,
150
κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
151
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
152
στύοιντο δ’ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
153
ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ’ἀπεχοίμεθα,
154
σπονδὰς ποιήσαιντ’ἂν ταχέως, εὖ οἶδ’ὅτι.
Λαμπιτω
Λα.
Λα.
155
γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
156
γυμνᾶς παραϊδὼν ἐξέβαλ’, οἰῶ, τὸ ξίφος.
Καλονικη
Κα.
Κα.
157
τί δ’ἢν ἀφιῶσ’ἅνδρες ἡμᾶς μέλε;
Λυσιστρατη
Λυ.
Λυ.
158
τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
Καλονικη
Κα.
Κα.
159
φλυαρία ταῦτ’ἐστὶ τὰ μεμιμημένα.
160
ἐὰν λαβόντες δ’ἐς τὸ δωμάτιον βίᾳ
161
ἕλκωσιν ἡμᾶς;
Λυσιστρατη
Λυ.
Λυ.
161
ἀντέχου σὺ τῶν θυρῶν.
Καλονικη
Κα.
Κα.
162
ἐὰν δὲ τύπτωσιν;
Λυσιστρατη
Λυ.
Λυ.
162
παρέχειν χρὴ κακὰ κακῶς.
163
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
164
κἄλλως ὀδυνᾶν χρή · κἀμέλει ταχέως πάνυ
165
ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ’εὐφρανθήσεται
166
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
Καλονικη
Κα.
Κα.
167
εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτω
Λα.
Λα.
168
καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
169
παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν ·
170
τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
171
πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστρατη
Λυ.
Λυ.
172
ἡμεῖς ἀμέλει σοι τά γε παρ’ἡμῖν πείσομεν.
Λαμπιτω
Λα.
Λα.
173
οὐχ ἇς πόδας κ’ἔχωντι ταὶ τριήρεες,
174
καὶ τὠργύριον τὤβυσσον πὰρ τᾷ σιῷ.
Λυσιστρατη
Λυ.
Λυ.
175
ἀλλ’ἔστι καὶ τοῦτ’εὖ παρεσκευασμένον ·
176
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
177
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
178
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
179
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
Λαμπιτω
Λα.
Λα.
180
παντᾷ κ’ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
Λυσιστρατη
Λυ.
Λυ.
181
τί δῆτα ταῦτ’οὐχ ὡς τάχιστ’ Λαμπιτοῖ
182
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
Λαμπιτω
Λα.
Λα.
183
πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
Λυσιστρατη
Λυ.
Λυ.
184
καλῶς λέγεις. ποῦ ’σθ’ Σκύθαινα; ποῖ βλέπεις;
185
θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
186
καί μοι δότω τὰ τόμιά τις.
Καλονικη
Κα.
Κα.
186
Λυσιστράτη
187
τίν’ὅρκον ὁρκώσεις ποθ’ἡμᾶς;
Λυσιστρατη
Λυ.
Λυ.
187
ὅντινα;
188
εἰς ἀσπίδ’, ὥσπερ φάσ’ἐν Αἰσχύλῳ ποτέ,
189
μηλοσφαγούσας.
Καλονικη
Κα.
Κα.
189
μὴ σύ γ’ Λυσιστράτη
190
εἰς ἀσπίδ’ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
Λυσιστρατη
Λυ.
Λυ.
191
τίς ἂν οὖν γένοιτ’ἂν ὅρκος;
Καλονικη
Κα.
Κα.
191
εἰ λευκόν ποθεν
192
ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
Λυσιστρατη
Λυ.
Λυ.
193
ποῖ λευκὸν ἵππον;
Καλονικη
Κα.
Κα.
193
ἀλλὰ πῶς ὀμούμεθα
194
ἡμεῖς;
Λυσιστρατη
Λυ.
Λυ.
194
ἐγώ σοι νὴ Δί’, ἢν βούλῃ, φράσω.
195
θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
196
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
197
ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ’πιχεῖν ὕδωρ.
Λαμπιτω
Λα.
Λα.
198
φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
Λυσιστρατη
Λυ.
Λυ.
199
φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
Μυρρινη
Μυ.
Μυ.
200
φίλταται γυναῖκες, κεραμεὼν ὅσος.
Καλονικη
Κα.
Κα.
201
ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
Λυσιστρατη
Λυ.
Λυ.
202
καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
203
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
204
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
Καλονικη
Κα.
Κα.
205
εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
Λαμπιτω
Λα.
Λα.
206
καὶ μὰν ποτόδδει γ’ἁδὺ ναὶ τὸν Κάστορα.
Μυρρινη
Μυ.
Μυ.
207
ἐᾶτε πρώτην μ’ γυναῖκες ὀμνύναι.
Καλονικη
Κα.
Κα.
208
μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
Λυσιστρατη
Λυ.
Λυ.
209
λάζυσθε πᾶσαι τῆς κύλικος Λαμπιτοῖ ·
210
λεγέτω δ’ὑπὲρ ὑμῶν μί’ἅπερ ἂν κἀγὼ λέγω ·
211
ὑμεῖς δ’ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
212
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ἀνήρ
Καλονικη
Κα.
Κα.
213
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ’ἀνήρ
Λυσιστρατη
Λυ.
Λυ.
214
ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.
Καλονικη
Κα.
Κα.
215
ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
216
ὑπολύεταί μου τὰ γόνατ’ Λυσιστράτη.
Λυσιστρατη
Λυ.
Λυ.
217
οἴκοι δ’ἀταυρώτη διάξω τὸν βίον
Καλονικη
Κα.
Κα.
218
οἴκοι δ’ἀταυρώτη διάξω τὸν βίον
Λυσιστρατη
Λυ.
Λυ.
219
κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,
Καλονικη
Κα.
Κα.
220
κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη,
Λυσιστρατη
Λυ.
Λυ.
221
ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου ·
Καλονικη
Κα.
Κα.
222
ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου ·
Λυσιστρατη
Λυ.
Λυ.
223
κοὐδέποθ’ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Καλονικη
Κα.
Κα.
224
κοὐδέποθ’ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Λυσιστρατη
Λυ.
Λυ.
225
ἐὰν δέ μ’ἄκουσαν βιάζηται βίᾳ,
Καλονικη
Κα.
Κα.
226
ἐὰν δέ μ’ἄκουσαν βιάζηται βίᾳ,
Λυσιστρατη
Λυ.
Λυ.
227
κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Καλονικη
Κα.
Κα.
228
κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Λυσιστρατη
Λυ.
Λυ.
229
οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Καλονικη
Κα.
Κα.
230
οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Λυσιστρατη
Λυ.
Λυ.
231
οὐ στήσομαι λέαιν’ἐπὶ τυροκνήστιδος.
Καλονικη
Κα.
Κα.
232
οὐ στήσομαι λέαιν’ἐπὶ τυροκνήστιδος.
Λυσιστρατη
Λυ.
Λυ.
233
ταῦτ’ἐμπεδοῦσα μὲν πίοιμ’ἐντευθενί ·
Καλονικη
Κα.
Κα.
234
ταῦτ’ἐμπεδοῦσα μὲν πίοιμ’ἐντευθενί ·
Λυσιστρατη
Λυ.
Λυ.
235
εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ κύλιξ.
Καλονικη
Κα.
Κα.
236
εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ’ κύλιξ.
Λυσιστρατη
Λυ.
Λυ.
237
συνεπόμνυθ’ὑμεῖς ταῦτα πᾶσαι;
Πασαι
Πα.
Πα.
237
νὴ Δία.
Λυσιστρατη
Λυ.
Λυ.
238
φέρ’ἐγὼ καθαγίσω τήνδε.
Καλονικη
Κα.
Κα.
238
τὸ μέρος γ’ φίλη,
239
ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
Λαμπιτω
Λα.
Λα.
240
τίς ὡλολυγά;
Λυσιστρατη
Λυ.
Λυ.
240
τοῦτ’ἐκεῖν’ οὑγὼ ’λεγον ·
241
αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
242
ἤδη κατειλήφασιν. ἀλλ’ Λαμπιτοῖ
243
σὺ μὲν βάδιζε καὶ τὰ παρ’ὑμῶν εὖ τίθει,
244
τασδὶ δ’ὁμήρους κατάλιφ’ἡμῖν ἐνθάδε ·
245
ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει
246
ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
Καλονικη
Κα.
Κα.
247
οὔκουν ἐφ’ἡμᾶς ξυμβοηθήσειν οἴει
248
τοὺς ἄνδρας εὐθύς;
Λυσιστρατη
Λυ.
Λυ.
248
ὀλίγον αὐτῶν μοι μέλει.
249
οὐ γὰρ τοσαύτας οὔτ’ἀπειλὰς οὔτε πῦρ
250
ἥξουσ’ἔχοντες ὥστ’ἀνοῖξαι τὰς πύλας
251
ταύτας, ἐὰν μὴ ’φ’οἷσιν ἡμεῖς εἴπομεν.
Καλονικη
Κα.
Κα.
252
μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ’· ἄλλως γὰρ ἂν
253
ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ’ἄν.
Χορος γεροντων
Χο.
Χο.
254
χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς
255
κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας.
256
πόλλ’ἄελπτ’ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ,
257
ἐπεὶ τίς ἄν ποτ’ἤλπισ’ Στρυμόδωρ’ἀκοῦσαι
260
γυναῖκας, ἃς ἐβόσκομεν
261
κατ’οἶκον ἐμφανὲς κακόν,
262
κατὰ μὲν ἅγιον ἔχειν βρέτας,
263
κατὰ δ’ἀκρόπολιν ἐμὰν λαβεῖν
264
μοχλοῖς δὲ καὶ κλῄθροισι
265
τὰ προπύλαια πακτοῦν;
266
ἀλλ’ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν Φιλοῦργε,
267
ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί,
268
ὅσαι τὸ πρᾶγμα τοῦτ’ἐνεστήσαντο καὶ μετῆλθον,
269
μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες
270
πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος.
271
οὐ γὰρ μὰ τὴν Δήμητρ’ἐμοῦ ζῶντος ἐγχανοῦνται ·
272
ἐπεὶ οὐ δὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος,
275
ἀπῆθεν ἀψάλακτος, ἀλλ’
276
ὅμως Λακωνικὸν πνέων
277
ᾤχετο θὤπλα παραδοὺς ἐμοί,
278
σμικρὸν ἔχων πάνυ τριβώνιον,
279
πινῶν ῥυπῶν ἀπαράτιλτος,
280
ἓξ ἐτῶν ἄλουτος.
281
οὕτως ἐπολιόρκησ’ἐγὼ τὸν ἄνδρ’ἐκεῖνον ὠμῶς
282
ἐφ’ἑπτακαίδεκ’ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων.
283
τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖςτε πᾶσιν ἐχθρὰς
284
ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου;
285
μή νυν ἔτ’ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη.
286
ἀλλ’αὐτὸ γάρ μοι τῆς ὁδοῦ
287
λοιπόν ἐστι χωρίον
288
τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω ·
289
χὤπως ποτ’ἐξαμπρεύσομεν
290
τοῦτ’ἄνευ κανθηλίου.
291
ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον ·
292
ἀλλ’ὅμως βαδιστέον,
293
καὶ τὸ πῦρ φυσητέον,
294
μή μ’ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ.
295
φῦ φῦ. ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
296
ὡς δεινὸν ὦναξ Ἡράκλεις
297
προσπεσόν μ’ἐκ τῆς χύτρας
298
ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει ·
299
κἄστιν γε Λήμνιον τὸ πῦρ
300
τοῦτο πάσῃ μηχανῇ.
301
οὐ γὰρ ἄν ποθ’ὧδ’ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ.
302
σπεῦδε πρόσθεν ἐς πόλιν
303
καὶ βοήθει τῇ θεῷ.
304
πότ’αὐτῇ μᾶλλον νῦν Λάχης ἀρήξομεν;
305
φῦ φῦ. ἰοὺ ἰοὺ τοῦ καπνοῦ.
306
τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ.
307
οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ,
308
τῆς ἀμπέλου δ’ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες
309
ἅψαντες εἶτ’ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν;
310
κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες,
311
ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν.
312
θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ.
313
τίς ξυλλάβοιτ’ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν;
314
ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται.
315
σὸν δ’ἔργον ἐστὶν χύτρα τὸν ἄνθρακ’ἐξεγείρειν,
316
τὴν λαμπάδ’ἡμμένην ὅπως πρώτιστ’ἐμοὶ προσοίσεις.
317
δέσποινα Νίκη ξυγγενοῦ τῶντ’ἐν πόλει γυναικῶν
318
τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς.
Χορος Γυναικων
Χο.
Χο.
319
λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν γυναῖκες
320
ὥσπερ πυρὸς καομένου · σπευστέον ἐστὶ θᾶττον.
321
πέτου πέτου Νικοδίκη,
322
πρὶν ἐμπεπρῆσθαι Καλύκην
323
τε καὶ Κρίτυλλαν περιφυσήτω
324
ὑπότε νόμων ἀργαλέων
325
ὑπότε γερόντων ὀλέθρων.
326
ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ.
327
νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία
328
μόλις ἀπὸ κρήνης ὑπ’ὄχλου καὶ θορύβου καὶ πατάγου
329
χυτρείου,
330
δούλαισιν ὠστιζομένη
331
332
στιγματίαιςθ’, ἁρπαλέως
333
ἀραμένη ταῖσιν ἐμαῖς
334
δημότισιν καομέναις
335
φέρουσ’ὕδωρ βοηθῶ.
336
ἤκουσα γὰρ τυφογέροντας ἄνδρας ἔρρειν, στελέχη
337
φέροντας ὥσπερ βαλανεύσοντας
338
ἐς πόλιν ὡς τριτάλαντον βάρος,
339
δεινότατ’ἀπειλοῦντας ἐπῶν
340
ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν ·
341
ἃς θεὰ μή ποτ’ἐγὼ πιμπραμένας ἴδοιμι,
342
ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ
343
πολίτας,
344
ἐφ’οἷσπερ χρυσολόφα
345
πολιοῦχε σὰς ἔσχον ἕδρας.
346
καί σε καλῶ ξύμμαχον
347
Τριτογένει’, εἴ τις ἐκείνας
348
ὑποπίμπρησιν ἀνήρ,
349
φέρειν ὕδωρ μεθ’ἡμῶν.
350
ἔασον . τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι ·
351
οὐ γάρ ποτ’ἂν χρηστοί γ’ἔδρων οὐ δ’εὐσεβεῖς τάδ’ἄνδρες.
Χορος γεροντων
Χο.
Χο.
352
τουτὶ τὸ πρᾶγμ’ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει ·
353
ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ.
Χορος Γυναικων
Χο.
Χο.
354
τί βδύλλεθ’ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι;
355
καὶ μὴν μέρος γ’ἡμῶν ὁρᾶτ’οὔπω τὸ μυριοστόν.
Χορος γεροντων
Χο.
Χο.
356
Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί;
357
οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ’ἐχρῆν τιν’αὐταῖς;
Χορος Γυναικων
Χο.
Χο.
358
θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ’, ὅπως ἂν
359
ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ’ἐμποδίζῃ.
Χορος γεροντων
Χο.
Χο.
360
εἰ νὴ Δί’ἤδη τὰς γνάθους τούτων τις δὶς τρὶς
361
ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον.
Χορος Γυναικων
Χο.
Χο.
362
καὶ μὴν ἰδοὺ παταξάτω τις · στᾶσ’ἐγὼ παρέξω,
363
κοὐ μή ποτ’ἄλλη σου κύων τῶν ὄρχεων λάβηται.
Χορος γεροντων
Χο.
Χο.
364
εἰ μὴ σιωπήσει, θενών σου ’κκοκκιῶ τὸ γῆρας.
Χορος Γυναικων
Χο.
Χο.
365
ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών.
Χορος γεροντων
Χο.
Χο.
366
τί δ’ἢν σποδῶ τοῖς κονδύλοις; τί μ’ἐργάσει τὸ δεινόν;
Χορος Γυναικων
Χο.
Χο.
367
βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ’ἐξαμήσω.
Χορος γεροντων
Χο.
Χο.
368
οὐκ ἔστ’ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής ·
369
οὐδὲν γὰρ οὕτω θρέμμ’ἀναιδές ἐστιν ὡς γυναῖκες.
Χορος Γυναικων
Χο.
Χο.
370
αἰρώμεθ’ἡμεῖς θοὔδατος τὴν κάλπιν Ῥοδίππη.
Χορος γεροντων
Χο.
Χο.
371
τί δ’ θεοῖς ἐχθρὰ σὺ δεῦρ’ὕδωρ ἔχουσ’ἀφίκου;
Χορος Γυναικων
Χο.
Χο.
372
τί δαὶ σὺ πῦρ τύμβ’ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων;
Χορος γεροντων
Χο.
Χο.
373
ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω.
Χορος Γυναικων
Χο.
Χο.
374
ἐγὼ δέ γ’ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι.
Χορος γεροντων
Χο.
Χο.
375
τοὐμὸν σὺ πῦρ κατασβέσεις;
Χορος Γυναικων
Χο.
Χο.
375
τοὔργον τάχ’αὐτὸ δείξει.
Χορος γεροντων
Χο.
Χο.
376
οὐκ οἶδά σ’εἰ τῇδ’ὡς ἔχω τῇ λαμπάδι σταθεύσω.
Χορος Γυναικων
Χο.
Χο.
377
εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γ’ἐγὼ παρέξω.
Χορος γεροντων
Χο.
Χο.
378
ἐμοὶ σὺ λουτρὸν σαπρά;
Χορος Γυναικων
Χο.
Χο.
378
καὶ ταῦτα νυμφικόν γε.
Χορος γεροντων
Χο.
Χο.
379
ἤκουσας αὐτῆς τοῦ θράσους;
Χορος Γυναικων
Χο.
Χο.
379
ἐλευθέρα γάρ εἰμι.
Χορος γεροντων
Χο.
Χο.
380
σχήσω σ’ἐγὼ τῆς νῦν βοῆς.
Χορος Γυναικων
Χο.
Χο.
380
ἀλλ’οὐκέθ’ἡλιάζει.
Χορος γεροντων
Χο.
Χο.
381
ἔμπρησον αὐτῆς τὰς κόμας.
Χορος Γυναικων
Χο.
Χο.
381
σὸν ἔργον ὦχελῷε.
Χορος γεροντων
Χο.
Χο.
382
οἴμοι τάλας.
Χορος Γυναικων
Χο.
Χο.
382
μῶν θερμὸν ἦν;
Χορος γεροντων
Χο.
Χο.
383
ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς;
Χορος Γυναικων
Χο.
Χο.
384
ἄρδω σ’ὅπως ἂν βλαστάνῃς.
Χορος γεροντων
Χο.
Χο.
385
ἀλλ’αὖός εἰμ’ἤδη τρέμων.
Χορος Γυναικων
Χο.
Χο.
386
οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν.
Προβουλος
Πρ.
Πρ.
387
ἆρ’ἐξέλαμψε τῶν γυναικῶν τρυφὴ
388
χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι,
389
τ’Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν,
390
οὗ ’γώ ποτ’ὢν ἤκουον ἐν τἠκκλησίᾳ;
391
ἔλεγε δ’ μὴ ὥρασι μὲν Δημόστρατος
392
πλεῖν ἐς Σικελίαν, γυνὴ δ’ὀρχουμένη
393
αἰαῖ Ἄδωνιν φησίν, δὲ Δημόστρατος
394
ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων ·
395
δ’ὑποπεπωκυῖ’ γυνὴ ’πὶ τοῦ τέγους
396
κόπτεσθ’Ἄδωνιν φησίν · δ’ἐβιάζετο
397
θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης.
398
τοιαῦτ’ἀπ’αὐτῶν ἐστιν ἀκόλαστ’ᾄσματα.
Χορος γεροντων
Χο.
Χο.
399
τί δῆτ’ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ’ὕβριν;
400
αἳ τἄλλαθ’ὑβρίκασι κἀκ τῶν καλπίδων
401
ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια
402
σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας.
Προβουλος
Πρ.
Πρ.
403
νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε.
404
ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα
405
ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν,
406
τοιαῦτ’ἀπ’αὐτῶν βλαστάνει βουλεύματα.
407
οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί ·
408
χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας,
409
ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας
410
βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος.
411
ἐμοὶ μὲν οὖν ἔστ’ἐς Σαλαμῖνα πλευστέα ·
412
σὺ δ’ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν
413
ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.
414
ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει
415
νεανίαν καὶ πέος ἔχοντ’οὐ παιδικόν ·
416
σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς
417
τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν
418
ἅθ’ἁπαλὸν ὄν · τοῦτ’οὖν σὺ τῆς μεσημβρίας
419
ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.
420
τοιαῦτ’ἀπήντηκ’ἐς τοιαυτὶ πράγματα,
421
ὅτε γ’ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως
422
κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον,
423
ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις.
424
ἀλλ’οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς,
425
ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω.
426
τί κέχηνας δύστηνε; ποῖ δ’αὖ σὺ βλέπεις,
427
οὐδὲν ποιῶν ἀλλ’ καπηλεῖον σκοπῶν;
428
οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας
429
ἐντεῦθεν ἐκμοχλεύσετ’; ἐνθενδὶ δ’ἐγὼ
430
ξυνεκμοχλεύσω.
Λυσιστρατη
Λυ.
Λυ.
430
μηδὲν ἐκμοχλεύετε ·
431
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
432
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον νοῦ καὶ φρενῶν.
Προβουλος
Πρ.
Πρ.
433
ἄληθες μιαρὰ σύ; ποῦ ’σθ’ τοξότης;
434
ξυλλάμβαν’αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
Λυσιστρατη
Λυ.
Λυ.
435
εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι
436
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
Προβουλος
Πρ.
Πρ.
437
ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
438
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
Γυνη Α
Γυ.
Γυ.
439
εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
440
τὴν χεῖρ’ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος.
Προβουλος
Πρ.
Πρ.
441
ἰδού γ’ἐπιχεσεῖ. ποῦ ’στιν ἕτερος τοξότης;
442
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
Γυνη Β
Γυ.
Γυ.
443
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ’ἄκραν
444
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Προβουλος
Πρ.
Πρ.
445
τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου.
446
παύσω τιν’ὑμῶν τῆσδ’ἐγὼ τῆς ἐξόδου.
Γυνη Γ
Γυ.
Γυ.
447
εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
448
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Προβουλος
Πρ.
Πρ.
449
οἴμοι κακοδαίμων · ἐπιλέλοιφ’ τοξότης.
450
ἀτὰρ οὐ γυναικῶν οὐδέποτ’ἔσθ’ἡττητέα
451
ἡμῖν · ὁμόσε χωρῶμεν αὐταῖς Σκύθαι
452
ξυνταξάμενοι.
Λυσιστρατη
Λυ.
Λυ.
452
νὴ τὼ θεὼ γνώσεσθ’ἄρα
453
ὅτι καὶ παρ’ἡμῖν εἰσι τέτταρες λόχοι
454
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Προβουλος
Πρ.
Πρ.
455
ἀποστρέφετε τὰς χεῖρας αὐτῶν Σκύθαι.
Λυσιστρατη
Λυ.
Λυ.
456
ξύμμαχοι γυναῖκες ἐκθεῖτ’ἔνδοθεν,
457
σπερμαγοραιολεκιθολαχανοπώλιδες,
458
σκοροδοπανδοκευτριαρτοπώλιδες,
459
οὐχ ἕλξετ’, οὐ παιήσετ’, οὐκ ἀράξετε;
460
οὐ λοιδορήσετ’, οὐκ ἀναισχυντήσετε;
461
παύσασθ’, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε.
Προβουλος
Πρ.
Πρ.
462
οἴμ’ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν.
Λυσιστρατη
Λυ.
Λυ.
463
ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς
464
ἥκειν ἐνόμισας, γυναιξὶν οὐκ οἴει
465
χολὴν ἐνεῖναι;
Προβουλος
Πρ.
Πρ.
465
νὴ τὸν Ἀπόλλω καὶ μάλα
466
πολλήν γ’, ἐάνπερ πλησίον κάπηλος .
Χορος γεροντων
Χο.
Χο.
467
πόλλ’ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς,
468
τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις;
469
οὐκ οἶσθα λουτρὸν οἷον αἵδ’ἡμᾶς ἔλουσαν ἄρτι
470
ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ’ἄνευ κονίας;
Χορος Γυναικων
Χο.
Χο.
471
ἀλλ’ μέλ’οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ
472
τὴν χεῖρ’· ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη.
473
ἐπεὶ ’θέλω ’γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι,
474
λυποῦσα μηδέν’ἐνθαδί, κινοῦσα μη δὲ κάρφος,
475
ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ.
Χορος γεροντων
Χο.
Χο.
476
Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις;
477
ου’γὰρ ἔτ’ἀνεκτὰ τάδε γ’, ἀλλὰ βασανιστέον
478
τόδε σοι τὸ πάθος μετ’ἐμοῦ
480
τι βουλόμεναί ποτε τὴν
481
Κραναὰν κατέλαβον, ἐφ’ τιτε
482
μεγαλόπετρον ἄβατον ἀκρόπολιν
483
ἱερὸν τέμενος.
484
ἀλλ’ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους,
485
ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας.
Προβουλος
Πρ.
Πρ.
486
καὶ μὴν αὐτῶν τοῦτ’ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι,
487
τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν.
Λυσιστρατη
Λυ.
Λυ.
488
ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι’αὐτό.
Προβουλος
Πρ.
Πρ.
489
διὰ τἀργύριον πολεμοῦμεν γάρ;
Λυσιστρατη
Λυ.
Λυ.
489
καὶ τἄλλα γε πάντ’ἐκυκήθη.
490
ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες,
491
ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δ’οὖν τοῦδ’οὕνεκα δρώντων
492
τι βούλονται · τὸ γὰρ ἀργύριον τοῦτ’οὐκέτι μὴ καθέλωσιν.
Προβουλος
Πρ.
Πρ.
493
ἀλλὰ τί δράσεις;
Λυσιστρατη
Λυ.
Λυ.
493
τοῦτό μ’ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό.
Προβουλος
Πρ.
Πρ.
494
ὑμεῖς ταμιεύσετε τἀργύριον;
Λυσιστρατη
Λυ.
Λυ.
494
τί δὲ δεινὸν τοῦτο νομίζεις;
495
οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν;
Προβουλος
Πρ.
Πρ.
496
ἀλλ’οὐ ταὐτόν.
Λυσιστρατη
Λυ.
Λυ.
496
πῶς οὐ ταὐτόν;
Προβουλος
Πρ.
Πρ.
496
πολεμητέον ἔστ’ἀπὸ τούτου.
Λυσιστρατη
Λυ.
Λυ.
497
ἀλλ’οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
Προβουλος
Πρ.
Πρ.
497
πῶς γὰρ σωθησόμεθ’ἄλλως;
Λυσιστρατη
Λυ.
Λυ.
498
ἡμεῖς ὑμᾶς σώσομεν.
Προβουλος
Πρ.
Πρ.
498
ὑμεῖς;
Λυσιστρατη
Λυ.
Λυ.
498
ἡμεῖς μέντοι.
Προβουλος
Πρ.
Πρ.
498
σχέτλιόν γε.
Λυσιστρατη
Λυ.
Λυ.
499
ὡς σωθήσει, κἂν μὴ βούλῃ.
Προβουλος
Πρ.
Πρ.
499
δεινόν γε λέγεις.
Λυσιστρατη
Λυ.
Λυ.
499
ἀγανακτεῖς.
500
ἀλλὰ ποιητέα ταῦτ’ἐστὶν ὅμως.
Προβουλος
Πρ.
Πρ.
500
νὴ τὴν Δήμητρ’ἄδικόν γε.
Λυσιστρατη
Λυ.
Λυ.
501
σωστέον τᾶν.
Προβουλος
Πρ.
Πρ.
501
κεἰ μὴ δέομαι;
Λυσιστρατη
Λυ.
Λυ.
501
τοῦδ’οὕνεκα καὶ πολὺ μᾶλλον.
Προβουλος
Πρ.
Πρ.
502
ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆςτ’εἰρήνης ἐμέλησεν;
Λυσιστρατη
Λυ.
Λυ.
503
ἡμεῖς φράσομεν.
Προβουλος
Πρ.
Πρ.
503
λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς,
Λυσιστρατη
Λυ.
Λυ.
503
ἀκροῶ δή,
504
καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
Προβουλος
Πρ.
Πρ.
504
ἀλλ’οὐ δύναμαι · χαλεπὸν γὰρ
505
ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν.
Γυνη Α
Γυ.
Γυ.
505
. κλαύσει τοίνυν πολὺ μᾶλλον.
Προβουλος
Πρ.
Πρ.
506
τοῦτο μὲν γραῦ σαυτῇ κρώξαις · σὺ δέ μοι λέγε.
Λυσιστρατη
Λυ.
Λυ.
506
ταῦτα ποιήσω.
507
ἡμεῖς τὸν μὲν πρότερον πόλεμον καὶ τὸν χρόνον ἠνεσχόμεθα
508
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ’ἐποιεῖτε.
509
οὐ γὰρ γρύζειν εἰᾶθ’ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γ’ἡμᾶς.
510
ἀλλ’ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι
511
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα ·
512
εἶτ’ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ’ἂν γελάσασαι,
513
τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
514
ἐν τῷ δήμῳ τήμερον ὑμῖν; τίδὲ σοὶ ταῦτ’; δ’ὃς ἂν ἁνήρ.
515
οὐ σιγήσει; κἀγὼ ἐσίγων.
Γυνη Β
Γυ.
Γυ.
515
. ἀλλ’οὐκ ἂν ἐγώ ποτ’ἐσίγων.
Προβουλος
Πρ.
Πρ.
516
κἂν ᾤμωζές γ’, εἰ μὴ ’σίγας.
Λυσιστρατη
Λυ.
Λυ.
516
τοιγὰρ ἔγωγ’ἔνδον ἐσίγων.
517
ἔτερόν τι πονηρότερον βούλευμ’ἐπεπύσμεθ’ἂν ὑμῶν ·
518
εἶτ’ἠρόμεθ’ἄν · πῶς ταῦτ’ὦνερ διαπράττεσθ’ὧδ’ἀνοήτως;
519
δέ μ’εὐθὺς ὑποβλέψας ἂν ἔφασκ’, εἰ μὴ τὸν στήμονα νήσω,
520
ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν · πόλεμος δ’ἄνδρεσσι μελήσει.
Προβουλος
Πρ.
Πρ.
521
ὀρθῶς γε λέγων νὴ Δί’ἐκεῖνος.
Λυσιστρατη
Λυ.
Λυ.
521
πῶς ὀρθῶς κακόδαιμον,
522
εἰ μη δὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
523
ὅτε δὴ δ’ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
524
οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δί’οὐ δῆτ’, εἶφ’ἕτερός τις ·
525
μετὰ ταῦθ’ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ
526
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
527
ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ’ἀντακροᾶσθαι
528
κἀντισιωπᾶθ’ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς.
Προβουλος
Πρ.
Πρ.
529
ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε.
Λυσιστρατη
Λυ.
Λυ.
529
σιώπα.
Προβουλος
Πρ.
Πρ.
530
σοί γ’ κατάρατε σιωπῶ ’γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ
531
περὶ τὴν κεφαλήν; μή νυν ζῴην.
Λυσιστρατη
Λυ.
Λυ.
532
ἀλλ’εἰ τοῦτ’ἐμπόδιόν σοι,
533
παρ’ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν
534
ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν,
535
κᾆτα σιώπα
Γυνη Γ
Γυ.
Γυ.
535
. καὶ τοῦτον τὸν καλαθίσκον.
Λυσιστρατη
Λυ.
Λυ.
536
κᾆτα ξαίνειν ξυζωσάμενος
537
κυάμους τρώγων ·
538
πόλεμος δὲ γυναιξὶ μελήσει.
Χορος Γυναικων
Χο.
Χο.
539
αἰρώμεθ’ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν
540
ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν.
541
ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμ’ἂν ὀρχουμένη,
542
οὐ δὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρός ·
543
ἐθέλω δ’ἐπὶ πᾶν ἰέναι
544
μετὰ τῶνδ’ἀρετῆς ἕνεχ’, αἷς
545
ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος,
546
ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις
547
ἀρετὴ φρόνιμος.
548
ἀλλ’ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν,
550
χωρεῖτ’ὀργῇ καὶ μὴ τέγγεσθ’· ἔτι γὰρ νῦν οὔρια θεῖτε.
Λυσιστρατη
Λυ.
Λυ.
551
ἀλλ’ἤνπερ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένει’Ἀφροδίτη
552
ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ,
553
κᾆτ’ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς,
554
οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι.
Προβουλος
Πρ.
Πρ.
555
τί ποιησάσας;
Λυσιστρατη
Λυ.
Λυ.
555
ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν
556
ἀγοράζοντας καὶ μαινομένους.
Γυνη Α
Γυ.
Γυ.
556
. νὴ τὴν Παφίαν Ἀφροδίτην.
Λυσιστρατη
Λυ.
Λυ.
557
νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως
558
περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες.
Προβουλος
Πρ.
Πρ.
559
νὴ Δία · χρὴ γὰρ τοὺς ἀνδρείους.
Λυσιστρατη
Λυ.
Λυ.
559
καὶ μὴν τό γε πρᾶγμα γέλοιον,
560
ὅταν ἀσπίδ’ἔχων καὶ Γοργόνα τις κᾆτ’ὠνῆται κορακίνους.
Γυνη Β
Γυ.
Γυ.
560
.
561
νὴ Δί’ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ’εἶδον ἐφ’ἵππου
562
ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός ·
563
ἕτερος δ’αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ Τηρεύς,
564
ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν.
Προβουλος
Πρ.
Πρ.
565
πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ
566
ἐν ταῖς χώραις καὶ διαλῦσαι;
Λυσιστρατη
Λυ.
Λυ.
566
φαύλως πάνυ.
Προβουλος
Πρ.
Πρ.
566
πῶς; ἀπόδειξον.
Λυσιστρατη
Λυ.
Λυ.
567
ὥσπερ κλωστῆρ’, ὅταν ἡμῖν τεταραγμένος, ὧδε λαβοῦσαι,
568
ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δ’ἐκεῖσε,
569
οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ,
570
διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δ’ἐκεῖσε.
Προβουλος
Πρ.
Πρ.
571
ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ
572
παύσειν οἴεσθ’ ἀνόητοι;
Λυσιστρατη
Λυ.
Λυ.
572
κἂν ὑμῖν γ’εἴ τις ἐνῆν νοῦς,
573
ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ’ἂν ἅπαντα.
Προβουλος
Πρ.
Πρ.
574
πῶς δή; φέρ’ἴδω.
Λυσιστρατη
Λυ.
Λυ.
574
πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ
575
ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης
576
ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι,
577
καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς
578
ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι ·
579
εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας
580
καταμιγνύντας τούςτε μετοίκους κεἴ τις ξένος φίλος ὑμῖν,
581
κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι ·
582
καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ’εἰσὶν ἄποικοι,
583
διαγιγνώσκειν ὅτι ταῦθ’ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται
584
χωρὶς ἕκαστον · κᾆτ’ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας
585
δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι
586
τολύπην μεγάλην κᾆτ’ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι.
Προβουλος
Πρ.
Πρ.
587
οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν,
588
αἶς οὐ δὲ μετῆν πάνυ τοῦ πολέμου;
Λυσιστρατη
Λυ.
Λυ.
588
καὶ μὴν παγκατάρατε
589
πλεῖν γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι
590
κἀκπέμψασαι παῖδας ὁπλίτας.
Προβουλος
Πρ.
Πρ.
590
σίγα, μὴ μνησικακήσῃς.
Λυσιστρατη
Λυ.
Λυ.
591
εἶθ’ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι,
592
μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε,
593
περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι.
Προβουλος
Πρ.
Πρ.
594
οὔκουν χἄνδρες γηράσκουσιν;
Λυσιστρατη
Λυ.
Λυ.
594
μὰ Δί’ἀλλ’οὐκ εἶπας ὅμοιον.
595
μὲν ἥκων γάρ, κἂν πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν ·
596
τῆς δὲ γυναικὸς σμικρὸς καιρός, κἂν τούτου μὴ ’πιλάβηται,
597
οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται.
Προβουλος
Πρ.
Πρ.
598
ἀλλ’ὅστις ἔτι στῦσαι δυνατὸς
Λυσιστρατη
Λυ.
Λυ.
599
σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις;
600
χωρίον ἐστί · σορὸν ὠνήσει ·
601
μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω.
602
λαβὲ ταυτὶ καὶ στεφάνωσαι.
Γυνη Ξ
Γυ.
Γυ.
602
.
603
καὶ ταυτασὶ δέξαι παρ’ἐμοῦ.
Γυνη Α
Γυ.
Γυ.
603
.
604
καὶ τουτονγὶ λαβὲ τὸν στέφανον.
Λυσιστρατη
Λυ.
Λυ.
605
τοῦ δεῖ; τί ποθεῖς; χώρει ’ς τὴν ναῦν ·
606
Χάρων σε καλεῖ,
607
σὺ δὲ κωλύεις ἀνάγεσθαι.
Προβουλος
Πρ.
Πρ.
608
εἶτ’οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστ’ἐμέ;
609
νὴ τὸν Δί’ἀλλὰ τοῖς προβούλοις ἄντικρυς
610
ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω.
Λυσιστρατη
Λυ.
Λυ.
611
μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε;
612
ἀλλ’ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ
613
ἥξει παρ’ἡμῶν τὰ τρίτ’ἐπεσκευασμένα.
Χορος γεροντων
Χο.
Χο.
614
οὐκέτ’ἔργον ἐγκαθεύδειν ὅστις ἔστ’ἐλεύθερος,
615
ἀλλ’ἐπαποδυώμεθ’ἄνδρες τουτῳὶ τῷ πράγματι.
616
ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων
617
πραγμάτων μοι δοκεῖ,
618
καὶ μάλιστ’ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος ·
620
καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς
621
δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους
622
τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ
623
καταλαβεῖν τὰ χρήμαθ’ἡμῶν τόντε μισθόν,
625
ἔνθεν ἔζων ἐγώ.
626
δεινὰ γάρ τοι τάσδε γ’ἤδη τοὺς πολίτας νουθετεῖν,
627
καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι,
628
καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς,
629
οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι.
630
ἀλλὰ ταῦθ’ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι.
631
ἀλλ’ἐμοῦ μὲν οὐ τυραννεύσουσ’, ἐπεὶ φυλάξομαι
632
καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί,
633
ἀγοράσωτ’ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι,
634
ὧδέθ’ἑστήξω παρ’αὐτόν · αὐτὸς γάρ μοι γίγνεται
635
τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον.
Χορος Γυναικων
Χο.
Χο.
636
οὐκ ἄρ’εἰσιόντα σ’οἴκαδ’ τεκοῦσα γνώσεται.
637
ἀλλὰ θώμεσθ’ φίλαι γρᾶες ταδί πρῶτον χαμαί.
638
ἡμεῖς γὰρ πάντες ἀστοὶ λόγων κατάρχομεν
639
τῇ πόλει χρησίμων ·
640
εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με.
641
ἑπτὰ μὲν ἔτη γεγῶσ’εὐθὺς ἠρρηφόρουν ·
642
εἶτ’ἀλετρὶς δεκέτις οὖσα τἀρχηγέτι ·
645
κᾆτ’ἔχουσα τὸν κροκωτὸν ἄρκτος Βραυρωνίοις ·
646
κἀκανηφόρουν ποτ’οὖσα παῖς καλὴ ’χουσ’
647
ἰσχάδων ὁρμαθόν ·
648
ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι;
649
εἰ δ’ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι,
650
ἢν ἀμείνω γ’εἰσενέγκω τῶν παρόντων πραγμάτων.
651
τοὐράνου γάρ μοι μέτεστι · καὶ γὰρ ἄνδρας ἐσφέρω,
652
τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ’ὑμῖν, ἐπεὶ
653
τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν
654
εἶτ’ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς,
655
ἀλλ’ὑφ’ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν.
656
ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με,
657
τῷδέ γ’ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον.
Χορος γεροντων
Χο.
Χο.
658
ταῦτ’οὖν οὐχ ὕβρις τὰ πράγματ’ἐστὶ
660
πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον.
661
ἀλλ’ἀμυντέον τὸ πρᾶγμ’ὅστις γ’ἐνόρχης ἔστ’ἀνήρ.
662
ἀλλὰ τὴν ἐξωμίδ’ἐκδυώμεθ’, ὡς τὸν ἄνδρα δεῖ
663
ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ’οὐν ἐντεθριῶσθαι πρέπει.
665
ἀλλ’ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτ’ἦμεν ἔτι,
666
νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι
670
πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε.
671
εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν,
672
οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας,
673
ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσ’ἔτι
675
ναυμαχεῖν καὶ πλεῖν ἐφ’ἡμᾶς ὥσπερ Ἀρτεμισία.
676
ἢν δ’ἐφ’ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας.
677
ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή,
678
κοὐκ ἂν ἀπολίσθοι τρέχοντος · τὰς δ’Ἀμαζόνας σκόπει,
679
ἃς Μίκων ἔγραψ’ἐφ’ἵππων μαχομένας τοῖς ἀνδράσιν.
680
ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον
681
ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα.
Χορος Γυναικων
Χο.
Χο.
682
εἰ νὴ τὼ θεώ με ζωπυρήσεις,
683
λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω
685
τήμερον τοὺς δημότας βωστρεῖν σ’ἐγὼ πεκτούμενον.
686
ἀλλὰ χἠμεῖς γυναῖκες θᾶττον ἐκδυώμεθα,
687
ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων.
688
νῦν πρὸς ἔμ’ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μη δὲ
690
κυάμους μέλανας.
691
ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ,
695
αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι.
696
οὐ γὰρ ὑμῶν φροντίσαιμ’ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ
697
τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία.
698
οὐ γὰρ ἔσται δύναμις, οὐ δ’ἢν ἑπτάκις σὺ ψηφίσῃ,
699
ὅστις δύστην’ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν.
700
ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ
701
τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ’ἐκ τῶν γειτόνων,
702
παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν ·
703
οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα.
704
κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν
705
τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων.
706
ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος,
707
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
Λυσιστρατη
Λυ.
Λυ.
708
κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν
709
ποιεῖ μ’ἄθυμον περιπατεῖντ’ἄνω κάτω.
Χορος Γυναικων
Χο.
Χο.
710
τί φῄς; τί φῄς;
Λυσιστρατη
Λυ.
Λυ.
711
ἀληθῆ, ἀληθῆ.
Χορος Γυναικων
Χο.
Χο.
712
τί δ’ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις.
Λυσιστρατη
Λυ.
Λυ.
713
ἀλλ’αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ.
Χορος Γυναικων
Χο.
Χο.
714
μή νύν με κρύψῃς τι πεπόνθαμεν κακόν.
Λυσιστρατη
Λυ.
Λυ.
715
βινητιῶμεν, βράχιστον τοῦ λόγου.
Χορος Γυναικων
Χο.
Χο.
716
ἰὼ Ζεῦ.
Λυσιστρατη
Λυ.
Λυ.
717
τί Ζῆν’ἀυτεῖς; ταῦτα δ’οὖν οὕτως ἔχει.
718
ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι
719
οἵατ’ἀπὸ τῶν ἀνδρῶν · διαδιδράσκουσι γάρ.
720
τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν
721
κατέλαβον τοῦ Πανός ἐστι ταὐλίον,
722
τὴν δ’ἐκ τροχιλείας αὖ κατειλυσπωμένην,
723
τὴν δ’αὐτομολοῦσαν, τὴν δ’ἐπὶ στρούθου μίαν
724
ἤδη πέτεσθαι διανοουμένην κάτω
725
ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα.
726
πάσαςτε προφάσεις ὥστ’ἀπελθεῖν οἴκαδε
727
ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται.
728
αὕτη σὺ ποῖ θεῖς;
Γυνη Α
Γυ.
Γυ.
728
. οἴκαδ’ἐλθεῖν βούλομαι.
729
οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια
730
ὑπὸ τῶν σέων κατακοπτόμενα.
Λυσιστρατη
Λυ.
Λυ.
730
ποίων σέων;
731
οὐκ εἶ πάλιν;
Γυνη Α
Γυ.
Γυ.
731
. ἀλλ’ἥξω ταχέως νὴ τὼ θεὼ
732
ὅσον διαπετάσασ’ἐπὶ τῆς κλίνης μόνον.
Λυσιστρατη
Λυ.
Λυ.
733
μὴ διαπετάννυ, μη δ’ἀπέλθῃς μηδαμῇ.
Γυνη Α
Γυ.
Γυ.
733
.
734
ἀλλ’ἐῶ ’πολέσθαι τἄρι’;
Λυσιστρατη
Λυ.
Λυ.
734
ἢν τούτου δέῃ.
Γυνη Β
Γυ.
Γυ.
734
.
735
τάλαιν’ἐγώ, τάλαινα τῆς Ἀμοργίδος,
736
ἣν ἄλοπον οἴκοι καταλέλοιφ’.
Λυσιστρατη
Λυ.
Λυ.
736
αὕθἠτέρα
737
ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται.
738
χώρει πάλιν δεῦρ’.
Γυνη Β
Γυ.
Γυ.
738
. ἀλλὰ νὴ τὴν Φωσφόρον
739
ἔγωγ’ἀποδείρασ’αὐτίκα μάλ’ἀνέρχομαι.
Λυσιστρατη
Λυ.
Λυ.
740
μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ,
741
ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται.
Γυνη Γ
Γυ.
Γυ.
742
πότνι’Εἰλείθυι’ἐπίσχες τοῦ τόκου,
743
ἕως ἂν εἰς ὅσιον μόλω ’γὼ χωρίον.
Λυσιστρατη
Λυ.
Λυ.
744
τί ταῦτα ληρεῖς;
Γυνη Γ
Γυ.
Γυ.
744
αὐτίκα μάλα τέξομαι.
Λυσιστρατη
Λυ.
Λυ.
745
ἀλλ’οὐκ ἐκύεις σύ γ’ἐχθές.
Γυνη Γ
Γυ.
Γυ.
745
ἀλλὰ τήμερον.
746
ἀλλ’οἴκαδέ μ’ὡς τὴν μαῖαν Λυσιστράτη
747
ἀπόπεμψον ὡς τάχιστα.
Λυσιστρατη
Λυ.
Λυ.
747
τίνα λόγον λέγεις;
748
τί τοῦτ’ἔχεις τὸ σκληρόν;
Γυνη Γ
Γυ.
Γυ.
748
ἄρρεν παιδίον.
Λυσιστρατη
Λυ.
Λυ.
749
μὰ τὴν Ἀφροδίτην οὐ σύ γ’, ἀλλ’ χαλκίον
750
ἔχειν τι φαίνει κοῖλον · εἴσομαι δ’ἐγώ.
751
καταγέλαστ’ἔχουσα τὴν ἱερὰν κυνῆν
752
κυεῖν ἔφασκες;
Γυνη Γ
Γυ.
Γυ.
752
καὶ κυῶ γε νὴ Δία.
Λυσιστρατη
Λυ.
Λυ.
753
τί δῆτα ταύτην εἶχες;
Γυνη Γ
Γυ.
Γυ.
753
ἵνα μ’εἰ καταλάβοι
754
τόκος ἔτ’ἐν πόλει, τέκοιμ’ἐς τὴν κυνῆν
755
ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί.
Λυσιστρατη
Λυ.
Λυ.
756
τί λέγεις; προφασίζει · περιφανῆ τὰ πράγματα.
757
οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς;
Γυνη Γ
Γυ.
Γυ.
758
ἀλλ’οὐ δύναμαι ’γωγ’οὐ δὲ κοιμᾶσθ’ἐν πόλει,
759
ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε.
Γυνη Δ
Γυ.
Γυ.
760
ἐγὼ δ’ὑπὸ τῶν γλαυκῶν γε τάλαιν’ἀπόλλυμαι
761
ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί.
Λυσιστρατη
Λυ.
Λυ.
762
δαιμόνιαι παύσασθε τῶν τερατευμάτων.
763
ποθεῖτ’ἴσως τοὺς ἄνδρας · ἡμᾶς δ’οὐκ οἴει
764
ποθεῖν ἐκείνους; ἀργαλέας γ’εὖ οἶδ’ὅτι
765
ἄγουσι νύκτας. ἀλλ’ἀνάσχεσθ’ ὦγαθαί,
766
καὶ προσταλαιπωρήσατ’ἔτ’ὀλίγον χρόνον,
767
ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν
768
μὴ στασιάσωμεν · ἔστι δ’ χρησμὸς οὑτοσί.
Γυνη Α
Γυ.
Γυ.
769
λέγ’αὐτὸν ἡμῖν τι λέγει.
Λυσιστρατη
Λυ.
Λυ.
769
σιγᾶτε δή.
770
ἀλλ’ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον,
771
τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταίτε φαλήτων,
772
παῦλα κακῶν ἔσται, τὰ δ’ὑπέρτερα νέρτερα θήσει
773
Ζεὺς ὑψιβρεμέτης
Γυνη Β
Γυ.
Γυ.
773
ἐπάνω κατακεισόμεθ’ἡμεῖς;
Λυσιστρατη
Λυ.
Λυ.
774
ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν
775
ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει
776
ὄρνεον οὐ δ’ὁτιοῦν καταπυγωνέστερον εἶναι.
Γυνη Α
Γυ.
Γυ.
777
σαφής γ’ χρησμὸς νὴ Δί’.
Λυσιστρατη
Λυ.
Λυ.
777
πάντες θεοί,
778
μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι,
779
ἀλλ’εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ
780
φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.
Χορος γεροντων
Χο.
Χο.
781
μῦθον βούλομαι λέξαι τιν’ὑμῖν, ὅν ποτ’ἤκουσ’
782
αὐτὸς ἔτι παῖς ὤν.
785
οὕτως ἦν νεανίσκος Μελανίων τις,
786
ὃς φεύγων γάμον ἀφίκετ’ἐς ἐρημίαν,
787
κἀν τοῖς ὄρεσιν ᾤκει ·
788
κᾆτ’ἐλαγοθήρει
790
πλεξάμενος ἄρκυς,
791
καὶ κύνα τιν’εἶχεν,
792
κοὐκέτι κατῆλθε πάλιν οἴκαδ’ὑπὸ μίσους.
793
οὕτω τὰς γυναῖκας ἐβδελύχθη
795
’κ’εῖνος, ἡμεῖςτ’οὐδὲν ἧττον
796
τοῦ Μελανίωνος οἱ σώφρονες.
γερων
γε.
γε.
797
βούλομαί σε γραῦ κύσαι
Γυνη
Γυ.
Γυ.
798
κρόμμυόν τἄρ’οὐκ ἔδει.
γερων
γε.
γε.
799
κἀνατείνας λακτίσαι.
Γυνη
Γυ.
Γυ.
800
τὴν λόχμην πολλὴν φορεῖς.
Χορος γεροντων
Χο.
Χο.
801
καὶ Μυρωνίδης γὰρ ἦν
802
τραχὺς ἐντεῦθεν μελάμπυγός
803
τε τοῖς ἐχθροῖς ἅπασιν,
804
ὥς δὲ καὶ Φορμίων.
Χορος Γυναικων
Χο.
Χο.
805
κἀγὼ βούλομαι μῦθόν τιν’ὑμῖν ἀντιλέξαι
806
τῷ Μελανίωνι.
807
Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν
810
ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος,
811
Ἐρινύων ἀπορρώξ.
812
οὗτος οὖν Τίμων
813
814
ᾤχεθ’ὑπὸ μίσους
815
πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.
816
οὕτω ’κεῖνος ὑμῶν ἀντεμίσει
817
τοὺς πονηροὺς ἄνδρας ἀεί,
820
ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.
Γυνη
Γυ.
Γυ.
821
τὴν γνάθον βούλει θένω;
γερων
γε.
γε.
822
μηδαμῶς · ἔδεισά γε .
Γυνη
Γυ.
Γυ.
823
ἀλλὰ κρούσω τῷ σκέλει;
γερων
γε.
γε.
824
τὸν σάκανδρον ἐκφανεῖς.
Χορος Γυναικων
Χο.
Χο.
825
ἀλλ’ὅμως ἂν οὐκ ἴδοις
826
καίπερ οὔσης γραὸς ὄντ’αὐτὸν
827
κομήτην, ἀλλ’ἀπεψιλωμένον
828
τῷ λύχνῳ.
Λυσιστρατη
Λυ.
Λυ.
829
ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ’ὡς ἐμὲ
830
ταχέως.
Γυνη
Γυ.
Γυ.
830
τί δ’ἔστιν; εἰπέ μοι τίς βοή;
Λυσιστρατη
Λυ.
Λυ.
831
ἄνδρ’ἄνδρ’ὁρῶ προσιόντα παραπεπληγμένον,
832
τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
833
πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου
834
μεδέουσ’, ἴθ’ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.
Γυνη
Γυ.
Γυ.
835
ποῦ δ’ἐστὶν ὅστις ἐστί;
Λυσιστρατη
Λυ.
Λυ.
835
παρὰ τὸ τῆς Χλόης.
Γυνη
Γυ.
Γυ.
836
νὴ Δί’ἔστι δῆτα. τίς κἀστίν ποτε;
Λυσιστρατη
Λυ.
Λυ.
837
ὁρᾶτε · γιγνώσκει τις ὑμῶν;
Μυρρινη
Μυ.
Μυ.
837
νὴ Δία
838
ἔγωγε · κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.
Λυσιστρατη
Λυ.
Λυ.
839
σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
840
κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,
841
καὶ πάνθ’ὑπέχειν πλὴν ὧν σύνοιδεν κύλιξ.
Μυρρινη
Μυ.
Μυ.
842
ἀμέλει ποιήσω ταῦτ’ἐγώ.
Λυσιστρατη
Λυ.
Λυ.
842
καὶ μὴν ἐγὼ
843
ξυνηπεροπεύσω σοι παραμένουσ’ἐνθαδί,
844
καὶ ξυσταθεύσω τοῦτον. ἀλλ’ἀπέλθετε.
Κινησιας
Κι.
Κι.
845
οἴμοι κακοδαίμων, οἷος σπασμός μ’ἔχει
846
χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
Λυσιστρατη
Λυ.
Λυ.
847
τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
Κινησιας
Κι.
Κι.
847
ἐγώ.
Λυσιστρατη
Λυ.
Λυ.
848
ἀνήρ;
Κινησιας
Κι.
Κι.
848
ἀνὴρ δῆτ’.
Λυσιστρατη
Λυ.
Λυ.
848
οὐκ ἄπει δῆτ’ἐκποδών;
Κινησιας
Κι.
Κι.
849
σὺ δ’εἶ τίς ἡκβάλλουσά μ’;
Λυσιστρατη
Λυ.
Λυ.
849
ἡμεροσκόπος.
Κινησιας
Κι.
Κι.
850
πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.
Λυσιστρατη
Λυ.
Λυ.
851
ἰδοὺ καλέσω ’γὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;
Κινησιας
Κι.
Κι.
852
ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
Λυσιστρατη
Λυ.
Λυ.
853
χαῖρε φίλτατ’· οὐ γὰρ ἀκλεὲς τοὔνομ
854
τὸ σὸν παρ’ἡμῖν ἐστιν οὐ δ’ἀνώνυμον.
855
ἀεὶ γὰρ γυνή σ’ἔχει διὰ στόμα.
856
κἂν ᾠὸν μῆλον λάβῃ, Κινησίᾳ
857
τουτὶ γένοιτο, φησίν.
Κινησιας
Κι.
Κι.
857
πρὸς τῶν θεῶν.
Λυσιστρατη
Λυ.
Λυ.
858
νὴ τὴν Ἀφροδίτην · κἂν περὶ ἀνδρῶν γ’ἐμπέσῃ
859
λόγος τις, εἴρηκ’εὐθέως σὴ γυνὴ
860
ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.
Κινησιας
Κι.
Κι.
861
ἴθι νυν κάλεσον αὐτήν.
Λυσιστρατη
Λυ.
Λυ.
861
τί οὖν; δώσεις τί μοι;
Κινησιας
Κι.
Κι.
862
ἔγωγέ σοι νὴ τὸν Δί’, ἢν βούλῃ γε σύ ·
863
ἔχω δὲ τοῦθ’· ὅπερ οὖν ἔχω, δίδωμί σοι.
Λυσιστρατη
Λυ.
Λυ.
864
φέρε νυν καλέσω καταβᾶσά σοι.
Κινησιας
Κι.
Κι.
864
ταχύ νυν πάνυ.
865
ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,
866
ἐξ οὗπερ αὕτη ’ξῆλθεν ἐκ τῆς οἰκίας ·
867
ἀλλ’ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ
868
εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις
869
χάριν οὐδεμίαν οἶδ’ἐσθίων · ἔστυκα γάρ.
Μυρρινη
Μυ.
Μυ.
870
φιλῶ φιλῶ ’γὼ τοῦτον · ἀλλ’οὐ βούλεται
871
ὑπ’ἐμοῦ φιλεῖσθαι. σὺ δ’ἐμὲ τούτῳ μὴ κάλει.
Κινησιας
Κι.
Κι.
872
γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;
873
κατάβηθι δεῦρο.
Μυρρινη
Μυ.
Μυ.
873
μὰ Δί’ἐγὼ μὲν αὐτόσ’οὔ.
Κινησιας
Κι.
Κι.
874
ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
Μυρρινη
Μυ.
Μυ.
875
οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
Κινησιας
Κι.
Κι.
876
ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.
Μυρρινη
Μυ.
Μυ.
877
ἄπειμι.
Κινησιας
Κι.
Κι.
877
μὴ δῆτ’, ἀλλὰ τῷ γοῦν παιδίῳ
878
ὑπάκουσον · οὗτος οὐ καλεῖς τὴν μαμμίαν;
Παις Κινησιου
Πα.
Πα.
879
μαμμία, μαμμία, μαμμία.
Κινησιας
Κι.
Κι.
880
αὕτη τί πάσχεις; οὐ δ’ἐλεεῖς τὸ παιδίον
881
ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
Μυρρινη
Μυ.
Μυ.
882
ἔγωγ’ἐλεῶ δῆτ’· ἀλλ’ἀμελὴς αὐτῷ πατὴρ
883
ἔστιν.
Κινησιας
Κι.
Κι.
883
κατάβηθ’ δαιμονία τῷ παιδίῳ.
Μυρρινη
Μυ.
Μυ.
884
οἷον τὸ τεκεῖν · καταβατέον. τί γὰρ πάθω;
Κινησιας
Κι.
Κι.
885
ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
886
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν ·
887
χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
888
ταῦτ’αὐτὰ δή ’σθ’ κἄμ’ἐπιτρίβει τῷ πόθῳ.
Μυρρινη
Μυ.
Μυ.
889
γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
890
φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.
Κινησιας
Κι.
Κι.
891
τί πονήρα ταῦτα ποιεῖς χἀτέραις
892
πείθει γυναιξί, κἀμέτ’ἄχθεσθαι ποιεῖς
893
αὐτήτε λυπεῖ;
Μυρρινη
Μυ.
Μυ.
893
μὴ πρόσαγε τὴν χεῖρά μοι.
Κινησιας
Κι.
Κι.
894
τὰ δ’ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
895
χεῖρον διατίθης.
Μυρρινη
Μυ.
Μυ.
895
ὀλίγον αὐτῶν μοι μέλει.
Κινησιας
Κι.
Κι.
896
ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
897
ὑπὸ τῶν ἀλεκτρυόνων;
Μυρρινη
Μυ.
Μυ.
897
ἔμοιγε νὴ Δία.
Κινησιας
Κι.
Κι.
898
τὰ δὲ τῆς Ἀφροδίτης ἱέρ’ἀνοργίαστά σοι
899
χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;
Μυρρινη
Μυ.
Μυ.
900
μὰ Δί’οὐκ ἔγωγ’, ἢν μὴ διαλλαχθῆτέ γε
901
καὶ τοῦ πολέμου παύσησθε.
Κινησιας
Κι.
Κι.
901
τοιγάρ, ἢν δοκῇ,
902
ποιήσομεν καὶ ταῦτα.
Μυρρινη
Μυ.
Μυ.
902
τοιγάρ, ἢν δοκῇ,
903
κἄγωγ’ἄπειμ’ἐκεῖσε · νῦν δ’ἀπομώμοκα.
Κινησιας
Κι.
Κι.
904
σὺ δ’ἀλλὰ κατακλίνηθι μετ’ἐμοῦ διὰ χρόνου.
Μυρρινη
Μυ.
Μυ.
905
οὐ δῆτα · καίτοι σ’οὐκ ἐρῶ γ’ὡς οὐ φιλῶ.
Κινησιας
Κι.
Κι.
906
φιλεῖς; τί οὖν οὐ κατεκλίνης Μύρριον;
Μυρρινη
Μυ.
Μυ.
907
καταγέλαστ’ἐναντίον τοῦ παιδίου;
Κινησιας
Κι.
Κι.
908
μὰ Δί’ἀλλὰ τοῦτό γ’οἴκαδ’ Μανῆ φέρε.
909
ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ’κποδών,
910
σὺ δ’οὐ κατακλίνει.
Μυρρινη
Μυ.
Μυ.
910
ποῦ γὰρ ἄν τις καὶ τάλαν
911
δράσειε τοῦθ’;
Κινησιας
Κι.
Κι.
911
ὅπου; τὸ τοῦ Πανὸς καλόν.
Μυρρινη
Μυ.
Μυ.
912
καὶ πῶς ἔθ’ἁγνὴ δῆτ’ἂν ἔλθοιμ’ἐς πόλιν;
Κινησιας
Κι.
Κι.
913
κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.
Μυρρινη
Μυ.
Μυ.
914
ἔπειτ’ὀμόσασα δῆτ’ἐπιορκήσω τάλαν;
Κινησιας
Κι.
Κι.
915
εἰς ἐμὲ τράποιτο · μηδὲν ὅρκου φροντίσῃς.
Μυρρινη
Μυ.
Μυ.
916
φέρε νυν ἐνέγκω κλινίδιον νῷν.
Κινησιας
Κι.
Κι.
916
μηδαμῶς.
917
ἀρκεῖ χαμαὶ νῷν.
Μυρρινη
Μυ.
Μυ.
917
μὰ τὸν Ἀπόλλω μή σ’ἐγὼ
918
καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί.
Κινησιας
Κι.
Κι.
919
τοι γυνὴ φιλεῖ με, δήλη ’στὶν καλῶς.
Μυρρινη
Μυ.
Μυ.
920
ἰδοὺ κατάκεισ’ἀνύσας τι, κἀγὼ ’κδύομαι.
921
καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ’ἐξοιστέα.
Κινησιας
Κι.
Κι.
922
ποία ψίαθος; μὴ μοί γε.
Μυρρινη
Μυ.
Μυ.
922
νὴ τὴν Ἄρτεμιν,
923
αἰσχρὸν γὰρ ἐπὶ τόνου γε.
Κινησιας
Κι.
Κι.
923
δός μοί νυν κύσαι.
Μυρρινη
Μυ.
Μυ.
924
ἰδού.
Κινησιας
Κι.
Κι.
924
παπαιάξ · ἧκέ νυν ταχέως πάνυ.
Μυρρινη
Μυ.
Μυ.
925
ἰδοὺ ψίαθος · κατάκεισο, καὶ δὴ ’κδύομαι.
926
καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις.
Κινησιας
Κι.
Κι.
927
ἀλλ’οὐ δὲ δέομ’ἔγωγε.
Μυρρινη
Μυ.
Μυ.
927
νὴ Δί’ἀλλ’ἐγώ.
Κινησιας
Κι.
Κι.
928
ἀλλ’ τὸ πέος τόδ’Ἡρακλῆς ξενίζεται.
Μυρρινη
Μυ.
Μυ.
929
ἀνίστασ’, ἀναπήδησον. ἤδη πάντ’ἔχω.
Κινησιας
Κι.
Κι.
930
ἅπαντα δῆτα. δεῦρό νυν χρύσιον.
Μυρρινη
Μυ.
Μυ.
931
τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν ·
932
μή μ’ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν.
Κινησιας
Κι.
Κι.
933
νὴ Δί’ἀπολοίμην ἆρα.
Μυρρινη
Μυ.
Μυ.
933
σισύραν οὐκ ἔχεις.
Κινησιας
Κι.
Κι.
934
μὰ Δί’οὐ δὲ δέομαί γ’, ἀλλὰ βινεῖν βούλομαι.
Μυρρινη
Μυ.
Μυ.
935
ἀμέλει ποιήσεις τοῦτο · ταχὺ γὰρ ἔρχομαι.
Κινησιας
Κι.
Κι.
936
ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα.
Μυρρινη
Μυ.
Μυ.
937
ἔπαιρε σαυτόν.
Κινησιας
Κι.
Κι.
937
ἀλλ’ἐπῆρται τοῦτό γε.
Μυρρινη
Μυ.
Μυ.
938
βούλει μυρίσω σε;
Κινησιας
Κι.
Κι.
938
μὰ τὸν Ἀπόλλω μὴ μέ γε.
Μυρρινη
Μυ.
Μυ.
939
νὴ τὴν Ἀφροδίτην ἤντε βούλῃ γ’ἤντε μή.
Κινησιας
Κι.
Κι.
940
εἴθ’ἐκχυθείη τὸ μύρον Ζεῦ δέσποτα.
Μυρρινη
Μυ.
Μυ.
941
πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών.
Κινησιας
Κι.
Κι.
942
οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί,
943
εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων.
Μυρρινη
Μυ.
Μυ.
944
τάλαιν’ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον.
Κινησιας
Κι.
Κι.
945
ἀγαθόν · ἔα αὔτ’ δαιμονία.
Μυρρινη
Μυ.
Μυ.
945
ληρεῖς ἔχων.
Κινησιας
Κι.
Κι.
946
κάκιστ’ἀπόλοιθ’ πρῶτος ἑψήσας μύρον.
Μυρρινη
Μυ.
Μυ.
947
λαβὲ τόνδε τὸν ἀλάβαστον.
Κινησιας
Κι.
Κι.
947
ἀλλ’ἕτερον ἔχω.
948
ἀλλ’ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε
949
μηδέν.
Μυρρινη
Μυ.
Μυ.
949
ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν.
950
ὑπολύομαι γοῦν. ἀλλ’ὅπως φίλτατε
951
σπονδὰς ποιεῖσθαι ψηφιεῖ.
Κινησιας
Κι.
Κι.
951
βουλεύσομαι.
952
ἀπολώλεκέν με κἀπιτέτριφεν γυνὴ
953
τάτ’ἄλλα πάντα κἀποδείρασ’οἴχεται.
954
οἴμοι τί πάθω; τίνα βινήσω
955
τῆς καλλίστης πασῶν ψευσθείς;
956
πῶς ταυτηνὶ παιδοτροφήσω;
957
ποῦ Κυναλώπηξ;
958
μίσθωσόν μοι τὴν τίτθην.
Χορος γεροντων
Χο.
Χο.
959
ἐν δεινῷ γ’ δύστηνε κακῷ
960
τείρει ψυχὴν ἐξαπατηθείς.
961
κἄγωγ’οἰκτίρω σ’αἰαῖ.
962
ποῖος γὰρ ἂν νέφρος ἀντίσχοι,
963
ποία ψυχή, ποῖοι δ’ὄρχεις,
964
ποία δ’ὀσφῦς, ποῖος δ’ὄρρος
965
κατατεινόμενος
966
καὶ μὴ βινῶν τοὺς ὄρθρους;
Κινησιας
Κι.
Κι.
967
Ζεῦ δεινῶν ἀντισπασμῶν.
Χορος γεροντων
Χο.
Χο.
968
ταυτὶ μέντοι νυνί σ’ἐποίησ’
969
παμβδελυρὰ καὶ παμμυσαρά.
Κινησιας
Κι.
Κι.
970
μὰ Δί’ἀλλὰ φίλη καὶ παγγλυκερά.
Χορος γεροντων
Χο.
Χο.
971
ποία γλυκερά; μιαρὰ μιαρά.
Κινησιας
Κι.
Κι.
972
μιαρὰ δῆτ’ Ζεῦ Ζεῦ ·
973
εἴθ’αὐτὴν ὥσπερ τοὺς θωμοὺς
974
μεγάλῳ τυφῷ καὶ πρηστῆρι
975
ξυστρέψας καὶ ξυγγογγύλας
976
οἴχοιο φέρων, εἶτα μεθείης,
977
δὲ φέροιτ’αὖ πάλιν ἐς τὴν γῆν,
978
κᾆτ’ἐξαίφνης
979
περὶ τὴν ψωλὴν περιβαίη.
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
980
πᾷ τᾶν Ἀσανᾶν ἐστιν γερωχία
981
τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.
Κινησιας
Κι.
Κι.
982
σὺ δ’εἶ πότερον ἄνθρωπος κονίσαλος;
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
983
κᾶρυξ ἐγὼν κυρσάνιε ναὶ τὼ σιὼ
984
ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
Κινησιας
Κι.
Κι.
985
κἄπειτα δόρυ δῆθ’ὑπὸ μάλης ἥκεις ἔχων;
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
986
οὐ τὸν Δί’οὐκ ἐγών γα.
Κινησιας
Κι.
Κι.
986
ποῖ μεταστρέφει;
987
τί δὴ προβάλλει τὴν χλαμύδ’; βουβωνιᾷς
988
ὑπὸ τῆς ὁδοῦ;
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
988
παλαιόρ γα ναὶ τὸν Κάστορα
989
ὥνθρωπος.
Κινησιας
Κι.
Κι.
989
ἀλλ’ἔστυκας μιαρώτατε.
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
990
οὐ τὸν Δί’οὐκ ἐγών γα · μη δ’αὖ πλαδδίη.
Κινησιας
Κι.
Κι.
991
τί δ’ἐστί σοι τοδί;
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
991
σκυτάλα Λακωνικά.
Κινησιας
Κι.
Κι.
992
εἴπερ γε χαὔτη ’στὶ σκυτάλη Λακωνική.
993
ἀλλ’ὡς πρὸς εἰδότ’ἐμὲ σὺ τἀληθῆ λέγε.
994
τί τὰ πράγμαθ’ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
995
ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι
996
ἅπαντες ἐστύκαντι · Πελλάνας δὲ δεῖ.
Κινησιας
Κι.
Κι.
997
ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
998
ἀπὸ Πανός;
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
998
οὔκ, ἀλλ’ἆρχεν οἰῶ Λαμπιτώ,
999
ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
1000
γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
1001
ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
Κινησιας
Κι.
Κι.
1002
πῶς οὖν ἔχετε;
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
1002
μογίομες. ἂν γὰρ τὰν πόλιν
1003
ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.
1004
ταὶ γὰρ γυναῖκες οὐ δὲ τῶ μύρτω σιγεῖν
1005
ἐῶντι, πρίν γ’ἅπαντες ἐξ ἑνὸς λόγω
1006
σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.
Κινησιας
Κι.
Κι.
1007
τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
1008
ὑπὸ τῶν γυναικῶν · ἄρτι νυνὶ μανθάνω.
1009
ἀλλ’ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
1010
αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.
1011
ἐγὼ δ’ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
1012
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
Κηρυξ Λακεδαιμονιων
Κη.
Κη.
1013
ποτάομαι · κράτιστα γὰρ παντᾷ λέγεις.
Χορος γεροντων
Χο.
Χο.
1014
οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
1015
οὐ δὲ πῦρ, οὐ δ’ὧδ’ἀναιδὴς οὐδεμία πόρδαλις.
Χορος Γυναικων
Χο.
Χο.
1016
ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
1017
ἐξὸν πόνηρε σοὶ βέβαιον ἔμ’ἔχειν φίλην;
Χορος γεροντων
Χο.
Χο.
1018
ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χορος Γυναικων
Χο.
Χο.
1019
ἀλλ’ὅταν βούλῃ σύ · νῦν δ’οὖν οὔ σε περιόψομαι
1020
γυμνὸν ὄνθ’οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.
1021
ἀλλὰ τὴν ἐξωμίδ’ἐνδύσω σε προσιοῦσ’ἐγώ.
Χορος γεροντων
Χο.
Χο.
1022
τοῦτο μὲν μὰ τὸν Δί’οὐ πονηρὸν ἐποιήσατε ·
1023
ἀλλ’ὑπ’ὀργῆς γὰρ πονηρᾶς καὶ τότ’ἀπέδυν ἐγώ.
Χορος Γυναικων
Χο.
Χο.
1024
πρῶτα μὲν φαίνει γ’ἀνήρ, εἶτ’οὐ καταγέλαστος εἶ.
1025
κεἴ με μὴ ’λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
1026
τοὐπὶ τὠφθαλμῷ λαβοῦσ’ἐξεῖλον ἂν νῦν ἔνι.
Χορος γεροντων
Χο.
Χο.
1027
τοῦτ’ἄρ’ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί ·
1028
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι ·
1029
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
Χορος Γυναικων
Χο.
Χο.
1030
ἀλλὰ δράσω ταῦτα · καίτοι δύσκολος ἔφυς ἀνήρ.
1031
μέγ’ Ζεῦ χρῆμ’ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
1032
οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
Χορος γεροντων
Χο.
Χο.
1033
νὴ Δί’ὤνησάς γέ μ’, ὡς πάλαι γέ μ’ἐφρεωρύχει,
1034
ὥστ’ἐπειδὴ ’ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
Χορος Γυναικων
Χο.
Χο.
1035
ἀλλ’ἀποψήσω σ’ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
1036
καὶ φιλήσω.
Χορος γεροντων
Χο.
Χο.
1036
μὴ φιλήσῃς.
Χορος Γυναικων
Χο.
Χο.
1036
ἤντε βούλῃ γ’ἤντε μή.
Χορος γεροντων
Χο.
Χο.
1037
ἀλλὰ μὴ ὥρασ’ἵκοισθ’· ὡς ἐστὲ θωπικαὶ φύσει,
1038
κἄστ’ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
1039
οὔτε σὺν πανωλέθροισιν οὔτ’ἄνευ πανωλέθρων.
1040
ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
1041
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ’ὑφ’ὑμῶν πείσομαι.
1042
ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.
Χορος
Χο.
Χο.
1043
οὐ παρασκευαζόμεσθα
1044
τῶν πολιτῶν οὐδέν’ὦνδρες
1045
φλαῦρον εἰπεῖν οὐ δὲ ἕν.
1046
ἀλλὰ πολὺ τοὔμπαλιν πάντ’ἀγαθὰ καὶ λέγειν
1047
καὶ δρᾶν · ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα.
1048
ἀλλ’ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή,
1050
εἴ τις ἀργυρίδιον δεῖται
1051
λαβεῖν μνᾶς δύ’ τρεῖς,
1052
ὡς πόλλ’ἔσω ’στὶν
1053
κἄχομεν βαλλάντια.
1054
κἄν ποτ’εἰρήνη φανῇ,
1055
ὅστις ἂν νυνὶ δανείσηται
1056
παρ’ἡμῶν,
1057
ἃν λάβῃ μηκέτ’ἀποδῷ.
1058
ἑστιᾶν δὲ μέλλομεν ξένους
1059
τινὰς Καρυστίους,
1060
ἄνδρας καλούςτε κἀγαθούς.
1061
κἄστιν ἔτ’ἔτνος τι · καὶ δελφάκιον ἦν τί μοι,
1062
καὶ τοῦτο τέθυχ’, ὡς τὰ κρέ’ἔδεσθ’ἁπαλὰ καὶ καλά.
1063
ἥκετ’οὖν εἰς ἐμοῦ τήμερον · πρῲ δὲ χρὴ
1064
τοῦτο δρᾶν λελουμένους
1065
αὔτούςτε καὶ τὰ παιδί’, εἶτ’εἴσω βαδίζειν,
1066
μη δ’ἐρέσθαι μηδένα,
1067
ἀλλὰ χωρεῖν ἄντικρυς
1068
ὥσπερ οἴκαδ’εἰς ἑαυτῶν
1070
γεννικῶς, ὡς
1071
θύρα κεκλῄσεται.
1072
καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας
1073
χωροῦσ’, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.
1074
ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε,
1075
εἶτ’εἴπαθ’ἡμῖν πῶς ἔχοντες ἥκετε.
Λακων
Λα.
Λα.
1076
τί δεῖ ποθ’ὑμὲ πολλὰ μυσίδδειν ἔπη;
1077
ὁρῆν γὰρ ἔξεσθ’ὡς ἔχοντες ἵκομες.
Χορος
Χο.
Χο.
1078
βαβαί · νενεύρωται μὲν ἥδε συμφορὰ
1079
δεινῶς, τεθερμῶσθαί γε χεῖρον φαίνεται.
Λακων
Λα.
Λα.
1080
ἄφατα. τί κα λέγοι τις; ἀλλ’ὅπᾳ σέλει
1081
παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω.
Χορος
Χο.
Χο.
1082
καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας
1083
ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων
1084
θαἰμάτι’ἀποστέλλοντας · ὥστε φαίνεται
1085
ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος.
Αθηναιος
Αθ.
Αθ.
1086
τίς ἂν φράσεις ποῦ’στιν Λυσιστράτη;
1087
ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί.
Χορος
Χο.
Χο.
1088
χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ.
1089
που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει;
Αθηναιος
Αθ.
Αθ.
1090
μὰ Δί’ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα.
1091
ὥστ’εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ,
1092
οὐκ ἔσθ’ὅπως οὐ Κλεισθένη βινήσομεν.
Χορος
Χο.
Χο.
1093
εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ’, ὅπως
1094
τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται.
Αθηναιος
Αθ.
Αθ.
1095
νὴ τὸν Δί’εὖ μέντοι λέγεις.
Λακων
Λα.
Λα.
1095
ναὶ τὼ σιὼ
1096
παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα.
Αθηναιος
Αθ.
Αθ.
1097
χαίρετ’ Λάκωνες · αἰσχρά γ’ἐπάθομεν.
Λακων
Λα.
Λα.
1098
Πολυχαρείδα δεινά κ’αὖ ’πεπόνθεμες,
1099
αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως.
Αθηναιος
Αθ.
Αθ.
1100
ἄγε δὴ Λάκωνες αὔθ’ἕκαστα χρὴ λέγειν.
1101
ἐπὶ τί πάρεστε δεῦρο;
Λακων
Λα.
Λα.
1101
περὶ διαλλαγᾶν
1102
πρέσβεις.
Αθηναιος
Αθ.
Αθ.
1102
καλῶς δὴ λέγετε · χἠμεῖς τουτογί.
1103
τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην,
1104
ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη;
Λακων
Λα.
Λα.
1105
ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον.
Αθηναιος
Αθ.
Αθ.
1106
ἀλλ’οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν ·
1107
αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ’ἐξέρχεται.
Χορος
Χο.
Χο.
1108
χαῖρ’ πασῶν ἀνδρειοτάτη · δεῖ δὴ νυνί σε γενέσθαι
1109
δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον ·
1110
ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι
1111
συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ’ἐπέτρεψαν.
Λυσιστρατη
Λυ.
Λυ.
1112
ἀλλ’οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις
1113
ὀργῶντας ἀλλήλωντε μὴ ’κπειρωμένους.
1114
τάχα δ’εἴσομαι ’γώ. ποῦ ’στιν Διαλλαγή;
1115
πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς,
1116
καὶ μὴ χαλεπῇ τῇ χειρὶ μη δ’αὐθαδικῇ,
1117
μη δ’ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ’ἔδρων,
1118
ἀλλ’ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ,
1119
ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε.
1120
ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε,
1121
οὗ δ’ἂν διδῶσι πρόσαγε τούτους λαβομένη.
1122
ἄνδρες Λάκωνες στῆτε παρ’ἐμὲ πλησίον,
1123
ἐνθένδε δ’ὑμεῖς, καὶ λόγων ἀκούσατε.
1124
ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ’ἔνεστί μοι,
1125
αὐτὴ δ’ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω,
1126
τοὺς δ’ἐκ πατρόςτε καὶ γεραιτέρων λόγους
1127
πολλοὺς ἀκούσασ’οὐ μεμούσωμαι κακῶς.
1128
λαβοῦσα δ’ὑμᾶς λοιδορῆσαι βούλομαι
1129
κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
1130
βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς
1131
Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους
1132
εἴποιμ’ἂν ἄλλους, εἴ με μηκύνειν δέοι ;’
1133
ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι
1134
Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
1135
εἷς μὲν λόγος μοι δεῦρ’ἀεὶ περαίνεται.
Αθηναιος
Αθ.
Αθ.
1136
ἐγὼ δ’ἀπόλλυμαί γ’ἀπεψωλημένος.
Λυσιστρατη
Λυ.
Λυ.
1137
εἶτ’ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
1138
οὐκ ἴσθ’ὅτ’ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
1139
Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
1140
ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι
1141
στρατιὰν προσαιτῶν; δὲ Μεσσήνη τότε
1142
ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
1143
ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
1144
Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα.
1145
ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο
1146
δῃοῦτε χώραν, ἧς ὑπ’εὖ πεπόνθατε;
Αθηναιος
Αθ.
Αθ.
1147
ἀδικοῦσιν οὗτοι νὴ Δί’ Λυσιστράτη.
Λακων
Λα.
Λα.
1148
ἀδικίομες · ἀλλ’ πρωκτὸς ἄφατον ὡς καλός.
Λυσιστρατη
Λυ.
Λυ.
1149
ὑμᾶς δ’ἀφήσειν τοὺς Ἀθηναίους μ’οἴει;
1150
οὐκ ἴσθ’ὅθ’ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ
1151
κατωνάκας φοροῦντας ἐλθόντες δορὶ
1152
πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν,
1153
πολλοὺς δ’ἑταίρους Ἱππίου καὶ ξυμμάχους,
1154
ξυνεκμαχοῦντες τῇ τόθ’ἡμέρᾳ μόνοι,
1155
κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης
1156
τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν;
Λακων
Λα.
Λα.
1157
οὔπα γυναῖκ’ὄπωπα χαϊωτεραν.
Αθηναιος
Αθ.
Αθ.
1158
ἐγὼ δὲ κύσθον γ’οὐδέπω καλλίονα.
Λυσιστρατη
Λυ.
Λυ.
1159
τί δῆθ’υπηργμένων γε πολλῶν κἀγαθῶν
1160
μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας;
1161
τί δ’οὐ διηλλάγητε; φέρε τί τοὐμποδών;
Λακων
Λα.
Λα.
1162
ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον
1163
λῇ τοῦτ’ἀποδόμεν.
Λυσιστρατη
Λυ.
Λυ.
1163
ποῖον τᾶν;
Λακων
Λα.
Λα.
1163
τὰν Πύλον,
1164
ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες.
Αθηναιος
Αθ.
Αθ.
1165
μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ’οὐ δράσετε.
Λυσιστρατη
Λυ.
Λυ.
1166
ἄφετ’ ὦγάθ’αὐτοῖς.
Αθηναιος
Αθ.
Αθ.
1166
κᾆτα τίνα κινήσομεν;
Λυσιστρατη
Λυ.
Λυ.
1167
ἕτερόν γ’ἀπαιτεῖτ’ἀντὶ τούτου χωρίον.
Αθηναιος
Αθ.
Αθ.
1168
τὸ δεῖνα τοίνυν παράδοθ’ἡμῖν τουτονὶ
1169
πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ
1170
κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη.
Λακων
Λα.
Λα.
1171
οὐ τὼ σιὼ οὐχὶ πάντα γ’ λισσάνιε.
Λυσιστρατη
Λυ.
Λυ.
1172
ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν.
Αθηναιος
Αθ.
Αθ.
1173
ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι.
Λακων
Λα.
Λα.
1174
ἐγὼ δὲ κοπραγωγεῖν γα πρῶτα ναὶ τὼ σιώ.
Λυσιστρατη
Λυ.
Λυ.
1175
ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε.
1176
ἀλλ’εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ
1177
τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε.
Αθηναιος
Αθ.
Αθ.
1178
ποίοισιν τᾶν ξυμμάχοις; ἐστύκαμεν.
1179
οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν
1180
βινεῖν ἅπασιν;
Λακων
Λα.
Λα.
1180
τοῖσι γῶν ναὶ τὼ σιὼ
1181
ἁμοῖσι.
Αθηναιος
Αθ.
Αθ.
1181
καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις.
Λυσιστρατη
Λυ.
Λυ.
1182
καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε,
1183
ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει
1184
ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν.
1185
ὅρκους δ’ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε.
1186
κἄπειτα τὴν αὑτοῦ γυναῖχ’ὑμῶν λαβὼν
1187
ἄπεισ’ἕκαστος.
Αθηναιος
Αθ.
Αθ.
1187
ἀλλ’ἴωμεν ὡς τάχος.
Λακων
Λα.
Λα.
1188
ἄγ’ὅπᾳ τυ λῇς.
Αθηναιος
Αθ.
Αθ.
1188
νὴ τὸν Δί’ὡς τάχιστ’ἄγε.
Χορος
Χο.
Χο.
1189
στρωμάτων δὲ ποικίλων καὶ
1190
χλανιδίων καὶ ξυστίδων καὶ
1191
χρυσίων, ὅσ’ἐστί μοι,
1192
οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν
1193
τοῖς παισίν, ὁπόταντε θυγάτηρ τινὶ κανηφορῇ.
1194
πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν
1195
χρημάτων νῦν ἔνδοθεν, καὶ
1196
μηδὲν οὕτως εὖ
1197
σεσημάνθαι τὸ μὴ οὐχὶ
1198
τοὺς ῥύπους ἀνασπάσαι,
1199
χἄττ’ἂν ἔνδον φορεῖν.
1200
ὄψεται δ’οὐδὲν σκοπῶν, εἰ
1201
μή τις ὑμῶν
1202
ὀξύτερον ἐμοῦ βλέπει.
1203
εἰ δέ τῳ μὴ σῖτος ὑμῶν
1204
ἔστι, βόσκει δ’οἰκέτας καὶ
1205
σμικρὰ πολλὰ παιδία,
1206
ἔστι παρ’ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν,
1207
δ’ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας.
1208
ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω
1209
εἰς ἐμοῦ σάκκους ἔχων καὶ
1210
κωρύκους, ὡς λήψεται
1211
πυρούς · Μανῆς δ’
1212
οὑμὸς αὐτοῖς ἐμβαλεῖ.
1213
πρός γε μέντοι τὴν θύραν
1214
προαγορεύω μὴ βαδίζειν
1215
τὴν ἐμήν, ἀλλ’εὐλαβεῖσθαι τὴν κύνα.
Αθηναιος Α
Αθ.
Αθ.
1215
.
1216
ἄνοιγε τὴν θύραν · παραχωρεῖν οὐ θέλεις;
1217
ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι
1218
ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.
1219
οὐκ ἂν ποιήσαιμ’. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
1220
ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν.
Αθηναιος Β
Αθ.
Αθ.
1221
χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.
Αθηναιος Α
Αθ.
Αθ.
1221
.
1222
οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.
1223
οὐκ ἄπιθ’, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
1224
καθ’ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;
Αθηναιος Β
Αθ.
Αθ.
1224
.
1225
οὔπω τοιοῦτον συμπόσιον ὄπωπ’ἐγώ.
1226
καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί ·
1227
ἡμεῖς δ’ἐν οἴνῳ συμπόται σοφώτατοι.
Αθηναιος Α
Αθ.
Αθ.
1227
.
1228
ὀρθῶς γ’, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν ·
1229
ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
1230
μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν.
1231
νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα
1232
νήφοντες, εὐθὺς βλέπομεν τι ταράξομεν ·
1233
ὥσθ’ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,
1234
δ’οὐ λέγουσι, ταῦθ’ὑπονενοήκαμεν,
1235
ἀγγέλλομεν δ’οὐ ταὐτὰ τῶν αὐτῶν πέρι.
1236
νυνὶ δ’ἅπαντ’ἤρεσκεν · ὥστ’εἰ μέν γέ τις
1237
ᾄδοι Τελαμῶνος, Κλειταγόρας ᾄδειν δέον,
1238
ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν.
1239
ἀλλ’οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν
1240
ἐς ταὐτόν. οὐκ ἐρρήσετ’ μαστιγίαι;
Αθηναιος Β
Αθ.
Αθ.
1240
.
1241
νὴ τὸν Δί’ὡς ἤδη γε χωροῦσ’ἔνδοθεν.
Λακων
Λα.
Λα.
1242
Πολυχαρείδα λαβὲ τὰ φυσατήρια,
1243
ἵν’ἐγὼ διποδιάξωτε κἀείσω καλὸν
1244
ἐς τὼς Ἀσαναίωςτε καὶ ἐς ἡμᾶς ἅμα .
Αθηναιος
Αθ.
Αθ.
1245
λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν,
1246
ὡς ἥδομαί γ’ὑμᾶς ὁρῶν ὀρχουμένους.
Χορος Λακεδαιμονιων
Χο.
Χο.
1247
ὅρμαον
1248
τὼς κυρσανίως Μναμοΰνα
1249
τάντ’ἐμὰν Μῶαν, ἅτις
1250
οἶδεν ἁμὲ τώςτ’Ἀσαναίως,
1251
ὅκα τοὶ μὲν ἐπ’Ἀρταμιτίῳ
1252
πρὤκροον σιοείκελοι
1253
ποττὰ κᾶλα τὼς Μήδωςτ’ἐνίκων,
1254
ἁμὲ δ’αὖ Λεωνίδας
1255
ἆγεν ᾇπερ τὼς κάπρως
1256
θάγοντας οἰῶ τὸν ὀδόντα ·
1257
πολὺς δ’ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσει ,
1258
πολὺς δ’ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο.
1260
ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως
1261
τᾶς ψάμμας τοὶ Πέρσαι.
1262
ἀγροτέρα σηροκτόνε
1263
μόλε δεῦρο παρσένε σιὰ
1264
ποττὰς σπονδάς,
1265
ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον.
1266
νῦν δ’αὖ φιλίατ’αἰὲς εὔπορος εἴη
1267
ταῖς συνθήκαις,
1268
καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα.
1269
δεῦρ’ἴθι δεῦρ’
1270
κυναγὲ παρσένε.
Αθηναιος
Αθ.
Αθ.
1271
ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς,
1272
ἀπάγεσθε ταύτας Λάκωνες, τάσδετε
1275
ὑμεῖς · ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ
1276
στήτω παρ’ἄνδρα, κᾆτ’ἐπ’ἀγαθαῖς συμφοραῖς
1277
ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα
1278
τὸ λοιπὸν αὖθις μὴ ’ξαμαρτάνειν ἔτι.
Χορος Αθηναιων
Χο.
Χο.
1279
πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας,
1280
ἐπὶ δὲ κάλεσον Ἄρτεμιν,
1281
ἐπὶ δὲ δίδυμον ἀγέχορον
1282
Ἰήιον
1283
εὔφρον’, ἐπὶ δὲ Νύσιον,
1284
ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται,
1285
Δίατε πυρὶ φλεγόμενον, ἐπίτε
1286
πότνιαν ἄλοχον ὀλβίαν ·
1287
εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι
1288
χρησόμεθ’οὐκ ἐπιλήσμοσιν
1289
Ἡσυχίας πέρι τῆς ἀγανόφρονος,
1290
ἣν ἐποίησε θεὰ Κύπρις.
1291
ἀλαλαὶ ἰὴ παιήων ·
1292
αἴρεσθ’ἄνω ἰαί,
1293
ὡς ἐπὶ νίκῃ ἰαί.
1294
εὐοῖ εὐοῖ, εὐαί εὐαί.
Αθηναιος
Αθ.
Αθ.
1295
πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν.
Χορος Λακεδαιμονιων
Χο.
Χο.
1296
Ταΰγετον αὖτ’ἐραννὸν ἐκλιπῶα
1297
Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν
1298
κλέωα τὸν Ἀμύκλαις σιὸν
1300
καὶ χαλκίοικον Ἀσάναν,
1301
Τυνδαρίδαςτ’ἀγασώς,
1302
τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι.
1303
εἶα μάλ’ἔμβη
1304
εἶα κοῦφα πάλλων,
1305
ὡς Σπάρταν ὑμνίωμες,
1306
τᾷ σιῶν χοροὶ μέλοντι
1307
καὶ ποδῶν κτύπος,
1308
τε πῶλοι ταὶ κόραι
1309
πὰρ τὸν Εὐρωταν
1310
ἀμπάλλοντι πυκνὰ ποδοῖν
1311
ἀγκονίωαι,
1312
ταὶ δὲ κόμαι σείονθ’ᾇπερ Βακχᾶν
1313
θυρσαδδωᾶν καὶ παιδδωᾶν.
1314
ἁγεῖται δ’ Λήδας παῖς
1315
ἁγνὰ χοραγὸς εὐπρεπής.
1316
ἀλλ’ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖντε πάδη
1317
τις ἔλαφος · κρότον δ’ἁμᾷ ποίει χορωφελήταν.
1320
καὶ τὰν σιὰν δ’αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.