Aristophanes

The Wasps

Σωσιας
Σω.
Σω.
1
οὗτος τί πάσχεις κακόδαιμον Ξανθία;
Ξανθιας
Ξα.
Ξα.
2
φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
Σωσιας
Σω.
Σω.
3
κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
4
ἆρ’οἶσθά γ’οἷον κνώδαλον φυλάττομεν;
Ξανθιας
Ξα.
Ξα.
5
οἶδ’, ἀλλ’ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
Σωσιας
Σω.
Σω.
6
σὺ δ’οὖν παρακινδύνευ’, ἐπεὶ καὐτοῦ γ’ἐμοῦ
7
κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
Ξανθιας
Ξα.
Ξα.
8
ἀλλ’ παραφρονεῖς ἐτεὸν κορυβαντιᾷς;
Σωσιας
Σω.
Σω.
9
οὔκ, ἀλλ’ὕπνος μ’ἔχει τις ἐκ Σαβαζίου.
Ξανθιας
Ξα.
Ξα.
10
τὸν αὐτὸν ἄρ’ἐμοὶ βουκολεῖς Σαβάζιον.
11
κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
12
Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος ·
13
καὶ δῆτ’ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
Σωσιας
Σω.
Σω.
14
κἄγωγ’ἀληθῶς οἷον οὐδεπώποτε.
15
ἀτὰρ σὺ λέξον πρότερος.
Ξανθιας
Ξα.
Ξα.
15
ἐδόκουν αἰετὸν
16
καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
17
ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
18
φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,
19
κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
Σωσιας
Σω.
Σω.
20
οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
Ξανθιας
Ξα.
Ξα.
21
πῶς δή;
Σωσιας
Σω.
Σω.
21
προσερεῖ τις τοῖσι συμπόταις, λέγων
22
τί ταὐτὸν ἐν γῇτ’ἀπέβαλεν κἀν οὐρανῷ
23
κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα ;’
Ξανθιας
Ξα.
Ξα.
24
οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
25
ἰδόντι τοιοῦτον ἐνύπνιον;
Σωσιας
Σω.
Σω.
25
μὴ φροντίσῃς.
26
οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.
Ξανθιας
Ξα.
Ξα.
27
δεινόν γέ ποὔστ’ἄνθρωπος ἀποβαλὼν ὅπλα.
28
ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
Σωσιας
Σω.
Σω.
28
ἀλλ’ἐστὶν μέγα.
29
περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
Ξανθιας
Ξα.
Ξα.
30
λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
Σωσιας
Σω.
Σω.
31
ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
32
ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
33
βακτηρίας ἔχοντα καὶ τριβώνια ·
34
κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
35
δημηγορεῖν φάλαινα πανδοκεύτρια,
36
ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.
Ξανθιας
Ξα.
Ξα.
37
αἰβοῖ.
Σωσιας
Σω.
Σω.
37
τί ἔστι;
Ξανθιας
Ξα.
Ξα.
37
παῦε παῦε, μὴ λέγε ·
38
ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
Σωσιας
Σω.
Σω.
39
εἶθ’ μιαρὰ φάλαιν’ἔχουσα τρυτάνην
40
ἵστη βόειον δημόν.
Ξανθιας
Ξα.
Ξα.
40
οἴμοι δείλαιος ·
41
τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
Σωσιας
Σω.
Σω.
42
ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
43
χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
44
εἶτ’Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
45
ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει .
Ξανθιας
Ξα.
Ξα.
46
ὀρθῶς γε τοῦτ’Ἀλκιβιάδης ἐτραύλισεν.
Σωσιας
Σω.
Σω.
47
οὔκουν ἐκεῖν’ἀλλόκοτον, Θέωρος κόραξ
48
γιγνόμενος;
Ξανθιας
Ξα.
Ξα.
48
ἥκιστ’, ἀλλ’ἄριστον.
Σωσιας
Σω.
Σω.
48
πῶς;
Ξανθιας
Ξα.
Ξα.
48
ὅπως;
49
ἄνθρωπος ὢν εἶτ’ἐγένετ’ἐξαίφνης κόραξ ·
50
οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
51
ἀρθεὶς ἀφ’ἡμῶν ἐς κόρακας οἰχήσεται;
Σωσιας
Σω.
Σω.
52
εἶτ’οὐκ ἐγὼ δοὺς δύ’ὀβολὼ μισθώσομαι
53
οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;
Ξανθιας
Ξα.
Ξα.
54
φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,
55
ὀλίγ’ἄτθ’ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
56
μηδὲν παρ’ἡμῶν προσδοκᾶν λίαν μέγα,
57
μη δ’αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
58
ἡμῖν γὰρ οὐκ ἔστ’οὔτε κάρυ’ἐκ φορμίδος
59
δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
60
οὔθ’Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,
61
οὐ δ’αὖθις ἀνασελγαινόμενος Εὐριπίδης ·
62
οὐ δ’εἰ Κλέων γ’ἔλαμψε τῆς τύχης χάριν,
63
αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
64
ἀλλ’ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
65
ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,
66
κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
67
ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
68
ἅνω καθεύδων, μέγας, οὑπὶ τοῦ τέγους.
69
οὗτος φυλάττειν τὸν πατέρ’ἐπέταξε νῷν,
70
ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ’ξίῃ.
71
νόσον γὰρ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,
72
ἣν οὐ δ’ἂν εἷς γνοίη ποτ’οὐ δ’ἂν ξυμβάλοι
73
εἰ μὴ πύθοιθ’ἡμῶν · ἐπεὶ τοπάζετε.
74
Ἀμυνίας μὲν Προνάπους φήσ’οὑτοσὶ
75
εἶναι φιλόκυβον αὐτόν · ἀλλ’οὐδὲν λέγει.
Σωσιας
Σω.
Σω.
76
μὰ Δί’, ἀλλ’ἀφ’αὑτοῦ τὴν νόσον τεκμαίρεται.
Ξανθιας
Ξα.
Ξα.
77
οὔκ, ἀλλὰ φιλο μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.
78
ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον
79
εἶναι φιλοπότην αὐτόν.
Σωσιας
Σω.
Σω.
79
οὐδαμῶς γ’, ἐπεὶ
80
αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν νόσος.
Ξανθιας
Ξα.
Ξα.
81
Νικόστρατος δ’αὖ φησιν Σκαμβωνίδης
82
εἶναι φιλοθύτην αὐτὸν φιλόξενον.
Σωσιας
Σω.
Σω.
83
μὰ τὸν κύν’ Νικόστρατ’οὐ φιλόξενος,
84
ἐπεὶ καταπύγων ἐστὶν γε Φιλόξενος.
Ξανθιας
Ξα.
Ξα.
85
ἄλλως φλυαρεῖτ’· οὐ γὰρ ἐξευρήσετε.
86
εἰ δὴ ’πιθυμεῖτ’εἰδέναι, σιγᾶτε νῦν.
87
φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.
88
φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,
89
ἐρᾷτε τούτου, τοῦ δικάζειν, καὶ στένει
90
ἢν μὴ ’πὶ τοῦ πρώτου καθίζηται ξύλου.
91
ὕπνου δ’ὁρᾷ τῆς νυκτὸς οὐ δὲ πασπάλην.
92
ἢν δ’οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ
93
νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.
94
ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ’ἔχειν εἰωθέναι
95
τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,
96
ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.
97
καὶ νὴ Δί’ἢν ἴδῃ γέ που γεγραμμένον
98
υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,
99
ἰὼν παρέγραψε πλησίον κημὸς καλός .
100
τὸν ἀλεκτρυόνα δ’, ὃς ᾖδ’ἀφ’ἑσπέρας, ἔφη
101
ὄψ’ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,
102
παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.
103
εὐθὺς δ’ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,
104
κἄπειτ’ἐκεῖσ’ἐλθὼν προκαθεύδει πρῲ πάνυ,
105
ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.
106
ὑπὸ δυσκολίας δ’ἅπασι τιμῶν τὴν μακρὰν
107
ὥσπερ μέλιττ’ βομβυλιὸς εἰσέρχεται
108
ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.
109
ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,
110
ἵν’ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.
111
τοιαῦτ’ἀλύει · νουθετούμενος δ’ἀεὶ
112
μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν
113
μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ’ξίῃ.
114
γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.
115
καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος
116
ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον
117
μη δ’ἐξιέναι θύραζ’, δ’οὐκ ἐπείθετο.
118
εἶτ’αὐτὸν ἀπέλου κἀκάθαιρ’, δ’οὐ μάλα.
119
μετὰ τοῦτ’ἐκορυβάντιζ’, δ’αὐτῷ τυμπάνῳ
120
ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών.
121
ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει,
122
διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν
123
νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ,
124
δ’ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι.
125
ἐντεῦθεν οὐκέτ’αὐτὸν ἐξεφρίεμεν,
126
δ’ἐξεδίδρασκε διάτε τῶν ὑδρορροῶν
127
καὶ τῶν ὀπῶν · ἡμεῖς δ’ὅσ’ἦν τετρημένα
128
ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν,
129
δ’ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
130
ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτ’ἐξήλλετο.
131
ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
132
καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
133
ἔστιν δ’ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων
134
ναὶ μὰ Δία, τῷ δ’υἱεῖ γε τῳδὶ Βδελυκλέων,
135
ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
Βδελυκλεων
Βδ.
Βδ.
136
Ξανθία καὶ Σωσία, καθεύδετε;
Ξανθιας
Ξα.
Ξα.
137
οἴμοι.
Σωσιας
Σω.
Σω.
137
τί ἔστι;
Ξανθιας
Ξα.
Ξα.
137
Βδελυκλέων ἀνίσταται.
Βδελυκλεων
Βδ.
Βδ.
138
οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ’ἅτερος;
139
γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
140
καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ’ἄθρει
141
κατὰ τῆς πυέλου τὸ τρῆμ’ὅπως μὴ ’κδύσεται ·
142
σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
Σωσιας
Σω.
Σω.
142
ταῦτ’ δέσποτα.
Βδελυκλεων
Βδ.
Βδ.
143
ἄναξ Πόσειδον τί ποτ’ἄρ’ κάπνη ψοφεῖ;
144
οὗτος τίς εἶ σύ;
Φιλοκλεων
Φι.
Φι.
144
καπνὸς ἔγωγ’ἐξέρχομαι.
Βδελυκλεων
Βδ.
Βδ.
145
καπνός; φέρ’ἴδω ξύλου τίνος σύ.
Φιλοκλεων
Φι.
Φι.
145
συκίνου.
Βδελυκλεων
Βδ.
Βδ.
146
νὴ τὸν Δί’ὅσπερ γ’ἐστὶ δριμύτατος καπνῶν.
147
ἀτὰρ οὐκέτ’ἐρρήσεις γε, ποῦ ’σθ’ τηλία;
148
δύου πάλιν · φέρ’ἐπαναθῶ σοι καὶ ξύλον.
149
ἐνταῦθά νυν ζήτει τιν’ἀλλην μηχανήν.
150
ἀτὰρ ἄθλιός γ’εἴιμ’ὡς ἕτερός γ’οὐδεὶς ἀνήρ,
151
ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι.
Σωσιας
Σω.
Σω.
152
ὅδε τὴν θύραν ὠθεῖ ·
Βδελυκλεων
Βδ.
Βδ.
152
πιέζέ νυν σφόδρα,
153
εὖ κἀνδρικῶς · κἀγὼ γὰρ ἐνταῦθ’ἔρχομαι.
154
καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ
155
φύλατθ’ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται.
Φιλοκλεων
Φι.
Φι.
156
τί δράσετ’; οὐκ ἐκφρήσετ’ μιαρώτατοι
157
δικάσοντά μ’, ἀλλ’ἐκφεύξεται Δρακοντίδης;
Βδελυκλεων
Βδ.
Βδ.
158
σὺ δὲ τοῦτο βαρέως ἂν φέροις;
Φιλοκλεων
Φι.
Φι.
158
γὰρ θεὸς
159
μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ,
160
ὅταν τις ἐκφύγῃ μ’ἀποσκλῆναι τότε.
Βδελυκλεων
Βδ.
Βδ.
161
Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος.
Φιλοκλεων
Φι.
Φι.
162
ἴθ’ἀντιβολῶ σ’ἔκφρες με, μὴ διαρραγῶ.
Βδελυκλεων
Βδ.
Βδ.
163
μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε.
Φιλοκλεων
Φι.
Φι.
164
διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον.
Βδελυκλεων
Βδ.
Βδ.
165
ἀλλ’οὐκ ἔχεις ὀδόντας.
Φιλοκλεων
Φι.
Φι.
165
οἴμοι δείλαιος ·
166
τῶς ἄν σ’ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος
167
ὅπως τάχιστ’, πινάκιον τιμητικόν.
Βδελυκλεων
Βδ.
Βδ.
168
ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν.
Φιλοκλεων
Φι.
Φι.
169
μὰ τὸν Δί’οὐ δῆτ’, ἀλλ’ἀποδόσθαι βούλομαι
170
τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις ·
171
νουμηνία γάρ ἐστιν.
Βδελυκλεων
Βδ.
Βδ.
171
οὔκουν κἂν ἐγὼ
172
αὐτὸν ἀποδοίμην δῆτ’ἄν;
Φιλοκλεων
Φι.
Φι.
172
οὐχ ὥσπερ γ’ἐγώ.
Βδελυκλεων
Βδ.
Βδ.
173
μὰ Δί’ἀλλ’ἄμεινον.
Φιλοκλεων
Φι.
Φι.
173
ἀλλὰ τὸν ὄνον ἔξαγε.
Σωσιας
Σω.
Σω.
174
οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς,
175
ἵν’αὐτὸν ἐκπέμψειας.
Βδελυκλεων
Βδ.
Βδ.
175
ἀλλ’οὐκ ἔσπασεν
176
ταύτῃ γ’· ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου.
177
ἀλλ’εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ
178
ὅπως ἂν γέρων μη δὲ παρακύψῃ πάλιν.
179
κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον;
180
βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις
181
Ὀδυσσέα τιν’;
Σωσιας
Σω.
Σω.
181
ἀλλὰ ναὶ μὰ Δία φέρει
182
κάτω γε τουτονί τιν’ὑποδεδυκότα.
Βδελυκλεων
Βδ.
Βδ.
183
ποῖον; φέρ’ἴδωμαι τουτονί. τουτὶ τί ἦν;
184
τίς εἶ ποτ’ ὦνθρωπ’ἐτεόν;
Φιλοκλεων
Φι.
Φι.
184
Οὖτις νὴ Δία.
Βδελυκλεων
Βδ.
Βδ.
185
Οὖτις σύ; ποδαπός;
Φιλοκλεων
Φι.
Φι.
185
Ἴθακος Ἀποδρασιππίδου.
Βδελυκλεων
Βδ.
Βδ.
186
Οὖτις μὰ τὸν Δί’οὔτι χαιρήσων γε σύ.
187
ὕφελκε θᾶττον αὐτόν. μιαρώτατος
188
ἵν’ὑποδέδυκεν · ὥστ’ἔμοιγ’ἰνδάλλεται
189
ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ.
Φιλοκλεων
Φι.
Φι.
190
εἰ μή μ’ἐάσεθ’ἥσυχον, μαχούμεθα.
Βδελυκλεων
Βδ.
Βδ.
191
περὶ τοῦ μαχεῖ νῷν δῆτα;
Φιλοκλεων
Φι.
Φι.
191
περὶ ὄνου σκιᾶς.
Βδελυκλεων
Βδ.
Βδ.
192
πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος.
Φιλοκλεων
Φι.
Φι.
193
ἐγὼ πονηρός; οὐ μὰ Δί’ἀλλ’οὐκ οἶσθα σὺ
194
νῦν μ’ὄντ’ἄριστον · ἀλλ’ἴσως, ὅταν φάγῃς
195
ὑπογάστριον γέροντος ἡλιαστικοῦ.
Βδελυκλεων
Βδ.
Βδ.
196
ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν.
Φιλοκλεων
Φι.
Φι.
197
ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε.
Βδελυκλεων
Βδ.
Βδ.
198
ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης.
199
ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν,
200
καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν,
201
καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν
202
ἀνύσας τι προσκύλισον.
Σωσιας
Σω.
Σω.
202
οἴμοι δείλαιος ·
203
πόθεν ποτ’ἐμπέπτωκέ μοι τὸ βωλίον;
Βδελυκλεων
Βδ.
Βδ.
204
ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν.
Σωσιας
Σω.
Σω.
205
μῦς; οὐ μὰ Δί’ἀλλ’ὑποδυόμενός τις οὑτοσὶ
206
ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας.
Βδελυκλεων
Βδ.
Βδ.
207
οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται ·
208
ἐκπτήσεται. ποῦ ποῦ ’στί μοι τὸ δίκτυον;
209
σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δί’ μοι κρεῖττον ἦν
210
τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός.
Σωσιας
Σω.
Σω.
211
ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν,
212
κοὐκ ἔσθ’ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι,
213
τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην;
Βδελυκλεων
Βδ.
Βδ.
214
ἀλλ’ πόνηρ’ἥξουσιν ὀλίγον ὕστερον
215
οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ
216
τὸν πατέρα.
Σωσιας
Σω.
Σω.
216
τίλέγεις; ἀλλὰ νῦν γ’ὄρθρος βαθύς.
Βδελυκλεων
Βδ.
Βδ.
217
νὴ τὸν Δί’, ὀψὲ γοῦν ἀνεστήκασι νῦν.
218
ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσ’ἀεί,
219
λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη
220
ἀρχαῖα μελισιδωνοφρυνιχήρατα,
221
οἷς ἐκκαλοῦνται τοῦτον.
Σωσιας
Σω.
Σω.
221
οὐκοῦν, ἢν δέῃ,
222
ἤδη ποτ’αὐτοὺς τοῖς λίθοις βαλλήσομεν.
Βδελυκλεων
Βδ.
Βδ.
223
ἀλλ’ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ
224
τὸ τῶν γερόντων, ἔσθ’ὅμοιον σφηκιᾷ.
225
ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος
226
ὀξύτατον, κεντοῦσι, καὶ κεκραγότες
227
πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι.
Σωσιας
Σω.
Σω.
228
μὴ φροντίσῃς · ἐὰν ἐγὼ λίθους ἔχω,
229
πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.
Χορος
Χο.
Χο.
230
χώρει πρόβαιν’ἐρρωμένως. Κωμία βραδύνεις.
231
μὰ τὸν Δί’οὐ μέντοι πρὸ τοῦ γ’, ἀλλ’ἦσθ’ἱμὰς κύνειος ·
232
νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
233
Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
234
Εὐεργίδης ἆρ’ἐστί που ’νταῦθ’ Χάβης Φλυεύς;
235
πάρεσθ’ δὴ λοιπόν γ’ἔτ’ἐστίν, ἀππαπαῖ παπαιάξ,
236
ἥβης ἐκείνης ἡνίκ’ἐν Βυζαντίῳ ξυνῆμεν
237
φρουροῦντ’ἐγώτε καὶ σύ · κᾆτα περιπατοῦντε νύκτωρ
238
τῆς ἀρτοπώλιδος λαθόντ’ἐκλέψαμεν τὸν ὅλμον,
239
κᾆθ’ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
240
ἀλλ’ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί ·
241
σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
242
χθὲς οὖν Κλέων κηδεμὼν ἡμῖν ἐφεῖτ’ἐν ὥρᾳ
243
ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
244
ἐπ’αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
245
σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
246
χωρῶμεν ἅματε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
247
μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.
Παις
Πα.
Πα.
248
τὸν πηλὸν πάτερ πάτερ τουτονὶ φύλαξαι.
Χορος
Χο.
Χο.
249
κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.
Παις
Πα.
Πα.
250
οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
Χορος
Χο.
Χο.
251
τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ’ὠθεῖς,
252
καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
253
οὐ γὰρ δάκνει σ’, ὅταν δέῃ τίμιον πρίασθαι.
Παις
Πα.
Πα.
254
εἰ νὴ Δί’αὖθις κονδύλοις νουθετήσεθ’ἡμᾶς,
255
ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ’αὐτοί ·
256
κἄπειτ’ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
257
τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
Χορος
Χο.
Χο.
258
μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
259
ἀλλ’οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι ·
260
κοὐκ ἔσθ’ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
261
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
262
ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες ·
263
φιλεῖ δ’, ὅταν τοῦτ’, ποιεῖν ὑετὸν μάλιστα.
264
δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ’στι πρῷα
265
ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
266
τί χρῆμ’ἄρ’οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
267
πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
268
οὐ μὴν πρὸ τοῦ γ’ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
269
ἡγεῖτ’ἂν ᾄδων Φρυνίχου · καὶ γάρ ἐστιν ἁνὴρ
270
φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ’ὦνδρες
271
ᾄδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
272
τοὐμοῦ μέλους ὑφ’ἡδονῆς ἑρπύσῃ θύραζε.
273
τί ποτ’οὐ πρὸ θυρῶν φαίνετ’ἄρ’ἡμῖν γέρων οὐ δ’ὑπακούει;
274
μῶν ἀπολώλεκε τὰς
275
ἐμβάδας, προσέκοψ’ἐν
275b
τῷ σκότῳ τὸν δάκτυλόν που,
276
εἶτ’ἐφλέγμηνεν αὐτοῦ
276b
τὸ σφυρὸν γέροντος ὄντος;
277
καὶ τάχ’ἂν βουβωνιῴη.
277b
μὴν πολὺ δριμύτατός γ’ἦν τῶν παρ’ἡμῖν,
278
καὶ μόνος οὐκ ἂν ἐπείθετ’,
279
ἀλλ’ὁπότ’ἀντιβολοίη
279b
τις, κάτω κύπτων ἂν οὕτω
280
λίθον ἕψεις, ἔλεγεν.
281
τάχα δ’ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετ’
282a
ἐξαπατῶν καὶ λέγων
282b
ὡς φιλαθήναιος ἦν καὶ
283a
τἀν Σάμῳ πρῶτος κατείποι,
283b
διὰ τοῦτ’ὀδυνηθεὶς
284
εἶτ’ἴσως κεῖται πυρέττων.
285
ἔστι γὰρ τοιοῦτος ἁνήρ.
286
ἀλλ’ ὦγάθ’ἀνίστασο μη δ’οὕτω σεαυτὸν
287
ἔσθιε μη δ’ἀγανάκτει.
288a
καὶ γὰρ ἀνὴρ παχὺς ἥκει
288b
τῶν προδόντων τἀπὶ Θρᾴκης ·
289
ὃν ὅπως ἐγχυτριεῖς.
290
ὕπαγ’ παῖ ὕπαγε.
Παις
Πα.
Πα.
291
ἐθελήσεις τί μοι οὖν
292
πάτερ, ἤν σού τι δεηθῶ;
Χορος
Χο.
Χο.
293
πάνυ γ’ παιδίον. ἀλλ’εἰπέ,
294
τί βούλει με πρίασθαι
295
καλόν; οἶμαι δέ σ’ἐρεῖν ἀστραγάλους
296
δήπουθεν παῖ.
Παις
Πα.
Πα.
296
μὰ Δί’ἀλλ’ἰσχάδας παππία ·
297
ἥδιον γάρ.
Χορος
Χο.
Χο.
297
οὐκ ἂν
298
μὰ Δί’, εἰ κρέμαισθέ γ’ὑμεῖς.
Παις
Πα.
Πα.
299
μὰ Δί’οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
Χορος
Χο.
Χο.
300
ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου
301
τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον ·
302
. σὺ δὲ σῦκά μ’αἰτεῖς.
Παις
Πα.
Πα.
303
ἄγε νυν πάτερ ἢν μὴ
304
τὸ δικαστήριον ἅρχων
305
καθίσῃ νῦν, πόθεν ὠνησόμεθ’
306
ἄριστον; ἔχεις ἐλπίδα
307
χρηστήν τινα νῷν
308
πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
Χορος
Χο.
Χο.
309
ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
310
μὰ Δί’οὐκ ἔγωγε νῷν οἶδ’
311
ὁπόθεν γε δεῖπνον ἔσται.
Παις
Πα.
Πα.
312
τί με δῆτ’ μελέα μῆτερ ἔτικτες;
Χορος
Χο.
Χο.
313
ἵν’ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
Παις
Πα.
Πα.
314
ἀνόνητον ἄρ’ θυλάκιόν σ’εἶχον ἄγαλμα.
315
. πάρα νῷν στενάζειν.
Φιλοκλεων
Φι.
Φι.
316
φίλοι, τήκομαι μὲν
317
πάλαι διὰ τῆς ὀπῆς
318a
ὑμῶν ὑπακούων.
318b
ἀλλὰ γὰρ οὐχ οἷόςτ’εἴμ’
319a
ᾄδειν. τί ποιήσω;
319b
τηροῦμαι δ’ὑπὸ τῶνδ’, ἐπεὶ
320
βούλομαί γε πάλαι μεθ’ὑμῶν
321
ἐλθὼν ἐπὶ τοὺς καδίσκους
322
κακόν τι ποιῆσαι.
323
ἀλλ’ Ζεῦ Ζεῦ μέγα βροντήσας
324
με ποίησον καπνὸν ἐξαίφνης
325
Προξενίδην τὸν Σέλλου
326
τοῦτον τὸν ψευδαμάμαξυν.
327
τόλμησον ἄναξ χαρίσασθαί μοι,
328
πάθος οἰκτίρας · με κεραυνῷ
329
διατινθαλέῳ σπόδισον ταχέως,
330
κἄπειτ’ἀνελών μ’ἀποφυσήσας
331
εἰς ὀξάλμην ἔμβαλε θερμήν ·
332
δῆτα λίθον με ποίησον ἐφ’οὗ
333
τὰς χοιρίνας ἀριθμοῦσι.
Χορος
Χο.
Χο.
334
τίς γάρ ἐσθ’ ταῦτά σ’εἵργων
335
κἀποκλῄων τῇ θύρᾳ; λέξον · πρὸς εὔνους γὰρ φράσεις.
Φιλοκλεων
Φι.
Φι.
336
οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε · καὶ γὰρ τυγχάνει
337
οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ’ὕφεσθε τοῦ τόνου.
Χορος
Χο.
Χο.
338
τοῦ δ’ἔφεξιν μάταιε ταῦτα δρᾶν σε βούλεται;
339
καὶ τίνα πρόφασιν ἔχων;
Φιλοκλεων
Φι.
Φι.
340
οὐκ ἐᾷ μ’ὦνδρες δικάζειν οὐ δὲ δρᾶν οὐδὲν κακόν,
341
ἀλλά μ’εὐωχεῖν ἕτοιμός ἐστ’· ἐγὼ δ’οὐ βούλομαι.
Χορος
Χο.
Χο.
342
τοῦτ’ἐτόλμησ’ μιαρὸς χανεῖν
342b
Δημολογοκλέων ὅδ’,
343
ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν
343b
ἀληθές. οὐ γὰρ ἄν ποθ’
344
οὗτος ἁνὴρ τοῦτ’ἐτόλμησεν
344b
λέγειν, εἰ
345
μὴ ξυνωμότης τις ἦν.
346
ἀλλ’ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,
347
ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.
Φιλοκλεων
Φι.
Φι.
348
τίς ἂν οὖν εἴη; ζητεῖθ’ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην ·
349
οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.
Χορος
Χο.
Χο.
350
ἔστιν ὀπὴ δῆθ’ἥντιν’ἂν ἔνδοθεν οἷόςτ’εἴης διορύξαι,
351
εἶτ’ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;
Φιλοκλεων
Φι.
Φι.
352
πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐ δ’εἰ σέρφῳ διαδῦναι.
353
ἀλλ’ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς · ὀπίαν δ’οὐκ ἔστι γενέσθαι.
Χορος
Χο.
Χο.
354
μέμνησαι δῆθ’, ὅτ’ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους
355
ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.
Φιλοκλεων
Φι.
Φι.
356
οἶδ’· ἀλλὰ τί τοῦτ’; οὐδὲν γὰρ τοῦτ’ἐστὶν ἐκείνῳ προσόμοιον.
357
ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόντ’αὐτὸς ἐμαυτοῦ,
358
κοὐδείς μ’ἐφύλαττ’, ἀλλ’ἐξῆν μοι
359
φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις
360
ἄνδρες ὁπλῖται διαταξάμενοι
361
κατὰ τὰς διόδους σκοπιωροῦνται,
362
τὼ δὲ δύ’αὐτῶν ἐπὶ ταῖσι θύραις
363
ὥσπερ με γαλῆν κρέα κλέψασαν
364
τηροῦσιν ἔχοντ’ὀβελίσκους.
Χορος
Χο.
Χο.
365
ἀλλὰ καὶ νῦν ἐκπόριζε
366
μηχανὴν ὅπως τάχισθ’· ἕως γάρ, μελίττιον.
Φιλοκλεων
Φι.
Φι.
367
διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.
368
δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.
Χορος
Χο.
Χο.
369
ταῦτα μὲν πρὸς ἀνδρός ἐστ’ἄνοντος ἐς σωτηρίαν.
370
ἀλλ’ἔπαγε τὴν γνάθον.
Φιλοκλεων
Φι.
Φι.
371
διατέτρωκται τοῦτό γ’. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,
372
ἀλλὰ τηρώμεσθ’ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.
Χορος
Χο.
Χο.
373
μηδὲν τᾶν δέδιθι, μηδέν ·
374
ὡς ἐγὼ τοῦτόν γ’, ἐὰν γρύξῃ
375
τι, ποιήσω δακεῖν τὴν καρδίαν καὶ τὸν περὶ ψυχῆς
376
δρόμον δραμεῖν, ἵν’εἰδῇ
377
μὴ πατεῖν τὰ
378
τοῖν θεοῖν ψηφίσματα.
379
ἀλλ’ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα
380
δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.
Φιλοκλεων
Φι.
Φι.
381
ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ’ἐσκαλαμᾶσθαι
382
κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.
Χορος
Χο.
Χο.
383
ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες
384
ὥστ’οὐ δυνατόν σ’εἵργειν ἔσται · τοιαῦτα ποιήσομεν ἡμεῖς.
Φιλοκλεων
Φι.
Φι.
385
δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ μανθάνετ’; ἤν τι πάθω ’γώ,
386
ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ’ὑπὸ τοῖσι δρυφάκτοις.
Χορος
Χο.
Χο.
387
οὐδὲν πείσει · μηδὲν δείσῃς. ἀλλ’ βέλτιστε καθίει
388
σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.
Φιλοκλεων
Φι.
Φι.
389
Λύκε δέσποτα, γείτων ἥρως · σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,
390
τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς ·
391
ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ’ἵνα ταῦτ’ἀκροῷο,
392
κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι.
393
ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον ·
394
κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μη δ’ἀποπάρδω.
Βδελυκλεων
Βδ.
Βδ.
395
οὗτος ἐγείρου.
Ξανθιας
Ξα.
Ξα.
395
τί τὸ πρᾶγμ’;
Βδελυκλεων
Βδ.
Βδ.
395
ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
Ξανθιας
Ξα.
Ξα.
396
μῶν γέρων πῃ διαδύεται αὖ;
Βδελυκλεων
Βδ.
Βδ.
396
μὰ Δί’οὐ δῆτ’, ἀλλὰ καθιμᾷ
397
αὑτὸν δήσας.
Ξανθιας
Ξα.
Ξα.
397
μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
Βδελυκλεων
Βδ.
Βδ.
398
ἀνάβαιν’ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
399
ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Φιλοκλεων
Φι.
Φι.
400
οὐ ξυλλήψεσθ’ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
401
Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
402
πότε δ’, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ’εἴσω μᾶλλον ἄγεσθαι;
Χορος
Χο.
Χο.
403
εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
404
ἥνπερ, ἡνίκ’ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
405
νῦν ἐκεῖνο νῦν ἐκεῖνο
406
τοὐξύθυμον, κολαζόμεσθα,
407
κέντρον ἐντέτατ’ὀξύ .
408
ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,
409
θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ’ἀγγέλλετε,
410
καὶ κελεύετ’αὐτὸν ἥκειν
411
ὡς ἐπ’ἄνδρα μισόπολιν
412
ὄντα κἀπολούμενον, ὅτι
413
τόνδε λόγον ἐσφέρει,
414
μὴ δικάζειν δίκας.
Βδελυκλεων
Βδ.
Βδ.
415
ὦγαθοὶ τὸ πρᾶγμ’ἀκούσατ’, ἀλλὰ μὴ κεκράγετε.
Χορος
Χο.
Χο.
416
νὴ Δί’ἐς τὸν οὐρανόν γ’.
Βδελυκλεων
Βδ.
Βδ.
416
ὡς τοῦδ’ἐγὼ οὐ μεθήσομαι.
Χορος
Χο.
Χο.
417
ταῦτα δῆτ’οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
418
πόλις καὶ Θεώρου θεοισεχθρία,
419
κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
Ξανθιας
Ξα.
Ξα.
420
Ἡράκλεις καὶ κέντρ’ἔχουσιν. οὐχ ὁρᾷς δέσποτα;
Βδελυκλεων
Βδ.
Βδ.
421
οἷς γ’ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
Χορος
Χο.
Χο.
422
καὶ σέ γ’αὐτοῖς ἐξολοῦμεν · ἀλλὰ πᾶς ἐπίστρεφε
423
δεῦρο κἀξείρας τὸ κέντρον εἶτ’ἐπ’αὐτὸν ἵεσο,
424
ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
425
ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
Ξανθιας
Ξα.
Ξα.
426
τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί’, εἰ μαχούμεθα ·
427
ὡς ἔγωγ’αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.
Χορος
Χο.
Χο.
428
ἀλλ’ἀφίει τὸν ἄνδρ’· εἰ δὲ μή, φήμ’ἐγὼ
429
τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
Φιλοκλεων
Φι.
Φι.
430
εἶά νυν ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
431
οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ’ὠργισμένοι,
432
οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
Βδελυκλεων
Βδ.
Βδ.
433
Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
434
καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί ·
435
εἰ δὲ μή, ’ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
436
ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
Χορος
Χο.
Χο.
437
εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
Φιλοκλεων
Φι.
Φι.
438
Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
439
περιορᾷς οὕτω μ’ὑπ’ἀνδρῶν βαρβάρων χειρούμενον,
440
οὓς ἐγὼ ’δίδαξα κλάειν τέτταρ’ἐς τὴν χοίνικα;
Χορος
Χο.
Χο.
441
εἶτα δῆτ’οὐ πόλλ’ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
442
δηλαδή · καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
443
πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
444
διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
445
καὶ κυνᾶς · καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
446
ὥστε μὴ ῥιγῶν ἑκάστοτ’· ἀλλὰ τούτοις γ’οὐκ ἔνι
447
οὐ δ’ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.
Φιλοκλεων
Φι.
Φι.
448
οὐκ ἀφήσεις οὐ δὲ νυνί μ’ κάκιστον θηρίον,
449
οὐ δ’ἀναμνησθεὶς ὅθ’εὑρὼν τοὺς βότρυς κλέπτοντά σε
450
προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ’εὖ κἀνδρικῶς,
451
ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ’ἀχάριστος ἦσθ’ἄρα.
452
ἀλλ’ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν.
Χορος
Χο.
Χο.
453
ἀλλὰ τούτων μὲν τάχ’ἡμῖν δώσετον καλὴν δίκην,
454
οὐκέτ’ἐς μακρὰν ἵν’εἰδῆθ’οἷός ἐστ’ἀνδρῶν τρόπος
455
ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
Βδελυκλεων
Βδ.
Βδ.
456
παῖε παῖ’ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας.
Ξανθιας
Ξα.
Ξα.
457
ἀλλὰ δρῶ τοῦτ’· ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ.
Σωσιας
Σω.
Σω.
458
οὐχὶ σοῦσθ’; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ.
Ξανθιας
Ξα.
Ξα.
459
καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου.
460
ἆρ’ἐμέλλομέν ποθ’ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ.
Βδελυκλεων
Βδ.
Βδ.
461
ἀλλὰ μὰ Δί’οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες,
462
εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες.
Χορος
Χο.
Χο.
463
ἆρα δῆτ’οὐκ αὐτὰ δῆλα
464
τοῖς πένησιν, τυραννὶς
465
ὡς λάθρᾳ γ’ἐλάνθαν’ὑπιοῦσά με,
466
εἰ σύ γ’ πόνῳ πόνηρε καὶ κομηταμυνία
467
τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν πόλις,
468
οὔτε τιν’ἔχων πρόφασιν
469
οὔτε λόγον εὐτράπελον,
470
αὐτὸς ἄρχων μόνος;
Βδελυκλεων
Βδ.
Βδ.
471
ἔσθ’ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
472
ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορος
Χο.
Χο.
473
σοὐς λόγους μισόδημε καὶ μοναρχίας ἐραστά,
475
καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
476
στεμμάτων τήνθ’ὑπήνην ἄκουρον τρέφων;
Βδελυκλεων
Βδ.
Βδ.
478
νὴ Δί’ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
479
μᾶλλον κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
Χορος
Χο.
Χο.
480
οὐ δὲ μὴν οὐ δ’ἐν σελίνῳ σοὐστὶν οὐ δ’ἐν πηγάνῳ ·
481
τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
482
ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ’ὅταν ξυνήγορος
483
ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
Βδελυκλεων
Βδ.
Βδ.
484
ἆρ’ἂν πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
485
δέδοκταί μοι δέρεσθαι καὶ δέρειν δι’ἡμέρας;
Χορος
Χο.
Χο.
486
οὐδέποτέ γ’, οὐχ ἕως ἄν τί μου λοιπὸν ,
487
ὅστις ἡμῶν ἐπὶ τυραννίδ’ὧδ’ἐστάλης.
Βδελυκλεων
Βδ.
Βδ.
488
ὡς ἅπανθ’ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
489
ἤντε μεῖζον ἤντ’ἔλαττον πρᾶγμά τις κατηγορῇ,
490
ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ’οὐ δὲ πεντήκοντ’ἐτῶν ·
491
νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα,
492
ὥστε καὶ δὴ τοὔνομ’αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται.
493
ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ’θέλῃ,
494
εὐθέως εἴρηχ’ πωλῶν πλησίον τὰς μεμβράδας ·
495
’ο’ὗτος ὀψωνεῖν ἔοιχ’ἅνθρωπος ἐπὶ τυραννίδι.
496
ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
497
λαχανόπωλις παραβλέψασά φησι θατέρῳ ·
498
εἰπέ μοι, γήτειον αἰτεῖς · πότερον ἐπὶ τυραννίδι,
499
νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα ;’
Ξανθιας
Ξα.
Ξα.
500
κἀμέ γ’ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας,
501
ὅτι κελητίσαι ’κέλευον, ὀξυθυμηθεῖσά μοι
502
ἤρετ’εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
Βδελυκλεων
Βδ.
Βδ.
503
ταῦτα γὰρ τούτοις ἀκούειν ἡδέ’, εἰ καὶ νῦν ἐγὼ
504
τὸν πατέρ’ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
505
ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων
506
ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
507
ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
Φιλοκλεων
Φι.
Φι.
508
νὴ Δί’ἐν δίκῃ γ’· ἐγὼ γὰρ οὐ δ’ἂν ὀρνίθων γάλα
509
ἀντὶ τοῦ βίου λάβοιμ’ἂν οὗ με νῦν ἀποστερεῖς ·
510
οὐ δὲ χαίρω βατίσιν οὐ δ’ἐγχέλεσιν, ἀλλ’ἥδιον ἄν
511
δικίδιον σμικρὸν φάγοιμ’ἂν ἐν λοπάδι πεπνιγμένον.
Βδελυκλεων
Βδ.
Βδ.
512
νὴ Δί’εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν ·
513
ἀλλ’ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
514
ἀναδιδάξειν οἴομαί σ’ὡς πάντα ταῦθ’ἁμαρτάνεις.
Φιλοκλεων
Φι.
Φι.
515
ἐξαμαρτάνω δικάζων;
Βδελυκλεων
Βδ.
Βδ.
515
καταγελώμενος μὲν οὖν
516
οὐκ ἐπαϊεις ὑπ’ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
517
ἀλλὰ δουλεύων λέληθας.
Φιλοκλεων
Φι.
Φι.
517
παῦε δουλείαν λέγων,
518
ὅστις ἄρχω τῶν ἁπάντων.
Βδελυκλεων
Βδ.
Βδ.
518
οὐ σύ γ’, ἀλλ’ὑπηρετεῖς
519
οἰόμενος ἄρχειν · ἐπεὶ δίδαξον ἡμᾶς πάτερ,
520
ἥτις τιμή ’στί σοι καρπουμένῳ τὴν Ἑλλάδα.
Φιλοκλεων
Φι.
Φι.
521
πάνυ γε, καὶ τούτοισί γ’ἐπιτρέψαι ’θέλω.
Βδελυκλεων
Βδ.
Βδ.
521
καὶ μὴν ἐγώ.
522
ἄφετέ νυν ἅπαντες αὐτόν.
Φιλοκλεων
Φι.
Φι.
522
καὶ ξίφος γέ μοι δότε.
523
ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει.
Βδελυκλεων
Βδ.
Βδ.
524
εἰπέ μοι, τί δ’ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ’μμένῃς;
Φιλοκλεων
Φι.
Φι.
525
μηδέποτε πίοιμ’ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος.
Χορος
Χο.
Χο.
526
νῦν δὴ τὸν ἐκ θἠμετέρου
527
γυμνασίου δεῖ τι λέγειν
528
καινόν, ὅπως φανήσει
Βδελυκλεων
Βδ.
Βδ.
529
ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
530
ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ;
Χορος
Χο.
Χο.
531
μὴ κατὰ τὸν νεανίαν
532
τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
533
σοι μέγας ἐστὶν ἁγὼν
534
καὶ περὶ τῶν ἁπάντων,
535
εἴπερ, μὴ γένοιθ’, οὗτός
536
σ’ἐθέλει κρατῆσαι.
Βδελυκλεων
Βδ.
Βδ.
537
καὶ μὴν ὅσ’ἂν λέξῃ γ’ἁπλῶς μνημόσυνα γράψομαι ’γώ.
Φιλοκλεων
Φι.
Φι.
538
τί γὰρ φάθ’ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ;
Χορος
Χο.
Χο.
540
οὐκέτι πρεσβυτῶν ὄχλος
541
χρήσιμος ἔστ’οὐ δ’ἀκαρῆ ·
542
σκωπτόμενοι δ’ἐν ταῖς ὁδοῖς
543
θαλλοφόροι καλούμεθ’, ἀντωμοσιῶν
545
κελύφη.
546
ἀλλ’ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν
547
τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε.
Φιλοκλεων
Φι.
Φι.
548
καὶ μὴν εὐθύς γ’ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω
549
τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.
550
τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ,
551
τρυφερώτερον δεινότερον ζῷον, καὶ ταῦτα γέροντος;
552
ὃν πρῶτα μὲν ἕρποντ’ἐξ εὐνῆς τηροῦσ’ἐπὶ τοῖσι δρυφάκτοις
553
ἄνδρες μεγάλοι καὶ τετραπήχεις · κἄπειτ’εὐθὺς προσιόντι
554
ἐμβάλλει μοι τὴν χεῖρ’ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν ·
555
ἱκετεύουσίνθ’ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες ·
556
’ο’ἴκτιρόν μ’ πάτερ, αἰτοῦμαί σ’, εἰ καὐτὸς πώποθ’ὑφείλου
557
ἀρχὴν ἄρξας ’πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων ·’
558
ὃς ἔμ’οὐ δ’ἂν ζῶντ’ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν.
Βδελυκλεων
Βδ.
Βδ.
559
τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι.
Φιλοκλεων
Φι.
Φι.
560
εἶτ’εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς
561
ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα,
562
ἀλλ’ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν.
563
φέρ’ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ’ἐνταῦθα δικαστῇ;
564
οἱ μέν γ’ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι
565
κακὰ πρὸς τοῖς οὖσιν, ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν ·
566
οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ’Αἰσώπου τι γέλοιον ·
567
οἱ δὲ σκώπτουσ’, ἵν’ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι.
568
κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι’εὐθὺς ἀνέλκει
569
τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ’ἀκροῶμαι ·
570
τὰ δὲ συγκύψανθ’ἅμα βληχᾶται · κἄπειθ’ πατὴρ ὑπὲρ αὐτῶν
571
ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι ·
572
εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις ·
573
εἰ δ’αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι.
574
χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ’ἀνεῖμεν.
575
ἆρ’οὐ μεγάλη τοῦτ’ἔστ’ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη;
Βδελυκλεων
Βδ.
Βδ.
576
δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην ·
577
καὶ τἀγαθά μοι μέμνησ’ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν.
Φιλοκλεων
Φι.
Φι.
578
παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι.
579
κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν
580
ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας.
581
κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα
582
ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ’ἀπιοῦσι.
583
κἂν ἀποθνῄσκων πατήρ τῳ δῷ καταλείπων παῖδ’ἐπίκληρον,
584
κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ
585
καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ,
586
ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ.
587
καὶ ταῦτ’ἀνυπεύθυνοι δρῶμεν, τῶν δ’ἄλλων οὐδεμί’ἀρχή.
Βδελυκλεων
Βδ.
Βδ.
588
τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω ·
589
τῆς δ’ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων.
Φιλοκλεων
Φι.
Φι.
590
ἔτι δ’ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ’ἀπορήσῃ
591
ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι ·
592
εἶτ’Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς
593
οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι.
594
κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ’ἐνίκησεν, ἐὰν μὴ
595
εἴπῃ τὰ δικαστήρι’ἀφεῖναι πρώτιστα μίαν δικάσαντας ·
596
αὐτὸς δὲ Κλέων κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει,
597
ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει.
598
σὺ δὲ τὸν πατέρ’οὐ δ’ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ’ἔδρασας.
599
ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων,
600
τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι’ἡμῶν περικωνεῖ.
601
σκέψαι μ’ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις,
602
ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν.
Βδελυκλεων
Βδ.
Βδ.
603
ἔμπλησο λέγων · πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει
604
πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
Φιλοκλεων
Φι.
Φι.
605
δέ γ’ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ’γὼ ’πελελήσμην,
606
ὅταν οἴκαδ’ἴω τὸν μισθὸν ἔχων, κἄπειθ’ἥκονθ’ἅμα πάντες
607
ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν θυγάτηρ με
608
ἀπονίζῃ καὶ τὼ πόδ’ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ
609
καὶ παππίζουσ’ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
610
καὶ τὸ γύναιόν μ’ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,
611
κἄπειτα καθεζομένη παρ’ἐμοὶ προσαναγκάζῃ, ’φάγε τουτί,
612
ἔντραγε τουτί ·’τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ
613
ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ’ἄριστον παραθήσει
614
καταρασάμενος καὶ τονθορύσας. ἀλλ’ἢν μή μοι ταχὺ μάξῃ,
615
τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν.
616
κἂν οἶνόν μοι μὴ ’γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ’ἐσκεκόμισμαι
617
οἴνου μεστόν, κᾆτ’ἐγχέομαι κλίνας · οὗτος δὲ κεχηνὼς
618
βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.
619
ἆρ’οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
620
ὅστις ἀκούω ταὔθ’ἅπερ Ζεύς;
621
ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
622
πᾶς τίς φησιν τῶν παριόντων,
623
οἷον βροντᾷ τὸ δικαστήριον,
624
Ζεῦ βασιλεῦ .
625
κἂν ἀστράψω, ποππύζουσιν
626
κἀγκεχόδασίν μ’οἱ πλουτοῦντες
627
καὶ πάνυ σεμνοί.
628
καὶ σὺ δέδοικάς με μάλιστ’αὐτός ·
629
νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δ’
630
ἀπολοίμην εἴ σε δέδοικα.
Χορος
Χο.
Χο.
631
οὐπώποθ’οὕτω καθαρῶς
632
οὐδενὸς ἠκούσαμεν οὐ δὲ
633
ξυνετῶς λέγοντος.
Φιλοκλεων
Φι.
Φι.
634
οὔκ, ἀλλ’ἐρήμας ᾤεθ’οὕτω ῥᾳδίως τρυγήσειν.
635
καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι.
Χορος
Χο.
Χο.
636
ὡς δ’ἐπὶ πάντ’ἐλήλυθεν
637
κοὐδὲν παρῆλθεν, ὥστ’ἔγωγ’
638
ηὐξανόμην ἀκούων,
639
κἀν μακάρων δικάζειν
640
αὐτὸς ἔδοξα νήσοις,
641
ἡδόμενος λέγοντι.
Φιλοκλεων
Φι.
Φι.
642
ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
Βδελυκλεων
Βδ.
Βδ.
643
μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
Χορος
Χο.
Χο.
644
δεῖ δέ σε παντοίας πλέκειν
645
εἰς ἀπόφυξιν παλάμας.
646
τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
647
χαλεπὸν νεανίᾳ
648
μὴ πρὸς ἐμοῦ λέγοντι. πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
649
ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
Βδελυκλεων
Βδ.
Βδ.
650
χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ’πὶ τρυγῳδοῖς
651
ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
652
ἀτὰρ πάτερ ἡμέτερε Κρονίδη
Φιλοκλεων
Φι.
Φι.
652
παῦσαι καὶ μὴ πατέριζε.
653
εἰ μὴ γὰρ ὅπως δουλεύω ’γώ, τουτὶ ταχέως με διδάξεις,
654
οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μ’ἀπέχεσθαι.
Βδελυκλεων
Βδ.
Βδ.
655
ἀκρόασαί νυν παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον ·
656
καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ’ἀπὸ χειρός,
657
τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα ·
658
κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
659
πρυτανεῖα μέταλλ’ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
660
τούτων πλήρωμα τάλαντ’ἐγγὺς δισχίλια γίγνεται ἡμῖν.
661
ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
662
ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
663
γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
Φιλοκλεων
Φι.
Φι.
664
οὐ δ’ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ’ἐγίγνεθ’ μισθός.
Βδελυκλεων
Βδ.
Βδ.
665
μὰ Δί’οὐ μέντοι.
Φιλοκλεων
Φι.
Φι.
665
καὶ ποῖ τρέπεται δὴ ’πειτα τὰ χρήματα τἄλλα;
Βδελυκλεων
Βδ.
Βδ.
666
ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
667
ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί . σὺ γὰρ πάτερ αὐτοὺς
668
ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς.
669
κᾆθ’οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα
670
ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες,
671
δώσετε τὸν φόρον, βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω .
672
σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων.
673
οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον
674
ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν,
675
σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν
676
ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια
677
φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν ·
678
σοὶ δ’ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δ’ἐφ’ὑγρᾷ πιτυλεύσας,
679
οὐδεὶς οὐ δὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν.
Φιλοκλεων
Φι.
Φι.
680
μὰ Δί’ἀλλὰ παρ’Εὐχαρίδου καὐτὸς τρεῖς γ’ἄγλιθας μετέπεμψα.
681
ἀλλ’αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις.
Βδελυκλεων
Βδ.
Βδ.
682
οὐ γὰρ μεγάλη δουλεία ’στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς
683
αὐτούςτ’εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας;
684
σοὶ δ’ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς · οὓς αὐτὸς ἐλαύνων
685
καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας.
686
καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, μάλιστά μ’ἀπάγχει,
687
ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός,
688
ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς,
689
ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ’, ὡς ὅστις ἂν ὑμῶν
690
ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται ·
691
αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ ·
692
καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ’ἑαυτοῦ,
693
ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ’ὄντε
694
ἐσπουδάκατον, κᾆθ’ὡς πρίονθ’ μὲν ἕλκει δ’ἀντενέδωκε ·
695
σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.
Φιλοκλεων
Φι.
Φι.
696
ταυτί με ποιοῦσ’; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις,
697
καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ’ τι χρῆμά με ποιεῖς.
Βδελυκλεων
Βδ.
Βδ.
698
σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν
699
ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ’ὅπῃ ἐγκεκύκλησαι,
700
ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς
701
οὐκ ἀπολαύεις πλὴν τοῦθ’ φέρεις ἀκαρῆ · καὶ τοῦτ’ἐρίῳ σοι
702
ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ’ὥσπερ ἔλαιον.
703
βούλονται γάρ σε πένητ’εἶναι · καὶ τοῦθ’ὧν οὕνεκ’ἐρῶ σοι,
704
ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ’ὅταν οὗτός γ’ἐπισίξῃ
705
ἐπὶ τῶν ἐχθρῶν τιν’ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς.
706
εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν.
707
εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι ·
708
τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ,
709
δύο μυριάδ’ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις
710
καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ,
711
ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.
712
νῦν δ’ὥσπερ ἐλαολόγοι χωρεῖθ’ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
Φιλοκλεων
Φι.
Φι.
713
οἴμοι τί πέπονθ’; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται,
714
καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ’ἤδη μαλθακός εἰμι.
Βδελυκλεων
Βδ.
Βδ.
715
ἀλλ’ὁπόταν μὲν δείσωσ’αὐτοί, τὴν Εὔβοιαν διδόασιν
716
ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους
717
ποριεῖν · ἔδοσαν δ’οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους,
718
καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν.
719
ὧν οὕνεκ’ἐγώ σ’ἀπέκλῃον ἀεὶ
720
βόσκειν ἐθέλων καὶ μὴ τούτους
721
ἐγχάσκειν σοι στομφάζοντας.
722
καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν
723
τι βούλει σοι,
724
πλὴν κωλακρέτου γάλα πίνειν.
Χορος
Χο.
Χο.
725
που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
726
οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι ·
727
ὥστ’ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
728
ἀλλ’ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
729
πιθοῦ πιθοῦ λόγοισι, μη δ’ἄφρων γένῃ
730
μη δ’ἀτενὴς ἄγαν ἀτεράμωντ’ἀνήρ.
731
εἴθ’ὤφελέν μοι κηδεμὼν ξυγγενὴς
732
εἶναί τις ὅστις τοιαῦτ’ἐνουθέτει.
733
σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
734
ξυλλαμβάνει τοῦ πράγματος, καὶ δῆλός ἐστιν εὖ ποιῶν ·
735
σὺ δὲ παρὼν δέχου.
Βδελυκλεων
Βδ.
Βδ.
736
καὶ μὴν θρέψω γ’αὐτὸν παρέχων
737
ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
738
λείχειν, χλαῖναν μαλακήν, σισύραν,
739
πόρνην, ἥτις τὸ πέος τρίψει
740
καὶ τὴν ὀσφῦν.
741
ἀλλ’ὅτι σιγᾷ κοὐδὲν γρύζει,
742
τοῦτ’οὐ δύναταί με προσέσθαι.
Χορος
Χο.
Χο.
743
νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ’, οἶς
744
τότ’ἐπεμαίνετ’· ἔγνωκε γὰρ ἀρτίως,
745
λογίζεταίτ’ἐκεῖνα πάνθ’ἁμαρτίας
746
σοῦ κελεύοντος οὐκ ἐπείθετο.
747
νῦν δ’ἴσως τοῖσι σοῖς λόγοις πείθεται
748a
καὶ σωφρονεῖ μέντοι μεθιστὰς
748b
ἐς τὸ λοιπὸν τὸν τρόπον
749
πιθόμενόςτέ σοι.
Φιλοκλεων
Φι.
Φι.
749
ἰώ μοί μοι.
Βδελυκλεων
Βδ.
Βδ.
750
οὗτος τί βοᾷς;
Φιλοκλεων
Φι.
Φι.
750
μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
751
κείνων ἔραμαι, κεῖθι γενοίμαν,
752
ἵν’ κῆρύξ φησι, ’τίς ἀψήφιστος; ἀνιστάσθω.
753
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
755
ψηφιζομένων τελευταῖος.
756
σπεῦδ’ ψυχή. ποῦ μοι ψυχή;
757
πάρες σκιερά. μὰ τὸν Ἡρακλέα
758
μή νυν ἔτ’ἐγὼ ’ν τοῖσι δικασταῖς
759
κλέπτοντα Κλέωνα λάβοιμι.
Βδελυκλεων
Βδ.
Βδ.
760
ἴθ’ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
Φιλοκλεων
Φι.
Φι.
761
τί σοι πίθωμαι; λέγ’ τι βούλει πλὴν ἑνός.
Βδελυκλεων
Βδ.
Βδ.
762
ποίου; φέρ’ἴδω.
Φιλοκλεων
Φι.
Φι.
762
τοῦ μὴ δικάζειν. τοῦτο δὲ
763
Ἅιδης διακρινεῖ πρότερον ’γὼ πείσομαι.
Βδελυκλεων
Βδ.
Βδ.
764
σὺ δ’οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
765
ἐκεῖσε μὲν μηκέτι βάδιζ’, ἀλλ’ἐνθάδε
766
αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
Φιλοκλεων
Φι.
Φι.
767
περὶ τοῦ; τί ληρεῖς;
Βδελυκλεων
Βδ.
Βδ.
767
ταὔθ’ἅπερ ἐκεῖ πράττεται ·
768
ὅτι τὴν θύραν ἀνέῳξεν σηκὶς λάθρᾳ,
769
ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
770
πάντως δὲ κἀκεῖ ταῦτ’ἔδρας ἑκάστοτε.
771
καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
772
ἕλη κατ’ὄρθρον, ἡλιάσει πρὸς ἥλιον ·
773
ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος ·
774
ὕοντος εἴσει · κἄν ἔγρῃ μεσημβρινός,
775
οὐδείς σ’ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Φιλοκλεων
Φι.
Φι.
776
τουτί μ’ἀρέσκει.
Βδελυκλεων
Βδ.
Βδ.
776
πρὸς δὲ τούτοις γ’, ἢν δίκην
777
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
778
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλεων
Φι.
Φι.
779
πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
780
ὥσπερ πρότερον τὰ πράγματ’ἔτι μασώμενος;
Βδελυκλεων
Βδ.
Βδ.
781
πολλῷ γ’ἄμεινον · καὶ λέγεται γὰρ τουτογί,
782
ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
783
μόλις τὸ πρᾶγμ’ἔγνωσαν ἀναμασώμενοι.
Φιλοκλεων
Φι.
Φι.
784
ἀνά τό με πείθεις. ἀλλ’ἐκεῖν’οὔπω λέγεις,
785
τὸν μισθὸν ὁπόθεν λήψομαι.
Βδελυκλεων
Βδ.
Βδ.
785
παρ’ἐμοῦ.
Φιλοκλεων
Φι.
Φι.
785
καλῶς,
786
ὁτιὴ κατ’ἐμαυτὸν κοὐ μεθ’ἑτέρου λήψομαι.
787
αἴσχιστα γάρ τοί μ’ἠργάσατο Λυσίστρατος
788
σκωπτόλης. δραχμὴν μετ’ἐμοῦ πρώην λαβὼν
789
ἐλθὼν διεκερματίζετ’ἐν τοῖς ἰχθύσιν,
790
κἄπειτ’ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων ·
791
κἀγὼ ’νέκαψ’· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν ·
792
κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα ·
793
κᾆθ’εἷλκον αὐτόν.
Βδελυκλεων
Βδ.
Βδ.
793
δὲ τί πρὸς ταῦτ’εἶφ’;
Φιλοκλεων
Φι.
Φι.
793
τι;
794
ἀλεκτρυόνος μ’ἔφασκε κοιλίαν ἔχειν ·
795
ταχὺ γοῦν καθέψεις τἀργύριον, δ’ὃς λέγων.
Βδελυκλεων
Βδ.
Βδ.
796
ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
Φιλοκλεων
Φι.
Φι.
797
οὐ πάνυ τι μικρόν. ἀλλ’ὅπερ μέλλεις ποίει.
Βδελυκλεων
Βδ.
Βδ.
798
ἀνάμενέ νυν · ἐγὼ δὲ ταῦθ’ἥξω φέρων.
Φιλοκλεων
Φι.
Φι.
799
ὅρα τὸ χρῆμα, τὰ λόγι’ὡς περαίνεται.
800
ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
801
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
802
κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
803
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
804
ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
Βδελυκλεων
Βδ.
Βδ.
805
ἰδού, τί ἔτ’ἐρεῖς; ὡς ἅπαντ’ἐγὼ φέρω
806
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
807
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
808
παρά σοι κρεμήσετ’ἐγγὺς ἐπὶ τοῦ παττάλου.
Φιλοκλεων
Φι.
Φι.
809
σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
810
ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
Βδελυκλεων
Βδ.
Βδ.
811
καὶ πῦρ γε τουτί · καὶ προσέστηκεν φακῆ
812
ῥοφεῖν, ἐὰν δέῃ τι.
Φιλοκλεων
Φι.
Φι.
812
τοῦτ’αὖ δεξιόν ·
813
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
814
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
815
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ’ἐξηνέγκατε;
Βδελυκλεων
Βδ.
Βδ.
816
ἵνα γ’, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
817
ᾄδων ἄνωθεν ἐξεγείρῃ σ’οὑτοσί.
Φιλοκλεων
Φι.
Φι.
818
ἓν ἔτι ποθῶ, τὰ δ’ἄλλ’ἀρέσκει μοι.
Βδελυκλεων
Βδ.
Βδ.
818
τὸ τί;
Φιλοκλεων
Φι.
Φι.
819
θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
Βδελυκλεων
Βδ.
Βδ.
820
πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
Φιλοκλεων
Φι.
Φι.
821
δέσποθ’ἥρως ὡς χαλεπὸς ἄρ’ἦσθ’ἰδεῖν.
Βδελυκλεων
Βδ.
Βδ.
822
οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
Φιλοκλεων
Φι.
Φι.
823
οὔκουν ἔχει γ’οὐ δ’αὐτὸς ἥρως ὢν ὅπλα.
Βδελυκλεων
Βδ.
Βδ.
824
εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
825
ἐκάλουν.
Φιλοκλεων
Φι.
Φι.
825
κάλει νυν, ὡς κάθημαι ’γὼ πάλαι.
Βδελυκλεων
Βδ.
Βδ.
826
φέρε νυν τίν’αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
827
τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
828
Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν
Φιλοκλεων
Φι.
Φι.
829
ἐπίσχες οὗτος · ὡς ὀλίγου μ’ἀπώλεσας.
830
ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν,
831
πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
Βδελυκλεων
Βδ.
Βδ.
832
μὰ τὸν Δί’οὐ πάρεστιν.
Φιλοκλεων
Φι.
Φι.
832
ἀλλ’ἐγὼ δραμὼν
833
αὐτὸς κομιοῦμαι τό γε παραυτίκ’ἔνδοθεν.
Βδελυκλεων
Βδ.
Βδ.
834
τί ποτε τὸ χρῆμ’; ὡς δεινὸν φιλοχωρία.
Σωσιας
Σω.
Σω.
835
βάλλ’ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα.
Βδελυκλεων
Βδ.
Βδ.
836
τί δ’ἔστιν ἐτεόν;
Σωσιας
Σω.
Σω.
836
οὐ γὰρ Λάβης ἀρτίως
837
κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας
838
τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν;
Βδελυκλεων
Βδ.
Βδ.
839
τοῦτ’ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ
840
εἰσακτέον μοι · σὺ δὲ κατηγόρει παρών.
Σωσιας
Σω.
Σω.
841
μὰ Δί’οὐκ ἔγωγ’· ἀλλ’ἅτερός φησιν κύων
842
κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν.
Βδελυκλεων
Βδ.
Βδ.
843
ἴθι νυν ἄγ’αὐτὼ δεῦρο.
Σωσιας
Σω.
Σω.
843
ταῦτα χρὴ ποιεῖν.
Βδελυκλεων
Βδ.
Βδ.
844
τουτὶ τί ἔστι;
Φιλοκλεων
Φι.
Φι.
844
χοιροκομεῖον Ἑστίας.
Βδελυκλεων
Βδ.
Βδ.
845
εἶθ’ἱεροσυλήσας φέρεις;
Φιλοκλεων
Φι.
Φι.
845
οὔκ, ἀλλ’ἵνα
846
ἀφ’Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
847
ἀλλ’εἴσαγ’ἀνύσας · ὡς ἐγὼ τιμᾶν βλέπω.
Βδελυκλεων
Βδ.
Βδ.
848
φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
Φιλοκλεων
Φι.
Φι.
849
οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν ·
850
ἐγὼ δ’ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
Βδελυκλεων
Βδ.
Βδ.
851
ἰδού.
Φιλοκλεων
Φι.
Φι.
851
κάλει νυν.
Βδελυκλεων
Βδ.
Βδ.
851
ταῦτα δή. τίς οὑτοσὶ
852
πρῶτός ἐστιν;
Φιλοκλεων
Φι.
Φι.
852
ἐς κόρακας, ὡς ἄχθομαι
853
ὁτιὴ ’πελαθόμην τοὺς καδίσκους ἐκφέρειν.
Βδελυκλεων
Βδ.
Βδ.
854
οὗτος σὺ ποῖ θεῖς;
Φιλοκλεων
Φι.
Φι.
854
ἐπὶ καδίσκους.
Βδελυκλεων
Βδ.
Βδ.
854
μη δαμῶς.
855
ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
Φιλοκλεων
Φι.
Φι.
856
κάλλιστα τοίνυν · πάντα γὰρ πάρεστι νῷν
857
ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.
Βδελυκλεων
Βδ.
Βδ.
858
ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;
Φιλοκλεων
Φι.
Φι.
859
εὖ γ’ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
Βδελυκλεων
Βδ.
Βδ.
860
ἀλλ’ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω
861
καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
862
ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.
Χορος
Χο.
Χο.
863
καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
864
καὶ ταῖς εὐχαῖς
865
φήμην ἀγαθὴν λέξομεν ὑμῖν,
866
ὅτι γενναίως ἐκ τοῦ πολέμου
867
καὶ τοῦ νείκους ξυνεβήτην.
Βδελυκλεων
Βδ.
Βδ.
868
εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
Χορος
Χο.
Χο.
869
Φοῖβ’Ἄπολλον Πύθι’ἐπ’ἀγαθῇ τύχῃ
870
τὸ πρᾶγμ’ μηχανᾶται
871
ἔμπροσθεν οὗτος τῶν θυρῶν,
872
ἅπασιν ἡμῖν ἁρμόσαι
873
παυσαμένοις πλάνων.
874
ἰήιε Παιάν.
Βδελυκλεων
Βδ.
Βδ.
875
δέσποτ’ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε,
876
δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,
877
παῦσόντ’αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
878
ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας ·
879
ἤδη δ’εἶναι τοῖς ἀνθρώποις
879b
ἤπιον αὐτόν,
880
τοὺς φεύγοντάςτ’ἐλεεῖν μᾶλλον
880b
τῶν γραψαμένων
881
κἀπιδακρύειν ἀντιβολούντων,
882
καὶ παυσάμενον τῆς δυσκολίας
883
ἀπὸ τῆς ὀργῆς
884
τὴν ἀκαλήφην ἀφελέσθαι.
Χορος
Χο.
Χο.
885
ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
886
νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
887
εὖνοι γάρ ἐσμεν ἐξ οὗ
888
τὸν δῆμον ᾐσθόμεσθά σου
889
φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
890
τῶν γε νεωτέρων. ἰήιε Παιάν.
Βδελυκλεων
Βδ.
Βδ.
891
εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω ·
892
ὡς ἡνίκ’ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
Φιλοκλεων
Φι.
Φι.
893
τίς ἆρ’ φεύγων;
Βδελυκλεων
Βδ.
Βδ.
893
οὗτος.
Φιλοκλεων
Φι.
Φι.
893
ὅσον ἁλώσεται.
Βδελυκλεων
Βδ.
Βδ.
894
ἀκούετ’ἤδη τῆς γραφῆς. ἐγράψατο
895
κύων Κυδαθηναιεὺς Λάβητ’Αἰξωνέα
896
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
897
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
Φιλοκλεων
Φι.
Φι.
898
θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
Βδελυκλεων
Βδ.
Βδ.
899
καὶ μὴν φεύγων οὑτοσὶ Λάβης πάρα.
Φιλοκλεων
Φι.
Φι.
900
μιαρὸς οὗτος · ὡς δὲ καὶ κλέπτον βλέπει,
901
οἷον σεσηρὼς ἐξαπατήσειν μ’οἴεται.
902
ποῦ δ’ἔσθ’ διώκων, Κυδαθηναιεὺς κύων;
Κυων
Κυ.
Κυ.
903
αὗ αὗ.
Βδελυκλεων
Βδ.
Βδ.
903
πάρεστιν οὗτος.
Φιλοκλεων
Φι.
Φι.
903
ἕτερος οὗτος αὖ Λάβης.
Βδελυκλεων
Βδ.
Βδ.
904
ἀγαθός γ’ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
905
σίγα, κάθιζε · σὺ δ’ἀναβὰς κατηγόρει.
Φιλοκλεων
Φι.
Φι.
906
φέρε νυν ἅμα τήνδ’ἐγχεάμενος κἀγὼ ῥοφῶ.
Σωσιας
Σω.
Σω.
907
τῆς μὲν γραφῆς ἠκούσαθ’ἣν ἐγραψάμην
908
ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
909
ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
910
ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
911
κατεσικέλιζε κἀνέπλητ’ἐν τῷ σκότῳ
Φιλοκλεων
Φι.
Φι.
912
νὴ τὸν Δί’ἀλλὰ δῆλός ἐστ’· ἔμοιγέ τοι
913
τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν
914
βδελυρὸς οὗτος.
Σωσιας
Σω.
Σω.
914
κοὐ μετέδωκ’αἰτοῦντί μοι.
915
καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται,
916
ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί;
Φιλοκλεων
Φι.
Φι.
917
οὐδὲν μετέδωκεν οὐ δὲ τῷ κοινῷ γ’ἐμοί.
918
θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς.
Βδελυκλεων
Βδ.
Βδ.
919
πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ’ πάτερ,
920
πρὶν ἄν γ’ἀκούσῃς ἀμφοτέρων.
Φιλοκλεων
Φι.
Φι.
920
ἀλλ’ ὦγαθὲ
921
τὸ πρᾶγμα φανερόν ἐστιν · αὐτὸ γὰρ βοᾷ.
Σωσιας
Σω.
Σω.
922
μή νυν ἀφῆτέ γ’αὐτόν, ὡς ὄντ’αὖ πολὺ
923
κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον,
924
ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ
925
ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν.
Φιλοκλεων
Φι.
Φι.
926
ἐμοὶ δέ γ’οὐκ ἔστ’οὐ δὲ τὴν ὑδρίαν πλάσαι.
Σωσιας
Σω.
Σω.
927
πρὸς ταῦτα τοῦτον κολάσατ’· οὐ γὰρ ἄν ποτε
928
τρέφειν δύναιτ’ἂν μία λόχμη κλέπτα δύο ·
929
ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ ·
930
ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
Φιλοκλεων
Φι.
Φι.
931
ἰοὺ ἰού.
932
ὅσας κατηγόρησε τὰς πανουργίας.
933
κλέπτον τὸ χρῆμα τἀνδρός · οὐ καὶ σοὶ δοκεῖ
934
ὦλεκτρυόν; νὴ τὸν Δί’ἐπιμύει γέ τοι.
935
θεσμοθέτης · ποῦ ’σθ’οὗτος; ἀμίδα μοι δότω.
Βδελυκλεων
Βδ.
Βδ.
936
αὐτὸς καθελοῦ · τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
937
λάβητι μάρτυρας παρεῖναι τρύβλιον
938
δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
939
καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
940
ἀλλ’ἔτι σύ γ’οὐρεῖς καὶ καθίζεις οὐδέπω;
Φιλοκλεων
Φι.
Φι.
941
τοῦτον δέ γ’οἶμ’ἐγὼ χεσεῖσθαι τήμερον.
Βδελυκλεων
Βδ.
Βδ.
942
οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
943
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ’ὀδὰξ ἔχει;
944
ἀνάβαιν’, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
Φιλοκλεων
Φι.
Φι.
945
ἀλλ’οὐκ ἔχειν οὗτός γ’ἔοικεν τι λέγῃ.
Βδελυκλεων
Βδ.
Βδ.
946
οὔκ, ἀλλ’ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
947
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης ·
948
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
949
πάρεχ’ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
950
χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
951
ὑπεραποκρίνεσθαι κυνός, λέξω δ’ὅμως.
952
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
Φιλοκλεων
Φι.
Φι.
953
κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
Βδελυκλεων
Βδ.
Βδ.
954
μὰ Δί’ἀλλ’ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
955
οἷόςτε πολλοῖς προβατίοις ἐφεστάναι.
Φιλοκλεων
Φι.
Φι.
956
τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
Βδελυκλεων
Βδ.
Βδ.
957
τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
958
καὶ τἄλλ’ἄριστός ἐστιν · εἰ δ’ὑφείλετο,
959
ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
Φιλοκλεων
Φι.
Φι.
960
ἐγὼ δ’ἐβουλόμην ἂν οὐ δὲ γράμματα,
961
ἵνα μὴ κακουργῶν ἐνέγραφ’ἡμῖν τὸν λόγον.
Βδελυκλεων
Βδ.
Βδ.
962
ἄκουσον δαιμόνιέ μου τῶν μαρτύρων.
963
ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα ·
964
σὺ γὰρ ταμιεύουσ’ἔτυχες. ἀπόκριναι σαφῶς,
965
εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
966
φησὶ κατακνῆσαι.
Φιλοκλεων
Φι.
Φι.
966
νὴ Δί’ἀλλὰ ψεύδεται.
Βδελυκλεων
Βδ.
Βδ.
967
δαιμόνι’ἐλέει ταλαιπωρουμένους.
968
οὗτος γὰρ Λάβης καὶ τραχήλι’ἐσθίει
969
καὶ τὰς ἀκάνθας, κοὐδέποτ’ἐν ταὐτῷ μένει.
970
δ’ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.
971
αὐτοῦ μένων γὰρ ἅττ’ἂν εἴσω τις φέρῃ
972
τούτων μεταιτεῖ τὸ μέρος · εἰ δὲ μή, δάκνει.
Φιλοκλεων
Φι.
Φι.
973
αἰβοῖ. τί κακόν ποτ’ἔσθ’ὅτῳ μαλάττομαι;
974
κακόν τι περιβαίνει με κἀναπείθομαι.
Βδελυκλεων
Βδ.
Βδ.
975
ἴθ’ἀντιβολῶ σ’· οἰκτίρατ’αὐτὸν πάτερε,
976
καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
977
ἀναβαίνετ’ πόνηρα καὶ κνυζούμενα
978
αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
Φιλοκλεων
Φι.
Φι.
979
κατάβα κατάβα κατάβα κατάβα.
Βδελυκλεων
Βδ.
Βδ.
979
καταβήσομαι.
980
καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
981
ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
Φιλοκλεων
Φι.
Φι.
982
ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
983
ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
984
οὐδέν ποτ’ἀλλ’ τῆς φακῆς ἐμπλήμενος.
Βδελυκλεων
Βδ.
Βδ.
985
οὔκουν ἀποφεύγει δῆτα;
Φιλοκλεων
Φι.
Φι.
985
χαλεπὸν εἰδέναι.
Βδελυκλεων
Βδ.
Βδ.
986
ἴθ’ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
987
τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
988
μύσας παρᾷξον κἀπόλυσον πάτερ.
Φιλοκλεων
Φι.
Φι.
989
οὐ δῆτα · κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
Βδελυκλεων
Βδ.
Βδ.
990
φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
Φιλοκλεων
Φι.
Φι.
991
ὅδ’ἔσθ’ πρότερος;
Βδελυκλεων
Βδ.
Βδ.
991
οὗτος ·
Φιλοκλεων
Φι.
Φι.
991
αὕτη ’νταῦθ’ἔνι.
Βδελυκλεων
Βδ.
Βδ.
992
ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
993
φέρ’ἐξεράσω.
Φιλοκλεων
Φι.
Φι.
993
πῶς ἄρ’ἠγωνίσμεθα;
Βδελυκλεων
Βδ.
Βδ.
994
δείξειν ἔοικεν. ἐκπέφευγας Λάβης.
995
πάτερ πάτερ τί πέπονθας; οἴμοι · ποῦ ’σθ’ὕδωρ;
996
ἔπαιρε σαυτόν.
Φιλοκλεων
Φι.
Φι.
996
εἰπέ νυν ἐκεῖνό μοι,
997
ὄντως ἀπέφυγε;
Βδελυκλεων
Βδ.
Βδ.
997
νὴ Δί’·
Φιλοκλεων
Φι.
Φι.
997
οὐδέν εἰμ’ἄρα.
Βδελυκλεων
Βδ.
Βδ.
998
μὴ φροντίσῃς δαιμόνι’· ἀλλ’ἀνίστασο.
Φιλοκλεων
Φι.
Φι.
999
πῶς οὖν ἐμαυτῷ τοῦτ’ἐγὼ ξυνείσομαι,
1000
φεύγοντ’ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
1001
ἀλλ’ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι ·
1002
ἄκων γὰρ αὔτ’ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
Βδελυκλεων
Βδ.
Βδ.
1003
καὶ μηδὲν ἀγανάκτει γ’. ἐγὼ γάρ σ’ πάτερ
1004
θρέψω καλῶς, ἄγων μετ’ἐμαυτοῦ πανταχοῖ,
1005
ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
1006
ὥσθ’ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον ·
1007
κοὐκ ἐγχανεῖταί σ’ἐξαπατῶν Ὑπέρβολος.
1008
ἀλλ’εἰσίωμεν.
Φιλοκλεων
Φι.
Φι.
1008
ταῦτά νυν, εἴπερ δοκεῖ.
Χορος
Χο.
Χο.
1009
ἀλλ’ἴτε χαίροντες ὅποι βούλεσθ’.
1010
ὑμεῖς δὲ τέως μυριάδες
1010b
ἀναρίθμητοι,
1011
νῦν τὰ μέλλοντ’εὖ λέγεσθαι
1012
μὴ πέσῃ φαύλως χαμᾶζ’
1013
εὐλαβεῖσθε.
1013b
τοῦτο γὰρ σκαιῶν θεατῶν
1014
ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
1015
νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.
1016
μέμψασθαι γὰρ τοῖσι θεαταῖς ποιητὴς νῦν ἐπιθυμεῖ.
1017
ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ’αὐτοὺς εὖ πεποιηκώς,
1018
τὰ μὲν οὐ φανερῶς ἀλλ’ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,
1019
μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,
1020
εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι ·
1021
μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ’ἑαυτόν,
1022
οὐκ ἀλλοτρίων ἀλλ’οἰκείων Μουσῶν στόμαθ’ἡνιοχήσας.
1023
ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ’ἐν ὑμῖν,
1024
οὐκ ἐκτελέσαι φησὶν ἐπαρθεὶς οὐ δ’ὀγκῶσαι τὸ φρόνημα,
1025
οὐ δὲ παλαίστρας περικωμάζειν πειρῶν · οὐ δ’εἴ τις ἐραστὴς
1026
κωμῳδεῖσθαι παιδίχ’ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν,
1027
οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν’ἔχων ἐπιεικῆ,
1028
ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ.
1029
οὐ δ’ὅτε πρῶτόν γ’ἦρξε διδάσκειν, ἀνθρώποις φήσ’ἐπιθέσθαι,
1030
ἀλλ’Ἡρακλέους ὀργήν τιν’ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,
1031
θρασέως ξυστὰς εὐθὺς ἀπ’ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,
1032
οὗ δεινόταται μὲν ἀπ’ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
1033
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
1034
περὶ τὴν κεφαλήν, φωνὴν δ’εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
1035
φώκης δ’ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
1036
τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,
1037
ἀλλ’ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ · φησίντε μετ’αὐτὸν
1038
τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,
1039
οἳ τοὺς πατέραςτ’ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,
1040
κατακλινόμενοίτ’ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν
1041
ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,
1042
ὥστ’ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.
1043
τοιόνδ’εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
1044
πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντ’αὐτὸν διανοίαις,
1045
ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ’ἀναλδεῖς ·
1046
καίτοι σπένδων πόλλ’ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
1047
μὴ πώποτ’ἀμείνον’ἔπη τούτων κωμῳδικὰ μηδέν’ἀκοῦσαι.
1048
τοῦτο μὲν οὖν ἔσθ’ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,
1049
δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
1050
εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν.
1051
ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
1052
δαιμόνιοι τοὺς ζητοῦντας
1053
καινόν τι λέγειν κἀξευρίσκειν
1054
στέργετε μᾶλλον καὶ θεραπεύετε,
1055
καὶ τὰ νοήματα σῴζεσθ’αὐτῶν,
1056
ἐσβάλλετέτ’ἐς τὰς κιβωτοὺς
1057
μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθ’,
1058
ὑμῖν δι’ἔτους τῶν ἱματίων
1059
ὀζήσει δεξιότητος.
1060
πάλαι ποτ’ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,
1061
ἄλκιμοι δ’ἐν μάχαις,
1062
καὶ κατ’αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι ·
1063
πρίν ποτ’ἦν πρὶν ταῦτα, νῦν δ’
1064
οἴχεται, κύκνουτ’ἔτι πολιώτεραι δὴ
1065
αἵδ’ἐπανθοῦσιν τρίχες.
1066
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
1067
τῶνδε ῥώμην νεανικὴν σχεῖν · ὡς ἐγὼ τοὐμὸν νομίζω
1068
γῆρας εἶναι κρεῖττον πολλῶν
1069
κικίννους νεανιῶν καὶ
1070
σχῆμα κεὐρυπρωκτίαν.
1071
εἴ τις ὑμῶν θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν
1072
εἶτα θαυμάζει μ’ὁρῶν μέσον διεσφηκωμένον,
1073
ἥτις ἡμῶν ἐστὶν ’πίνοια τῆς ἐγκεντρίδος,
1074
ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος τὸ πρίν.
1075
ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,
1076
Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,
1077
ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν
1078
ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ’ἦλθ’ βάρβαρος,
1079
τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,
1080
ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.
1081
εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι
1082
ἐμαχόμεσθ’αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,
1083
στὰς ἀνὴρ παρ’ἄνδρ’, ὑπ’ὀργῆς τὴν χελύνην ἐσθίων ·
1084
ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.
1085
ἀλλ’ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.
1086
γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο ·
1087
εἶτα δ’εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,
1088
οἱ δ’ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι ·
1089
ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι
1090
μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον.
1091
ἆρα δεινὸς τόθ’ὥστε πάντα μὴ δεδοικέναι,
1092
καὶ κατεστρεψάμην
1093
τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;
1094
οὐ γὰρ ἦν ἡμῖν ὅπως
1095
ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ’, οὐ δὲ συκοφαντήσειν τινὰ
1096
φροντίς, ἀλλ’ὅστις ἐρέτης ἔσοιτ’
1097
ἄριστος. τοιγαροῦν πολλὰς
1098
πόλεις Μήδων ἑλόντες
1099
αἰτιώτατοι φέρεσθαι
1100
τὸν φόρον δεῦρ’ἐσμέν, ὃν κλέπτουσιν
1101
οἱ νεώτεροι.
1102
πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ’εὑρήσετε
1103
τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
1104
πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
1105
μᾶλλον ὀξύθυμόν ἐστιν οὐ δὲ δυσκολώτερον ·
1106
εἶτα τἄλλ’ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
1107
ξυλλεγέντες γὰρ καθ’ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,
1108
οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
1109
οἱ δ’ἐν ᾠδείῳ δικάζουσ’, οἱ δὲ πρὸς τοῖς τειχίοις
1110
ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις
1111
ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
1112
ἔςτε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
1113
πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
1114
ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
1115
οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου
1116
τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
1117
τοῦτο δ’ἔστ’ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν
1118
ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ
1119
μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
1120
ἀλλ’ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ
1121
ὅστις ἂν μὴ ’χῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
Φιλοκλεων
Φι.
Φι.
1122
οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
1123
ἐπεὶ μόνος μ’ἔσωσε παρατεταγμένον,
1124
ὅθ’ βορέας μέγας ἐπεστρατεύσατο.
Βδελυκλεων
Βδ.
Βδ.
1125
ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
Φιλοκλεων
Φι.
Φι.
1126
μὰ τὸν Δί’οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
1127
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
1128
ἀπέδωκ’ὀφείλων τῷ κναφεῖ τριώβολον.
Βδελυκλεων
Βδ.
Βδ.
1129
ἀλλ’οὖν πεπειράσθω γ’, ἐπειδήπερ γ’ἅπαξ
1130
ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
Φιλοκλεων
Φι.
Φι.
1131
τί οὖν κελεύεις δρᾶν με;
Βδελυκλεων
Βδ.
Βδ.
1131
τὸν τρίβων’ἄφες,
1132
τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.
Φιλοκλεων
Φι.
Φι.
1133
ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,
1134
ὅθ’οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;
Βδελυκλεων
Βδ.
Βδ.
1135
ἔχ’ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.
Φιλοκλεων
Φι.
Φι.
1136
τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;
Βδελυκλεων
Βδ.
Βδ.
1137
οἱ μὲν καλοῦσι Περσίδ’οἱ δὲ καυνάκην.
Φιλοκλεων
Φι.
Φι.
1138
ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.
Βδελυκλεων
Βδ.
Βδ.
1139
κοὐ θαῦμά γ’· ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.
1140
ἔγνως γὰρ ἄν · νῦν δ’οὐχὶ γιγνώσκεις.
Φιλοκλεων
Φι.
Φι.
1140
ἐγώ;
1141
μὰ τὸν Δί’οὐ τοίνυν · ἀτὰρ δοκεῖ γέ μοι
1142
ἐοικέναι μάλιστα Μορύχου σάγματι.
Βδελυκλεων
Βδ.
Βδ.
1143
οὔκ, ἀλλ’ἐν Ἐκβατάνοισι ταῦθ’ὑφαίνεται.
Φιλοκλεων
Φι.
Φι.
1144
ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;
Βδελυκλεων
Βδ.
Βδ.
1145
πόθεν ὦγάθ’; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις
1146
ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι
1147
ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.
Φιλοκλεων
Φι.
Φι.
1148
οὔκουν ἐριώλην δῆτ’ἐχρῆν αὐτὴν καλεῖν
1149
δικαιότερον καυνάκην;
Βδελυκλεων
Βδ.
Βδ.
1149
ἔχ’ ὦγαθέ,
1150
καὶ στῆθ’ἀναμπισχόμενος.
Φιλοκλεων
Φι.
Φι.
1150
οἴμοι δείλαιος ·
1151
ὡς θερμὸν μιαρά τί μου κατήρυγεν.
Βδελυκλεων
Βδ.
Βδ.
1152
οὐκ ἀναβαλεῖ;
Φιλοκλεων
Φι.
Φι.
1152
μὰ Δί’οὐκ ἔγωγ’. ἀλλ’ ὦγαθέ,
1153
εἴπερ γ’ἀνάγκη, κρίβανόν μ’ἀμπίσχετε.
Βδελυκλεων
Βδ.
Βδ.
1154
φέρ’ἀλλ’ἐγώ σε περιβαλῶ · σὺ δ’οὖν ἴθι.
Φιλοκλεων
Φι.
Φι.
1155
παράθου γε μέντοι καὶ κρεάγραν.
Βδελυκλεων
Βδ.
Βδ.
1155
τιὴ τί δή;
Φιλοκλεων
Φι.
Φι.
1156
ἵν’ἐξέλῃς με πρὶν διερρυηκέναι.
Βδελυκλεων
Βδ.
Βδ.
1157
ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
1158
τασδὶ δ’ἀνύσας ὑπόδυθι τὰς Λακωνικάς.
Φιλοκλεων
Φι.
Φι.
1159
ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
1160
ἐχθρῶν παρ’ἀνδρῶν δυσμενῆ καττύματα;
Βδελυκλεων
Βδ.
Βδ.
1161
ἔνθες ποτ’ τᾶν κἀπόβαιν’ἐρρωμένως
1162
ἐς τὴν Λακωνικὴν ἀνύσας.
Φιλοκλεων
Φι.
Φι.
1162
ἀκικεῖς γέ με
1163
ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
Βδελυκλεων
Βδ.
Βδ.
1164
φέρε καὶ τὸν ἕτερον.
Φιλοκλεων
Φι.
Φι.
1164
μηδαμῶς τοῦτόν γ’, ἐπεὶ
1165
πάνυ μισολάκων αὐτοῦ ’στιν εἷς τῶν δακτύλων.
Βδελυκλεων
Βδ.
Βδ.
1166
οὐκ ἔστι παρὰ ταῦτ’ἄλλα.
Φιλοκλεων
Φι.
Φι.
1166
κακοδαίμων ἐγώ,
1167
ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
Βδελυκλεων
Βδ.
Βδ.
1168
ἄνυσόν ποθ’ὑποδησάμενος · εἶτα πλουσίως
1169
ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
Φιλοκλεων
Φι.
Φι.
1170
ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ’ὅτῳ
1171
μάλιστ’ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
Βδελυκλεων
Βδ.
Βδ.
1172
ὅτῳ; δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
Φιλοκλεων
Φι.
Φι.
1173
καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
Βδελυκλεων
Βδ.
Βδ.
1174
ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
1175
ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;
Φιλοκλεων
Φι.
Φι.
1176
ἔγωγε.
Βδελυκλεων
Βδ.
Βδ.
1176
τίνα δῆτ’ἂν λέγοις;
Φιλοκλεων
Φι.
Φι.
1176
πολλοὺς πάνυ.
1177
πρῶτον μὲν ὡς Λάμι’ἁλοῦσ’ἐπέρδετο,
1178
ἔπειτα δ’ὡς Καρδοπίων τὴν μητέρα.
Βδελυκλεων
Βδ.
Βδ.
1179
μή ’μοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
1180
οἵους λέγομεν μάλιστα τοὺς κατ’οἰκίαν.
Φιλοκλεων
Φι.
Φι.
1181
ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ’οἰκίαν
1182
ἐκεῖνον ὡς οὕτω ποτ’ἦν μῦς καὶ γαλῆ.
Βδελυκλεων
Βδ.
Βδ.
1183
σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη
1184
τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,
1185
μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;
Φιλοκλεων
Φι.
Φι.
1186
ποίους τινὰς δὲ χρὴ λέγειν;
Βδελυκλεων
Βδ.
Βδ.
1186
μεγαλοπρεπεῖς,
1187
ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
Φιλοκλεων
Φι.
Φι.
1188
ἐγὼ δὲ τεθεώρηκα ποώποτ’οὐδαμοῖ
1189
πλὴν ἐς Πάρον, καὶ ταῦτα δύ’ὀβολὼ φέρων.
Βδελυκλεων
Βδ.
Βδ.
1190
ἀλλ’οὖν λέγειν χρή σ’ὡς ἐμάχετό γ’αὐτίκα
1191
Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
1192
ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
1193
πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
1194
θώρακ’ἄριστον.
Φιλοκλεων
Φι.
Φι.
1194
παῦε παῦ’, οὐδὲν λέγεις.
1195
πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ’ἔχων;
Βδελυκλεων
Βδ.
Βδ.
1196
οὕτω διηγεῖσθαι νομίζουσ’οἱ σοφοί.
1197
ἀλλ’ἕτερον εἰπέ μοι · παρ’ἀνδράσι ξένοις
1198
πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
1199
ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
Φιλοκλεων
Φι.
Φι.
1200
ἐκεῖν’ἐκεῖν’ἀνδρειότατόν γε τῶν ἐμῶν,
1201
ὅτ’Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
Βδελυκλεων
Βδ.
Βδ.
1202
ἀπολεῖς με. ποίας χάρακας; ἀλλ’ὡς κάπρον
1203
ἐδιώκαθές ποτ’ λαγών, λαμπάδα
1204
ἔδραμες, ἀνευρὼν τι νεανικώτατον.
Φιλοκλεων
Φι.
Φι.
1205
ἐγᾦδα τοίνυν τό γε νεανικώτατον ·
1206
ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
1207
εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Βδελυκλεων
Βδ.
Βδ.
1208
παῦ’· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
1209
ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
Φιλοκλεων
Φι.
Φι.
1210
πῶς οὖν κατακλινῶ; φράζ’ἀνύσας.
Βδελυκλεων
Βδ.
Βδ.
1210
εὐσχημόνως.
Φιλοκλεων
Φι.
Φι.
1211
ὡδὶ κελεύεις κατακλινῆναι;
Βδελυκλεων
Βδ.
Βδ.
1211
μηδαμῶς.
Φιλοκλεων
Φι.
Φι.
1212
πῶς δαί;
Βδελυκλεων
Βδ.
Βδ.
1212
τὰ γόνατ’ἔκτεινε καὶ γυμναστικῶς
1213
ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
1214
ἔπειτ’ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
1215
ὀροφὴν θέασαι, κρεκάδι’αὐλῆς θαύμασον ·
1216
ὕδωρ κατὰ χειρός · τὰς τραπέζας ἐσφέρειν ·
1217
δειπνοῦμεν · ἀπονενίμμεθ’· ἤδη σπένδομεν.
Φιλοκλεων
Φι.
Φι.
1218
πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
Βδελυκλεων
Βδ.
Βδ.
1219
αὑλητρὶς ἐνεφύσησεν · οἱ δὲ συμπόται
1220
εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
1221
ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.
1222
τούτοις ξυνὼν τὰ σκόλι’ὅπως δέξει καλῶς.
Φιλοκλεων
Φι.
Φι.
1223
ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
Βδελυκλεων
Βδ.
Βδ.
1224
ἐγὼ εἴσομαι · καὶ δὴ γάρ εἰμ’ἐγὼ Κλέων,
1225
ᾄδω δὲ πρῶτος Ἁρμοδίου · δέξαι δὲ σύ.
1226
οὐδεὶς πώποτ’ἀνὴρ ἔγεντ’Ἀθήναις
Φιλοκλεων
Φι.
Φι.
1227
οὐχ οὕτω γε πανοῦργος οὐ δὲ κλέπτης.
Βδελυκλεων
Βδ.
Βδ.
1228
τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος ·
1229
φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
1230
καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
Φιλοκλεων
Φι.
Φι.
1230
ἐγὼ δέ γε,
1231
ἐὰν ἀπειλῇ, νὴ Δί’ἕτερ’ἀντᾴσομαι ·
1232
ὦνθρωφ’, οὖτος μαιόμενος τὸ μέγα κράτος,
1235
ἀντρέψεις ἔτι τὰν πόλιν · δ’ἔχεται ῥοπᾶς.
Βδελυκλεων
Βδ.
Βδ.
1236
τί δ’ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
1237
ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς ·
1238
Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.
1240
τούτῳ τί λέξεις σκόλιον;
Φιλοκλεων
Φι.
Φι.
1240
ᾠδικῶς ἐγώ.
1241
οὐκ ἔστιν ἀλωπεκίζειν,
1242
οὐ δ’ἀμφοτέροισι γίγνεσθαι φίλον.
Βδελυκλεων
Βδ.
Βδ.
1243
μετὰ τοῦτον Αἰσχίνης Σέλλου δέξεται,
1244
ἀυὴρ σοφὸς καὶ μουσικός, κᾆτ’ᾄσεται ·
1245
χρήματα καὶ βίαν
1246
Κλειταγόρᾳτε κἀμοὶ
1247
μετὰ Θετταλῶν’
Φιλοκλεων
Φι.
Φι.
1248
πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
Βδελυκλεων
Βδ.
Βδ.
1249
τουτὶ μὲν ἐπιεικῶς σύ γ’ἐξεπίστασαι ·
1250
ὅπως δ’ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
1251
παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
1252
ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
Φιλοκλεων
Φι.
Φι.
1252
μηδαμῶς.
1253
κακὸν τὸ πίνειν · ἀπὸ γὰρ οἴνου γίγνεται
1254
καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
1255
κἄπειτ’ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
Βδελυκλεων
Βδ.
Βδ.
1256
οὔκ, ἢν ξυνῇς γ’ἀνδράσι καλοῖςτε κἀγαθοῖς.
1257
γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
1258
λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
1259
Αἰσωπικὸν γέλοιον Συβαριτικόν,
1260
ὧν ἔμαθες ἐν τῷ συμποσίῳ · κᾆτ’ἐς γέλων
1261
τὸ πρᾶγμ’ἔτρεψας, ὥστ’ἀφείς σ’ἀποιχεται.
Φιλοκλεων
Φι.
Φι.
1262
μαθητέον τἄρ’ἐστὶ πολλοὺς τῶν λόγων,
1263
εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
Βδελυκλεων
Βδ.
Βδ.
1264
ἄγε νυν ἴωμεν · μηδὲν ἡμᾶς ἰσχέτω.
Χορος
Χο.
Χο.
1265
πολλάκις δὴ ’δοξ’ἐμαυτῷ δεξειὸς πεφυκέναι
1266
καὶ σκαιὸς οὐδεπώποτε ·
1267
ἀλλ’Ἀμυνίας Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
1268
οὗτος ὅν γ’ἐγώ ποτ’εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
1269
δειπνοῦντα μετὰ Λεωγόρου ·
1270
πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν ·
1271
ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ’, εἶτ’ἐκεῖ
1272
μόνος μόνοις
1273
τοῖς Πενέσταισι ξυνῆν τοῖς
1274
Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
1275
μακάρι’Αὐτόμενες ὥς σε μακαρίζομεν,
1276
παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους ·
1277
πρῶτα μὲν ἅπασι φίλον ἄνδρατε σοφώτατον,
1278
τὸν κιφαραοιδότατον, χάρις ἐφέσπετο ·
1279
τὸν δ’ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν ·
1280
εἶτ’Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
1281
ὅντινά ποτ’ὤμοσε μαθόντα παρὰ μηδενός,
1282
ἀλλ’ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν
1283
γλωττοποιεῖν ἐς τὰ πορνεῖ’εἰσιόνθ’ἑκάστοτε. […]
1284
εἰσί τινες οἵ μ’ἔλεγον ὡς καταδιηλλάγην,
1285
ἡνίκα Κλέων μ’ὑπετάραττεν ἐπικείμενος
1286
καί με κακίσταις ἔκνισε · κᾆθ’ὅτ’ἀπεδειρόμην,
1287
οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
1288
οὐδὲν ἄρ’ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
1289
σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
1290
ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα ·
1291
εἶτα νῦν ἐξηπάτησεν χάραξ τὴν ἄμπελον.
Ξανθιας
Ξα.
Ξα.
1292
ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
1293
καὶ τρὶς μακάριαι τοῦ ’πὶ ταῖς πλευραῖς τέγους.
1294
ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
1295
κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
1296
ἐγὼ δ’ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
Χορος
Χο.
Χο.
1297
τί δ’ἔστιν παῖ; παῖδα γάρ, κἂν γέρων,
1298
καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
Ξανθιας
Ξα.
Ξα.
1299
οὐ γὰρ γέρων ἀτηρότατον ἄρ’ἦν κακὸν
1300
καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;
1301
καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
1302
Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
1303
τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
1304
εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
1305
ἐνήλατ’ἐσκίρτα ’πεπόρδει κατεγέλα
1306
ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
1307
κἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν.
1308
εἶτ’αὐτὸν ὡς εἶδ’ᾔκασεν Λυσίστρατος ·
1309
ἔοικας πρεσβῦτα νεοπλούτῳ τρυγὶ
1310
κλητῆρίτ’εἰς ἀχυρμὸν ἀποδεδρακότι .
1311
δ’ἀνακραγὼν ἀντῄκασ’αὐτὸν πάρνοπι
1312
τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
1313
Σθενέλῳτε τὰ σκευάρια διακεκαρμένῳ.
1314
οἱ δ’ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου ·
1315
οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός.
1316
γέρων δὲ τὸν Θούφραστον ἤρετ’· ’εἰπέ μοι,
1317
ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
1318
κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ’ἀεί ;’
1319
τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
1320
σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων
1321
ἀμαθέστατ’οὐδὲν εἰκότας τῷ πράγματι.
1322
ἔπειτ’ἐπειδὴ ’μέθυεν, οἴκαδ’ἔρχεται
1323
τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
1324
ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
1325
ἀλλ’ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.
Φιλοκλεων
Φι.
Φι.
1326
ἄνεχε πάρεχε ·
1327
κλαύσεταί τις τῶν ὄπισθεν
1328
ἐπακολουθούντων ἐμοί ·
1329
οἷον, εἰ μὴ ’ρρήσεθ’, ὑμᾶς
1330
πόνηροι ταυτῃὶ τῇ
1331
δᾳδὶ φρυκτοὺς σκευάσω.
Ξυμοτης τις
Ξυ.
Ξυ.
1332
μὴν σὺ δώσεις αὔριον τούτων δίκην
1333
ἡμῖν ἅπασι, κεἰ σφόδρ’εἶ νεανίας.
1334
ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
Φιλοκλεων
Φι.
Φι.
1335
ἰὴ ἰεῦ, καλούμενοι.
1336
ἀρχαῖά γ’ὑμῶν · ἆρά γ’ἴσθ’
1337
ὡς οὐ δ’ἀκούων ἀνέχομαι
1338
δικῶν; ἰαιβοῖ, αἰβοῖ.
1339
τάδε μ’ἀρέσκει · βάλλε κημούς.
1340
οὐκ ἄπεισι; ποῦ ’στιν ἡμῖν ἡλιαστής; ἐκποδών.
1341
ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
1342
τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
1343
ἔχου · φυλάττου δ’, ὡς σαπρὸν τὸ σχοινίον ·
1344
ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
1345
ὁρᾷς ἐγώ σ’ὡς δεξιῶς ὑφειλόμην
1346
μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας ·
1347
ὧν οὕνεκ’ἀπόδος τῷ πέει τῳδὶ χάριν.
1348
ἀλλ’οὐκ ἀποδώσεις οὐ δ’ἐφιαλεῖς οἶδ’ὅτι,
1349
ἀλλ’ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα ·
1350
πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ’ἠργάσω.
1351
ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
1352
ἐγώ σ’ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
1353
λυσάμενος ἕξω παλλακὴν χοιρίον.
1354
νῦν δ’οὐ κρατῶ ’γὼ τῶν ἐμαυτοῦ χρημάτων
1355
νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.
1356
τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
1357
κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
1358
ταῦτ’οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
1359
πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.
1360
ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμ’ἔοικε θεῖν.
1361
ἀλλ’ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
1362
λαβοῦσ’, ἵν’αὐτὸν τωθάσω νεανικῶς,
1363
οἵοις ποθ’οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.
Βδελυκλεων
Βδ.
Βδ.
1364
οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
1365
ποθεῖν ἐρᾶντ’ἔοικας ὡραίας σοροῦ.
1366
οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
Φιλοκλεων
Φι.
Φι.
1367
ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Βδελυκλεων
Βδ.
Βδ.
1368
οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
1369
τῶν ξυμποτῶν κλέψαντα;
Φιλοκλεων
Φι.
Φι.
1369
ποίαν αὐλητρίδα;
1370
τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;
Βδελυκλεων
Βδ.
Βδ.
1371
νὴ τὸν Δί’αὕτη πού ’στί σοί γ’ Δαρδανίς.
Φιλοκλεων
Φι.
Φι.
1372
οὔκ, ἀλλ’ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
Βδελυκλεων
Βδ.
Βδ.
1373
δᾲς ἥδε;
Φιλοκλεων
Φι.
Φι.
1373
δᾲς δῆτ’. οὐχ ὁρᾷς ἐστιγμένην;
Βδελυκλεων
Βδ.
Βδ.
1374
τί δὲ τὸ μέλαν τοῦτ’ἐστὶν αὐτῆς τοὐν μέσῳ;
Φιλοκλεων
Φι.
Φι.
1375
πίττα δήπου καομένης ἐξέρχεται.
Βδελυκλεων
Βδ.
Βδ.
1376
δ’ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
Φιλοκλεων
Φι.
Φι.
1377
ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.
Βδελυκλεων
Βδ.
Βδ.
1378
τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ;
Φιλοκλεων
Φι.
Φι.
1379
τί μέλλεις δρᾶν;
Βδελυκλεων
Βδ.
Βδ.
1379
ἄγειν ταύτην λαβὼν
1380
ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν
1381
κοὐδὲν δύνασθαι δρᾶν.
Φιλοκλεων
Φι.
Φι.
1381
ἄκουσόν νυν ἐμοῦ.
1382
Ὀλυμπίασιν, ἡνίκ’ἐθεώρουν ἐγώ,
1383
Ἐφουδίων ἐμαχέσατ’Ἀσκώνδᾳ καλῶς
1384
ἤδη γέρων ὤν · εἶτα τῇ πυγμῇ θενὼν
1385
πρεσβύτερος κατέβαλε τὸν νεώτερον.
1386
πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια.
Βδελυκλεων
Βδ.
Βδ.
1387
νὴ τὸν Δί’ἐξέμαθές γε τὴν Ὀλυμπίαν.
Αρτοπωλις
Αρ.
Αρ.
1388
ἴθι μοι παράστηθ’, ἀντιβολῶ πρὸς τῶν θεῶν.
1389
ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ’ἀπώλεσεν
1390
τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ
1391
ἄρτους δέκ’ὀβολῶν κἀπιθήκην τέτταρας.
Βδελυκλεων
Βδ.
Βδ.
1392
ὁρᾷς δέδρακας; πράγματ’αὖ δεῖ καὶ δίκας
1393
ἔχειν διὰ τὸν σὸν οἶνον.
Φιλοκλεων
Φι.
Φι.
1393
οὐδαμῶς γ’, ἐπεὶ
1394
λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί ·
1395
ὥστ’οἶδ’ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
Αρτοπωλις
Αρ.
Αρ.
1396
οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
1397
τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
1398
οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
Φιλοκλεων
Φι.
Φι.
1399
ἄκουσον γύναι · λόγον σοι βούλομαι
1400
λέξαι χαρίεντα.
Αρτοπωλις
Αρ.
Αρ.
1400
μὰ Δία μὴ ’μοί γ’ μέλε.
Φιλοκλεων
Φι.
Φι.
1401
Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ’ἑσπέρας
1402
θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
1403
κἄπειτ’ἐκεῖνος εἶπεν, κύον κύον,
1404
εἰ νὴ Δί’ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
1405
πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς .
Αρτοπωλις
Αρ.
Αρ.
1406
καὶ καταγελᾷς μου; προσκαλοῦμαί σ’ὅστις εἶ
1407
πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
1408
κλητῆρ’ἔχουσα Χαιρεφῶντα τουτονί.
Φιλοκλεων
Φι.
Φι.
1409
μὰ Δί’ἀλλ’ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
1410
Λᾶσός ποτ’ἀντεδίδασκε καὶ Σιμωνίδης ·
1411
ἔπειθ’ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει .
Αρτοπωλις
Αρ.
Αρ.
1412
ἄληθες οὗτος;
Φιλοκλεων
Φι.
Φι.
1412
καὶ σὺ δή μοι Χαιρεφῶν
1413
γυναικὶ κλητεύειν ἐοικὼς θαψίνῃ,
1414
Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
Βδελυκλεων
Βδ.
Βδ.
1415
ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
1416
καλούμενός σε · τόν γέ τοι κλητῆρ’ἔχει.
Κατηγορος
Κα.
Κα.
1417
οἴμοι κακοδαίμων. προσκαλοῦμαί σ’ γέρον
1418
ὕβρεως.
Βδελυκλεων
Βδ.
Βδ.
1418
ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν ·
1419
ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
1420
ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
Φιλοκλεων
Φι.
Φι.
1421
ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
1422
ἑκών · ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
1423
ἀλλ’ἐλθὲ δευρί · πότερον ἐπιτρέπεις ἐμοί,
1424
τι χρή μ’ἀποτείσαντ’ἀργύριον τοῦ πράγματος
1425
εἶναι φίλον τὸ λοιπόν, σύ μοι φράσεις;
Κατηγορος
Κα.
Κα.
1426
σὺ λέγε. δικῶν γὰρ οὐ δέομ’οὐ δὲ πραγμάτων.
Φιλοκλεων
Φι.
Φι.
1427
ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
1428
καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα ·
1429
ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
1430
κἄπειτ’ἐπιστὰς εἶπ’ἀνὴρ αὐτῷ φίλος ·
1431
ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην .
1432
οὕτω δὲ καὶ σὺ παράτρεχ’ἐς τὰ Πιττάλου.
Βδελυκλεων
Βδ.
Βδ.
1433
οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
Κατηγορος
Κα.
Κα.
1434
ἀλλ’οὖν σὺ μέμνησ’αὐτὸς ἁπεκρίνατο.
Φιλοκλεων
Φι.
Φι.
1435
ἄκουε, μὴ φεῦγ’. ἐν Συβάρει γυνή ποτε
1436
κατέαξ’ἐχῖνον.
Κατηγορος
Κα.
Κα.
1436
ταῦτ’ἐγὼ μαρτύρομαι.
Φιλοκλεων
Φι.
Φι.
1437
οὑχῖνος οὖν ἔχων τιν’ἐπεμαρτύρατο ·
1438
εἶθ’ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὰν κόραν
1439
τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
1440
ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα .
Κατηγορος
Κα.
Κα.
1441
ὕβριζ’ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
Βδελυκλεων
Βδ.
Βδ.
1442
οὔτοι μὰ τὴν Δήμητρ’ἔτ’ἐνταυθοῖ μενεῖς,
1443
ἀλλ’ἀράμενος οἴσω σε
Φιλοκλεων
Φι.
Φι.
1443
τί ποιεῖς;
Βδελυκλεων
Βδ.
Βδ.
1443
τι ποιῶ;
1444
εἴσω φέρω σ’ἐντεῦθεν · εἰ δὲ μή, τάχα
1445
κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
Φιλοκλεων
Φι.
Φι.
1446
Αἴσωπον οἱ Δελφοί ποτ’
Βδελυκλεων
Βδ.
Βδ.
1446
ὀλίγον μοι μέλει.
Φιλοκλεων
Φι.
Φι.
1447
φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ ·
1448
δ’ἔλεξεν αὐτοῖς, ὡς κάνθαρός ποτε
Βδελυκλεων
Βδ.
Βδ.
1449
οἴμ’ὡς ἀπολῶ σ’αὐτοῖσι τοῖσι κανθάροις.
Χορος
Χο.
Χο.
1450
ζηλῶ γε τῆς εὐτυχίας
1451
τὸν πρέσβυν οἷ μετέστη
1452
ξηρῶν τρόπων καὶ βιοτῆς ·
1453
ἕτερα δὲ νῦν ἀντιμαθὼν
1454
μέγα τι μεταπεσεῖται
1455
ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν.
1456
τάχα δ’ἂν ἴσως οὐκ ἐθέλοι.
1457
τὸ γὰρ ἀποστῆναι χαλεπὸν
1458
φύσεος, ἣν ἔχοι τις ἀεί.
1459
καίτοι πολλοὶ ταῦτ’ἔπαθον ·
1460
ξυνόντες γνώμαις ἑτέρων
1461
μετεβάλοντο τοὺς τρόπους.
1462
πολλοῦ δ’ἐπαίνου παρ’ἐμοὶ
1463
καὶ τοῖσιν εὖ φρονοῦσιν
1464
τυχὼν ἄπεισιν διὰ τὴν
1465
φιλοπατρίαν καὶ σοφίαν
1466
παῖς Φιλοκλέωνος.
1467
οὐδενὶ γὰρ οὕτως ἀγανῷ
1468
ξυνεγενόμην, οὐ δὲ τρόποις
1469
ἐπεμάνην οὐ δ’ἐξεχύθην.
1470
τί γὰρ ἐκεῖνος ἀντιλέγων
1471
οὐ κρείττων ἦν, βουλόμενος
1472
τὸν φύσαντα σεμνοτέροις
1473
κατακοσμῆσαι πράγμασιν;
Ξανθιας
Ξα.
Ξα.
1474
νὴ τὸν Διόνυσον ἄπορά γ’ἡμῖν πράγματα
1475
δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.
1476
γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
1477
ἤκουσέτ’αὐλοῦ, περιχαρὴς τῷ πράγματι
1478
ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
1479
τἀρχαἶ ἐκεῖν’οἷς Θέσπις ἠγωνίζετο ·
1480
καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
1481
τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
Φιλοκλεων
Φι.
Φι.
1482
τίς ἐπ’αὐλείοισι θύραις θάσσει;
Ξανθιας
Ξα.
Ξα.
1483
τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
Φιλοκλεων
Φι.
Φι.
1484
κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
1485
σχήματος ἀρχὴ
Ξανθιας
Ξα.
Ξα.
1486
μᾶλλον δέ γ’ἴσως μανίας ἀρχή.
Φιλοκλεων
Φι.
Φι.
1487
πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης ·
1488
οἶον μυκτὴρ μυκᾶται καὶ
1489
σφόνδυλος ἀχεῖ.
Ξανθιας
Ξα.
Ξα.
1489
πῖθ’ἑλλέβορον.
Φιλοκλεων
Φι.
Φι.
1490
πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ
Ξανθιας
Ξα.
Ξα.
1491
τάχα βαλλήσεις.
Φιλοκλεων
Φι.
Φι.
1492
σκέλος οὐράνιόν γ’ἐκλακτίζων.
1493
πρωκτὸς χάσκει.
Ξανθιας
Ξα.
Ξα.
1493
κατὰ σαυτὸν ὅρα.
Φιλοκλεων
Φι.
Φι.
1494
νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
1495
στρέφεται χαλαρὰ κοτυληδών.
1496
οὐκ εὖ;
Βδελυκλεων
Βδ.
Βδ.
1496
μὰ Δί’οὐ δῆτ’, ἀλλὰ μανικὰ πράγματα.
Φιλοκλεων
Φι.
Φι.
1497
θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
1498
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
1499
ἐμοὶ διορχησόμενος ἐνθάδ’εἰσίτω.
1500
φησίν τις οὐδείς;
Ξανθιας
Ξα.
Ξα.
1500
εἶς γ’ἐκεινοσὶ μόνος.
Φιλοκλεων
Φι.
Φι.
1501
τίς κακοδαίμων ἐστίν;
Ξανθιας
Ξα.
Ξα.
1501
υἱὸς Καρκίνου
1502
μέσατος.
Φιλοκλεων
Φι.
Φι.
1502
ἀλλ’οὗτός γε καταποθήσεται ·
1503
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
1504
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ’.
Ξανθιας
Ξα.
Ξα.
1504
ἀλλ’ᾠζυρὲ
1505
ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
1506
ἀδελφὸς αὐτοῦ.
Φιλοκλεων
Φι.
Φι.
1506
νὴ Δί’ὠψώνηκ’ἄρα.
Ξανθιας
Ξα.
Ξα.
1507
μὰ τὸν Δί’οὐδέν γ’ἄλλο πλήν γε καρκίνους ·
1508
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
Φιλοκλεων
Φι.
Φι.
1509
τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς φάλαγξ;
Ξανθιας
Ξα.
Ξα.
1510
πινοτήρης οὗτός ἐστι τοῦ γένους,
1511
σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
Φιλοκλεων
Φι.
Φι.
1512
Καρκίν’ μακάριε τῆς εὐπαιδίας,
1513
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
1514
ἀτὰρ καταβατέον γ’ἐπ’αὐτούς μ’· ᾠζυρέ,
1515
ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
Χορος
Χο.
Χο.
1516
φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
1517
ἵν’ἐφ’ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.
1518
ἄγ’ μεγαλώνυμα τέκνα
1519
τοῦ θαλασσίου θεοῦ,
1520
πηδᾶτε παρὰ ψάμαθον
1521
καὶ θῖν’ἁλὸς ἀτρυγέτου,
1522
καρίδων ἀδελφοί ·
1523
ταχὺν πόδα κυκλοσοβεῖτε,
1524
καὶ τὸ Φρυνίχειον
1525
ἐκλακτισάτω τις, ὅπως
1526
ἰδόντες ἄνω σκέλος ὤζωσιν
1527
οἱ θεαταί.
1528
στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
1530
ῥῖπτε σκέλος οὐράνιον · βέμβικες ἐγγενέσθων.
1531
καὐτὸς γὰρ ποντομέδων ἄναξ πατὴρ προσέρπει
1532
ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
1535
ἀλλ’ἐξάγετ’, εἴ τι φιλεῖτ’ὀρχούμενοι, θύραζε
1536
ἡμᾶς ταχύ · τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
1537
ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.