Aristophanes

Peace

Οικετης Α
Οι.
Οι.
1
αἶρ’αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
Οικετης Β
Οι.
Οι.
2
ἰδού. δὸς αὐτῷ, τῷ κάκιστ’ἀπολουμένῳ
3
καὶ μήποτ’αὐτῆς μᾶζαν ἡδίω φάγοι.
Οικετης Α
Οι.
Οι.
4
δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
Οικετης Β
Οι.
Οι.
5
ἰδοὺ μάλ’αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ’φερες;
6
κατέφαγεν;
Οικετης Α
Οι.
Οι.
6
οὐ μὰ τὸν Δί’ἀλλ’ἐξαρπάσας
7
ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
8
ἀλλ’ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
Οικετης Β
Οι.
Οι.
9
ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
10
εἰ μή με βούλεσθ’ἀποπνιγέντα περιιδεῖν.
Οικετης Α
Οι.
Οι.
11
ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος ·
12
τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οικετης Β
Οι.
Οι.
12
ἰδού.
13
ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ ·
14
οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ’ἐσθίειν.
Οικετης Α
Οι.
Οι.
15
αἰβοῖ, φέρ’ἄλλην χἀτέραν μοι χἀτέραν,
16
καὶ τρῖβ’ἔθ’ἑτέρας.
Οικετης Β
Οι.
Οι.
16
μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ ·
17
οὐ γὰρ ἔθ’οἶόςτ’εἴμ’ὑπερέχειν τῆς ἀντλίας.
Οικετης Α
Οι.
Οι.
18
αὐτὴν ἄρ’οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οικετης Β
Οι.
Οι.
19
νὴ τὸν Δί’ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
20
ὑμῶν δέ γ’εἴ τις οἶδ’ἐμοὶ κατειπάτω,
21
πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
22
οὐδὲν γὰρ ἔργον ἦν ἄρ’ἀθλιώτερον
23
κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
24
ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, κύων
25
φαύλως ἐρείδει · τοῦτο δ’ὑπὸ φρονήματος
26
βρενθύεταίτε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
27
ἢν μὴ παραθῶ τρίψας δι’ἡμέρας ὅλης
28
ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
29
ἀλλ’εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
30
τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ’ἴδῃ.
31
ἔρειδε, μὴ παύσαιο μηδέποτ’ἐσθίων
32
τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
33
οἷον δὲ κύψας κατάρατος ἐσθίει,
34
ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
35
καὶ ταῦτα τὴν κεφαλήντε καὶ τὼ χεῖρέ πως
36
ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία
37
τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
38
μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν ·
39
χὤτου ποτ’ἐστὶ δαιμόνων προσβολὴ
40
οὐκ οἶδ’. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
41
οὐ μὴν Χαρίτων γε.
Οικετης Α
Οι.
Οι.
41
τοῦ γάρ ἐστ’;
Οικετης Β
Οι.
Οι.
41
οὐκ ἔσθ’ὅπως
42
τοῦτ’ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
Οικετης Α
Οι.
Οι.
43
οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
44
νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;
45
κάνθαρος δὲ πρὸς τί; κᾆτ’αὐτῷ γ’ἀνὴρ
46
Ἰωνικός τίς φησι παρακαθήμενος ·
47
δοκέω μέν, ἐς Κλέωνα τοῦτ’αἰνίσσεται,
48
ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει .
Οικετης Β
Οι.
Οι.
49
ἀλλ’εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
Οικετης Α
Οι.
Οι.
50
ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
51
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
52
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
53
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
54
δεσπότης μου μαίνεται καινὸν τρόπον,
55
οὐχ ὅνπερ ὑμεῖς, ἀλλ’ἕτερον καινὸν πάνυ.
56
δι’ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
57
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
58
καί φησιν, Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
59
κατάθου τὸ κόρημα · μὴ ’κκόρει τὴν Ἑλλάδα .
60
ἔα ἔα.
61
σιγήσαθ’, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
Τρυγαιος
Τρ.
Τρ.
62
Ζεῦ τί δρασείεις ποθ’ἡμῶν τὸν λεών;
63
λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
Οικετης Α
Οι.
Οι.
64
τοῦτ’ἔστι τουτὶ τὸ κακὸν αὔθ’ οὑγὼ ’λεγον.
65
τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε ·
66
δ’εἶπε πρῶτον ἡνίκ’ἤρχεθ’ χολή,
67
πεύσεσθ’. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί ·
68
πῶς ἄν ποτ’ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός ;
69
ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
70
πρὸς ταῦτ’ἀνηρριχᾶτ’ἂν ἐς τὸν οὐρανόν,
71
ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
72
ἐχθὲς δὲ μετὰ ταῦτ’ἐκφθαρεὶς οὐκ οἶδ’ὅποι
73
εἰσήγαγ’Αἰτναῖον μέγιστον κάνθαρον,
74
κἄπειτα τοῦτον ἱπποκομεῖν μ’ἠνάγκασεν,
75
καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
76
Πηγάσειον, φησί, γενναῖον πτερόν,
77
ὅπως πετήσει μ’εὐθὺ τοῦ Διὸς λαβών .
78
ἀλλ’ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
79
οἴμοι τάλας · ἴτε δεῦρο δεῦρ γείτονες ·
80
δεσπότης γάρ μου μετέωρος αἴρεται
81
ἱππηδὸν ἐς τὸν ἀέρ’ἐπὶ τοῦ κανθάρου.
Τρυγαιος
Τρ.
Τρ.
82
ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων ·
83
μή μοι σοβαρῶς χώρει λίαν
84
εὐθὺς ἀπ’ἀρχῆς ῥώμῃ πίσυνος,
85
πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
86
ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
87
καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σ’·
88
εἰ δὲ ποιήσεις τοῦτο, κατ’οἴκους
89
αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
Οικετης Α
Οι.
Οι.
90
δέσποτ’ἄναξ ὡς παραπαίεις.
Τρυγαιος
Τρ.
Τρ.
91
σίγα σίγα.
Οικετης Α
Οι.
Οι.
92
ποῖ δῆτ’ἄλλως μετεωροκοπεῖς;
Τρυγαιος
Τρ.
Τρ.
93
ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
94
τόλμημα νέον παλαμησάμενος.
Οικετης Α
Οι.
Οι.
95
τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;
Τρυγαιος
Τρ.
Τρ.
96
εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
97
μηδὲν γρύζειν ἀλλ’ὀλολύζειν ·
98
τοῖςτ’ἀνθρώποισι φράσον σιγᾶν,
99
τοὺςτε κοπρῶνας καὶ τὰς λαύρας
100
καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν
101
καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.
Οικετης Α
Οι.
Οι.
102
οὐκ ἔσθ’ὅπως σιγήσομ’, ἢν μή μοι φράσῃς
103
ὅποι πέτεσθαι διανοεῖ.
Τρυγαιος
Τρ.
Τρ.
103
τί δ’ἄλλο γ’
104
ὡς τὸν Δί’ἐς τὸν οὐρανόν;
Οικετης Α
Οι.
Οι.
104
τίνα νοῦν ἔχων;
Τρυγαιος
Τρ.
Τρ.
105
ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι
106
ἁπαξαπάντων τι ποιεῖν βουλεύεται.
Οικετης Α
Οι.
Οι.
107
ἐὰν δὲ μή σοι καταγορεύῃ;
Τρυγαιος
Τρ.
Τρ.
107
γράψομαι
108
Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
Οικετης Α
Οι.
Οι.
109
μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γ’ἐμοῦ.
Τρυγαιος
Τρ.
Τρ.
110
οὐκ ἔστι παρὰ ταῦτ’ἄλλ’.
Οικετης Α
Οι.
Οι.
110
ἰοὺ ἰοὺ ἰού ·
111
παιδί’ πατὴρ ἀπολιπὼν ἀπέρχεται
112
ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.
113
ἀλλ’ἀντιβολεῖτε τὸν πατέρ κακοδαίμονα.
Παιδιον
Πα.
Πα.
114
πάτερ πάτερ ἆρ’ἔτυμός γε
115
δώμασιν ἡμετέροις φάτις ἥκει,
116
ὡς σὺ μετ’ὀρνίθων προλιρὼν ἐμὲ
117
ἐς κόρακας βαδιεῖ μεταμώνιος;
118
ἔστι τι τῶνδ’ἐτύμως; εἴπ’ πάτερ, εἴ τι φιλεῖς με.
Τρυγαιος
Τρ.
Τρ.
119
δοξάσαι ἔστι κόραι, τὸ δ’ἐτήτυμον ἄχθομαι ὑμῖν,
120
ἡνίκ’ἂν αἰτίζητ’ἄρτον πάππαν με καλοῦσαι,
121
ἔνδον δ’ἀργυρίου μη δὲ ψακὰς πάνυ πάμπαν.
122
ἢν δ’ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετ’ἐν ὥρᾳ
123
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρ’αὐτῇ.
Παιδιον
Πα.
Πα.
124
καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
125
ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
Τρυγαιος
Τρ.
Τρ.
126
πτηνὸς πορεύσει πῶλος · οὐ ναυσθλώσομαι.
Παιδιον
Πα.
Πα.
127
τίς δ’ ’πίνοιά σοὐστὶν ὥστε κάνθαρον
128
ζεύξαντ’ἐλαύνειν ἐς θεοὺς παππία;
Τρυγαιος
Τρ.
Τρ.
129
ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
130
μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.
Παιδιον
Πα.
Πα.
131
ἄπιστον εἶπας μῦθον πάτερ πάτερ,
132
ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
Τρυγαιος
Τρ.
Τρ.
133
ἦλθεν κατ’ἔχθραν αἰετοῦ πάλαι ποτέ,
134
ᾤ’ἐκκυλίνδων κἀντιτιμωρούμενος.
Παιδιον
Πα.
Πα.
135
οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
136
ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
Τρυγαιος
Τρ.
Τρ.
137
ἀλλ’ μέλ’ἄν μοι σιτίων διπλῶν ἔδει ·
138
νῦν δ’ἃττ’ἂν αὐτὸς καταφάγω τὰ σιτία,
139
τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
Παιδιον
Πα.
Πα.
140
τί δ’ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
141
πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
Τρυγαιος
Τρ.
Τρ.
142
ἐπίτηδες εἶχον πηδάλιον, χρήσομαι ·
143
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
Παιδιον
Πα.
Πα.
144
λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
Τρυγαιος
Τρ.
Τρ.
145
ἐν Πειραιεῖ δήπου ’στὶ Κανθάρου λιμήν.
Παιδιον
Πα.
Πα.
146
ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
147
ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
148
λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
Τρυγαιος
Τρ.
Τρ.
149
ἐμοὶ μελήσει ταῦτά γ’. ἀλλὰ χαίρετε.
150
ὑμεῖς δέ γ’, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,
151
μὴ βδεῖτε μη δὲ χέζεθ’ἡμερῶν τριῶν ·
152
ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
153
κατωκάρα ῥίψας με βουκολήσεται.
154
ἀλλ’ἄγε Πήγασε χώρει χαίρων,
155
χρυσοχάλινον πάταγον ψαλίων
156
διακινήσας φαιδροῖς ὠσίν.
157
τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις
158
τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.
159
ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,
160
κᾆτα δρομαίαν πτέρυγ’ἐκτείνων
161
ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,
162
ἀπὸ μὲν κάκκης τὴν ῥῖν’ἀπέχων,
163
ἀπὸ δ’ἡμερίων σίτων πάντων.
164
ἄνθρωπε τί δρᾷς, οὗτος χέζων
165
ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;
166
ἀπολεῖς μ’ἀπολεῖς. οὐ κατορύξεις
167
κἀπιφορήσεις τῆς γῆς πολλήν,
168
κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
169
καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν
170
ἐνθένδε πάθω, τοὐμοῦ θανάτου
171
πέντε τάλανθ’ πόλις Χίων
172
διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
173
οἴμ’ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
174
μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ ·
175
ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,
176
κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.
177
ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,
178
καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
179
τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;
Ερμης
Ερ.
Ερ.
180
πόθεν βροτοῦ με προσέβαλ’; ὦναξ Ἡράκλεις
181
τουτὶ τί ἐστι τὸ κακόν;
Τρυγαιος
Τρ.
Τρ.
181
ἱπποκάνθαρος.
Ερμης
Ερ.
Ερ.
182
βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
183
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
184
πῶς δεῦρ’ἀνῆλθες μιαρῶν μιαρώτατε;
185
τί σοί ποτ’ἔστ’ὄνομ’; οὐκ ἐρεῖς;
Τρυγαιος
Τρ.
Τρ.
185
μιαρώτατος.
Ερμης
Ερ.
Ερ.
186
ποδαπὸς τὸ γένος δ’εἶ; φράζε μοι.
Τρυγαιος
Τρ.
Τρ.
186
μιαρώτατος.
Ερμης
Ερ.
Ερ.
187
πατὴρ δέ σοι τίς ἐστ’;
Τρυγαιος
Τρ.
Τρ.
187
ἐμοί; μιαρώτατος.
Ερμης
Ερ.
Ερ.
188
οὔτοι μὰ τὴν γῆν ἔσθ’ὅπως οὐκ ἀποθανεῖ,
189
εἰ μὴ κατερεῖς μοι τοὔνομ’ τι ποτ’ἔστι σοι.
Τρυγαιος
Τρ.
Τρ.
190
Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,
191
οὐ συκοφάντης οὐ δ’ἐραστὴς πραγμάτων.
Ερμης
Ερ.
Ερ.
192
ἥκεις δὲ κατὰ τί;
Τρυγαιος
Τρ.
Τρ.
192
τὰ κρέα ταυτί σοι φέρων.
Ερμης
Ερ.
Ερ.
193
δειλακρίων πῶς ἦλθες;
Τρυγαιος
Τρ.
Τρ.
193
γλίσχρων ὁρᾷς
194
ὡς οὐκέτ’εἶναί σοι δοκῶ μιαρώτατος;
195
ἴθι νυν κάλεσόν μοι τὸν Δί’.
Ερμης
Ερ.
Ερ.
195
ἰὴ ἰὴ ἰή,
196
ὅτι οὐ δὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν ·
197
φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.
Τρυγαιος
Τρ.
Τρ.
198
ποῖ γῆς;
Ερμης
Ερ.
Ερ.
198
ἰδοὺ γῆς.
Τρυγαιος
Τρ.
Τρ.
198
ἀλλὰ ποῖ;
Ερμης
Ερ.
Ερ.
198
πόρρω πάνυ;
199
ὑπ’αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
Τρυγαιος
Τρ.
Τρ.
200
πῶς οὖν σὺ δῆτ’ἐνταῦθα κατελείφθης μόνος;
Ερμης
Ερ.
Ερ.
201
τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,
202
χυτρίδια καὶ σανίδια κἀμφορείδια.
Τρυγαιος
Τρ.
Τρ.
203
ἐξῳκίσαντο δ’οἱ θεοὶ τίνος οὕνεκα;
Ερμης
Ερ.
Ερ.
204
Ἕλλησιν ὀργισθέντες. εἶτ’ἐνταῦθα μὲν
205
ἵν’ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,
206
ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς τι βούλεται ·
207
αὐτοὶ δ’ἀνῳκίσανθ’ὅπως ἀνωτάτω,
208
ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι
209
μη δ’ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
Τρυγαιος
Τρ.
Τρ.
210
τοῦ δ’οὕνεχ’ἡμᾶς ταῦτ’ἔδρασαν; εἰπέ μοι.
Ερμης
Ερ.
Ερ.
211
ὁτιὴ πολεμεῖν ᾑρεῖσθ’ἐκείνων πολλάκις
212
σπονδὰς ποιούντων · κεἰ μὲν οἱ Λακωνικοὶ
213
ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί ·
214
ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν .
215
εἰ δ’αὖ τι πράξαιτ’ἀγαθὸν ἁττικωνικοί
216
κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,
217
ἐλέγετ’ἂν ὑμεῖς εὐθύς · ἐξαπατώμεθα
218
νὴ τὴν Ἀθηνᾶν, νὴ Δί’, οὐχὶ πειστέον ·
219
ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον .
Τρυγαιος
Τρ.
Τρ.
220
γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.
Ερμης
Ερ.
Ερ.
221
ὧν οὕνεκ’οὐκ οἶδ’εἴ ποτ’Εἰρήνην ἔτι
222
τὸ λοιπὸν ὄψεσθ’.
Τρυγαιος
Τρ.
Τρ.
222
ἀλλὰ ποῖ γὰρ οἴχεται;
Ερμης
Ερ.
Ερ.
223
Πόλεμος αὐτὴν ἐνέβαλ’εἰς ἄντρον βαθύ.
Τρυγαιος
Τρ.
Τρ.
224
ἐς ποῖον;
Ερμης
Ερ.
Ερ.
224
ἐς τουτὶ τὸ κάτω, κἄπειθ’ὁρᾷς
225
ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,
226
ἵνα μὴ λάβητε μηδέποτ’αὐτήν.
Τρυγαιος
Τρ.
Τρ.
226
εἰπέ μοι,
227
ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
Ερμης
Ερ.
Ερ.
228
οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας
229
ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
Τρυγαιος
Τρ.
Τρ.
230
τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
Ερμης
Ερ.
Ερ.
231
τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.
232
ἀλλ’εἶμι · καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν
233
μέλλει · θορυβεῖ γοῦν ἔνδον.
Τρυγαιος
Τρ.
Τρ.
233
οἴμοι δείλαιος.
234
φέρ’αὐτὸν ἀποδρῶ · καὶ γὰρ ὥσπερ ᾐσθόμην
235
καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
Πολεμος
Πο.
Πο.
236
ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,
237
ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
Τρυγαιος
Τρ.
Τρ.
238
ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,
239
ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
240
ἆρ’οὗτός ἐστ’ἐκεῖνος ὃν καὶ φεύγομεν,
241
δεινός, ταλαύρινος, κατὰ τοῖν σκελοῖν;
Πολεμος
Πο.
Πο.
242
ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις
243
καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
Τρυγαιος
Τρ.
Τρ.
244
τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω ·
245
τὸ γὰρ κακὸν τοῦτ’ἐστὶ τῆς Λακωνικῆς.
Πολεμος
Πο.
Πο.
246
Μέγαρα Μέγαρ’ὡς ἐπιτετρίψεσθ’αὐτίκα
247
ἁπαξάπαντα καταμεμυττωτευμένα.
Τρυγαιος
Τρ.
Τρ.
248
βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα
249
τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
Πολεμος
Πο.
Πο.
250
ἰὼ Σικελία καὶ σὺ δ’ὡς ἀπόλλυσαι.
Τρυγαιος
Τρ.
Τρ.
251
οἵα πόλις τάλαινα διακναισθήσεται.
Πολεμος
Πο.
Πο.
252
φέρ’ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
Τρυγαιος
Τρ.
Τρ.
253
οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.
254
τετρώβολον τοῦτ’ἐστί · φείδου τἀττικοῦ.
Πολεμος
Πο.
Πο.
255
παῖ παῖ Κυδοιμέ.
Κυδοιμος
Κυ.
Κυ.
255
τί με καλεῖς;
Πολεμος
Πο.
Πο.
255
κλαύσει μακρά.
256
ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
Κυδοιμος
Κυ.
Κυ.
257
ὡς δριμύς. οἴμοι μοι τάλας δέσποτα.
258
μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;
Πολεμος
Πο.
Πο.
259
οἴσεις ἀλετρίβανον τρέχων;
Κυδοιμος
Κυ.
Κυ.
259
ἀλλ’ μέλε
260
οὐκ ἔστιν ἡμῖν · ἐχθὲς εἰσῳκίσμεθα.
Πολεμος
Πο.
Πο.
261
οὔκουν παρ’Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;
Κυδοιμος
Κυ.
Κυ.
262
ἔγωγε νὴ Δί’· εἰ δὲ μή γε, κλαύσομαι.
Τρυγαιος
Τρ.
Τρ.
263
ἄγε δὴ τί δρῶμεν πόνηρ’ἀνθρώπια;
264
ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας ·
265
εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,
266
τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
267
ἀλλ’ Διόνυσ’ἀπόλοιτο καὶ μὴ ’λθοι φέρων.
Πολεμος
Πο.
Πο.
268
οὗτος.
Κυδοιμος
Κυ.
Κυ.
268
τί ἔστιν;
Πολεμος
Πο.
Πο.
268
οὐ φέρεις;
Κυδοιμος
Κυ.
Κυ.
268
τὸ δεῖνα γὰρ
269
ἀπόλωλ’Ἀθηναίοισιν ἁλετρίβανος,
270
βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.
Τρυγαιος
Τρ.
Τρ.
271
εὖ γ’ πότνια δέσποιν’Ἀθηναία ποιῶν
272
ἀπόλωλ’ἐκεῖνος κἀν δέοντι τῇ πόλει,
273
πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
Πολεμος
Πο.
Πο.
274
οὔκουν ἕτερον δῆτ’ἐκ Λακεδαίμονος μέτει
275
ἀνύσας τι;
Κυδοιμος
Κυ.
Κυ.
275
ταῦτ’ δέσποθ’.
Πολεμος
Πο.
Πο.
275
ἧκέ νυν ταχύ.
Τρυγαιος
Τρ.
Τρ.
276
ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.
277
ἀλλ’εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει
278
μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν
279
ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
Κυδοιμος
Κυ.
Κυ.
280
οἴμοι τάλας, οἴμοι γε κἄτ’οἴμοι μάλα.
Πολεμος
Πο.
Πο.
281
τί ἔστι; μῶν οὐκ αὖ φέρεις;
Κυδοιμος
Κυ.
Κυ.
281
ἀπόλωλε γὰρ
282
καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
Πολεμος
Πο.
Πο.
283
πῶς πανοῦργ’;
Κυδοιμος
Κυ.
Κυ.
283
ἐς τἀπὶ Θρᾴκης χωρία
284
χρήσαντες ἑτέροις αὐτὸν εἶτ’ἀπώλεσαν.
Τρυγαιος
Τρ.
Τρ.
285
εὖ γ’εὖ γε ποιήσαντες Διοσκόρω.
286
ἴσως ἂν εὖ γένοιτο · θαρρεῖτ’ βροτοί.
Πολεμος
Πο.
Πο.
287
ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν ·
288
ἐγὼ δὲ δοίδυκ’εἰσιὼν ποιήσομαι.
Τρυγαιος
Τρ.
Τρ.
289
νῦν τοῦτ’ἐκεῖν’ἥκει τὸ Δάτιδος μέλος,
290
δεφόμενός ποτ’ᾖδε τῆς μεσημβρίας,
291
ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι .
292
νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν
293
ἀπαλλαγεῖσι πραγμάτωντε καὶ μαχῶν
294
ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην,
295
πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
296
ἀλλ’ γεωργοὶ κἄμποροι καὶ τέκτονες
297
καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι
298
καὶ νησιῶται, δεῦρ’ἴτ’ πάντες λεῴ,
299
ὡς τάχιστ’ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία ·
300
νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
Χορος
Χο.
Χο.
301
δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
302
Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,
303
τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν ·
304
ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
305
πρὸς τάδ’ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει ·
306
οὐ γὰρ ἔσθ’ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,
307
πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι
308
τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
Τρυγαιος
Τρ.
Τρ.
309
οὐ σιωπήσεσθ’, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι
310
τὸν Πόλεμον ἐκζωπυρήσετ’ἔνδοθεν κεκραγότες;
Χορος
Χο.
Χο.
311
ἀλλ’ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.
312
οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί’ἡμερῶν τριῶν.
Τρυγαιος
Τρ.
Τρ.
313
εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,
314
μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκ’ἐνθάδ’ἦν,
315
ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ’ξελκύσαι.
Χορος
Χο.
Χο.
316
οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,
317
ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.
Τρυγαιος
Τρ.
Τρ.
318
ἐξολεῖτέ μ’ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε ·
319
ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
Χορος
Χο.
Χο.
320
ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,
321
οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ’ἄν.
Τρυγαιος
Τρ.
Τρ.
322
τί τὸ κακόν; τί πάσχετ’ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν
323
πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
Χορος
Χο.
Χο.
324
ἀλλ’ἔγωγ’οὐ σχηματίζειν βούλομ’, ἀλλ’ὑφ’ἡδονῆς
325
οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
Τρυγαιος
Τρ.
Τρ.
326
μή τι καὶ νυνί γ’ἔτ’, ἀλλὰ παῦε παῦ’ὀρχούμενος.
Χορος
Χο.
Χο.
327
ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.
Τρυγαιος
Τρ.
Τρ.
327
φῄς γε, παύει δ’οὐδέπω.
Χορος
Χο.
Χο.
328
ἓν μὲν οὖν τουτί μ’ἔασον ἑλκύσαι, καὶ μηκέτι.
Τρυγαιος
Τρ.
Τρ.
329
τοῦτό νυν, καὶ μηκέτ’ἄλλο μηδὲν ὀρχήσησθ’ἔτι.
Χορος
Χο.
Χο.
330
οὐκ ἂν ὀρχησαίμεθ’, εἴπερ ὠφελήσαιμέν τί σε.
Τρυγαιος
Τρ.
Τρ.
331
ἀλλ’ὁρᾶτ’οὔπω πέπαυσθε.
Χορος
Χο.
Χο.
331
τουτογὶ νὴ τὸν Δία
332
τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
Τρυγαιος
Τρ.
Τρ.
333
ἐπιδίδωμι τοῦτό γ’ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.
Χορος
Χο.
Χο.
334
ἀλλὰ καὶ τἀριστερόν τοί μ’ἐστ’ἀναγκαίως ἔχον.
335
ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ
336
μᾶλλον τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
Τρυγαιος
Τρ.
Τρ.
337
μή τι καὶ νυνί γε χαίρετ’· οὐ γὰρ ἴστε πω σαφῶς ·
338
ἀλλ’ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε
339
καὶ βοᾶτε καὶ γελᾶτ’· ἤδη
340
γὰρ ἐξέσται τόθ’ὑμῖν
341
πλεῖν μένειν βινεῖν καθεύδειν,
342
ἐς πανηγύρεις θεωρεῖν,
343
ἑστιᾶσθαι κοτταβίζειν,
344
συβαρίζειν
345
ἰοῦ ἰοῦ κεκραγέναι.
Χορος
Χο.
Χο.
346
εἰ γὰρ ἐκγένοιτ’ἰδεῖν ταύτην με τὴν ἡμέραν.
347
πολλὰ γὰρ ἀνεσχόμην πράγματάτε καὶ στιβάδας, ἃς
348
ἔλαχε Φορμίων ·
349
κοὐκέτ’ἄν μ’εὕροις δικαστὴν δριμὺν οὐ δὲ δύσκολον,
350
οὐ δὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
351
ἀλλ’ἁπαλὸν ἄν μ’ἴδοις καὶ πολὺ νεώτερον,
352
ἀπαλλαγέντα πραγμάτων.
355
καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι
356
ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.
357
ἀλλ’ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε
360
φράζε · σὲ γὰρ αὐτοκράτορ’εἵλετ’ἀγαθή τις ἡμῖν τύχη.
Τρυγαιος
Τρ.
Τρ.
361
φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
Ερμης
Ερ.
Ερ.
362
μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
Τρυγαιος
Τρ.
Τρ.
363
οὐδὲν πονηρόν, ἀλλ’ὅπερ καὶ Κιλλικῶν.
Ερμης
Ερ.
Ερ.
364
ἀπόλωλας κακόδαιμον.
Τρυγαιος
Τρ.
Τρ.
364
οὐκοῦν ἢν λάχω.
365
Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδ’ὅτι.
Ερμης
Ερ.
Ερ.
366
ἀπόλωλας, ἐξόλωλας.
Τρυγαιος
Τρ.
Τρ.
366
ἐς τίν’ἡμέραν;
Ερμης
Ερ.
Ερ.
367
εἰς αὐτίκα μάλ’.
Τρυγαιος
Τρ.
Τρ.
367
ἀλλ’οὐδὲν ἠμπόληκά πω,
368
οὔτ’ἄλφιτ’οὔτε τυρόν, ὡς ἀπολούμενος.
Ερμης
Ερ.
Ερ.
369
καὶ μὴν ἐπιτέτριψαί γε.
Τρυγαιος
Τρ.
Τρ.
369
κᾆτα τῷ τρόπῳ
370
οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
Ερμης
Ερ.
Ερ.
371
ἆρ’οἶσθα θάνατον ὅτι προεῖφ’ Ζεὺς ὃς ἂν
372
ταύτην ἀνορύττων εὑρεθῇ;
Τρυγαιος
Τρ.
Τρ.
372
νῦν ἆρά με
373
ἅπασ’ἀνάγκη ’στ’ἀποθανεῖν;
Ερμης
Ερ.
Ερ.
373
εὖ ἴσθ’ὅτι.
Τρυγαιος
Τρ.
Τρ.
374
ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς ·
375
δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
Ερμης
Ερ.
Ερ.
376
Ζεῦ κεραυνοβρόντα.
Τρυγαιος
Τρ.
Τρ.
376
μὴ πρὸς τῶν θεῶν
377
ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
Ερμης
Ερ.
Ερ.
378
οὐκ ἂν σιωπήσαιμι.
Τρυγαιος
Τρ.
Τρ.
378
ναὶ πρὸς τῶν κρεῶν,
379
ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
Ερμης
Ερ.
Ερ.
380
ἀλλ’ μέλ’ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,
381
εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
Τρυγαιος
Τρ.
Τρ.
382
μή νυν λακήσῃς, λίσσομαί σ’ ὦρμῄδιον.
383
εἰπέ μοι, τί πάσχετ’ὦνδρες; ἕστατ’ἐκπεπληγμένοι.
384
πόνηροι μὴ σιωπᾶτ’· εἰ δὲ μή, λακήσεται.
Χορος
Χο.
Χο.
385
μηδαμῶς δέσποθ’Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
386
εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρ’ἐμοῦ γε κατεδηδοκώς,
387
τοῦτο μὴ φαῦλον νόμιζ’ἐν τῷδε τῷ νῦν πράγματι.
Τρυγαιος
Τρ.
Τρ.
388
οὐκ ἀκούεις οἷα θωπεύουσί σ’ ὦναξ δέσποτα;
Χορος
Χο.
Χο.
390
μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,
391
ὥστε τήνδε μὴ λαβεῖν ·
392
ἀλλὰ χάρισ’ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
395
εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
396
καί σε θυσίαισιν ἱεραῖσι προσόδοιςτε μεγάλαισι
397
διὰ παντὸς δέσποτ’ἀγαλοῦμεν ἡμεῖς ἀεί.
Τρυγαιος
Τρ.
Τρ.
400
ἴθ’, ἀντιβολῶ σ’, ἐλέησον αὐτῶν τὴν ὄπα,
401
ἐπεί σε καὶ τιμῶσι μᾶλλον πρὸ τοῦ.
402
κλέπται γάρ εἰσι νῦν γε μᾶλλον πρὸ τοῦ.
403
καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
404
τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
Ερμης
Ερ.
Ερ.
405
ἴθι δὴ κάτειπ’· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
Τρυγαιος
Τρ.
Τρ.
406
γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
407
ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
408
τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
Ερμης
Ερ.
Ερ.
409
ἵνα δὴ τί τοῦτο δρᾶτον;
Τρυγαιος
Τρ.
Τρ.
409
ὁτιὴ νὴ Δία
410
ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ
411
οἱ βάρβαροι θύουσι. διὰ τοῦτ’εἰκότως
412
βούλοιντ’ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
413
ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
Ερμης
Ερ.
Ερ.
414
ταῦτ’ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
415
καὶ τοῦ κύκλου παρέτρωγον ὑφ’ἁμαρτωλίας.
Τρυγαιος
Τρ.
Τρ.
416
ναὶ μὰ Δία. πρὸς ταῦτ’ φίλ’Ἑρμῆ ξύλλαβε
417
ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
418
καί σοι τὰ μεγάλ’ἡμεῖς Παναθήναι’ἄξομεν
419
πάσαςτε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
420
μυστήρι’Ἑρμῇ, Διιπόλει’, Ἀδώνια ·
421
ἄλλαιτέ σοι πόλεις πεπαυμέναι κακῶν
422
ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
423
χἄτερ’ἔτι πόλλ’ἕξεις ἀγαθά. πρῶτον δέ σοι
424
δῶρον δίδωμι τήνδ’, ἵνα σπένδειν ἔχῃς.
Ερμης
Ερ.
Ερ.
425
οἴμ’ὡς ἐλεήμων εἴμ’ἀεὶ τῶν χρυσίδων.
426
ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαις
427
εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
Χορος
Χο.
Χο.
428
ταῦτα δράσομεν · σὺ δ’ἡμῖν θεῶν σοφώτατε
429
ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς ·
430
τἄλλα δ’εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
Τρυγαιος
Τρ.
Τρ.
431
ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
432
ἔργῳ ’φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
Ερμης
Ερ.
Ερ.
433
σπονδὴ σπονδή ·
434
εὐφημεῖτε εὐφημεῖτε.
Τρυγαιος
Τρ.
Τρ.
435
σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
436
Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
437
χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
438
τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ’ἀσπίδα.
Χορος
Χο.
Χο.
439
μὰ Δί’ἀλλ’ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
440
ἔχονθ’ἑταίραν καὶ σκαλεύοντ’ἄνθρακας.
Τρυγαιος
Τρ.
Τρ.
441
ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
Χορος
Χο.
Χο.
442
μηδέποτε παύσασθ’αὐτὸν Διόνυσ’ἄναξ
443
ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
Τρυγαιος
Τρ.
Τρ.
444
κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
445
ἐς φῶς ἀνελθεῖν πότνι’, ἐν ταῖσιν μάχαις
Χορος
Χο.
Χο.
446
πάσχοι γε τοιαῦθ’οἷάπερ Κλεώνυμος.
Τρυγαιος
Τρ.
Τρ.
447
κεἴ τις δορυξὸς κάπηλος ἀσπίδων,
448
ἵν’ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
Χορος
Χο.
Χο.
449
ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
Τρυγαιος
Τρ.
Τρ.
450
κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,
451
δοῦλος αὐτομολεῖν παρεσκευασμένος
Χορος
Χο.
Χο.
452
ἐπὶ τοῦ τροχοῦ γ’ἕλκοιτο μαστιγούμενος.
Τρυγαιος
Τρ.
Τρ.
453
ἡμῖν δ’ἀγαθὰ γένοιτ’. ἰὴ παιὼν ἰή.
Χορος
Χο.
Χο.
454
ἄφελε τὸ παίειν ἀλλ’ἰὴ μόνον λέγε.
Τρυγαιος
Τρ.
Τρ.
455
ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
456
Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
457
Ἄρει δέ;
Χορος
Χο.
Χο.
457
μὴ μή.
Τρυγαιος
Τρ.
Τρ.
457
μη δ’Ἐνυαλίῳ γε;
Χορος
Χο.
Χο.
457
μή.
Τρυγαιος
Τρ.
Τρ.
458
ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
Ερμης
Ερ.
Ερ.
459
εἶα.
Χορος
Χο.
Χο.
460
εἶα μάλα.
Ερμης
Ερ.
Ερ.
461
εἶα.
Χορος
Χο.
Χο.
462
εἶα ἔτι μάλα.
Ερμης
Ερ.
Ερ.
463
εἶα, εἶα.
Τρυγαιος
Τρ.
Τρ.
464
ἀλλ’οὐχ ἕλκουσ’ἅνδρες ὁμοίως.
465
οὐ ξυλλήψεσθ’; οἷ’ὀγκύλλεσθ’·
466
οἰμώξεσθ’οἱ Βοιωτοί.
Ερμης
Ερ.
Ερ.
467
εἶά νυν.
Τρυγαιος
Τρ.
Τρ.
468
εἶα .
Χορος
Χο.
Χο.
469
ἀλλ’ἄγετε ξυνανέλκετε καὶ σφώ.
Τρυγαιος
Τρ.
Τρ.
470
οὔκουν ἕλκω κἀξαρτῶμαι
471
κἀπεμπίπτω καὶ σπουδάζω;
Χορος
Χο.
Χο.
472
πῶς οὖν οὐ χωρεῖ τοὔργον;
Τρυγαιος
Τρ.
Τρ.
473
Λάμαχ’ἀδικεῖς ἐμποδὼν καθήμενος.
474
οὐδὲν δεόμεθ’ ὦνθρωπε τῆς σῆς μορμόνος.
Ερμης
Ερ.
Ερ.
475
οὐ δ’οἵδε γ’εἷλκον οὐδὲν ἁργεῖοι πάλαι
476
ἀλλ’ κατεγέλων τῶν ταλαιπωρουμένων,
477
καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
Τρυγαιος
Τρ.
Τρ.
478
ἀλλ’οἱ Λάκωνες ὦγάθ’ἕλκουσ’ἀνδρικῶς.
Χορος
Χο.
Χο.
479
ἆρ’οἶσθ’ὅσοι γ’αὐτῶν ἔχονται τοῦ ξύλου,
480
μόνοι προθυμοῦντ’· ἀλλ’ χαλκεὺς οὐκ ἐᾷ.
Ερμης
Ερ.
Ερ.
481
οὐ δ’οἱ Μεγαρῆς δρῶσ’οὐδέν · ἕλκουσιν δ’ὅμως
482
γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,
483
ὑπὸ τοῦ γε λιμοῦ νὴ Δί’ἐξολωλότες.
Τρυγαιος
Τρ.
Τρ.
484
οὐδὲν ποιοῦμεν ὦνδρες · ἀλλ ὁμοθυμαδὸν
485
ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
Ερμης
Ερ.
Ερ.
486
εἶα.
Τρυγαιος
Τρ.
Τρ.
487
εἶα μάλα.
Ερμης
Ερ.
Ερ.
488
εἶα.
Τρυγαιος
Τρ.
Τρ.
489
εἶα νὴ Δία.
Χορος
Χο.
Χο.
490
μικρόν γε κινοῦμεν.
Τρυγαιος
Τρ.
Τρ.
491
οὔκουν δεινὸν […]
492
τοὺς μὲν τείνειν τοὺς δ’ἀντισπᾶν;
493
πληγὰς λήψεσθ’ὦργεῖοι.
Ερμης
Ερ.
Ερ.
494
εἶά νυν.
Τρυγαιος
Τρ.
Τρ.
495
εἶα .
Χορος
Χο.
Χο.
496
ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
Τρυγαιος
Τρ.
Τρ.
497
ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες
498
τῆς εἰρήνης σπᾶτ’ἀνδρείως.
Χορος
Χο.
Χο.
499
ἀλλ’εἴσ’οἳ κωλύουσιν.
Ερμης
Ερ.
Ερ.
500
ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;
501
μισεῖ γὰρ ὑμᾶς θεὸς μεμνημένη ·
502
πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
503
καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
504
ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε ·
505
οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
506
ἀλλ’εἴπερ ἐπιθυμεῖτε τήνδ’ἐξελκύσαι,
507
πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
Χορος
Χο.
Χο.
508
ἄγ’ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθ’οἱ γεωργοί.
Ερμης
Ερ.
Ερ.
509
χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
Χορος
Χο.
Χο.
510
χωρεῖν τὸ πρᾶγμά φησιν · ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
Τρυγαιος
Τρ.
Τρ.
511
οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
Χορος
Χο.
Χο.
512
ἄγε νυν ἄγε πᾶς.
Ερμης
Ερ.
Ερ.
513
καὶ μὴν ὁμοῦ ’στιν ἤδη.
Χορος
Χο.
Χο.
514
μή νυν ἀνῶμεν ἀλλ’ἐπεντείνωμεν
515
ἀνδρικώτερον.
Ερμης
Ερ.
Ερ.
516
ἤδη ’στὶ τοῦτ’ἐκεῖνο.
Χορος
Χο.
Χο.
517
εἶα νῦν, εἶα πᾶς.
518
εἶα εἶα εἶα εἶα εἶα εἶα.
519
εἶα εἶα εἶα εἶα εἶα πᾶς.
Τρυγαιος
Τρ.
Τρ.
520
πότνια βοτρυόδωρε τί προσείπω σ’ἔπος;
521
πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον
522
ὅτῳ προσείπω σ’; οὐ γὰρ εἶχον οἴκοθεν.
523
χαῖρ’Ὀπώρα, καὶ σὺ δ’ Θεωρία.
524
οἷον δ’ἔχεις τὸ πρόσωπον Θεωρία,
525
οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
526
γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
Ερμης
Ερ.
Ερ.
527
μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
Τρυγαιος
Τρ.
Τρ.
528
ἀπέπτυσ’ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
529
τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
530
ταύτης δ’ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
531
αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
532
ἐπυλλίων Εὐριπίδου
Ερμης
Ερ.
Ερ.
532
κλαύσ’ἄρα σὺ
533
ταύτης καταψευδόμενος · οὐ γὰρ ἥδεται
534
αὕτη ποιητῇ ῥηματίων δικανικῶν.
Τρυγαιος
Τρ.
Τρ.
535
κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,
536
κόλπου γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
537
δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
538
ἄλλωντε πολλῶν κἀγαθῶν
Ερμης
Ερ.
Ερ.
538
ἴθι νυν ἄθρει
539
οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
540
διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,
541
καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
542
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
Τρυγαιος
Τρ.
Τρ.
543
καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
544
τὰ πρόσωφ’, ἵνα γνῷς τὰς τέχνας.
Ερμης
Ερ.
Ερ.
544
αἰβοῖ τάλας,
Τρυγαιος
Τρ.
Τρ.
545
ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς
546
τίλλονθ’ἑαυτόν;
Ερμης
Ερ.
Ερ.
546
δέ γε τὰς σμινύας ποιῶν
547
κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ’κεινουί.
Τρυγαιος
Τρ.
Τρ.
548
δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
549
καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
Ερμης
Ερ.
Ερ.
550
ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
Τρυγαιος
Τρ.
Τρ.
551
ἀκούετε λεῴ · τοὺς γεωργοὺς ἀπιέναι
552
τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν
553
ὡς τάχιστ’ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου ·
554
ὡς ἅπαντ’ἤδη ’στὶ μεστὰ τἀνθάδ’εἰρήνης σαπρᾶς.
555
ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
Χορος
Χο.
Χο.
556
ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
557
ἄσμενός σ’ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,
558
τάςτε συκᾶς, ἃς ἐγὼ ’φύτευον ὢν νεώτερος,
559
ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
Τρυγαιος
Τρ.
Τρ.
560
νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ,
561
ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας ·
562
εἶθ’ὅπως Λιταργιοῦμεν οἴκαδ’ἐς τὰ χωρία,
563
ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
Ερμης
Ερ.
Ερ.
564
Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
565
καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
Τρυγαιος
Τρ.
Τρ.
566
νὴ Δί’ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρ’ἐξωπλισμένη,
567
αἵτε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.
568
καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
569
ὥστ’ἔγωγ’ἤδη ’πιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν
570
καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.
571
ἀλλ’ἀναμνησθέντες ὦνδρες
572
τῆς διαίτης τῆς παλαιᾶς,
573
ἣν παρεῖχ’αὕτη ποθ’ἡμῖν,
574
τῶντε παλασίων ἐκείνων
575
τῶντε σύκων τῶντε μύρτων,
576
τῆς τρυγόςτε τῆς γλυκείας
577
τῆς ἰωνιᾶςτε τῆς πρὸς
578
τῷ φρέατι τῶντ’ἐλαῶν
579
ὧν ποθοῦμεν,
580
ἀντὶ τούτων τήνδε νυνὶ
581
τὴν θεὸν προσείπατε.
Χορος
Χο.
Χο.
582
χαῖρε χαῖρ’, ὡς ἀσμένοισιν ἦλθες, φιλτάτη.
585
σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι
586
[…]
587
ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ποθουμένη
588
πᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν.
590
μόνη γὰρ ἡμᾶς ὠφέλεις.
591
πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτ’ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.
595
τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.
596
ὥστε σὲ τάτ’ἀμπέλια καὶ τὰ νέα συκίδια
597
τἄλλαθ’ὁπόσ’ἔστι φυτὰ
600
προσγελάσεται λαβόντ’ἄσμενα.
601
ἀλλὰ ποῦ ποτ’ἦν ἀφ’ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
602
ἥδε; τοῦθ’ἡμᾶς δίδαξον θεῶν εὐνούστατε.
Ερμης
Ερ.
Ερ.
603
σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε
604
ῥήματ’, εἰ βούλεσθ’ἀκοῦσαι τήνδ’ὅπως ἀπώλετο.
605
πρῶτα μὲν γὰρ αὐτῆς ἦρξεν Φειδίας πράξας κακῶς ·
606
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,
607
τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
608
πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν.
609
ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος,
610
ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
611
πάντας Ἕλληνας δακρῦσαι, τούςτ’ἐκεῖ τούςτ’ἐνθάδε.
612
ὡς δ’ἅπαξ τὸ πρῶτον ἄκουσ’ ἐψόφησεν ἄμπελος
613
καὶ πίθος πληγεὶς ὑπ’ὀργῆς ἀντελάκτισεν πίθῳ,
614
οὐκέτ’ἦν οὐδεὶς παύσων, ἥδε δ’ἠφανίζετο.
Τρυγαιος
Τρ.
Τρ.
615
ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ’γὼ ’πεπύσμην οὐδενός,
616
οὐ δ’ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
Χορος
Χο.
Χο.
617
οὐ δ’ἔγωγε πλήν γε νυνί. ταῦτ’ἄρ’εὐπρόσωπος ἦν,
618
οὖσα συγγενὴς ἐκείνου. πολλά γ’ἡμᾶς λανθάνει.
Ερμης
Ερ.
Ερ.
619
κᾆτ’ἐπειδὴ ’γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
620
ἠγριωμένους ἐπ’ἀλλήλοισι καὶ σεσηρότας,
621
πάντ’ἐμηχανῶντ’ἐφ’ὑμῖν τοὺς φόρους φοβούμεναι,
622
κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
623
οἱ δ’ἅτ’ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
624
τήνδ’ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν ·
625
κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά ·
626
αἱ γὰρ ἐνθένδ’αὖ τριήρεις ἀντιτιμωρούμεναι
627
οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
Τρυγαιος
Τρ.
Τρ.
628
ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
629
ἐξέκοψαν, ἣν ἐγὼ ’φύτευσα κἀξεθρεψάμην.
Χορος
Χο.
Χο.
630
νὴ Δί’ μέλ’ἐνδίκως γε δῆτ’, ἐπεὶ κἀμοῦ λίθον
631
ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
Ερμης
Ερ.
Ερ.
632
κᾆτα δ’ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,
633
τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,
634
ἀλλ’ἅτ’ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
635
ἔβλεπεν πρὸς τοὺς λέγοντας · οἱ δὲ γιγνώσκοντες εὖ
636
τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
637
τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,
638
πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,
639
τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
640
αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου.
641
εἶτ’ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι’ἐσπαράττετε ·
642
πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,
643
ἅττα διαβάλοι τις αὐτῇ, ταῦτ’ἂν ἥδιστ’ἤσθιεν.
644
οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ’οἱ ξένοι
645
χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,
646
ὥστ’ἐκείνους μὲν ποιῆσαι πλουσίους, δ’Ἑλλὰς ἂν
647
ἐξερημωθεῖσ’ἂν ὑμᾶς ἔλαθε. ταῦτα δ’ἦν δρῶν
648
βυρσοπώλης.
Τρυγαιος
Τρ.
Τρ.
648
παῦε παῦ’ δέσποθ’Ἑρμῆ, μὴ λέγε,
649
ἀλλ’ἔα τὸν ἄνδρ’ἐκεῖνον οὗπερ ἔστ’εἶναι κάτω ·
650
οὐ γὰρ ἡμέτερος ἔτ’ἔστ’ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.
651
ἅττ’ἂν οὖν λέγῃς ἐκεῖνον,
652
κεἰ πανοῦργος ἦν, ὅτ’ἔζη,
653
καὶ λάλος καὶ συκοφάντης
654
καὶ κύκηθρον καὶ τάρακτρον,
655
ταῦθ’ἁπαξάπαντα νυνὶ
656
τοὺς σεαυτοῦ λοιδορεῖς.
657
ἀλλ’ τι σιωπᾷς πότνια κάτειπέ μοι.
Ερμης
Ερ.
Ερ.
658
ἀλλ’οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους ·
659
ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
Τρυγαιος
Τρ.
Τρ.
660
δ’ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
Ερμης
Ερ.
Ερ.
661
εἴφ’ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ’ φιλτάτη.
662
ἴθ’ γυναικῶν μισοπορπακιστάτη.
663
εἶεν, ἀκούω. ταῦτ’ἐπικαλεῖς; μανθάνω.
664
ἀκούσαθ’ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.
665
ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
666
σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
667
ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
Τρυγαιος
Τρ.
Τρ.
668
ἡμάρτομεν ταῦτ’· ἀλλὰ συγγνώμην ἔχε ·
669
νοῦς γὰρ ἡμῶν ἦν τότ’ἐν τοῖς σκύτεσιν.
Ερμης
Ερ.
Ερ.
670
ἴθι νυν ἄκουσον οἷον ἄρτι μ’ἤρετο,
671
ὅστις κακόνους αὐτῇ μάλιστ’ἦν ἐνθάδε,
672
χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
Τρυγαιος
Τρ.
Τρ.
673
εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
Ερμης
Ερ.
Ερ.
674
ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
675
Κλεώνυμος;
Τρυγαιος
Τρ.
Τρ.
675
ψυχήν γ’ἄριστος πλήν γ’ὅτι
676
οὐκ ἦν ἄρ’οὗπέρ φησιν εἶναι τοῦ πατρός.
677
εἰ γάρ ποτ’ἐξέλθοι στρατιώτης, εὐθέως
678
ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
Ερμης
Ερ.
Ερ.
679
ἔτι νῦν ἄκουσον οἷον ἄρτι μ’ἤρετο,
680
ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ’ν τῇ πυκνί.
Τρυγαιος
Τρ.
Τρ.
681
Ὑπέρβολος νῦν τοῦτ’ἔχει τὸ χωρίον.
682
αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;
Ερμης
Ερ.
Ερ.
683
ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσ’ὅτι
684
αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.
Τρυγαιος
Τρ.
Τρ.
685
ἀλλ’οὐκέτ’αὐτῷ χρησόμεθ’οὐδέν, ἀλλὰ νῦν
686
ἀπορῶν δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
687
τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
Ερμης
Ερ.
Ερ.
688
πῶς οὖν ξυνοίσει ταῦτ’ἐρωτᾷ τῇ πόλει.
Τρυγαιος
Τρ.
Τρ.
689
εὐβουλότεροι γενησόμεθα.
Ερμης
Ερ.
Ερ.
689
τρόπῳ τίνι;
Τρυγαιος
Τρ.
Τρ.
690
ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν
691
ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
692
νυνὶ δ’ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
Ερμης
Ερ.
Ερ.
692
,
693
οἷά μ’ἐκέλευσεν ἀναπυθέσθαι σου.
Τρυγαιος
Τρ.
Τρ.
693
τὰ τί;
Ερμης
Ερ.
Ερ.
694
πάμπολλα καὶ τἀρχαῖ’ κατέλιπεν τότε ·
695
πρῶτον δ’ τι πράττει Σοφοκλέης ἀνήρετο.
Τρυγαιος
Τρ.
Τρ.
696
εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
Ερμης
Ερ.
Ερ.
696
τὸ τί;
Τρυγαιος
Τρ.
Τρ.
697
ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
Ερμης
Ερ.
Ερ.
698
Σιμωνίδης; πῶς;
Τρυγαιος
Τρ.
Τρ.
698
ὅτι γέρων ὢν καὶ σαπρὸς
699
κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
Ερμης
Ερ.
Ερ.
700
τί δαί; Κρατῖνος σοφὸς ἔστιν;
Τρυγαιος
Τρ.
Τρ.
700
ἀπέθανεν
701
ὅθ’οἱ Λάκωνες ἐνέβαλον.
Ερμης
Ερ.
Ερ.
701
τί παθών;
Τρυγαιος
Τρ.
Τρ.
701
τι;
702
ὼρακιάσας · οὐ γὰρ ἐξηνέσχετο
703
ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
704
χἄτερα πόσ’ἄττ’οἴει γεγενῆσθ’ἐν τῇ πόλει;
705
ὥστ’οὐδέποτ’ δέσποιν’ἀφησόμεσθά σου.
Ερμης
Ερ.
Ερ.
706
ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
707
γυναῖκα σαυτῷ τήνδε · κᾆτ’ἐν τοῖς ἀγροῖς
708
ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
Τρυγαιος
Τρ.
Τρ.
709
φιλτάτη δεῦρ’ἐλθὲ καὶ δός μοι κύσαι.
710
ἆρ’ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ
711
δέσποθ’Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;
Ερμης
Ερ.
Ερ.
712
οὐκ εἴ γε κυκεῶν’ἐπιπίοις βληχωνίαν.
713
ἀλλ’ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
714
ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ’ἦν.
Τρυγαιος
Τρ.
Τρ.
715
μακαρία βουλὴ σὺ τῆς Θεωρίας,
716
ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
717
ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
718
ἀλλ’ φίλ’Ἑρμῆ χαῖρε πολλά.
Ερμης
Ερ.
Ερ.
718
καὶ σύ γε
719
ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.
Τρυγαιος
Τρ.
Τρ.
720
κάνθαρ’οἴκαδ’οἴκαδ’ἀποπετώμεθα.
Ερμης
Ερ.
Ερ.
721
οὐκ ἐνθάδ’ τᾶν ἔστι.
Τρυγαιος
Τρ.
Τρ.
721
ποῖ γὰρ οἴχεται;
Ερμης
Ερ.
Ερ.
722
ὑφ’ἅρματ’ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
Τρυγαιος
Τρ.
Τρ.
723
πόθεν οὖν τλήμων ἐνθάδ’ἕξει σιτία;
Ερμης
Ερ.
Ερ.
724
τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
Τρυγαιος
Τρ.
Τρ.
725
πῶς δῆτ’ἐγὼ καταβήσομαι;
Ερμης
Ερ.
Ερ.
725
θάρρει, καλῶς ·
726
τῃδὶ παρ’αὐτὴν τὴν θεόν.
Τρυγαιος
Τρ.
Τρ.
726
δεῦρ’ κόραι
727
ἕπεσθον ἅμ’ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
728
ποθοῦντες ὑμᾶς ἀναμένουσ’ἐστυκότες.
Χορος
Χο.
Χο.
729
ἀλλ’ἴθι χαίρων · ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
730
τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα
731
περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.
732
ἀλλὰ φυλάττετε ταῦτ’ἀνδρείως · ἡμεῖς δ’αὖ τοῖσι θεαταῖς
733
ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσατε νοῦς ἔχει.
734
χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς
735
αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις ·
736
εἰ δ’οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος
737
κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,
738
ἄξιος εἶναί φησ’εὐλογίας μεγάλης διδάσκαλος ἡμῶν.
739
πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν
740
ἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας,
741
τούςθ’Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους
742
ἐξήλασ’ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν
743
τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,
744
οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,
745
ἵν’ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτ’ἀνέροιτο,
746
κακόδαιμον τί τὸ δέρμ’ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέν σοι
747
ἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον ;’
748
τοιαῦτ’ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματ’ἀγεννῆ
749
ἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσ’οἰκοδομήσας
750
ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις,
751
οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐ δὲ γυναῖκας,
752
ἀλλ’Ἡρακλέους ὀργήν τιν’ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,
753
διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,
754
καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,
755
οὗ δεινόταται μὲν ἀπ’ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
756
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
757
περὶ τὴν κεφαλήν, φωνὴν δ’εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
758
φώκης δ’ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
759
τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισ’, ἀλλ’ὑπὲρ ὑμῶν πολεμίζων
760
ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶ
761
ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
762
καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν
763
παῖδας ἐπείρων, ἀλλ’ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,
764
παῦρ’ἀνιάσας, πόλλ’εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
765
πρὸς ταῦτα χρεὼν εἶναι μετ’ἐμοῦ
766
καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας ·
767
καὶ τοῖς φαλακροῖσι παραινοῦμεν
768
ξυσπουδάζειν περὶ τῆς νίκης.
769
πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ
770
κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις,
771
φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ
772
τῶν τρωγαλίων, καὶ μἀφαίρει
773
γενναιοτάτου τῶν ποιητῶν
773b
ἀνδρὸς τὸ μέτωπον ἔχοντος.
774
Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετ’ἐμοῦ
775
τοῦ φίλου χόρευσον,
776
κλείουσα θεῶντε γάμους ἀνδρῶντε δαῖτας
780
καὶ θαλίας μακάρων · σοὶ γὰρ τάδ’ἐξ ἀρχῆς μέλει.
781
ἢν δέ σε Καρκίνος ἐλθὼν
782
ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,
785
μήθ’ὑπάκουε μήτ’ἔλθῃς
786
συνέριθος αὐτοῖς,
787
ἀλλὰ νόμιζε πάντας
788
ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς
790
ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας.
791
καὶ γὰρ ἔφασχ’ πατὴρ παρ’ἐλπίδας
795
εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.
797
τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων
798
τὸν σοφὸν ποιητὴν
800
ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν
801
ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ’χῃ Μόρσιμος
802
μη δὲ Μελάνθιος, οὗ δὴ
805
πικροτάτην ὄπα γηρύσαντος ἤκουσ’
806
ἡνίκα τῶν τραγῳδῶν
807
τὸν χορὸν εἶχον ἁδελφός
808
τε και αὐτός, ἄμφω
810
Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι,
811
γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι ·
815
ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ
816
Μοῦσα θεὰ μετ’ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
Τρυγαιος
Τρ.
Τρ.
819
ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ’εὐθὺ τῶν θεῶν.
820
ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
821
μικροὶ δ’ὁρᾶν ἄνωθεν ἦστ’. ἔμοιγέ τοι
822
ἀπὸ τοὐρανοῦ ’φαίνεσθε κακοήθεις πάνυ,
823
ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
Οικετης
Οι.
Οι.
824
δέσποθ’ἥκεις;
Τρυγαιος
Τρ.
Τρ.
824
ὡς ἐγὼ ’πυθόμην τινός.
Οικετης
Οι.
Οι.
825
τί δ’ἔπαθες;
Τρυγαιος
Τρ.
Τρ.
825
ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
826
διεληλυθώς.
Οικετης
Οι.
Οι.
826
ἴθι νυν κάτειπέ μοι
Τρυγαιος
Τρ.
Τρ.
826
τὸ τί;
Οικετης
Οι.
Οι.
827
ἄλλον τιν’εἶδες ἄνδρα κατὰ τὸν ἀέρα
828
πλανώμενον πλὴν σαυτόν;
Τρυγαιος
Τρ.
Τρ.
828
οὔκ, εἰ μή γέ που
829
ψυχὰς δύ’ τρεῖς διθυραμβοδιδασκάλων.
Οικετης
Οι.
Οι.
830
τί δ’ἔδρων;
Τρυγαιος
Τρ.
Τρ.
830
ξυνελέγοντ’ἀναβολὰς ποτώμεναι
831
τὰς ἐνδιαεριαυερινηχέτους τινάς.
Οικετης
Οι.
Οι.
832
οὐκ ἦν ἄρ’οὐ δ’ λέγουσι, κατὰ τὸν ἀέρα
833
ὡς ἀστέρες γιγνόμεθ’, ὅταν τις ἀποθάνῃ;
Τρυγαιος
Τρ.
Τρ.
834
μάλιστα.
Οικετης
Οι.
Οι.
834
καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;
Τρυγαιος
Τρ.
Τρ.
835
Ἴων Χῖος, ὅσπερ ἐποίησεν πάλαι
836
ἐνθάδε τὸν ἀοῖόν ποθ’· ὡς δ’ἦλθ’, εὐθέως
837
ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
Οικετης
Οι.
Οι.
838
τίνες γάρ εἰσ’οἱ διατρέχοντες ἀστέρες,
839
οἳ καόμενοι θέουσιν;
Τρυγαιος
Τρ.
Τρ.
839
ἀπὸ δείπνου τινὲς
840
τῶν πλουσίων οὗτοι βαδίζουσ’ἀστέρων,
841
ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
842
ἀλλ’εἴσαγ’ὡς τάχιστα ταυτηνὶ λαβών,
843
καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν’ὕδωρ,
844
στόρνυτ’ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
845
καὶ ταῦτα δράσας ἧκε δεῦρ’αὖθις πάλιν ·
846
ἐγὼ δ’ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
Οικετης
Οι.
Οι.
847
πόθεν δ’ἔλαβες ταύτας;
Τρυγαιος
Τρ.
Τρ.
847
ὁπόθεν; ἐκ τοὐρανοῦ.
Οικετης
Οι.
Οι.
848
οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
849
εἰ πορνοβοσκοῦσ’ὥσπερ ἡμεῖς οἱ βροτοί.
Τρυγαιος
Τρ.
Τρ.
850
οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
851
ἄγε νυν ἴωμεν.
Οικετης
Οι.
Οι.
851
εἰπέ μοι, δῶ καταφαγεῖν
852
ταύτῃ τι;
Τρυγαιος
Τρ.
Τρ.
852
μηδέν · οὐ γὰρ ἐθελήσει θαγεῖν
853
οὔτ’ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ’ἀεὶ
854
παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
Οικετης
Οι.
Οι.
855
λείχειν ἄρ’αὐτῇ κἀνθάδε σκευαστέον.
Χορος
Χο.
Χο.
856
εὐδαιμονικῶς γ’ πρεσβύτης,
857
ὅσα γ’ὧδ’ἰδεῖν,
858
τὰ νῦν τάδε πράττει.
Τρυγαιος
Τρ.
Τρ.
859
τί δῆτ’ἐπειδὰν νυμφίον μ’ὁρᾶτε λαμπρὸν ὄντα;
Χορος
Χο.
Χο.
860
ζηλωτὸς ἔσει, γέρον,
861
αὖθις νέος ὢν πάλιν,
862
μύρῳ κατάλειπτος.
Τρυγαιος
Τρ.
Τρ.
863
οἶμαι. τί δῆθ’ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
Χορος
Χο.
Χο.
864
εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
Τρυγαιος
Τρ.
Τρ.
865
οὔκουν δικαίως; ὅστις εἰς
865b
ὄχημα κανθάρου ’πιβὰς
866
ἔσωσα τοὺς Ἕλληνας, ὥστ’
866b
ἐν τοῖς ἀγροῖσιν αὐτοὺς
867
ἅπαντας ὄντας ἀσφαλῶς
867b
βινεῖντε καὶ καθεύδειν.
Οικετης
Οι.
Οι.
868
παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά ·
869
πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
870
καὶ τἄλλ’ἁπαξάπαντα · τοῦ πέους δὲ δεῖ.
Τρυγαιος
Τρ.
Τρ.
871
ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
872
ἀνύσαντε τῇ βουλῇ.
Οικετης
Οι.
Οι.
872
τίς αὑτηί;
Τρυγαιος
Τρ.
Τρ.
872
τί φῄς;
873
αὕτη Θεωρία ’στίν.
Οικετης
Οι.
Οι.
873
ἣν ἡμεῖς ποτε
874
ἐπαίομεν Βραυρωνάδ’ὑποπεπωκότες;
Τρυγαιος
Τρ.
Τρ.
875
σάφ’ἴσθι, κἀλήφθη γε μόλις.
Οικετης
Οι.
Οι.
875
δέσποτα
876
ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
Τρυγαιος
Τρ.
Τρ.
877
εἶεν, τίς ἐσθ’ὑμῶν δίκαιος, τίς ποτε;
878
τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
879
οὗτος τί περιγράφεις;
Οικετης
Οι.
Οι.
879
τὸ δεῖν’εἰς Ἴσθμια
880
σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
Τρυγαιος
Τρ.
Τρ.
881
οὔπω λέγεθ’ὑμεῖς τίς φυλάξων. δεῦρο σύ ·
882
καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.
Οικετης
Οι.
Οι.
883
ἐκεινοσὶ νεύει.
Τρυγαιος
Τρ.
Τρ.
883
τίς;
Οικετης
Οι.
Οι.
883
ὅστις; Ἀριφράδης,
884
ἄγειν παρ’αὑτὸν ἀντιβολῶν.
Τρυγαιος
Τρ.
Τρ.
884
ἀλλ’ μέλε
885
τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
886
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
887
βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
888
σκέψασθ’ὅσ’ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
889
ὥστ’εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
890
ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.
891
τουτὶ δ’ὁρᾶτ’ὀπτάνιον ἡμῖν ὡς καλόν.
Οικετης
Οι.
Οι.
892
διὰ ταῦτα καὶ κεκάπνικ’ἄρ’· ἐνταυθοῖ γὰρ οὖν
893
πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτ’ἦν.
Τρυγαιος
Τρ.
Τρ.
894
ἔπειτ’ἀγῶνά γ’εὐθὺς ἐξέσται ποιεῖν
895
ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,
896
ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,
897
πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδ’ἑστάναι,
898
καὶ παγκράτιόν γ’ὑπαλειψαμένοις νεανικῶς
899
παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει ·
900
τρίτῃ δὲ μετὰ ταῦθ’ἱπποδρομίαν ἄξετε,
901
ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,
902
ἅρματα δ’ἐπ’ἀλλήλοισιν ἀνατετραμμένα
903
φυσῶντα καὶ πνέοντα προσκινήσεται ·
904
ἕτεροι δὲ κείσονταί γ’ἀπεψωλημένοι
905
περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
906
ἀλλ’ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.
907
θέασ’ὡς προθύμως πρύτανις παρεδέξατο.
908
ἀλλ’οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σ’ἔδει,
909
ἀλλ’ηὗρον ἄν σ’ὑπέχοντα τὴν ἐκεχειρίαν.
Χορος
Χο.
Χο.
910
χρηστὸς ἀνὴρ πολίτης
911
ἐστὶν ἅπασιν ὅστις
912
γ’ἐστὶ τοιοῦτος.
Τρυγαιος
Τρ.
Τρ.
913
ὅταν τρυγᾶτ’, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
Χορος
Χο.
Χο.
914
καὶ νῦν σύ γε δῆλος εἶ ·
915
σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις γεγένησαι.
Τρυγαιος
Τρ.
Τρ.
916
φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
Χορος
Χο.
Χο.
917
καὶ πλήν γε τῶν θεῶν ἀεί σ’ἡγησόμεσθα πρῶτον.
Τρυγαιος
Τρ.
Τρ.
918
πολλῶν γὰρ ὑμῖν ἄξιος
919
Τρυγαῖος ἁθμονεὺς ἐγώ,
920
δεινῶν ἀπαλλάξας πόνων
920b
τὸν δημότην ὅμιλον,
921
καὶ τὸν γεωργικὸν λεὼν
921b
Ὑπέρβολόντε παύσας.
Οικετης
Οι.
Οι.
922
ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;
Τρυγαιος
Τρ.
Τρ.
923
τί δ’ἄλλο γ’ ταύτην χύτραις ἱδρυτέον;
Χορος
Χο.
Χο.
924
χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
Τρυγαιος
Τρ.
Τρ.
925
τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;
Χορος
Χο.
Χο.
926
βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
Τρυγαιος
Τρ.
Τρ.
927
ἀλλ’ὑὶ παχείᾳ καὶ μεγάλῃ;
Χορος
Χο.
Χο.
927
μὴ μή.
Τρυγαιος
Τρ.
Τρ.
927
τιή;
Χορος
Χο.
Χο.
928
ἵνα μὴ γένηται Θεογένους ὑηνία.
Τρυγαιος
Τρ.
Τρ.
929
τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
Χορος
Χο.
Χο.
929
ὀί.
Τρυγαιος
Τρ.
Τρ.
930
ὀί;
Χορος
Χο.
Χο.
930
ναὶ μὰ Δί’.
Τρυγαιος
Τρ.
Τρ.
930
ἀλλὰ τοῦτό γ’ἔστ’Ἰωνικὸν
931
τὸ ῥῆμ’.
Χορος
Χο.
Χο.
931
ἐπίτηδές γ’, ἵν’ὅταν ἐν τἠκκλησίᾳ
932
ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι
933
ὑπὸ τοῦ δέους λέγωσ’Ἰωνικῶς ὀὶ
Τρυγαιος
Τρ.
Τρ.
934
εὖ τοι λέγεις.
Χορος
Χο.
Χο.
934
καὶ τἄλλα γ’ὦσιν ἤπιοι.
935
ὥστ’ἐσόμεθ’ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους
936
καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
Τρυγαιος
Τρ.
Τρ.
937
ἴθι νυν ἄγ’ὡς τάχιστα τὸ πρόβατον λαβών ·
938
ἐγὼ δὲ ποριῶ βωμὸν ἐφ’ὅτου θύσομεν.
Χορος
Χο.
Χο.
939
ὡς πάνθ’ὅσ’ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,
940
χωρεῖ κατὰ νοῦν, ἕτερον δ’ἑτέρῳ
941
τούτων κατὰ καιρὸν ἀπαντᾷ.
Τρυγαιος
Τρ.
Τρ.
942
ὡς ταῦτα δῆλά γ’ἔσθ’· γὰρ βωμὸς θύρασι καὶ δή.
Χορος
Χο.
Χο.
943
ἐπείγετέ νυν ἐν ὅσῳ
944
σοβαρὰ θεόθεν κατέχει
945
πολέμου μετάτροπος αὔρα.
946
νῦν γὰρ δαίμων φανερῶς
947
εἰς ἀγαθὰ μεταβιβάζει.
Τρυγαιος
Τρ.
Τρ.
948
τὸ κανοῦν πάρεστ’ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,
949
καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
Χορος
Χο.
Χο.
950
οὔκουν ἁμιλλήσεσθον; ὡς
951
ἢν Χαῖρις ὑμᾶς ἴδῃ,
952
πρόσεισιν αὐλήσων ἄκλητος,
953
κᾆτα τοῦτ’εὖ οἶδ’ὅτι
954
φυσῶντι καὶ πονουμένῳ
955
προσδώσετε δήπου.
Τρυγαιος
Τρ.
Τρ.
956
ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα
957
περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
Οικετης
Οι.
Οι.
958
ἰδού · λεγοις ἂν ἄλλο · περιελήλυθα.
Τρυγαιος
Τρ.
Τρ.
959
φέρε δὴ τὸ δαλίον τόδ’ἐμβάψω λαβών,
960
σείου σὺ ταχέως · σὺ δὲ πρότεινε τῶν ὀλῶν,
961
καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,
962
καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
Οικετης
Οι.
Οι.
962
ἰδού.
Τρυγαιος
Τρ.
Τρ.
963
ἔδωκας ἤδη;
Οικετης
Οι.
Οι.
963
νὴ τὸν Ἑρμῆν ὥστε γε
964
τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων
965
οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
Τρυγαιος
Τρ.
Τρ.
966
οὐχ αἱ γυναῖκές γ’ἔλαβον.
Οικετης
Οι.
Οι.
966
ἀλλ’εἰς ἑσπέραν
967
δώσουσιν αὐταῖς ἅνδρες.
Τρυγαιος
Τρ.
Τρ.
967
ἀλλ’εὐχώμεθα.
968
τίς τῇδε; ποῦ ποτ’εἰσὶ πολλοὶ κἀγαθοί;
Οικετης
Οι.
Οι.
969
τοισδὶ φέρε δῶ · πολλοὶ γάρ εἰσι κἀγαθοί.
Τρυγαιος
Τρ.
Τρ.
970
τούτους ἀγαθοὺς ἐνόμισας;
Οικετης
Οι.
Οι.
970
οὐ γάρ, οἵτινες
971
ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ
972
ἐς ταὐτὸ τοῦθ’ἑστᾶσ’ἰόντες χωρίον;
Τρυγαιος
Τρ.
Τρ.
973
ἀλλ’ὡς τάχιστ’εὐχώμεθ’.
Χορος
Χο.
Χο.
973
εὐχώμεσθα δή.
Τρυγαιος
Τρ.
Τρ.
974
σεμνοτάτη βασίλεια θεὰ
975
πότνι’Εἰρήνη,
976
δέσποινα χορῶν, δέσποινα γάμων,
977
δέξαι θυσίαν τὴν ἡμετέραν.
Χορος
Χο.
Χο.
978
δέξαι δῆτ’ πολυτιμήτη
979
νὴ Δία, καὶ μὴ ποίει γ’ἅπερ αἱ
980
μοιχευόμεναι δρῶσι γυναῖκες.
981
καὶ γὰρ ἐκεῖναι παρακλίνασαι
982
τῆς αὐλείας παρακύπτουσιν,
983
κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς
984
ἀναχωροῦσιν,
985
κᾆτ’ἢν ἀπίῃ παρακύπτουσιν.
986
τούτων σὺ ποίει μηδὲν ἔθ’ἡμᾶς.
Τρυγαιος
Τρ.
Τρ.
987
μὰ Δί’ἀλλ’ἀπόφηνον ὅλην σαυτὴν
988
γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς
989
ἡμῖν, οἵ σου τρυχόμεθ’ἤδη
990
τρία καὶ δέκ’ἔτη,
991
λῦσον δὲ μάχας καὶ κορκορυγάς,
992
ἵνα Λυσιμάχην σε καλῶμεν.
993
παῦσον δ’ἡμῶν τὰς ὑπονοίας
994
τὰς περικόμψους,
995
αἷς στωμυλλόμεθ’εἰς ἀλλήλους ·
996
μεῖξον δ’ἡμᾶς τοὺς Ἕλληνας
997
πάλιν ἐξ ἀρχῆς
998
φιλίας χυλῷ καὶ συγγνώμῃ
999
τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν ·
1000
καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν ἐμπλησθῆναι, μεγάλων σκορόδων,
1001
σικύων πρῴων, μήλων, ῥοιῶν.
1002
δούλοισι χλανισκιδίων μικρῶν ·
1003
κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν
1004
χῆνας νήττας φάττας τροχίλους ·
1005
καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,
1006
καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους
1007
ὀψωνοῦντας τυρβάζεσθαι
1008
Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις
1009
τένθαις πολλοῖς · κᾆτα Μελάνθιον
1010
ἥκειν ὕστερον ἐς τὴν ἀγοράν,
1011
τὰς δὲ πεπρᾶσθαι, τὸν δ’ὀτοτύζειν,
1012
εἶτα μονῳδεῖν ἐκ Μηδείας,
1013
ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς
1014
τᾶς ἐν τεύτλοισι λοχευομένας ·’
1015
τοὺς δ’ἀνθρώπους ἐπιχαίρειν.
1016
ταῦτ’ πολυτίμητ’εὐχομένοις ἡμῖν δίδου.
Οικετης
Οι.
Οι.
1017
λαβὲ τὴν μάχαιραν · εἶθ’ὅπως μαγειρικῶς
1018
σφάξεις τὸν οἶν.
Τρυγαιος
Τρ.
Τρ.
1018
ἀλλ’οὐ θέμις.
Οικετης
Οι.
Οι.
1018
τιὴ τί δή;
Τρυγαιος
Τρ.
Τρ.
1019
οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,
1020
οὐ δ’αἱματοῦται βωμός. ἀλλ’εἴσω φέρων
1021
θύσας τὰ μηρί’ἐξελὼν δεῦρ’ἔκφερε,
1022
χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
Χορος
Χο.
Χο.
1023
σέ τοι θύρασι χρὴ […] μένοντα τοίνυν
1024
σχίζας δευρὶ τιθέναι ταχέως
1025
τάτε πρόσφορα πάντ’ἐπὶ τούτοις.
Τρυγαιος
Τρ.
Τρ.
1026
οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
Χορος
Χο.
Χο.
1027
πῶς δ’οὐχί; τί γάρ σε πέφευγ’
1028
ὅσα χρὴ σοφὸν ἄνδρα; τί δ’οὐ
1029
σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν
1030
τόν γε σοφῇ δόκιμον
1031
φρενὶ πορίμῳτε τόλμῃ;
Τρυγαιος
Τρ.
Τρ.
1032
σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,
1033
καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
Χορος
Χο.
Χο.
1034
τίς οὖν ἂν οὐκ ἐπαινέσειεν
1035
ἄνδρα τοιοῦτον, ὅστις πόλλ’ἀνατλὰς ἔσωσε
1036
τὴν ἱερὰν πόλιν;
1037
ὥστ’οὐχὶ μὴ παύσῃ ποτ’ὢν
1038
ζηλωτὸς ἅπασιν.
Οικετης
Οι.
Οι.
1039
ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.
1040
ἐγὼ δ’ἐπὶ σπλάγχν’εἶμι καὶ θυλήματα.
Τρυγαιος
Τρ.
Τρ.
1041
ἐμοὶ μελήσει ταῦτά γ’· ἀλλ’ἥκειν ἐχρῆν.
Οικετης
Οι.
Οι.
1042
ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;
Τρυγαιος
Τρ.
Τρ.
1043
ὄπτα καλῶς νυν αὐτά · καὶ γὰρ οὑτοσὶ
1044
προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
1045
τίς ἄρα ποτ’ἐστίν;
Οικετης
Οι.
Οι.
1045
ὡς ἀλαζὼν φαίνεται ·
1046
μάντις τίς ἐστιν.
Τρυγαιος
Τρ.
Τρ.
1046
οὐ μὰ Δί’ἀλλ’Ἱεροκλέης
1047
οὗτός γέ πού ’σθ’ χρησμολόγος οὑξ Ὠρεοῦ.
Οικετης
Οι.
Οι.
1048
τί ποτ’ἄρα λέξει;
Τρυγαιος
Τρ.
Τρ.
1048
δῆλός ἐσθ’οὗτός γ’ὅτι
1049
ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
Οικετης
Οι.
Οι.
1050
οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
Τρυγαιος
Τρ.
Τρ.
1051
μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
Οικετης
Οι.
Οι.
1051
εὖ λέγεις.
Ιεροκλης
Ιε.
Ιε.
1052
τίς θυσία ποθ’αὑτηὶ καὶ τῷ θεῶν;
Τρυγαιος
Τρ.
Τρ.
1053
ὀπτα σὺ σιγῇ κἄπαγ’ἀπὸ τῆς ὀσφύος.
Ιεροκλης
Ιε.
Ιε.
1054
ὅτῳ δὲ θύετ’οὐ φράσεθ’;
Τρυγαιος
Τρ.
Τρ.
1054
κέρκος ποιεῖ
1055
καλῶς;
Οικετης
Οι.
Οι.
1055
καλῶς δῆτ’ πότνι’Εἰρήνη φίλη.
Ιεροκλης
Ιε.
Ιε.
1056
ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
Τρυγαιος
Τρ.
Τρ.
1057
ὀπτᾶν ἄμεινον πρῶτον.
Ιεροκλης
Ιε.
Ιε.
1057
ἀλλὰ ταυταγὶ
1058
ἤδη ’στὶν ὀπτά.
Τρυγαιος
Τρ.
Τρ.
1058
πολλὰ πράττεις, ὅστις εἶ.
1059
κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.
Ιεροκλης
Ιε.
Ιε.
1060
γλῶττα χωρὶς τέμνεται.
Τρυγαιος
Τρ.
Τρ.
1060
μεμνήμεθα.
1061
ἀλλ’οἶσθ’ δρᾶσον;
Ιεροκλης
Ιε.
Ιε.
1061
ἢν φράσῃς.
Τρυγαιος
Τρ.
Τρ.
1061
μὴ διαλέγου
1062
νῷν μηδέν · εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
Ιεροκλης
Ιε.
Ιε.
1063
μέλεοι θνητοὶ καὶ νήπιοι,
Τρυγαιος
Τρ.
Τρ.
1063
ἐς κεφαλὴν σοί.
Ιεροκλης
Ιε.
Ιε.
1064
οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
1065
συνθήκας πεποίησθ’ἄνδρες χαροποῖσι πιθήκοις,
Τρυγαιος
Τρ.
Τρ.
1066
αἰβοιβοῖ.
Ιεροκλης
Ιε.
Ιε.
1066
τί γελᾷς;
Τρυγαιος
Τρ.
Τρ.
1066
ἥσθην χαροποῖσι πιθήκοις.
Ιεροκλης
Ιε.
Ιε.
1067
καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
1068
ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
Τρυγαιος
Τρ.
Τρ.
1068
εἴθε σου εἶναι
1069
ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς πλεύμων.
Ιεροκλης
Ιε.
Ιε.
1070
εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,
1071
μη δὲ Βάκις θνητούς, μη δ’αὖ νύμφαι Βάκιν αὐτὸν
Τρυγαιος
Τρ.
Τρ.
1072
ἐξώλης ἀπόλοι’, εἰ μὴ παύσαιο βακίζων.
Ιεροκλης
Ιε.
Ιε.
1073
οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ’ἀναλῦσαι,
1074
ἀλλὰ τόδε πρότερον
Τρυγαιος
Τρ.
Τρ.
1074
τοῖσδ’ἁλσί γε παστέα ταυτί.
Ιεροκλης
Ιε.
Ιε.
1075
οὐ γάρ πω τοῦτ’ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
1076a
φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Τρυγαιος
Τρ.
Τρ.
1076b
καὶ πῶς κατάρατε λύκος ποτ’ἂν οἶν ὑμεναιοῖ;
Ιεροκλης
Ιε.
Ιε.
1077
ὡς σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
1078
χἠ κώδων ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
1079
τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
Τρυγαιος
Τρ.
Τρ.
1080
ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,
1081
διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
1082
ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
Ιεροκλης
Ιε.
Ιε.
1083
οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Τρυγαιος
Τρ.
Τρ.
1084
οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ν’πρυτανείῳ,
1085
οὐ δ’ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.
Ιεροκλης
Ιε.
Ιε.
1086
οὐδέποτ’ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαιος
Τρ.
Τρ.
1087
ἆρα φενακίζων ποτ’Ἀθηναίους ἔτι παύσει;
Ιεροκλης
Ιε.
Ιε.
1088
ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
Τρυγαιος
Τρ.
Τρ.
1089
ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος ·
1090
ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο
1091
Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ’ἱερείῳ.
1092
αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ἐκάη καὶ σπλάγχν’ἐπάσαντο,
1093
ἔσπενδον δεπάεσσιν · ἐγὼ δ’ὁδὸν ἡγεμόνευον ·’
1094
χρησμολόγῳ δ’οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
Ιεροκλης
Ιε.
Ιε.
1095
οὐ μετέχω τούτων · οὐ γὰρ ταῦτ’εἶπε Σίβυλλα.
Τρυγαιος
Τρ.
Τρ.
1096
ἀλλ’ σοφός τοι νὴ Δί’Ὅμηρος δεξιὸν εἶπεν ·
1097
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
1098
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
Ιεροκλης
Ιε.
Ιε.
1099
φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
1100
ἰκτῖνος μάρψῃ.
Τρυγαιος
Τρ.
Τρ.
1100
τουτὶ μέντοι σὺ φυλάττου,
1101
ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν χρησμός.
1102
ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
Ιεροκλης
Ιε.
Ιε.
1103
ἀλλ’εἰ ταῦτα δοκεῖ, κἀγὼ ’μαυτῷ βαλανεύσω.
Τρυγαιος
Τρ.
Τρ.
1104
σπονδὴ σπονδή.
Ιεροκλης
Ιε.
Ιε.
1105
ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
Τρυγαιος
Τρ.
Τρ.
1106
ἀλλ’οὔπω τοῦτ’ἐστὶ φίλον μακάρεσσι θεοῖσιν ·
1107
ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δ’ἀπελθεῖν.
1108
πότνι’Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.
Ιεροκλης
Ιε.
Ιε.
1109
πρόσφερε τὴν γλῶτταν.
Τρυγαιος
Τρ.
Τρ.
1109
σὺ δὲ τὴν σαυτοῦ γ’ἀπένεγκε.
Ιεροκλης
Ιε.
Ιε.
1110
σπονδή.
Τρυγαιος
Τρ.
Τρ.
1110
καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
Ιεροκλης
Ιε.
Ιε.
1111
οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
Τρυγαιος
Τρ.
Τρ.
1111
οὐ γὰρ οἷόντε
1112
ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Ιεροκλης
Ιε.
Ιε.
1113
ναὶ πρὸς τῶν γονάτων.
Τρυγαιος
Τρ.
Τρ.
1113
ἄλλως τᾶν ἱκετεύεις ·
1114
οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.
1115
ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε
1116
μετὰ νῷν.
Ιεροκλης
Ιε.
Ιε.
1116
τί δὴ ’γώ;
Τρυγαιος
Τρ.
Τρ.
1116
τὴν Σίβυλλαν ἔσθιε.
Ιεροκλης
Ιε.
Ιε.
1117
οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,
1118
ἀλλ’ἁρπάσομαι σφῷν αὐτά · κεῖται δ’ἐν μέσῳ.
Τρυγαιος
Τρ.
Τρ.
1119
παῖε τὸν Βάκιν.
Ιεροκλης
Ιε.
Ιε.
1119
μαρτύρομαι.
Τρυγαιος
Τρ.
Τρ.
1120
κἄγωγ’ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
1121
παῖ’αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.
Οικετης
Οι.
Οι.
1122
σὺ μὲν οὖν · ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,
1123
ἁλάμβαν’αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
1124
οὐ καταβαλεῖς τὰ κῴδι’ θυηπόλε;
1125
ἤκουσας; κόραξ οἷος ἦλθ’ἐξ Ὠρεοῦ.
1126
οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
Χορος
Χο.
Χο.
1127
ἥδομαί γ’ἥδομαι
1128
κράνους ἀπηλλαγμένος
1129
τυροῦτε καὶ κρομμύων.
1130
οὐ γὰρ φιληδῶ μάχαις,
1131
ἀλλὰ πρὸς πῦρ διέλκων
1132
μετ’ἀνδρῶν ἑταίρων φίλων,
1133
ἐκκέας τῶν ξύλων ἅττ’ἂν
1134
δανότατα τοῦ θέρους
1135
ἐκπεπρισμένα ,
1136
κἀνθρακίζων τοὐρεβίνθου
1137
τήντε φηγὸν ἐμπυρεύων,
1138
χἄμα τὴν Θρᾷτταν κυνῶν
1139
τῆς γυναικὸς λουμένης.
1140
οὐ γὰρ ἔσθ’ἥδιον τυχεῖν μὲν ἤδη ’σπαρμένα,
1141
τὸν θεὸν δ’ἐπιψακάζειν, καὶ τιν’εἰπεῖν γείτονα,
1142
εἰπέ μοι τί τηνικαῦτα δρῶμεν Κωμαρχίδη;
1143
ἐμπιεῖν ἔμοιγ’ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
1144
ἀλλ’ἄφευε τῶν φασήλων γύναι τρεῖς χοίνικας,
1145
τῶντε πυρῶν μεῖξον αὐτοῖς, τῶντε σύκων ἔξελε,
1146
τόντε Μανῆν Σύρα βωστρησάτω κ’τοῦ χωρίου.
1147
οὐ γὰρ οἷόντ’ἐστὶ πάντως οἰναρίζειν τήμερον
1148
οὐ δὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.
1149
κἀξ ἐμοῦ δ’ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω ·
1150
ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα,
1151
εἴ τι μὴ ’ξήνεγκεν αὐτῶν γαλῆ τῆς ἑσπέρας ·
1152
ἐψόφει γοῦν ἔνδον οὐκ οἶδ’ἅττα κἀκυδοιδόπα ·
1153
ὧν ἔνεγκ’ παῖ τρί’ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί ·
1154
μυρρίναςτ’αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων ·
1155
χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,
1156
ὡς ἂν ἐμπίῃ μεθ’ἡμῶν,
1157
εὖ ποιοῦντος κὠφελοῦντος
1158
τοῦ φεοῦ τἀρώματα.
1159
ἡνίκ’ἂν δ’ἀχέτας
1160
ᾄδῃ τὸν ἡδὺν νόμον,
1161
διασκοπῶν ἥδομαι
1162
τὰς Λημυνίας ἀμπέλους,
1163
εἰ πεπαίνουσιν
1164
ἤδη (τὸ γὰρ φῖτυ πρῷον φύσει),
1165
τόντε φήληχ’ὁρῶν οἰδάνοντ’·
1166
εἶθ’ὁπόταν πέπων,
1167
ἐσθίω κἀπέχω
1168
χἄμα φήμ’, ὧραι φίλαι · καὶ
1169
τοῦ θύμου τρίβων κυκῶμαι ·
1170
κᾆτα γίγνομαι παχὺς
1171
τηνικαῦτα τοῦ θέρους
1172
μᾶλλον θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων
1173
τρεῖς λόφους ἔχοντα καὶ φοινικίδ’ὀξεῖαν πάνυ,
1174
ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν ·
1175
ἢν δέ που δέῃ μάχεσθ’ἔχοντα τὴν φοινικίδα,
1176
τηνικαῦτ’αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν ·
1177
κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν
1178
τοὺς λόφους σείων · ἐγὼ δ’ἕστηκα λινοπτώμενος .
1179
ἡνίκ’ἂν δ’οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά,
1180
τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δ’ἄνωτε καὶ κάτω
1181
ἐξαλείφοντες δὶς τρίς. αὔριον δ’ἔσθ’ ’ξοδος ·
1182
τῷ δὲ σιτί’οὐκ ἐώνητ’· οὐ γὰρ ᾔδειν ἐξιών ·
1183
εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος
1184
εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
1185
ταῦτα δ’ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δ’ἐξ ἄστεως
1186
ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
1187
ὧν ἔτ’εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
1188
πολλὰ γὰρ δή μ’ἠδίκησαν,
1189
ὄντες οἴκοι μὲν λέοντες
1190
ἐν μάχῃ δ’ἀλώπεκες.
Τρυγαιος
Τρ.
Τρ.
1191
ἰοὺ ἰού.
1192
ὅσον τὸ χρῆμ’ἐπὶ δεῖπνον ἦλθ’ἐς τοὺς γάμους.
1193
ἔχ’ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί ·
1194
πάντως γὰρ οὐδὲν ὄφελός ἐστ’αὐτῆς ἔτι.
1195
ἔπειτ’ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας
1196
καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
Δρεπανουργος
Δρ.
Δρ.
1197
ποῦ ποῦ Τρυγαῖός ἐστιν;
Τρυγαιος
Τρ.
Τρ.
1197
ἀναβράττω κίχλας.
Δρεπανουργος
Δρ.
Δρ.
1198
φίλτατ’ Τρυγαῖ’ὅσ’ἡμᾶς τἀγαθὰ
1199
δέδρακας εἰρήνην ποιήσας · ὡς πρὸ τοῦ
1200
οὐδεὶς ἐπρίατ’ἂν δρέπανον οὐ δὲ κολλύβου,
1201
νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ ·
1202
ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.
1203
ἀλλ’ Τρυγαῖε τῶν δρεπάνωντε λάμβανε
1204
καὶ τῶνδ’ τι βούλει προῖκα · καὶ ταυτὶ δέχου ·
1205
ἀφ’ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν
1206
τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.
Τρυγαιος
Τρ.
Τρ.
1207
ἴθι νυν καταθέμενοι παρ’ἐμοὶ ταῦτ’εἴσιτε
1208
ἐπὶ δεῖπνον ὡς τάχιστα · καὶ γὰρ οὑτοσὶ
1209
ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
Λοφοποιος
Λο.
Λο.
1210
οἴμ’ὡς προθέλυμνόν μ’ Τρυγαῖ’ἀπώλεσας.
Τρυγαιος
Τρ.
Τρ.
1211
τί δ’ἔστιν κακόδαιμον; οὔτι που λοφᾷς;
Λοφοποιος
Λο.
Λο.
1212
ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,
1213
καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ’κεινονί.
Τρυγαιος
Τρ.
Τρ.
1214
τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
Λοφοποιος
Λο.
Λο.
1215
αὐτὸς σὺ τί δίδως;
Τρυγαιος
Τρ.
Τρ.
1215
τι δίδωμ’; αἰσχύνομαι.
1216
ὅμως δ’ὅτι τὸ σφήκωμ’ἔχει πόνον πολύν,
1217
δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.
1218
ἵν’ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
Λοφοποιος
Λο.
Λο.
1219
ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας ·
1220
κρεῖττον γὰρ τᾶν ἐστιν μηδὲν λαβεῖν.
Τρυγαιος
Τρ.
Τρ.
1221
ἀπόφερ’ἀπόφερ’ἐς κόρακας ἀπὸ τῆς οἰκίας.
1222
τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.
1223
οὐκ ἂν πριαίμην οὐ δ’ἂν ἰσχάδος μιᾶς.
Θωρακοπωλης
Θω.
Θω.
1224
τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει
1225
ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;
Τρυγαιος
Τρ.
Τρ.
1226
οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.
1227
ἀλλ’αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας ·
1228
ἐναποπατεῖν γάρ ἐστ’ἐπιτήδειος πάνυ
Θωρακοπωλης
Θω.
Θω.
1229
παῦσαί μ’ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
Τρυγαιος
Τρ.
Τρ.
1230
ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;
Θωρακοπωλης
Θω.
Θω.
1231
ποίᾳ δ’ἀποψήσει ποτ’ ὦμαθέστατε;
Τρυγαιος
Τρ.
Τρ.
1232
τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς
1233
καὶ τῇδ’.
Θωρακοπωλης
Θω.
Θω.
1233
ἅμ’ἀμφοῖν δῆτ’;
Τρυγαιος
Τρ.
Τρ.
1233
ἔγωγε νὴ Δία,
1234
ἵνα μή γ’ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
Θωρακοπωλης
Θω.
Θω.
1235
ἔπειτ’ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
Τρυγαιος
Τρ.
Τρ.
1236
ἔγωγε νὴ Δί’ ὦπίτριπτ’. οἴει γὰρ ἂν
1237
τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
Θωρακοπωλης
Θω.
Θω.
1238
ἴθι δὴ ’ξένεγκε τἀργύριον.
Τρυγαιος
Τρ.
Τρ.
1238
ἀλλ’ ὦγαθὲ
1239
θλίβει τὸν ὄρρον. ἀπόφερ’, οὐκ ὠνήσομαι.
Σαλπιγγοποιος
Σα.
Σα.
1240
τί δ’ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,
1241
ἣν ἐπριάμην δραχμῶν ποθ’ἑξήκοντ’ἐγώ;
Τρυγαιος
Τρ.
Τρ.
1242
μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας
1243
ἔπειτ’ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,
1244
γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
Σαλπιγγοποιος
Σα.
Σα.
1245
οἴμοι καταγελᾷς.
Τρυγαιος
Τρ.
Τρ.
1245
ἀλλ’ἕτερον παραινέσω.
1246
τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,
1247
ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην
1248
πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται
1249
τὰ σῦκ’ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
Κρανοποιος
Κρ.
Κρ.
1250
δυσκάθαρτε δαῖμον ὥς μ’ἀπώλεσας,
1251
ὅτ’ἀντέδωκά γ’ἀντὶ τῶνδε μνᾶν ποτέ ·
1252
καὶ νῦν τί δράσω; τίς γὰρ αὔτ’ὠνήσεται;
Τρυγαιος
Τρ.
Τρ.
1253
πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις ·
1254
ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
Δορυξος
Δο.
Δο.
1255
οἴμ’ κρανοποί’ὡς ἀθλίως πεπράγαμεν.
Τρυγαιος
Τρ.
Τρ.
1256
οὗτος μὲν οὐ πέπονθεν οὐδέν.
Δορυξος
Δο.
Δο.
1256
ἀλλὰ τί
1257
ἔτ’ἐστὶ τοῖσι κράνεσιν τι τις χρήσεται;
Τρυγαιος
Τρ.
Τρ.
1258
ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,
1259
ἄμεινον νῦν αὔτ’ἀποδώσεται πολύ.
Κρανοποιος
Κρ.
Κρ.
1260
ἀπίωμεν δορυξέ.
Τρυγαιος
Τρ.
Τρ.
1260
μηδαμῶς γ’, ἐπεὶ
1261
τούτῳ γ’ἐγὼ τὰ δόρατα ταῦτ’ὠνήσομαι.
Δορυξος
Δο.
Δο.
1262
πόσον δίδως δῆτ’;
Τρυγαιος
Τρ.
Τρ.
1262
εἰ διαπρισθεῖεν δίχα,
1263
λάβοιμ’ἂν αὔτ’ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.
Δορυξος
Δο.
Δο.
1264
ὑβριζόμεθα. χωρῶμεν τᾶν ἐκποδών.
Τρυγαιος
Τρ.
Τρ.
1265
νὴ τὸν Δί’, ὡς τὰ παιδί’ἤδη ’ξέρχεται
1266
οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ’, ἵνα
1267
ἅττ’ᾄσεται προαναβάληταί μοι δοκεῖ.
1268
ἀλλ’ τι περ ᾄδειν ἐπινοεῖς παιδίον,
1269
αὐτοῦ παρ’ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ’νθαδί.
Παις Λαμαχου
Πα.
Πα.
1270
νῦν αὖθ’ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα
Τρυγαιος
Τρ.
Τρ.
1270
παῦσαι
1271
ὁπλοτέρους ᾆδον, καὶ ταῦτ τρισκακόδαιμον
1272
εἰρήνης οὔσης · ἀμαθές γ’εἶ καὶ κατάρατον.
Παις Λαμαχου
Πα.
Πα.
1273
οἱ δ’ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ἀλλήλοισιν ἰόντες,
1274
σύν ῥ’ἔβαλον ῥινούςτε καὶ ἀσπίδας ὀμφαλοέσσας.
Τρυγαιος
Τρ.
Τρ.
1275
ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
Παις Λαμαχου
Πα.
Πα.
1276
ἔνθα δ’ἅμ’οἰμωγήτε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
Τρυγαιος
Τρ.
Τρ.
1277
ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον
1278
οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
Παις Λαμαχου
Πα.
Πα.
1279
ἀλλὰ τί δῆτ’ᾄδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
Τρυγαιος
Τρ.
Τρ.
1280
ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί ·
1281
ἄριστον προτίθεντο καὶ ἅτθ’ἥδιστα πάσασθαι.
Παις Λαμαχου
Πα.
Πα.
1282
ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων
1283
ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
Τρυγαιος
Τρ.
Τρ.
1284
εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτ’ἤσθιον.
1285
ταῦτ’ᾆδε, ταῦθ’, ὡς ἤσθιον κεκορημένοι.
Παις Λαμαχου
Πα.
Πα.
1286
θωρήσσοντ’ἄρ’ὄτειτα πεπαυμένοι
Τρυγαιος
Τρ.
Τρ.
1286
ἄσμενοι, οἶμαι.
Παις Λαμαχου
Πα.
Πα.
1287
πύργων δ’ἐξεχέοντο, βοὴ δ’ἄσβεστος ὀρώρει.
Τρυγαιος
Τρ.
Τρ.
1288
κάκιστ’ἀπόλοιο παιδάριον αὐταῖς μάχαις ·
1289
οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. τοῦ καί ποτ’εἶ;
Παις Λαμαχου
Πα.
Πα.
1290
ἐγώ;
Τρυγαιος
Τρ.
Τρ.
1290
σὺ μέντοι νὴ Δί’.
Παις Λαμαχου
Πα.
Πα.
1290
υἱὸς Λαμάχου.
Τρυγαιος
Τρ.
Τρ.
1291
αἰβοῖ ·
1292
γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης
1293
ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.
1294
ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδ’ἰών.
1295
ποῦ μοι τὸ τοῦ Κλεωνύμου ’στὶ παιδίον;
1296
ᾆσον πρὶν εἰσιέναι τι · σὺ γὰρ εὖ οἶδ’ὅτι
1297
οὐ πράγματ’ᾄσει · σώφρονος γὰρ εἶ πατρός.
Παις Κλεωνυμου
Πα.
Πα.
1298
ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
1299
ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.
Τρυγαιος
Τρ.
Τρ.
1300
εἰπέ μοι πόσθων, ἐς τὸν σαυτοῦ πατέρ’ᾄδεις;
Παις Κλεωνυμου
Πα.
Πα.
1301
ψυχὴν δ’ἐξεσάωσα
Τρυγαιος
Τρ.
Τρ.
1301
κατῄσχυνας δὲ τοκῆας.
1302
ἀλλ’εἰσίωμεν. εὖ γὰρ οἶδ’ἐγὼ σαφῶς
1303
ὅτι ταῦθ’ὅσ’ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος
1304
οὐ μὴ ’πιλάθῃ ποτ’ὢν ἐκείνου τοῦ πατρός.
1305
ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ’νταῦθα τῶν μενόντων
1306
φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν.
1307
ἀλλ’ἀνδρικῶς ἐμβάλλετε
1308
καὶ σμώχετ’ἀμφοῖν τοῖν γνάθοιν · οὐδὲν γὰρ πόνηροι
1310
λευκῶν ὀδόντων ἔργον ἐστ’, ἢν μή τι καὶ μασῶνται.
Χορος
Χο.
Χο.
1311
ἡμῖν μελήσει ταῦτά γ’· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.
Τρυγαιος
Τρ.
Τρ.
1312
ἀλλ’ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων ·
1313
ὡς οὐχὶ πᾶσαν ἡμέραν
1314
πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.
1315
πρὸς ταῦτα βρύκετ’ τάχ’ἡμῖν φημι μεταμελήσειν.
Χορος
Χο.
Χο.
1316
εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν
1317
δᾷδάςτε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν.
1318
καὶ τὰ σκεύη πάλιν ἐς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν
1319
ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,
1320
κἀπευξαμένους τοῖσι θεοῖσιν
1321
διδόναι πλοῦτον τοῖς Ἕλλησιν,
1322
κριθάςτε ποιεῖν ἡμᾶς πολλὰς
1323
πάντας ὁμοίως οἶνόντε πολύν,
1324
σῦκάτε τρώγειν,
1325
τάςτε γυναῖκας τίκτειν ἡμῖν,
1326
καὶ τἀγαθὰ πάνθ’ὅσ’ἀπωλέσαμεν
1327
συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,
1328
λῆξαίτ’αἴθωνα σίδηρον.
Τρυγαιος
Τρ.
Τρ.
1329
δεῦρ’ γύναι εἰς ἀγρόν,
1330
χὤπως μετ’ἐμοῦ καλὴ
1331
καλῶς κατακείσει.
1332
Ὑμὴν Ὑμέναι’.
Ημιχοριον Β
Ημ.
Ημ.
1333
τρὶς μάκαρ ὡς δικαίως
1334
τἀγαθὰ νῦν ἔχεις.
Ημιχοριον Α
Ημ.
Ημ.
1335
Ὑμὴν Ὑμέναι’.
Ημιχοριον Β
Ημ.
Ημ.
1336
Ὑμὴν Ὑμέναι’.
Ημιχοριον Α
Ημ.
Ημ.
1337
τί δράσομεν αὐτήν;
Ημιχοριον Β
Ημ.
Ημ.
1338
τί δράσομεν αὐτήν;
Ημιχοριον Α
Ημ.
Ημ.
1339
τρυγήσομεν αὐτήν,
Ημιχοριον Β
Ημ.
Ημ.
1340
τρυγήσομεν αὐτήν.
Ημιχοριον Α
Ημ.
Ημ.
1341
ἀλλ’ἀράμενοι φέρωμεν
1342
οἱ προτεταγμένοι
1343
τὸν νυμφίον ὦνδρες.
Ημιχοριον Β
Ημ.
Ημ.
1344
Ὑμὴν Ὑμέναι’,
1345
Ὑμὴν Ὑμέναι’,
Τρυγαιος
Τρ.
Τρ.
1346
οἰκήσετε γοῦν καλῶς
1347
οὐ πράγματ’ἔχοντες, ἀλλὰ
1348
συκολογοῦντες.
Ημιχοριον Β
Ημ.
Ημ.
1349
Ὑμὴν Ὑμέναι’,
Ημιχοριον Α
Ημ.
Ημ.
1350
Ὑμὴν Ὑμέναι’.
Ημιχοριον Β
Ημ.
Ημ.
1351
τοῦ μὲν μέγα καὶ παχύ.
Ημιχοριον Α
Ημ.
Ημ.
1352
τῆς δ’ἡδὺ τὸ σῦκον.
Τρυγαιος
Τρ.
Τρ.
1353
φήσεις γ’ὅταν ἐσθίῃς
1354
οἶνόντε πίῃς πολύν.
Χορος
Χο.
Χο.
1355
Ὑμὴν Ὑμέναι’,
1356
Ὑμὴν Ὑμέναι’.
Τρυγαιος
Τρ.
Τρ.
1357
χαίρετε χαίρετ’ἄνδρες,
1358
κἂν ξυνέπησθέ μοι
1359
πλακοῦντας ἔδεσθε.