Aristophanes

The Clouds

Στρεψιαδης
Στ.
Στ.
1
ἰοὺ ἰού ·
2
Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον ·
3
ἀπέραντον. οὐδέποθ’ἡμέρα γενήσεται;
4
καὶ μὴν πάλαι γ’ἀλεκτρυόνος ἤκουσ’ἐγώ ·
5
οἱ δ’οἰκέται ῥέγκουσιν · ἀλλ’οὐκ ἂν πρὸ τοῦ.
6
ἀπόλοιο δῆτ’ πόλεμε πολλῶν οὕνεκα,
7
ὅτ’οὐ δὲ κολάσ’ἔξεστί μοι τοὺς οἰκέτας.
8
ἀλλ’οὐ δ’ χρηστὸς οὑτοσὶ νεανίας
9
ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται
10
ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
11
ἀλλ’εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.
12
ἀλλ’οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος
13
ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν
14
διὰ τουτονὶ τὸν υἱόν. δὲ κόμην ἔχων
15
ἱππάζεταίτε καὶ ξυνωρικεύεται
16
ὀνειροπολεῖθ’ἵππους · ἐγὼ δ’ἀπόλλυμαι
17
ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας ·
18
οἱ γὰρ τόκοι χωροῦσιν. ἅπτε παῖ λύχνον,
19
κἄκφερε τὸ γραμματεῖον, ἵν’ἀναγνῶ λαβὼν
20
ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
21
φέρ’ἴδω τί ὀφείλω; δώδεκα μνᾶς Πασίᾳ.
22
τοῦ δώδεκα μνᾶς Πασίᾳ; τί ἐχρησάμην;
23
ὅτ’ἐπριάμην τὸν κοππατίαν. οἴμοι τάλας,
24
εἴθ’ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
Φειδιππιδης
Φε.
Φε.
25
φίλων ἀδικεῖς · ἔλαυνε τὸν σαυτοῦ δρόμον.
Στρεψιαδης
Στ.
Στ.
26
τοῦτ’ἔστι τουτὶ τὸ κακὸν μ’ἀπολώλεκεν ·
27
ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
Φειδιππιδης
Φε.
Φε.
28
πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
Στρεψιαδης
Στ.
Στ.
29
ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρ’ἐλαύνεις δρόμους.
30
ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
31
τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.
Φειδιππιδης
Φε.
Φε.
32
ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
Στρεψιαδης
Στ.
Στ.
33
ἀλλ’ μέλ’ἐξήλικας ἐμέ γ’ἐκ τῶν ἐμῶν,
34
ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου
35
ἐνεχυράσεσθαί φασιν.
Φειδιππιδης
Φε.
Φε.
35b
ἐτεὸν πάτερ
36
τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθ’ὅλην;
Στρεψιαδης
Στ.
Στ.
37
δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.
Φειδιππιδης
Φε.
Φε.
38
ἔασον δαιμόνιε καταδαρθεῖν τί με.
Στρεψιαδης
Στ.
Στ.
39
σὺ δ’οὖν κάθευδε · τὰ δὲ χρέα ταῦτ’ἴσθ’ὅτι
40
ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται. φεῦ.
41
εἴθ’ὤφελ’ προμνήστρι’ἀπολέσθαι κακῶς,
42
ἥτις με γῆμ’ἐπῆρε τὴν σὴν μητέρα ·
43
ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος
44
εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος,
45
βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
46
ἔπειτ’ἔγημα Μεγακλέους τοῦ Μεγακλέους
47
ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως,
48
σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
49
ταύτην ὅτ’ἐγάμουν, συγκατεκλινόμην ἐγὼ
50
ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας,
51
δ’αὖ μύρου κρόκου καταγλωττισμάτων,
52
δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
53
οὐ μὴν ἐρῶ γ’ὡς ἀργὸς ἦν, ἀλλ’ἐσπάθα.
54
ἐγὼ δ’ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ
55
πρόφασιν ἔφασκον, γύναι λίαν σπαθᾷς.
Θεραπων
Θε.
Θε.
56
ἔλαιον ἡμῖν οὐκ ἔνεστ’ἐν τῷ λύχνῳ.
Στρεψιαδης
Στ.
Στ.
57
οἴμοι · τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
58
δεῦρ’ἔλθ’ἵνα κλάῃς.
Θεραπων
Θε.
Θε.
58b
διὰ τί δῆτα κλαύσομαι;
Στρεψιαδης
Στ.
Στ.
59
ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
60
μετὰ ταῦθ’, ὅπως νῷν ἐγένεθ’υἱὸς οὑτοσί,
61
ἐμοίτε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ,
62
περὶ τοὐνόματος δὴ ’ντεῦθεν ἐλοιδορούμεθα ·
63
μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα,
64
Ξάνθιππον Χαριππον Καλλιππίδην,
65
ἐγὼ δὲ τοῦ πάππου ’τιθέμην Φειδωνίδην.
66
τέως μὲν οὖν ἐκρινόμεθ’· εἶτα τῷ χρόνῳ
67
κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
68
τοῦτον τὸν υἱὸν λαμβάνουσ’ἐκορίζετο,
69
ὅταν σὺ μέγας ὢν ἅρμ’ἐλαύνῃς πρὸς πόλιν,
70
ὥσπερ Μεγακλέης, ξυστίδ’ἔχων. ἐγὼ δ’ἔφην,
71
ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως,
72
ὥσπερ πατήρ σου, διφθέραν ἐνημμένος.
73
ἀλλ’οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις,
74
ἀλλ’ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
75
νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ
76
μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ,
77
ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
78
ἀλλ’ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
79
πῶς δῆτ’ἂν ἥδιστ’αὐτὸν ἐπεγείραιμι; πῶς;
80
Φειδιππίδη Φειδιππίδιον.
Φειδιππιδης
Φε.
Φε.
80b
τί πάτερ;
Στρεψιαδης
Στ.
Στ.
81
κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
Φειδιππιδης
Φε.
Φε.
82
ἰδού. τί ἔστιν;
Στρεψιαδης
Στ.
Στ.
82b
εἰπέ μοι, φιλεῖς ἐμέ;
Φειδιππιδης
Φε.
Φε.
83
νὴ τὸν Ποσειδῶ τουτονὶ τὸν ἵππιον.
Στρεψιαδης
Στ.
Στ.
84
μὴ ’μοί γε τοῦτον μηδαμῶς τὸν ἵππιον ·
85
οὗτος γὰρ θεὸς αἴτιός μοι τῶν κακῶν.
86
ἀλλ’εἴπερ ἐκ τῆς καρδίας μ’ὄντως φιλεῖς,
87
παῖ πιθοῦ.
Φειδιππιδης
Φε.
Φε.
87b
τί οὖν πίθωμαι δῆτά σοι;
Στρεψιαδης
Στ.
Στ.
88
ἔκστρεψον ὡς τάχιστα τοὺς σαυτοῦ τρόπους,
89
καὶ μάνθαν’ἐλθὼν ἃν ἐγὼ παραινέσω.
Φειδιππιδης
Φε.
Φε.
90
λέγε δή, τί κελεύεις;
Στρεψιαδης
Στ.
Στ.
90b
καί τι πείσει;
Φειδιππιδης
Φε.
Φε.
90c
πείσομαι
91
νὴ τὸν Διόνυσον.
Στρεψιαδης
Στ.
Στ.
91b
δεῦρό νυν ἀπόβλεπε.
92
ὁρᾷς τὸ θύριον τοῦτο καὶ τᾠκίδιον;
Φειδιππιδης
Φε.
Φε.
93
ὁρῶ. τί οὖν τοῦτ’ἐστὶν ἐτεὸν πάτερ;
Στρεψιαδης
Στ.
Στ.
94
ψυχῶν σοφῶν τοῦτ’ἐστὶ φροντιστήριον.
95
ἐνταῦθ’ἐνοικοῦσ’ἄνδρες, οἳ τὸν οὐρανὸν
96
λέγοντες ἀναπείθουσιν ὡς ἔστιν πνιγεύς,
97
κἄστιν περὶ ἡμᾶς οὗτος, ἡμεῖς δ’ἄνθρακες.
98
οὗτοι διδάσκουσ’, ἀργύριον ἤν τις διδῷ,
99
λέγοντα νικᾶν καὶ δίκαια κἄδικα.
Φειδιππιδης
Φε.
Φε.
100
εἰσὶν δὲ τίνες;
Στρεψιαδης
Στ.
Στ.
100b
οὐκ οἶδ’ἀκριβῶς τοὔνομα ·
101
μεριμνοφροντισταὶ καλοίτε κἀγαθοί.
Φειδιππιδης
Φε.
Φε.
102
αἰβοῖ πονηροί γ’, οἶδα. τοὺς ἀλαζόνας
103
τοὺς ὠχριῶντας τοὺς ἀνυποδήτους λέγεις,
104
ὧν κακοδαίμων Σωκράτης καὶ Χαιρεφῶν.
Στρεψιαδης
Στ.
Στ.
105
σιώπα · μηδὲν εἴπῃς νήπιον.
106
ἀλλ’εἴ τι κήδει τῶν πατρῴων ἀλφίτων,
107
τούτων γενοῦ μοι σχασάμενος τὴν ἱππικήν.
Φειδιππιδης
Φε.
Φε.
108
οὐκ ἂν μὰ τὸν Διόνυσον, εἰ δοίης γέ μοι
109
τοὺς φασιανοὺς οὓς τρέφει Λεωγόρας.
Στρεψιαδης
Στ.
Στ.
110
ἴθ’ἀντιβολῶ σ’ φίλτατ’ἀνθρώπων ἐμοὶ
111
ἐλθὼν διδάσκου.
Φειδιππιδης
Φε.
Φε.
111b
καὶ τί σοι μαθήσομαι;
Στρεψιαδης
Στ.
Στ.
112
εἶναι παρ’αὐτοῖς φασιν ἄμφω τὼ λόγω,
113
τὸν κρείττον’, ὅστις ἐστί, καὶ τὸν ἥττονα.
114
τούτοιν τὸν ἕτερον τοῖν λόγοιν, τὸν ἥττονα,
115
νικᾶν λέγοντά φασι τἀδικώτερα.
116
ἢν οὖν μάθῃς μοι τὸν ἄδικον τοῦτον λόγον,
117
νῦν ὀφείλω διὰ σέ, τούτων τῶν χρεῶν
118
οὐκ ἂν ἀποδοίην οὐ δ’ἂν ὀβολὸν οὐδενί.
Φειδιππιδης
Φε.
Φε.
119
οὐκ ἂν πιθοίμην · οὐ γὰρ ἂν τλαίην ἰδεῖν
120
τοὺς ἱππέας τὸ χρῶμα διακεκναισμένος.
Στρεψιαδης
Στ.
Στ.
121
οὐκ ἄρα μὰ τὴν Δήμητρα τῶν γ’ἐμῶν ἔδει,
122
οὔτ’αὐτὸς οὔθ’ ζύγιος οὔθ’ σαμφόρας ·
123
ἀλλ’ἐξελῶ σ’ἐς κόρακας ἐκ τῆς οἰκίας.
Φειδιππιδης
Φε.
Φε.
124
ἀλλ’οὐ περιόψεταί μ’ θεῖος Μεγακλέης
125
ἄνιππον. ἀλλ’εἴσειμι, σοῦ δ’οὐ φροντιῶ.
Στρεψιαδης
Στ.
Στ.
126
ἀλλ’οὐ δ’ἐγὼ μέντοι πεσών γε κείσομαι,
127
ἀλλ’εὐξάμενος τοῖσιν θεοῖς διδάξομαι
128
αὐτὸς βαδίζων ἐς τὸ φροντιστήριον.
129
πῶς οὖν γέρων ὢν κἀπιλήσμων καὶ βραδὺς
130
λόγων ἀκριβῶν σχινδαλάμους μαθήσομαι;
131
ἰτητέον. τί ταῦτ’ἔχων στραγγεύομαι,
132
ἀλλ’οὐχὶ κόπτω τὴν θύραν; παῖ παιδίον.
Μαθητης
Μα.
Μα.
133
βάλλ’ἐς κόρακας · τίς ἐσθ’ κόψας τὴν θύραν;
Στρεψιαδης
Στ.
Στ.
134
Φείδωνος υἱὸς Στρεψιάδης Κικυννόθεν.
Μαθητης
Μα.
Μα.
135
ἀμαθής γε νὴ Δί’ὅστις οὑτωσὶ σφόδρα
136
ἀπεριμερίμνως τὴν θύραν λελάκτικας
137
καὶ φροντίδ’ἐξήμβλωκας ἐξηυρημένην.
Στρεψιαδης
Στ.
Στ.
138
σύγγνωθί μοι · τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν.
139
ἀλλ’εἰπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον.
Μαθητης
Μα.
Μα.
140
ἀλλ’οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν.
Στρεψιαδης
Στ.
Στ.
141
λέγε νυν ἐμοὶ θαρρῶν · ἐγὼ γὰρ οὑτοσὶ
142
ἥκω μαθητὴς ἐς τὸ φροντιστήριον.
Μαθητης
Μα.
Μα.
143
λέξω. νομίσαι δὲ ταῦτα χρὴ μυστήρια.
144
ἀνήρετ’ἄρτι Χαιρεφῶντα Σωκράτης
145
ψύλλαν ὁπόσους ἅλλοιτο τοὺς αὑτῆς πόδας ·
146
δακοῦσα γὰρ τοῦ Χαιρεφῶντος τὴν ὀφρῦν
147
ἐπὶ τὴν κεφαλὴν τὴν Σωκράτους ἀφήλατο.
Στρεψιαδης
Στ.
Στ.
148
πῶς δῆτα διεμέτρησε;
Μαθητης
Μα.
Μα.
148b
δεξιώτατα.
149
κηρὸν διατήξας, εἶτα τὴν ψύλλαν λαβὼν
150
ἐνέβαψεν ἐς τὸν κηρὸν αὐτῆς τὼ πόδε,
151
κᾆτα ψυχείσῃ περιέφυσαν Περσικαί.
152
ταύτας ὑπολύσας ἀνεμέτρει τὸ χωρίον.
Στρεψιαδης
Στ.
Στ.
153
Ζεῦ βασιλεῦ τῆς λεπτότητος τῶν φρενῶν.
Μαθητης
Μα.
Μα.
154
τί δῆτ’ἂν ἕτερον εἰ πύθοιο Σωκράτους
155
φρόντισμα;
Στρεψιαδης
Στ.
Στ.
155b
ποῖον; ἀντιβολῶ κάτειπέ μοι.
Μαθητης
Μα.
Μα.
156
ἀνήρετ’αὐτὸν Χαιρεφῶν Σφήττιος
157
ὁπότερα τὴν γνώμην ἔχοι, τὰς ἐμπίδας
158
κατὰ τὸ στόμ’ᾄδειν κατὰ τοὐρροπύγιον.
Στρεψιαδης
Στ.
Στ.
159
τί δῆτ’ἐκεῖνος εἶπε περὶ τῆς ἐμπίδος;
Μαθητης
Μα.
Μα.
160
ἔφασκεν εἶναι τοὔντερον τῆς ἐμπίδος
161
στενόν · διὰ λεπτοῦ δ’ὄντος αὐτοῦ τὴν πνοὴν
162
βίᾳ βαδίζειν εὐθὺ τοὐρροπυγίου ·
163
ἔπειτα κοῖλον πρὸς στενῷ προσκείμενον
164
τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
Στρεψιαδης
Στ.
Στ.
165
σάλπιγξ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
166
τρισμακάριος τοῦ διεντερεύματος.
167
ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
168
ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
Μαθητης
Μα.
Μα.
169
πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
170
ὑπ’ἀσκαλαβώτου.
Στρεψιαδης
Στ.
Στ.
170b
τίνα τρόπον; κάτειπέ μοι.
Μαθητης
Μα.
Μα.
171
ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
172
καὶ τὰς περιφορὰς εἶτ’ἄνω κεχηνότος
173
ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
Στρεψιαδης
Στ.
Στ.
174
ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
Μαθητης
Μα.
Μα.
175
ἐχθὲς δέ γ’ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
Στρεψιαδης
Στ.
Στ.
176
εἶεν · τί οὖν πρὸς τἄλφιτ’ἐπαλαμήσατο;
Μαθητης
Μα.
Μα.
177
κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν
178
κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν
179
ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
Στρεψιαδης
Στ.
Στ.
180
τί δῆτ’ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
181
ἄνοιγ’ἄνοιγ’ἀνύσας τὸ φροντιστήριον,
182
καὶ δεῖξον ὡς τάχιστά μοι τὸν Σωκράτη.
183
μαθητιῶ γάρ · ἀλλ’ἄνοιγε τὴν θύραν.
184
Ἡράκλεις ταυτὶ ποδαπὰ τὰ θηρία;
Μαθητης
Μα.
Μα.
185
τί ἐθαύμασας; τῷ σοι δοκοῦσιν εἰκέναι;
Στρεψιαδης
Στ.
Στ.
186
τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς.
187
ἀτὰρ τί ποτ’ἐς τὴν γῆν βλέπουσιν οὑτοιί;
Μαθητης
Μα.
Μα.
188
ζητοῦσιν οὗτοι τὰ κατὰ γῆς.
Στρεψιαδης
Στ.
Στ.
188b
βολβοὺς ἄρα
189
ζητοῦσι. μή νυν τουτογὶ φροντίζετε ·
190
ἐγὼ γὰρ οἶδ’ἵν’εἰσὶ μεγάλοι καὶ καλοί.
191
τί γὰρ οἵδε δρῶσιν οἱ σφόδρ’ἐγκεκυφότες;
Μαθητης
Μα.
Μα.
192
οὗτοι δ’ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρταρον.
Στρεψιαδης
Στ.
Στ.
193
τί δῆθ’ πρωκτὸς ἐς τὸν οὐρανὸν βλέπει;
Μαθητης
Μα.
Μα.
194
αὐτὸς καθ’αὑτὸν ἀστρονομεῖν διδάσκεται.
195
ἀλλ’εἴσιθ’, ἵνα μὴ ’κεῖνος ὑμῖν ἐπιτύχῃ.
Στρεψιαδης
Στ.
Στ.
196
μήπω γε μήπω γ’· ἀλλ’ἐπιμεινάντων, ἵνα
197
αὐτοῖσι κοινώσω τι πραγμάτιον ἐμόν.
Μαθητης
Μα.
Μα.
198
ἀλλ’οὐχ οἷόντ’αὐτοῖσι πρὸς τὸν ἀέρα
199
ἔξω διατρίβειν πολὺν ἄγαν ἐστὶν χρόνον.
Στρεψιαδης
Στ.
Στ.
200
πρὸς τῶν θεῶν τί γὰρ τάδ’ἐστίν; εἰπέ μοι.
Μαθητης
Μα.
Μα.
201
ἀστρονομία μὲν αὑτηί.
Στρεψιαδης
Στ.
Στ.
201b
τουτὶ δὲ τί;
Μαθητης
Μα.
Μα.
202
γεωμετρία.
Στρεψιαδης
Στ.
Στ.
202b
τοῦτ’οὖν τί ἐστι χρήσιμον;
Μαθητης
Μα.
Μα.
203
γῆν ἀναμετρῆσαι.
Στρεψιαδης
Στ.
Στ.
203b
πότερα τὴν κληρουχικήν;
Μαθητης
Μα.
Μα.
204
οὔκ, ἀλλὰ τὴν σύμπασαν.
Στρεψιαδης
Στ.
Στ.
204b
ἀστεῖον λέγεις.
205
τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
Μαθητης
Μα.
Μα.
206
αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
207
αἵδε μὲν Ἀθῆναι.
Στρεψιαδης
Στ.
Στ.
207b
τί σὺ λέγεις; οὐ πείθομαι,
208
ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
Μαθητης
Μα.
Μα.
209
ὡς τοῦτ’ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
Στρεψιαδης
Στ.
Στ.
210
καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
Μαθητης
Μα.
Μα.
211
ἐνταῦθ’ἔνεισιν. δέ γ’Εὔβοι’, ὡς ὁρᾷς,
212
ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
Στρεψιαδης
Στ.
Στ.
213
οἶδ’· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.
214
ἀλλ’ Λακεδαίμων ποῦ ’σθ’;
Μαθητης
Μα.
Μα.
214b
ὅπου ’στίν; αὑτηί.
Στρεψιαδης
Στ.
Στ.
215
ὡς ἐγγὺς ἡμῶν. τοῦτο πάνυ φροντίζετε,
216
ταύτην ἀφ’ἡμῶν ἀπαγαγεῖν πόρρω πάνυ.
Μαθητης
Μα.
Μα.
217
ἀλλ’οὐχ οἷόντε.
Στρεψιαδης
Στ.
Στ.
217b
νὴ Δί’οἰμώξεσθ’ἄρα.
218
φέρε τίς γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ἀνήρ;
Μαθητης
Μα.
Μα.
219
αὐτός.
Στρεψιαδης
Στ.
Στ.
219b
τίς αὐτός;
Μαθητης
Μα.
Μα.
219c
Σωκράτης.
Στρεψιαδης
Στ.
Στ.
219d
Σώκρατες.
220
ἴθ’οὗτος, ἀναβόησον αὐτόν μοι μέγα.
Μαθητης
Μα.
Μα.
221
αὐτὸς μὲν οὖν σὺ κάλεσον · οὐ γάρ μοι σχολή.
Στρεψιαδης
Στ.
Στ.
222
Σώκρατες,
223
Σωκρατίδιον.
Σωκρατης
Σω.
Σω.
223b
τί με καλεῖς ὦφήμερε;
Στρεψιαδης
Στ.
Στ.
224
πρῶτον μὲν τι δρᾷς ἀντιβολῶ κάτειπέ μοι.
Σωκρατης
Σω.
Σω.
225
ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
Στρεψιαδης
Στ.
Στ.
226
ἔπειτ’ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς,
227
ἀλλ’οὐκ ἀπὸ τῆς γῆς, εἴπερ;
Σωκρατης
Σω.
Σω.
227b
οὐ γὰρ ἄν ποτε
228
ἐξηῦρον ὀρθῶς τὰ μετέωρα πράγματα,
229
εἰ μὴ κρεμάσας τὸ νόημα καὶ τὴν φροντίδα
230
λεπτὴν καταμείξας ἐς τὸν ὅμοιον ἀέρα.
231
εἰ δ’ὢν χαμαὶ τἄνω κάτωθεν ἐσκόπουν,
232
οὐκ ἄν ποθ’ηὗρον · οὐ γὰρ ἀλλ’ γῆ βίᾳ
233
ἕλκει πρὸς αὑτὴν τὴν ἰκμάδα τῆς φροντίδος.
234
πάσχει δὲ ταὐτὸ τοῦτο καὶ τὰ κάρδαμα.
Στρεψιαδης
Στ.
Στ.
235
τί φῄς;
236
φροντὶς ἕλκει τὴν ἰκμάδ’ἐς τὰ κάρδαμα;
237
ἴθι νυν κατάβηθ’ Σωκρατίδιον ὡς ἐμέ,
238
ἵνα με διδάξῃς ὧνπερ οὕνεκ’ἐλήλυθα.
Σωκρατης
Σω.
Σω.
239
ἦλθες δὲ κατὰ τί;
Στρεψιαδης
Στ.
Στ.
239b
βουλόμενος μαθεῖν λέγειν.
240
ὑπὸ γὰρ τόκων χρήστωντε δυσκολωτάτων
241
ἄγομαι φέρομαι, τὰ χρήματ’ἐνεχυράζομαι.
Σωκρατης
Σω.
Σω.
242
πόθεν δ’ὑπόχρεως σαυτὸν ἔλαθες γενόμενος;
Στρεψιαδης
Στ.
Στ.
243
νόσος μ’ἐπέτριψεν ἱππικὴ δεινὴ φαγεῖν.
244
ἀλλά με δίδαξον τὸν ἕτερον τοῖν σοῖν λόγοιν,
245
τὸν μηδὲν ἀποδιδόντα. μισθὸν δ’ὅντιν’ἂν
246
πράττῃ μ’ὀμοῦμαί σοι καταθήσειν τοὺς θεούς.
Σωκρατης
Σω.
Σω.
247
ποίους θεοὺς ὀμεῖ σύ; πρῶτον γὰρ θεοὶ
248
ἡμῖν νόμισμ’οὐκ ἔστι.
Στρεψιαδης
Στ.
Στ.
248b
τῷ γὰρ ὄμνυτ’;
249
σιδαρέοισιν ὥσπερ ἐν Βυζαντίῳ;
Σωκρατης
Σω.
Σω.
250
βούλει τὰ θεῖα πράγματ’εἰδέναι σαφῶς
251
ἅττ’ἐστὶν ὀρθῶς;
Στρεψιαδης
Στ.
Στ.
251b
νὴ Δί’εἴπερ ἔστι γε.
Σωκρατης
Σω.
Σω.
252
καὶ ξυγγενέσθαι ταῖς Νεφέλαισιν ἐς λόγους,
253
ταῖς ἡμετέραισι δαίμοσιν;
Στρεψιαδης
Στ.
Στ.
253b
μάλιστά γε.
Σωκρατης
Σω.
Σω.
254
κάθιζε τοίνυν ἐπὶ τὸν ἱερὸν σκίμποδα.
Στρεψιαδης
Στ.
Στ.
255
ἰδοὺ κάθημαι.
Σωκρατης
Σω.
Σω.
255b
τουτονὶ τοίνυν λαβὲ
256
τὸν στέφανον.
Στρεψιαδης
Στ.
Στ.
256b
ἐπὶ τί στέφανον; οἴμοι Σώκρατες
257
ὥσπερ με τὸν Ἀθάμανθ’ὅπως μὴ θύσετε.
Σωκρατης
Σω.
Σω.
258
οὔκ, ἀλλὰ ταῦτα πάντα τοὺς τελουμένους
259
ἡμεῖς ποιοῦμεν.
Στρεψιαδης
Στ.
Στ.
259b
εἶτα δὴ τί κερδανῶ;
Σωκρατης
Σω.
Σω.
260
λέγειν γενήσει τρῖμμα κρόταλον παιπάλη.
261
ἀλλ’ἔχ’ἀτρεμί.
Στρεψιαδης
Στ.
Στ.
261b
μὰ τὸν Δί’οὐ ψεύσει γέ με ·
262
καταπαττόμενος γὰρ παιπάλη γενήσομαι.
Σωκρατης
Σω.
Σω.
263
εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.
264
δέσποτ’ἄναξ ἀμέτρητ’Ἀήρ, ὃς ἔχεις τὴν γῆν μετέωρον,
265
λαμπρόςτ’Αἰθὴρ σεμναίτε θεαὶ Νεφέλαι βροντησικέραυνοι,
266
ἄρθητε φάνητ’ δέσποιναι τῷ φροντιστῇ μετέωροι.
Στρεψιαδης
Στ.
Στ.
267
μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ.
268
τὸ δὲ μη δὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον’ἔχοντα.
Σωκρατης
Σω.
Σω.
269
ἔλθετε δῆτ’ πολυτίμητοι Νεφέλαι τῷδ’εἰς ἐπίδειξιν ·
270
εἴτ’ἐπ’Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε,
271
εἴτ’Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις,
272
εἴτ’ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν,
273
Μαιῶτιν λίμνην ἔχετ’ σκόπελον νιφόεντα Μίμαντος ·
274
ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.
Χορος
Χο.
Χο.
275
ἀέναοι Νεφέλαι
276
ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον,
277
πατρὸς ἀπ’Ὠκεανοῦ βαρυαχέος
278
ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ
280
δενδροκόμους, ἵνα
281
τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα,
282
καρπούςτ’ἀρδομέναν ἱερὰν χθόνα,
283
καὶ ποταμῶν ζαθέων κελαδήματα,
284
καὶ πόντον κελάδοντα βαρύβρομον ·
285
ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται
286
μαρμαρέαις ἐν αὐγαῖς.
287
ἀλλ’ἀποσεισάμεναι νέφος ὄμβριον
288
ἀθανάτας ἰδέας ἐπιδώμεθα
290
τηλεσκόπῳ ὄμματι γαῖαν.
Σωκρατης
Σω.
Σω.
291
μέγα σεμναὶ Νεφέλαι φανερῶς ἠκούσατέ μου καλέσαντος.
292
ᾔσθου φωνῆς ἅμα καὶ βροντῆς μυκησαμένης θεοσέπτου;
Στρεψιαδης
Στ.
Στ.
293
καὶ σέβομαί γ’ πολυτίμητοι καὶ βούλομαι ἀνταποπαρδεῖν
294
πρὸς τὰς βροντάς · οὕτως αὐτὰς τετρεμαίνω καὶ πεφόβημαι ·
295
κεἰ θέμις ἐστίν, νυνί γ’ἤδη, κεἰ μὴ θέμις ἐστί, χεσείω.
Σωκρατης
Σω.
Σω.
296
οὐ μὴ σκώψει μη δὲ ποιήσεις ἅπερ οἱ τρυγοδαίμονες οὗτοι,
297
ἀλλ’εὐφήμει · μέγα γάρ τι θεῶν κινεῖται σμῆνος ἀοιδαῖς.
Χορος
Χο.
Χο.
298
παρθένοι ὀμβροφόροι
300
ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὔανδρον γᾶν
301
Κέκροπος ὀψόμεναι πολυήρατον ·
302
οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα
303
μυστοδόκος δόμος
304
ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται,
305
οὐρανίοιςτε θεοῖς δωρήματα,
306
ναοίθ’ὑψερεφεῖς καὶ ἀγάλματα,
307
καὶ πρόσοδοι μακάρων ἱερώταται,
308
εὐστέφανοίτε θεῶν θυσίαι θαλίαιτε,
310
παντοδαπαῖς ἐν ὥραις,
311
ἦρίτ’ἐπερχομένῳ Βρομία χάρις,
312
εὐκελάδωντε χορῶν ἐρεθίσματα,
313
καὶ μοῦσα βαρύβρομος αὐλῶν.
Στρεψιαδης
Στ.
Στ.
314
πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴσ’ Σώκρατες αὗται
315
αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν; μῶν ἡρῷναί τινές εἰσιν;
Σωκρατης
Σω.
Σω.
316
ἥκιστ’ἀλλ’οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς ·
317
αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν
318
καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν.
Στρεψιαδης
Στ.
Στ.
319
ταῦτ’ἄρ’ἀκούσασ’αὐτῶν τὸ φθέγμ’ ψυχή μου πεπότηται,
320
καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν,
321
καὶ γνωμιδίῳ γνώμην νύξασ’ἑτέρῳ λόγῳ ἀντιλογῆσαι ·
322
ὥστ’εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ.
Σωκρατης
Σω.
Σω.
323
βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ’· ἤδη γὰρ ὁρῶ κατιούσας
324
ἡσυχῇ αὐτάς.
Στρεψιαδης
Στ.
Στ.
324b
φέρε ποῦ; δεῖξον.
Σωκρατης
Σω.
Σω.
324c
χωροῦσ’αὗται πάνυ πολλαὶ
325
διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι.
Στρεψιαδης
Στ.
Στ.
325b
τί τὸ χρῆμα;
326
ὡς οὐ καθορῶ.
Σωκρατης
Σω.
Σω.
326b
παρὰ τὴν εἴσοδον.
Στρεψιαδης
Στ.
Στ.
326c
ἤδη νυνὶ μόλις οὕτως.
Σωκρατης
Σω.
Σω.
327
νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις.
Στρεψιαδης
Στ.
Στ.
328
νὴ Δί’ἔγωγ’, πολυτίμητοι · πάντα γὰρ ἤδη κατέχουσιν.
Σωκρατης
Σω.
Σω.
329
ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθ’οὐ δ’ἐνόμιζες;
Στρεψιαδης
Στ.
Στ.
330
μὰ Δί’ἀλλ’ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι.
Σωκρατης
Σω.
Σω.
331
οὐ γὰρ μὰ Δί’οἶσθ’ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς,
332
Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας,
333
κυκλίωντε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας,
334
οὐδὲν δρῶντας βόσκουσ’ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν.
Στρεψιαδης
Στ.
Στ.
335
ταῦτ’ἄρ’ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν,
336
πλοκάμουςθ’ἑκατογκεφάλα Τυφῶ πρημαινούσαςτε θυέλλας,
337
εἶτ’ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς,
338
ὄμβρουςθ’ὑδάτων δροσερᾶν Νεφελᾶν · εἶτ’ἀντ’αὐτῶν κατέπινον
339
κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέατ’ὀρνίθεια κιχηλᾶν.
Σωκρατης
Σω.
Σω.
340
διὰ μέντοι τάσδ’οὐχὶ δικαίως;
Στρεψιαδης
Στ.
Στ.
340b
λέξον δή μοι, τί παθοῦσαι,
341
εἴπερ νεφέλαι γ’εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν;
342
οὐ γὰρ ἐκεῖναί γ’εἰσὶ τοιαῦται.
Σωκρατης
Σω.
Σω.
342b
φέρε ποῖαι γάρ τινές εἰσιν;
Στρεψιαδης
Στ.
Στ.
343
οὐκ οἶδα σαφῶς · εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν,
344
κοὐχὶ γυναιξὶν μὰ Δί’οὐ δ’ὁτιοῦν · αὗται δὲ ῥῖνας ἔχουσιν.
Σωκρατης
Σω.
Σω.
345
ἀπόκριναί νυν ἅττ’ἂν ἔρωμαι.
Στρεψιαδης
Στ.
Στ.
345b
λέγε νυν ταχέως τι βούλει.
Σωκρατης
Σω.
Σω.
346
ἤδη ποτ’ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν,
347
παρδάλει λύκῳ ταύρῳ;
Στρεψιαδης
Στ.
Στ.
347b
νὴ Δί’ἔγωγ’. εἶτα τί τοῦτο;
Σωκρατης
Σω.
Σω.
348
γίγνονται πάνθ’ τι βούλονται · κᾆτ’ἢν μὲν ἴδωσι κομήτην
349
ἄγριόν τινα τῶν λασίων τούτων, οἷόνπερ τὸν Ξενοφάντου,
350
σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς.
Στρεψιαδης
Στ.
Στ.
351
τί γὰρ ἢν ἅρπαγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν;
Σωκρατης
Σω.
Σω.
352
ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο.
Στρεψιαδης
Στ.
Στ.
353
ταῦτ’ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι,
354
ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ’ἐγένοντο.
Σωκρατης
Σω.
Σω.
355
καὶ νῦν γ’ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ’ἐγένοντο γυναῖκες.
Στρεψιαδης
Στ.
Στ.
356
χαίρετε τοίνυν δέσποιναι · καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ,
357
οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, παμβασίλειαι.
Χορος
Χο.
Χο.
358
χαῖρ’ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων,
359
σύτε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς τι χρῄζεις ·
360
οὐ γὰρ ἂν ἄλλῳ γ’ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν
361
πλὴν Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ,
362
ὅτι βρενθύειτ’ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις,
363
κἀνυπόδητος κακὰ πόλλ’ἀνέχει κἀφ’ἡμῖν σεμνοπροσωπεῖς.
Στρεψιαδης
Στ.
Στ.
364
γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες.
Σωκρατης
Σω.
Σω.
365
αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ’ἐστὶ φλύαρος.
Στρεψιαδης
Στ.
Στ.
366
Ζεὺς δ’ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν;
Σωκρατης
Σω.
Σω.
367
ποῖος Ζεύς; οὐ μὴ ληρήσεις · οὐ δ’ἔστι Ζεύς.
Στρεψιαδης
Στ.
Στ.
367b
τί λέγεις σύ;
368
ἀλλὰ τίς ὕει; τουτὶ γὰρ ἔμοιγ’ἀπόφηναι πρῶτον ἁπάντων.
Σωκρατης
Σω.
Σω.
369
αὗται δήπου · μεγάλοις δέ σ’ἐγὼ σημείοις αὐτὸ διδάξω.
370
φέρε ποῦ γὰρ πώποτ’ἄνευ Νεφελῶν ὕοντ’ἤδη τεθέασαι;
371
καίτοι χρῆν αἰθρίας ὕειν αὐτόν, ταύτας δ’ἀποδημεῖν.
Στρεψιαδης
Στ.
Στ.
372
νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας ·
373
καίτοι πρότερον τὸν Δί’ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν.
374
ἀλλ’ὅστις βροντῶν ἐστι φράσον · τοῦτό με ποιεῖ τετρεμαίνειν.
Σωκρατης
Σω.
Σω.
375
αὗται βροντῶσι κυλινδόμεναι.
Στρεψιαδης
Στ.
Στ.
375b
τῷ τρόπῳ πάντα σὺ τολμῶν;
Σωκρατης
Σω.
Σω.
376
ὅταν ἐμπλησθῶσ’ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι,
377
κατακρημνάμεναι πλήρεις ὄμβρου δι’ἀνάγκην, εἶτα βαρεῖαι
378
εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν.
Στρεψιαδης
Στ.
Στ.
379
δ’ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ Ζεύς, ὥστε φέρεσθαι;
Σωκρατης
Σω.
Σω.
380
ἥκιστ’ἀλλ’αἰθέριος Δῖνος.
Στρεψιαδης
Στ.
Στ.
380b
Δῖνος; τουτί μ’ἐλελήθειν,
381
Ζεὺς οὐκ ὤν, ἀλλ’ἀντ’αὐτοῦ Δῖνος νυνὶ βασιλεύων.
382
ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ’ἐδίδαξας.
Σωκρατης
Σω.
Σω.
383
οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ
384
ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα;
Στρεψιαδης
Στ.
Στ.
385
φέρε τουτὶ τῷ χρὴ πιστεύειν;
Σωκρατης
Σω.
Σω.
385b
ἀπὸ σαυτοῦ ’γώ σε διδάξω.
386
ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ’ἐταράχθης
387
τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν;
Στρεψιαδης
Στ.
Στ.
388
νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γ’εὐθύς μοι, καὶ τετάρακται
389
χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν ·
390
ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτ’ἐπάγει παπαπαππάξ,
391
χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι.
Σωκρατης
Σω.
Σω.
392
σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἷα πέπορδας ·
393
τὸν δ’Ἀέρα τόνδ’ὄντ’ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν;
Στρεψιαδης
Στ.
Στ.
394
ταῦτ’ἄρα καὶ τὠνόματ’ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω.
395
ἀλλ’ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον,
396
καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει;
397
τοῦτον γὰρ δὴ φανερῶς Ζεὺς ἵησ’ἐπὶ τοὺς ἐπιόρκους.
Σωκρατης
Σω.
Σω.
398
καὶ πῶς μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε,
399
εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ’οὐχὶ Σίμων’ἐνέπρησεν
400
οὐ δὲ Κλεώνυμον οὐ δὲ Θέωρον; καίτοι σφόδρα γ’εἴσ’ἐπίορκοι ·
401
ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων
402
καὶ τὰς δρῦς τὰς μεγάλας · τί μαθών; οὐ γὰρ δὴ δρῦς γ’ἐπιορκεῖ.
Στρεψιαδης
Στ.
Στ.
403
οὐκ οἶδ’· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθ’ κεραυνός;
Σωκρατης
Σω.
Σω.
404
ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,
405
ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ’ὑπ’ἀνάγκης
406
ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
407
ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
Στρεψιαδης
Στ.
Στ.
408
νὴ Δί’ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν
409
ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτ’οὐκ ἔσχων ἀμελήσας ·
410
δ’ἄρ’ἐφυσᾶτ’, εἶτ’ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
411
τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
Χορος
Χο.
Χο.
412
τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ’ἡμῶν,
413
ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,
414
εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
415
ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθ’ἑστὼς μήτε βαδίζων,
416
μήτε ῥιγῶν ἄχθει λίαν μήτ’ἀριστᾶν ἐπιθυμεῖς,
417
οἴνουτ’ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,
418
καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα,
419
νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων.
Στρεψιαδης
Στ.
Στ.
420
ἀλλ’οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτουτε μερίμνης
421
καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου,
422
ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ’ἄν.
Σωκρατης
Σω.
Σω.
423
ἄλλο τι δῆτ’οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς,
424
τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί;
Στρεψιαδης
Στ.
Στ.
425
οὐ δ’ἂν διαλεχθείην γ’ἀτεχνῶς τοῖς ἄλλοις οὐ δ’ἂν ἀπαντῶν ·
426
οὐ δ’ἂν θύσαιμ’, οὐ δ’ἂν σπείσαιμ’, οὐ δ’ἐπιθείην λιβανωτόν.
Χορος
Χο.
Χο.
427
λέγε νυν ἡμῖν τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις
428
ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι.
Στρεψιαδης
Στ.
Στ.
429
δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν,
430
τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.
Χορος
Χο.
Χο.
431
ἀλλ’ἔσται σοι τοῦτο παρ’ἡμῶν · ὥστε τὸ λοιπόν γ’ἀπὸ τουδὶ
432
ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας σύ.
Στρεψιαδης
Στ.
Στ.
433
μὴ ’μοί γε λέγειν γνώμας μεγάλας · οὐ γὰρ τούτων ἐπιθυμῶ,
434
ἀλλ’ὅσ’ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν.
Χορος
Χο.
Χο.
435
τεύξει τοίνυν ὧν ἱμείρεις · οὐ γὰρ μεγάλων ἐπιθυμεῖς.
436
ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν.
Στρεψιαδης
Στ.
Στ.
437
δράσω ταῦθ’ὑμῖν πιστεύσας · γὰρ ἀνάγκη με πιέζει
438
διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ’ἐπέτριψεν.
439
νῦν οὖν ἀτεχνῶς τι βούλονται
440
τουτὶ τοὐμὸν σῶμ’αὐτοῖσιν
441
παρέχω, τύπτειν πεινῆν διψῆν
442
αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν,
443
εἴπερ τὰ χρέα διαφευξοῦμαι,
444
τοῖςτ’ἀνθρώποις εἶναι δόξω
445
θρασὺς εὔγλωττος τολμηρὸς ἴτης
446
βδελυρὸς ψευδῶν συγκολλητὴς
447
εὑρησιεπὴς περίτριμμα δικῶν
448
κύρβις κρόταλον κίναδος τρύμη
449
μάσθλης εἴρων γλοιὸς ἀλαζὼν
450
κέντρων μιαρὸς στρόφις ἀργαλέος
451
ματιολοιχός ·
452
ταῦτ’εἴ με καλοῦσ’ἁπαντῶντες,
453
δρώντων ἀτεχνῶς τι χρῄζουσιν,
454
κεἰ βούλονται
455
νὴ τὴν Δήμητρ’ἔκ μου χορδὴν
456
τοῖς φροντισταῖς παραθέντων.
Χορος
Χο.
Χο.
457
λῆμα μὲν πάρεστι τῷδέ γ’
458
οὐκ ἄτολμον ἀλλ’ἕτοιμον. ἴσθι δ’ὡς
460
ταῦτα μαθὼν παρ’ἐμοῦ κλέος οὐρανόμηκες
461
ἐν βροτοῖσιν ἕξεις.
Στρεψιαδης
Στ.
Στ.
462
τί πείσομαι;
Χορος
Χο.
Χο.
463
τὸν πάντα χρόνον μετ’ἐμοῦ
465
ζηλωτότατον βίον ἀνθρώπων διάξεις.
Στρεψιαδης
Στ.
Στ.
466
ἆρά γε τοῦτ’ἄρ’ἐγώ ποτ’
467
ὄψομαι;
Χορος
Χο.
Χο.
468
ὥστε γέ σου πολλοὺς ἐπὶ ταῖσι θύραις ἀεὶ καθῆσθαι,
470
βουλομένους ἀνακοινοῦσθαίτε καὶ ἐς λόγον ἐλθεῖν
471
πράγματα κἀντιγραφὰς πολλῶν ταλάντων,
475
ἄξια σῇ φρενὶ συμβουλευσομένους μετὰ σοῦ.
476
ἀλλ’ἐγχείρει τὸν πρεσβύτην τι περ μέλλεις προδιδάσκειν,
477
καὶ διακίνει τὸν νοῦν αὐτοῦ καὶ τῆς γνώμης ἀποπειρῶ.
Σωκρατης
Σω.
Σω.
478
ἄγε δὴ κάτειπέ μοι σὺ τὸν σαυτοῦ τρόπον,
479
ἵν’αὐτὸν εἰδὼς ὅστις ἐστὶ μηχανὰς
480
ἤδη ’πὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω.
Στρεψιαδης
Στ.
Στ.
481
τί δέ; τειχομαχεῖν μοι διανοεῖ πρὸς τῶν θεῶν;
Σωκρατης
Σω.
Σω.
482
οὔκ, ἀλλὰ βραχέα σου πυθέσθαι βούλομαι.
483
μνημονικὸς εἶ;
Στρεψιαδης
Στ.
Στ.
483b
δύο τρόπω νὴ τὸν Δία ·
484
ἢν μὲν γὰρ ὀφείληταί τί μοι, μνήμων πάνυ ·
485
ἐὰν δ’ὀφείλω, σχέτλιος, ἐπιλήσμων πάνυ.
Σωκρατης
Σω.
Σω.
486
ἔνεστι δῆτα μανθάνειν ἐν τῇ φύσει;
Στρεψιαδης
Στ.
Στ.
487
λέγειν μὲν οὐκ ἔνεστ’, ἀποστερεῖν δ’ἔνι.
Σωκρατης
Σω.
Σω.
488
πῶς οὖν δυνήσει μανθάνειν;
Στρεψιαδης
Στ.
Στ.
488b
ἀμέλει καλῶς.
Σωκρατης
Σω.
Σω.
489
ἄγε νυν ὅπως, ὅταν τι προβάλλω σοι σοφὸν
490
περὶ τῶν μετεώρων, εὐθέως ὑφαρπάσει.
Στρεψιαδης
Στ.
Στ.
491
τί δαί; κυνηδὸν τὴν σοφίαν σιτήσομαι;
Σωκρατης
Σω.
Σω.
492
ἄνθρωπος ἀμαθὴς οὑτοσὶ καὶ βάρβαρος.
493
δέδοικά σ’ πρεσβῦτα μὴ πληγῶν δέει.
494
φέρ’ἴδω τί δρᾷς, ἤν τίς σε τύπτῃ;
Στρεψιαδης
Στ.
Στ.
494b
τύπτομαι,
495
ἔπειτ’ἐπισχὼν ὀλίγον ἐπιμαρτύρομαι,
496
εἶτ’αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι.
Σωκρατης
Σω.
Σω.
497
ἴθι νυν κατάθου θοἰμάτιον.
Στρεψιαδης
Στ.
Στ.
497b
ἠδίκηκά τι,
Σωκρατης
Σω.
Σω.
498
οὔκ, ἀλλὰ γυμνοὺς εἰσιέναι νομίζεται.
Στρεψιαδης
Στ.
Στ.
499
ἀλλ’οὐχὶ φωράσων ἔγωγ’εἰσέρχομαι.
Σωκρατης
Σω.
Σω.
500
κατάθου. τί ληρεῖς;
Στρεψιαδης
Στ.
Στ.
500b
εἰπὲ δή νύν μοι ·
Σωκρατης
Σω.
Σω.
500c
τὸ τί;
Στρεψιαδης
Στ.
Στ.
501
ἢν ἐπιμελὴς καὶ προθύμως μανθάνω,
502
τῷ τῶν μαθητῶν ἐμφερὴς γενήσομαι;
Σωκρατης
Σω.
Σω.
503
οὐδὲν διοίσεις Χαιρεφῶντος τὴν φύσιν.
Στρεψιαδης
Στ.
Στ.
504
οἴμοι κακοδαίμων ἡμιθνὴς γενήσομαι.
Σωκρατης
Σω.
Σω.
505
οὐ μὴ λαλήσεις, ἀλλ’ἀκολουθήσεις ἐμοὶ
506
ἀνύσας τι δευρὶ θᾶττον;
Στρεψιαδης
Στ.
Στ.
506b
ἐς τὼ χεῖρέ νυν
507
δός μοι μελιτοῦτταν πρότερον · ὡς δέδοικ’ἐγὼ
508
εἴσω καταβαίνων ὥσπερ ἐς Τροφωνίου.
Σωκρατης
Σω.
Σω.
509
χώρει · τί κυπτάζεις ἔχων περὶ τὴν θύραν;
Χορος
Χο.
Χο.
510
ἀλλ’ἴθι χαίρων τῆς ἀνδρείας
511
οὕνεκα ταύτης.
512
εὐτυχία γένοιτο τἀνθρώπῳ,
513
ὅτι προήκων
514
ἐς βαθὺ τῆς ἡλικίας
515
νεωτέροις τὴν φύσιν αὑτοῦ
516
πράγμασιν χρωτίζεται
517
καὶ σοφίαν ἐπασκεῖ.
518
θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
519
τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
520
οὕτω νικήσαιμίτ’ἐγὼ καὶ νομιζοίμην σοφός,
521
ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
522
καὶ ταύτην σοφώτατ’ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
523
πρώτους ἠξίωσ’ἀναγεῦσ’ὑμᾶς, παρέσχε μοι
524
ἔργον πλεῖστον · εἶτ’ἀνεχώρουν ὑπ’ἀνδρῶν φορτικῶν
525
ἡττηθεὶς οὐκ ἄξιος ὤν · ταῦτ’οὖν ὑμῖν μέμφομαι
526
τοῖς σοφοῖς, ὧν οὕνεκ’ἐγὼ ταῦτ’ἐπραγματευόμην.
527
ἀλλ’οὐ δ’ὣς ὑμῶν ποθ’ἑκὼν προδώσω τοὺς δεξιούς.
528
ἐξ ὅτου γὰρ ἐνθάδ’ὑπ’ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,
529
σώφρωντε χὠ καταπύγων ἄριστ’ἠκουσάτην,
530
κἀγώ, παρθένος γὰρ ἔτ’ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
531
ἐξέθηκα, παῖς δ’ἑτέρα τις λαβοῦσ’ἀνείλετο,
532
ὑμεῖς δ’ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε ·
533
ἐκ τούτου μοι πιστὰ παρ’ὑμῖν γνώμης ἔσθ’ὅρκια.
534
νῦν οὖν Ἠλέκτραν κατ’ἐκείνην ἥδ’ κωμῳδία
535
ζητοῦσ’ἦλθ’, ἤν που ’πιτύχῃ θεαταῖς οὕτω σοφοῖς ·
536
γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον.
537
ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ’· ἥτις πρῶτα μὲν
538
οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον
539
ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵν’ γέλως ·
540
οὐ δ’ἔσκωψε τοὺς φαλακρούς, οὐ δὲ κόρδαχ’εἵλκυσεν,
541
οὐ δὲ πρεσβύτης λέγων τἄπη τῇ βακτηρίᾳ
542
τύπτει τὸν παρόντ’ἀφανίζων πονηρὰ σκώμματα,
543
οὐ δ’εἰσῇξε δᾷδας ἔχουσ’, οὐ δ’ἰοὺ ἰοὺ βοᾷ,
544
ἀλλ’αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύουσ’ἐλήλυθεν.
545
κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ,
546
οὐ δ’ὑμᾶς ζητῶ ’ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ’εἰσάγων,
547
ἀλλ’ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι,
548
οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς ·
549
ὃς μέγιστον ὄντα Κλέων’ἔπαισ’ἐς τὴν γαστέρα,
550
κοὐκ ἐτόλμησ’αὖθις ἐπεμπηδῆσ’αὐτῷ κειμένῳ.
551
οὗτοι δ’, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος,
552
τοῦτον δείλαιον κολετρῶσ’ἀεὶ καὶ τὴν μητέρα.
553
Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν
554
ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς,
555
προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ’, ἣν
556
Φρύνιχος πάλαι πεποίηχ’, ἣν τὸ κῆτος ἤσθιεν.
557
εἶθ’Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον,
558
ἄλλοιτ’ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον,
559
τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
560
ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω ·
561
ἢν δ’ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ’εὑρήμασιν,
562
ἐς τὰς ὥρας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.
563
ὑψιμέδοντα μὲν θεῶν
564
Ζῆνα τύραννον ἐς χορὸν
565
πρῶτα μέγαν κικλήσκω ·
566
τόντε μεγασθενῆ τριαίνης ταμίαν,
567
γῆςτε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν ·
568
καὶ μεγαλώνυμον ἡμέτερον πατέρ’
570
Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων ·
571
τόνθ’ἱππονώμαν, ὃς ὑπερλάμπροις
572
ἀκτῖσιν κατέχει
573
γῆς πέδον μέγας ἐν θεοῖς
574
ἐν θνητοῖσίτε δαίμων.
575
σοφώτατοι θεαταὶ δεῦρο τὸν νοῦν προσέχετε.
576
ἠδικημέναι γὰρ ὑμῖν μεμφόμεσθ’ἐναντίον ·
577
πλεῖστα γὰρ θεῶν ἁπάντων ὠφελούσαις τὴν πόλιν,
578
δαιμόνων ἡμῖν μόναις οὐ θύετ’οὐ δὲ σπένδετε,
579
αἵτινες τηροῦμεν ὑμᾶς. ἢν γὰρ τις ἔξοδος
580
μηδενὶ ξὺν νῷ, τότ’ βροντῶμεν ψακάζομεν.
581
εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην Παφλαγόνα
582
ἡνίχ’ᾑρεῖσθε στρατηγόν, τὰς ὀφρῦς συνήγομεν
583
κἀποιοῦμεν δεινά, βροντὴ δ’ἐρράγη δι’ἀστραπῆς ·
584
σελήνη δ’ἐξέλειπε τὰς ὁδούς, δ’ἥλιος
585
τὴν θρυαλλίδ’εἰς ἑαυτὸν εὐθέως ξυνελκύσας
586
οὐ φανεῖν ἔφασκεν ὑμῖν, εἰ στρατηγήσει Κλέων.
587
ἀλλ’ὅμως εἵλεσθε τοῦτον. φασὶ γὰρ δυσβουλίαν
588
τῇδε τῇ πόλει προσεῖναι, ταῦτα μέντοι τοὺς θεοὺς
589
ἅττ’ἂν ὑμεῖς ἐξαμάρτητ’ἐπὶ τὸ βέλτιον τρέπειν.
590
ὡς δὲ καὶ τοῦτο ξυνοίσει ῥᾳδίως διδάξομεν ·
591
ἢν Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς
592
εἶτα φιμώσητε τούτου τῷ ξύλῳ τὸν αὐχένα,
593
αὖθις ἐς τἀρχαῖον ὑμῖν, εἴ τι κἀξημάρτετε,
594
ἐπὶ τὸ βέλτιον τὸ πρᾶγμα τῇ πόλει συνοίσεται.
595
ἀμφί μοι αὖτε Φοῖβ’ἄναξ
596
Δήλιε Κυνθίαν ἔχων
597
ὑψικέρατα πέτραν,
598
τ’Ἐφέσου μάκαιρα πάγχρυσον ἔχεις
600
οἶκον ἐν κόραι σε Λυδῶν μεγάλως σέβουσιν,
601
τ’ἐπιχώριος ἡμετέρα θεὸς
602
αἰγίδος ἡνίοχος πολιοῦχος Ἀθάνα,
603
Παρνασσίανθ’ὃς κατέχων
604
πέτραν σὺν πεύκαις σελαγεῖ
605
Βάκχαις Δελφίσιν ἐμπρέπων,
606
κωμαστὴς Διόνυσος.
607
ἡνίχ’ἡμεῖς δεῦρ’ἀφορμᾶσθαι παρεσκευάσμεθα,
608
σελήνη συντυχοῦσ’ἡμῖν ἐπέστειλεν φράσαι,
609
πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις ·
610
εἶτα θυμαίνειν ἔφασκε · δεινὰ γὰρ πεπονθέναι
611
ὠφελοῦσ’ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ’ἐμφανῶς.
612
πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδ’οὐκ ἔλαττον δραχμήν,
613
ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας,
614
μὴ πρίῃ παῖ δᾷδ’, ἐπειδὴ φῶς σεληναίας καλόν.
615
ἄλλατ’εὖ δρᾶν φησιν, ὑμᾶς δ’οὐκ ἄγειν τὰς ἡμέρας
616
οὐδὲν ὀρθῶς, ἀλλ’ἄνωτε καὶ κάτω κυδοιδοπᾶν ·
617
ὥστ’ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε
618
ἡνίκ’ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε,
619
τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν.
620
κᾆθ’ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε ·
621
πολλάκις δ’ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν,
622
ἡνίκ’ἂν πενθῶμεν τὸν Μέμνον’ Σαρπηδόνα,
623
σπένδεθ’ὑμεῖς καὶ γελᾶτ’· ἀνθ’ὧν λαχὼν Ὑπέρβολος
624
τῆτες ἱερομνημονεῖν, κἄπειθ’ὑφ’ἡμῶν τῶν θεῶν
625
τὸν στέφανον ἀφῃρέθη · μᾶλλον γὰρ οὕτως εἴσεται
626
κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας.
Σωκρατης
Σω.
Σω.
627
μὰ τὴν Ἀναπνοὴν μὰ τὸ Χάος μὰ τὸν Ἀέρα
628
οὐκ εἶδον οὕτως ἄνδρ’ἄγροικον οὐδένα
629
οὐ δ’ἄπορον οὐ δὲ σκαιὸν οὐ δ’ἐπιλήσμονα ·
630
ὅστις σκαλαθυρμάτι’ἄττα μικρὰ μανθάνων
631
ταῦτ’ἐπιλέλησται πρὶν μαθεῖν · ὅμως γε μὴν
632
αὐτὸν καλῶ θύραζε δευρὶ πρὸς τὸ φῶς.
633
ποῦ Στρεψιάδης; ἔξει τὸν ἀσκάντην λαβών;
Στρεψιαδης
Στ.
Στ.
634
ἀλλ’οὐκ ἐῶσί μ’ἐξενεγκεῖν οἱ κόρεις.
Σωκρατης
Σω.
Σω.
635
ἀνύσας τι κατάθου καὶ πρόσεχε τὸν νοῦν.
Στρεψιαδης
Στ.
Στ.
635b
ἰδού.
Σωκρατης
Σω.
Σω.
636
ἄγε δὴ τί βούλει πρῶτα νυνὶ μανθάνειν
637
ὧν οὐκ ἐδιδάχθης πώποτ’οὐδέν; εἰπέ μοι.
638
πότερα περὶ μέτρων περὶ ἐπῶν ῥυθμῶν;
Στρεψιαδης
Στ.
Στ.
639
περὶ τῶν μέτρων ἔγωγ’· ἔναγχος γάρ ποτε
640
ὑπ’ἀλφιταμοιβοῦ παρεκόπην διχοινίκῳ.
Σωκρατης
Σω.
Σω.
641
οὐ τοῦτ’ἐρωτῶ σ’, ἀλλ’ τι κάλλιστον μέτρον
642
ἡγεῖ · πότερα τὸ τρίμετρον τὸ τετράμετρον;
Στρεψιαδης
Στ.
Στ.
643
ἐγὼ μὲν οὐδὲν πρότερον ἡμιεκτέου.
Σωκρατης
Σω.
Σω.
644
οὐδὲν λέγεις ὦνθρωπε.
Στρεψιαδης
Στ.
Στ.
644b
περίδου νυν ἐμοί,
645
εἰ μὴ τετράμετρόν ἐστιν ἡμιεκτέον.
Σωκρατης
Σω.
Σω.
646
ἐς κόρακας, ὡς ἄγροικος εἶ καὶ δυσμαθής.
647
ταχύ γ’ἂν δύναιο μανθάνειν περὶ ῥυθμῶν.
Στρεψιαδης
Στ.
Στ.
648
τί δέ μ’ὠφελήσουσ’οἱ ῥυθμοὶ πρὸς τἄλφιτα;
Σωκρατης
Σω.
Σω.
649
πρῶτον μὲν εἶναι κομψὸν ἐν συνουσίᾳ,
650
ἐπαΐονθ’ὁποῖός ἐστι τῶν ῥυθμῶν
651
κατ’ἐνόπλιον, χὠποῖος αὖ κατὰ δάκτυλον.
Στρεψιαδης
Στ.
Στ.
652
κατὰ δάκτυλον; νὴ τὸν Δί’, ἀλλ’οἶδ’.
Σωκρατης
Σω.
Σω.
652b
εἰπὲ δή.
Στρεψιαδης
Στ.
Στ.
653
τίς ἄλλος ἀντὶ τουτουὶ τοῦ δακτύλου;
654
πρὸ τοῦ μέν, ἔτ’ἐμοῦ παιδὸς ὄντος, οὑτοσί.
Σωκρατης
Σω.
Σω.
655
ἀγρεῖος εἶ καὶ σκαιός.
Στρεψιαδης
Στ.
Στ.
655b
οὐ γὰρ ᾠζυρὲ
656
τούτων ἐπιθυμῶ μανθάνειν οὐδέν.
Σωκρατης
Σω.
Σω.
656b
τί δαί;
Στρεψιαδης
Στ.
Στ.
657
ἐκεῖν’ἐκεῖνο, τὸν ἀδικώτατον λόγον.
Σωκρατης
Σω.
Σω.
658
ἀλλ’ἕτερα δεῖ σε πρότερα τούτου μανθάνειν,
659
τῶν τετραπόδων ἅττ’ἐστὶν ὀρθῶς ἄρρενα.
Στρεψιαδης
Στ.
Στ.
660
ἀλλ’οἶδ’ἔγωγε τἄρρεν’, εἰ μὴ μαίνομαι ·
661
κριὸς τράγος ταῦρος κύων ἀλεκτρυών.
Σωκρατης
Σω.
Σω.
662
ὁρᾷς πάσχεις; τήντε θήλειαν καλεῖς
663
ἀλεκτρυόνα κατὰ ταὐτὸ καὶ τὸν ἄρρενα.
Στρεψιαδης
Στ.
Στ.
664
πῶς δὴ φέρ’;
Σωκρατης
Σω.
Σω.
664b
ὅπως; ἀλεκτρυὼν κἀλεκτρυών.
Στρεψιαδης
Στ.
Στ.
665
νὴ τὸν Ποσειδῶ. νῦν δὲ πῶς με χρὴ καλεῖν;
Σωκρατης
Σω.
Σω.
666
ἀλεκτρύαιναν, τὸν δ’ἕτερον ἀλέκτορα.
Στρεψιαδης
Στ.
Στ.
667
ἀλεκτρύαιναν; εὖ γε νὴ τὸν Ἀέρα ·
668
ὥστ’ἀντὶ τούτου τοῦ διδάγματος μόνου
669
διαλφιτώσω σου κύκλῳ τὴν κάρδοπον.
Σωκρατης
Σω.
Σω.
670
ἰδοὺ μάλ’αὖθις τοῦθ’ἕτερον · τὴν κάρδοπον
671
ἄρρενα καλεῖς θήλειαν οὖσαν.
Στρεψιαδης
Στ.
Στ.
671b
τῷ τρόπῳ
672
ἄρρενα καλῶ ’γὼ κάρδοπον;
Σωκρατης
Σω.
Σω.
672b
μάλιστά γε,
673
ὥσπερ γε καὶ Κλεώνυμον.
Στρεψιαδης
Στ.
Στ.
673b
πῶς δή; φράσον.
Σωκρατης
Σω.
Σω.
674
ταὐτὸν δύναταί σοι κάρδοπος Κλεωνύμῳ.
Στρεψιαδης
Στ.
Στ.
675
ἀλλ’ ὦγάθ’οὐ δ’ἦν κάρδοπος Κλεωνύμῳ,
676
ἀλλ’ἐν θυείᾳ στρογγύλῃ γ’ἂν ἐμάττετο.
677
ἀτὰρ τὸ λοιπὸν πῶς με χρὴ καλεῖν;
Σωκρατης
Σω.
Σω.
677b
ὅπως;
678
τὴν καρδόπην, ὥσπερ καλεῖς τὴν Σωστράτην.
Στρεψιαδης
Στ.
Στ.
679
τὴν καρδόπην θήλειαν;
Σωκρατης
Σω.
Σω.
679b
ὀρθῶς γὰρ λέγεις.
Στρεψιαδης
Στ.
Στ.
680
ἐκεῖνο δ’ἦν ἄν, καρδόπη, Κλεωνύμη.
Σωκρατης
Σω.
Σω.
681
ἔτι δή γε περὶ τῶν ὀνομάτων μαθεῖν σε δεῖ,
682
ἅττ’ἄρρεν’ἐστίν, ἅττα δ’αὐτῶν θήλεα.
Στρεψιαδης
Στ.
Στ.
683
ἀλλ’οἶδ’ἔγωγ’ θήλε’ἐστίν.
Σωκρατης
Σω.
Σω.
683b
εἰπὲ δή.
Στρεψιαδης
Στ.
Στ.
684
Λύσιλλα Φίλιννα Κλειταγόρα Δημητρία.
Σωκρατης
Σω.
Σω.
685
ἄρρενα δὲ ποῖα τῶν ὀνομάτων;
Στρεψιαδης
Στ.
Στ.
685b
μυρία.
686
Φιλόξενος Μελησίας Ἀμυνίας.
Σωκρατης
Σω.
Σω.
687
ἀλλ’ πόνηρε ταῦτά γ’ἐστ’οὐκ ἄρρενα.
Στρεψιαδης
Στ.
Στ.
688
οὐκ ἄρρεν’ὑμῖν ἐστιν;
Σωκρατης
Σω.
Σω.
688b
οὐδαμῶς γ’, ἐπεὶ
689
πῶς ἂν καλέσειας ἐντυχὼν Ἀμυνίᾳ;
Στρεψιαδης
Στ.
Στ.
690
ὅπως ἄν; ὡδί, δεῦρο δεῦρ’Ἀμυνία.
Σωκρατης
Σω.
Σω.
691
ὁρᾷς; γυναῖκα τὴν Ἀμυνίαν καλεῖς.
Στρεψιαδης
Στ.
Στ.
692
οὔκουν δικαίως ἥτις οὐ στρατεύεται;
693
ἀτὰρ τί ταῦθ’ πάντες ἴσμεν μανθάνω;
Σωκρατης
Σω.
Σω.
694
οὐδὲν μὰ Δί’ἀλλὰ κατακλινεὶς δευρὶ
Στρεψιαδης
Στ.
Στ.
694b
τί δρῶ;
Σωκρατης
Σω.
Σω.
695
ἐκφρόντισόν τι τῶν σεαυτοῦ πραγμάτων.
Στρεψιαδης
Στ.
Στ.
696
μὴ δῆθ’ἱκετεύω σ’ἐνγεταῦθ’· ἀλλ’εἴ γε χρή,
697
χαμαί μ’ἔασον αὐτὰ ταῦτ’ἐκφροντίσαι.
Σωκρατης
Σω.
Σω.
698
οὐκ ἔστι παρὰ ταῦτ’ἄλλα.
Στρεψιαδης
Στ.
Στ.
698b
κακοδαίμων ἐγώ,
699
οἵαν δίκην τοῖς κόρεσι δώσω τήμερον.
Χορος
Χο.
Χο.
700
φρόντιζε δὴ καὶ διάθρει πάντα τρόποντε σαυτὸν
701
στρόβει πυκνώσας.
702
ταχὺς δ’, ὅταν εἰς ἄπορον πέσῃς,
703
ἐπ’ἄλλο πήδα
705
νόημα φρενός · ὕπνος δ’ἀπέστω γλυκύθυμος ὀμμάτων.
Στρεψιαδης
Στ.
Στ.
707
ἀτταταῖ ἀτταταῖ.
Χορος
Χο.
Χο.
708
τί πάσχεις; τί κάμνεις;
Στρεψιαδης
Στ.
Στ.
709
ἀπόλλυμαι δείλαιος · ἐκ τοῦ σκίμποδος
710
δάκνουσί μ’ἐξέρποντες οἱ Κορίνθιοι,
711
καὶ τὰς πλευρὰς δαρδάπτουσιν
712
καὶ τὴν ψυχὴν ἐκπίνουσιν
713
καὶ τοὺς ὄρχεις ἐξέλκουσιν
714
καὶ τὸν πρωκτὸν διορύττουσιν,
715
καί μ’ἀπολοῦσιν.
Χορος
Χο.
Χο.
716
μή νυν βαρέως ἄλγει λίαν.
Στρεψιαδης
Στ.
Στ.
717
καὶ πῶς; ὅτε μου
718
φροῦδα τὰ χρήματα, φρούδη χροιά,
719
φρούδη ψυχή, φρούδη δ’ἐμβάς ·
720
καὶ πρὸς τούτοις ἔτι τοῖσι κακοῖς
721
φρουρᾶς ᾄδων
722
ὀλίγου φροῦδος γεγένημαι.
Σωκρατης
Σω.
Σω.
723
οὗτος τί ποιεῖς; οὐχὶ φροντίζεις;
Στρεψιαδης
Στ.
Στ.
723b
ἐγώ;
724
νὴ τὸν Ποσειδῶ.
Σωκρατης
Σω.
Σω.
724b
καὶ τί δῆτ’ἐφρόντισας;
Στρεψιαδης
Στ.
Στ.
725
ὑπὸ τῶν κόρεων εἴ μού τι περιλειφθήσεται.
Σωκρατης
Σω.
Σω.
726
ἀπολεῖ κάκιστ’.
Στρεψιαδης
Στ.
Στ.
726b
ἀλλ’ ὦγάθ’ἀπόλωλ’ἀρτίως.
Σωκρατης
Σω.
Σω.
727
οὐ μαλθακιστέ’ἀλλὰ περικαλυπτέα.
728
ἐξευρετέος γὰρ νοῦς ἀποστερητικὸς
729
κἀπαιόλημ’.
Στρεψιαδης
Στ.
Στ.
729b
οἴμοι τίς ἂν δῆτ’ἐπιβάλοι
730
ἐξ ἀρνακίδων γνώμην ἀποστερητρίδα;
Σωκρατης
Σω.
Σω.
731
φέρε νυν ἀθρήσω πρῶτον τι δρᾷ τουτονί.
732
οὗτος καθεύδεις;
Στρεψιαδης
Στ.
Στ.
732b
μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
Σωκρατης
Σω.
Σω.
733
ἔχεις τι;
Στρεψιαδης
Στ.
Στ.
733b
μὰ Δί’οὐ δῆτ’ἔγωγ’.
Σωκρατης
Σω.
Σω.
733c
οὐδὲν πάνυ;
Στρεψιαδης
Στ.
Στ.
734
οὐδέν γε πλὴν τὸ πέος ἐν τῇ δεξιᾷ.
Σωκρατης
Σω.
Σω.
735
οὐκ ἐγκαλυψάμενος ταχέως τι φροντιεῖς;
Στρεψιαδης
Στ.
Στ.
736
περὶ τοῦ; σὺ γάρ μοι τοῦτο φράσον Σώκρατες.
Σωκρατης
Σω.
Σω.
737
αὐτὸς τι βούλει πρῶτος ἐξευρὼν λέγε.
Στρεψιαδης
Στ.
Στ.
738
ἀκήκοας μυριάκις ἁγὼ βούλομαι,
739
περὶ τῶν τόκων, ὅπως ἂν ἀποδῶ μηδενί.
Σωκρατης
Σω.
Σω.
740
ἴθι νῦν καλύπτου καὶ σχάσας τὴν φροντίδα
741
λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα,
742
ὀρθῶς διαιρῶν καὶ σκοπῶν.
Στρεψιαδης
Στ.
Στ.
742b
οἴμοι τάλας.
Σωκρατης
Σω.
Σω.
743
ἔχ’ἀτρέμα · κἂν ἀπορῇς τι τῶν νοημάτων,
744
ἀφεὶς ἄπελθε, κατὰ τὴν γνώμην πάλιν
745
κίνησον αὖθις αὐτὸ καὶ ζυγώθρισον.
Στρεψιαδης
Στ.
Στ.
746
Σωκρατίδιον φίλτατον.
Σωκρατης
Σω.
Σω.
746b
τί γέρον;
Στρεψιαδης
Στ.
Στ.
747
ἔχω τόκου γνώμην ἀποστερητικήν.
Σωκρατης
Σω.
Σω.
748
ἐπίδειξον αὐτήν.
Στρεψιαδης
Στ.
Στ.
748b
εἰπὲ δή νύν μοι
Σωκρατης
Σω.
Σω.
748c
τὸ τί;
Στρεψιαδης
Στ.
Στ.
749
γυναῖκα φαρμακίδ’εἰ πριάμενος Θετταλὴν
750
καθέλοιμι νύκτωρ τὴν σελήνην, εἶτα δὴ
751
αὐτὴν καθείρξαιμ’ἐς λοφεῖον στρογγύλον,
752
ὥσπερ κάτοπτρον, κᾆτα τηροίην ἔχων
Σωκρατης
Σω.
Σω.
753
τί δῆτα τοῦτ’ἂν ὠφελήσειέν σ’;
Στρεψιαδης
Στ.
Στ.
753b
τι;
754
εἰ μηκέτ’ἀνατέλλοι σελήνη μηδαμοῦ,
755
οὐκ ἂν ἀποδοίην τοὺς τόκους.
Σωκρατης
Σω.
Σω.
755b
ὁτιὴ τί δή;
Στρεψιαδης
Στ.
Στ.
756
ὁτιὴ κατὰ μῆνα τἀγύριον δανείζεται.
Σωκρατης
Σω.
Σω.
757
εὖ γ’· ἀλλ’ἕτερον αὖ σοι προβαλῶ τι δεξιόν.
758
εἴ σοι γράφοιτο πεντετάλαντός τις δίκη,
759
ὅπως ἂν αὐτὴν ἀφανίσειας εἰπέ μοι.
Στρεψιαδης
Στ.
Στ.
760
ὅπως; ὅπως; οὐκ οἶδ’· ἀτὰρ ζητητέον.
Σωκρατης
Σω.
Σω.
761
μή νυν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί,
762
ἀλλ’ἀποχάλα τὴν φροντίδ’ἐς τὸν ἀέρα
763
λινόδετον ὥσπερ μηλολόνθην τοῦ ποδός.
Στρεψιαδης
Στ.
Στ.
764
ηὕρηκ’ἀφάνισιν τῆς δίκης σοφωτάτην,
765
ὥστ’αὐτὸν ὁμολογεῖν σ’ἐμοί.
Σωκρατης
Σω.
Σω.
765b
ποίαν τινά;
Στρεψιαδης
Στ.
Στ.
766
ἤδη παρὰ τοῖσι φαρμακοπώλαις τὴν λίθον
767
ταύτην ἑόρακας τὴν καλήν, τὴν διαφανῆ,
768
ἀφ’ἧς τὸ πῦρ ἅπτουσι;
Σωκρατης
Σω.
Σω.
768b
τὴν ὕαλον λέγεις;
Στρεψιαδης
Στ.
Στ.
769
ἔγωγε. φέρε τί δῆτ’ἄν, εἰ ταύτην λαβών,
770
ὁπότε γράφοιτο τὴν δίκην γραμματεύς,
771
ἀπωτέρω στὰς ὧδε πρὸς τὸν ἥλιον
772
τὰ γράμματ’ἐκτήξαιμι τῆς ἐμῆς δίκης;
Σωκρατης
Σω.
Σω.
773
σοφῶς γε νὴ τὰς Χάριτας.
Στρεψιαδης
Στ.
Στ.
773b
οἴμ’ὡς ἥδομαι
774
ὅτι πεντετάλαντος διαγέγραπταί μοι δίκη.
Σωκρατης
Σω.
Σω.
775
ἄγε δὴ ταχέως τουτὶ ξυνάρπασον.
Στρεψιαδης
Στ.
Στ.
775b
τὸ τί;
Σωκρατης
Σω.
Σω.
776
ὅπως ἀποστρέψαι’ἂν ἀντιδικῶν δίκην
777
μέλλων ὀφλήσειν μὴ παρόντων μαρτύρων.
Στρεψιαδης
Στ.
Στ.
778
φαυλότατα καὶ ῥᾷστ’.
Σωκρατης
Σω.
Σω.
778b
εἰπὲ δή.
Στρεψιαδης
Στ.
Στ.
778c
καὶ δὴ λέγω.
779
εἰ πρόσθεν ἔτι μιᾶς ἐνεστώσης δίκης,
780
πρὶν τὴν ἐμὴν καλεῖσθ’, ἀπαγξαίμην τρέχων.
Σωκρατης
Σω.
Σω.
781
οὐδὲν λέγεις.
Στρεψιαδης
Στ.
Στ.
781b
νὴ τοὺς θεοὺς ἔγωγ’, ἐπεὶ
782
οὐδεὶς κατ’ἐμοῦ τεθνεῶτος εἰσάξει δίκην.
Σωκρατης
Σω.
Σω.
783
ὑθλεῖς · ἄπερρ’, οὐκ ἂν διδάξαιμ’ἄν σ’ἔτι.
Στρεψιαδης
Στ.
Στ.
784
ὁτιὴ τί; ναὶ πρὸς τῶν θεῶν Σώκρατες.
Σωκρατης
Σω.
Σω.
785
ἀλλ’εὐθὺς ἐπιλήθει σύ γ’ἅττ’ἂν καὶ μάθῃς ·
786
ἐπεὶ τί νυνὶ πρῶτον ἐδιδάχθης; λέγε.
Στρεψιαδης
Στ.
Στ.
787
φέρ’ἴδω τί μέντοι πρῶτον ἦν; τί πρῶτον ἦν;
788
τίς ἦν ἐν ’ματτόμεθα μέντοι τἄλφιτα;
789
οἴμοι τίς ἦν;
Σωκρατης
Σω.
Σω.
789b
οὐκ ἐς κόρακας ἀποφθερεῖ,
790
ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον;
Στρεψιαδης
Στ.
Στ.
791
οἴμοι τί οὖν δῆθ’ κακοδαίμων πείσομαι;
792
ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν.
793
ἀλλ’ Νεφέλαι χρηστόν τι συμβουλεύσατε.
Χορος
Χο.
Χο.
794
ἡμεῖς μὲν πρεσβῦτα συμβουλεύομεν,
795
εἴ σοί τις υἱός ἐστιν ἐκτεθραμμένος,
796
πέμπειν ἐκεῖνον ἀντὶ σαυτοῦ μανθάνειν.
Στρεψιαδης
Στ.
Στ.
797
ἀλλ’ἔστ’ἔμοιγ’υἱὸς καλόςτε κἀγαθός ·
798
ἀλλ’οὐκ ἐθέλει γὰρ μανθάνειν. τί ἐγὼ πάθω;
Χορος
Χο.
Χο.
799
σὺ δ’ἐπιτρέπεις;
Στρεψιαδης
Στ.
Στ.
799b
εὐσωματεῖ γὰρ καὶ σφριγᾷ,
800
κἄστ’ἐκ γυναικῶν εὐπτέρων τῶν Κοισύρας.
801
ἀτὰρ μέτειμί γ’αὐτόν · ἢν δὲ μὴ ’θέλῃ,
802
οὐκ ἔσθ’ὅπως οὐκ ἐξελῶ κ’τῆς οἰκίας.
803
ἀλλ’ἐπανάμεινόν μ’ὀλίγον εἰσελθὼν χρόνον.
Χορος
Χο.
Χο.
804
ἆρ’αἰσθάνει πλεῖστα δι’ἡμᾶς ἀγάθ’αὐτίχ’ἕξων
805
μόνας θεῶν; ὡς
806
ἕτοιμος ὅδ’ἐστὶν ἅπαντα δρᾶν
807
ὅσ’ἂν κελεύῃς.
808
σὺ δ’ἀνδρὸς ἐκπεπληγμένου καὶ φανερῶς ἐπηρμένου
810
γνοὺς ἀπολάψεις τι πλεῖστον δύνασαι,
811
ταχέως · φιλεῖ γάρ πως τὰ τοιαῦθ’ἑτέρᾳ τρέπεσθαι.
Στρεψιαδης
Στ.
Στ.
812
οὔτοι μὰ τὴν Ὁμίχλην ἔτ’ἐνταυθοῖ μενεῖς ·
815
ἀλλ’ἔσθι’ἐλθὼν τοὺς Μεγακλέους κίονας.
Φειδιππιδης
Φε.
Φε.
816
δαιμόνιε, τί χρῆμα πάσχεις πάτερ;
817
οὐκ εὖ φρονεῖς μὰ τὸν Δία τὸν Ὀλύμπιον.
Στρεψιαδης
Στ.
Στ.
818
ἰδού γ’ἰδού, Δί’Ὀλύμπιον · τῆς μωρίας,
819
τὸν Δία νομίζειν ὄντα τηλικουτονί.
Φειδιππιδης
Φε.
Φε.
820
τί δὲ τοῦτ’ἐγέλασας ἐτεόν;
Στρεψιαδης
Στ.
Στ.
820b
ἐνθυμούμενος
821
ὅτι παιδάριον εἶ καὶ φρονεῖς ἀρχαιϊκά.
822
ὅμως γε μὴν πρόσελθ’, ἵν’εἰδῇς πλείονα,
823
καί σοι φράσω τι πρᾶγμ’ μαθὼν ἀνὴρ ἔσει.
824
ὅπως δὲ τοῦτο μὴ διδάξεις μηδένα.
Φειδιππιδης
Φε.
Φε.
825
ἰδού · τί ἔστιν;
Στρεψιαδης
Στ.
Στ.
825b
ὤμοσας νυνὶ Δία.
Φειδιππιδης
Φε.
Φε.
826
ἔγωγ’.
Στρεψιαδης
Στ.
Στ.
826b
ὁρᾷς οὖν ὡς ἀγαθὸν τὸ μανθάνειν;
827
οὐκ ἔστιν Φειδιππίδη Ζεύς.
Φειδιππιδης
Φε.
Φε.
827b
ἀλλὰ τίς;
Στρεψιαδης
Στ.
Στ.
828
Δῖνος βασιλεύει τὸν Δί’ἐξεληλακώς.
Φειδιππιδης
Φε.
Φε.
829
αἰβοῖ τί ληρεῖς;
Στρεψιαδης
Στ.
Στ.
829b
ἴσθι τοῦθ’οὕτως ἔχον.
Φειδιππιδης
Φε.
Φε.
830
τίς φησι ταῦτα;
Στρεψιαδης
Στ.
Στ.
830b
Σωκράτης Μήλιος
831
καὶ Χαιρεφῶν, ὃς οἶδε τὰ ψυλλῶν ἴχνη.
Φειδιππιδης
Φε.
Φε.
832
σὺ δ’ἐς τοσοῦτον τῶν μανιῶν ἐλήλυθας
833
ὥστ’ἀνδράσιν πείθει χολῶσιν;
Στρεψιαδης
Στ.
Στ.
833b
εὐστόμει
834
καὶ μηδὲν εἴπῃς φλαῦρον ἄνδρας δεξιοὺς
835
καὶ νοῦν ἔχοντας · ὧν ὑπὸ τῆς φειδωλίας
836
ἀπεκείρατ’οὐδεὶς πώποτ’οὐ δ’ἠλείψατο,
837
οὐ δ’ἐς βαλανεῖον ἦλθε λουσόμενος · σὺ δὲ
838
ὥσπερ τεθνεῶτος καταλόει μου τὸν βίον.
839
ἀλλ’ὡς τάχιστ’ἐλθὼν ὑπὲρ ἐμοῦ μάνθανε.
Φειδιππιδης
Φε.
Φε.
840
τί δ’ἂν παρ’ἐκείνων καὶ μάθοι χρηστόν τις ἄν;
Στρεψιαδης
Στ.
Στ.
841
ἄληθες; ὅσαπερ ἔστ’ἐν ἀνθρώποις σοφά ·
842
γνώσει δὲ σαυτὸν ὡς ἀμαθὴς εἶ καὶ παχύς.
843
ἀλλ’ἐπανάμεινόν μ’ὀλίγον ἐνταυθοῖ χρόνον.
Φειδιππιδης
Φε.
Φε.
844
οἴμοι τί δράσω παραφρονοῦντος τοῦ πατρός;
845
πότερον παρανοίας αὐτὸν εἰσαγαγὼν ἕλω,
846
τοῖς σοροπηγοῖς τὴν μανίαν αὐτοῦ φράσω;
Στρεψιαδης
Στ.
Στ.
847
φέρ’ἴδω, σὺ τοῦτον τί ὀνομάζεις; εἰπέ μοι.
Φειδιππιδης
Φε.
Φε.
848
ἀλεκτρυόνα.
Στρεψιαδης
Στ.
Στ.
848b
καλῶς γε. ταυτηνὶ δὲ τί;
Φειδιππιδης
Φε.
Φε.
849
ἀλεκτρυόν’.
Στρεψιαδης
Στ.
Στ.
849b
ἄμφω ταὐτό; καταγέλαστος εἶ.
850
μή νυν τὸ λοιπόν, ἀλλὰ τήνδε μὲν καλεῖν
851
ἀλεκτρύαιναν τουτονὶ δ’ἀλέκτορα.
Φειδιππιδης
Φε.
Φε.
852
ἀλεκτρύαιναν; ταῦτ’ἔμαθες τὰ δεξιὰ
853
εἴσω παρελθὼν ἄρτι παρὰ τοὺς γηγενεῖς;
Στρεψιαδης
Στ.
Στ.
854
χἄτερά γε πόλλ’· ἀλλ’ τι μάθοιμ’ἑκάστοτε,
855
ἐπελανθανόμην ἂν εὐθὺς ὑπὸ πλήθους ἐτῶν.
Φειδιππιδης
Φε.
Φε.
856
διὰ ταῦτα δὴ καὶ θοἰμάτιον ἀπώλεσας;
Στρεψιαδης
Στ.
Στ.
857
ἀλλ’οὐκ ἀπολώλεκ’, ἀλλὰ καταπεφρόντικα.
Φειδιππιδης
Φε.
Φε.
858
τὰς δ’ἐμβάδας ποῖ τέτροφας ὦνόητε σύ;
Στρεψιαδης
Στ.
Στ.
859
ὥσπερ Περικλέης ἐς τὸ δέον ἀπώλεσα.
860
ἀλλ’ἴθι βάδιζ’, ἴωμεν · εἶτα τῷ πατρὶ
861
πιθόμενος ἐξάμαρτε · κἀγώ τοί ποτε,
862
οἶδ’, ἑξέτει σοι τραυλίσαντι πιθόμενος,
863
ὃν πρῶτον ὀβολὸν ἔλαβον ἡλιαστικόν,
864
τούτου ’πριάμην σοι Διασίοις ἁμαξίδα.
Φειδιππιδης
Φε.
Φε.
865
μὴν σὺ τούτοις τῷ χρόνῳ ποτ’ἀχθέσει.
Στρεψιαδης
Στ.
Στ.
866
εὖ γ’ὅτι ἐπείσθης. δεῦρο δεῦρ’ Σώκρατες,
867
ἔξελθ’· ἄγω γάρ σοι τὸν υἱὸν τουτονὶ
868
ἄκοντ’ἀναπείσας.
Σωκρατης
Σω.
Σω.
868b
νηπύτιος γάρ ἐστ’ἔτι,
869
καὶ τῶν κρεμαθρῶν οὔπω τρίβων τῶν ἐνθάδε.
Φειδιππιδης
Φε.
Φε.
870
αὐτὸς τρίβων εἴης ἄν, εἰ κρέμαιό γε.
Στρεψιαδης
Στ.
Στ.
871
οὐκ ἐς κόρακας; καταρᾷ σὺ τῷ διδασκάλῳ;
Σωκρατης
Σω.
Σω.
872
ἰδοὺ κρέμαι’, ὡς ἠλίθιον ἐφθέγξατο
873
καὶ τοῖσι χείλεσιν διερρυηκόσιν.
874
πῶς ἂν μάθοι ποθ’οὗτος ἀπόφυξιν δίκης
875
κλῆσιν χαύνωσιν ἀναπειστηρίαν;
876
καίτοι γε ταλάντου τοῦτ’ἔμαθεν Ὑπέρβολος.
Στρεψιαδης
Στ.
Στ.
877
ἀμέλει δίδασκε · θυμόσοφός ἐστιν φύσει ·
878
εὐθύς γέ τοι παιδάριον ὄν τυννουτονὶ
879
ἔπλαττεν ἔνδον οἰκίας ναῦςτ’ἔγλυφεν,
880
ἁμαξίδαςτε σκυτίνας ἠργάζετο,
881
κἀκ τῶν σιδίων βατράχους ἐποίει πῶς δοκεῖς.
882
ὅπως δ’ἐκείνω τὼ λόγω μαθήσεται,
883
τὸν κρείττον’ὅστις ἐστὶ καὶ τὸν ἥττονα,
884
ὃς τἄδικα λέγων ἀνατρέπει τὸν κρείττονα ·
885
ἐὰν δὲ μή, τὸν γοῦν ἄδικον πάσῃ τέχνῃ.
Σωκρατης
Σω.
Σω.
886
αὐτὸς μαθήσεται παρ’αὐτοῖν τοῖν λόγοιν.
887
ἐγὼ δ’ἀπέσομαι.
Στρεψιαδης
Στ.
Στ.
887b
τοῦτό νυν μέμνησ’, ὅπως
888
πρὸς πάντα τὰ δίκαι’ἀντιλέγειν δυνήσεται.
Δικαιος Λογος
Δι.
Δι.
889
χώρει δευρί, δεῖξον σαυτὸν
890
τοῖσι θεαταῖς, καίπερ θρασὺς ὤν.
Αδικος Λογος
Αδ.
Αδ.
891
ἴθ’ὅποι χρῄζεις. πολὺ γὰρ μᾶλλόν ’ς
892
ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ.
Δικαιος Λογος
Δι.
Δι.
893
ἀπολεῖς σύ; τίς ὤν;
Αδικος Λογος
Αδ.
Αδ.
893b
λόγος.
Δικαιος Λογος
Δι.
Δι.
893c
ἥττων γ’ὤν.
Αδικος Λογος
Αδ.
Αδ.
894
ἀλλά σε νικῶ τὸν ἐμοῦ κρείττω
895
φάσκοντ’εἶναι.
Δικαιος Λογος
Δι.
Δι.
895b
τί σοφὸν ποιῶν;
Αδικος Λογος
Αδ.
Αδ.
896
γνώμας καινὰς ἐξευρίσκων.
Δικαιος Λογος
Δι.
Δι.
897
ταῦτα γὰρ ἀνθεῖ διὰ τουτουσὶ
898
τοὺς ἀνοήτους.
Αδικος Λογος
Αδ.
Αδ.
898b
οὔκ, ἀλλὰ σοφούς.
Δικαιος Λογος
Δι.
Δι.
899
ἀπολῶ σε κακῶς.
Αδικος Λογος
Αδ.
Αδ.
899b
εἰπὲ τί ποιῶν;
Δικαιος Λογος
Δι.
Δι.
900
τὰ δίκαια λέγων.
Αδικος Λογος
Αδ.
Αδ.
901
ἀλλ’ἀνατρέψω γ’αὔτ’ἀντιλέγων ·
902
οὐ δὲ γὰρ εἶναι πάνυ φημὶ δίκην.
Δικαιος Λογος
Δι.
Δι.
903
οὐκ εἶναι φῄς;
Αδικος Λογος
Αδ.
Αδ.
903b
φέρε γὰρ ποῦ ’στιν;
Δικαιος Λογος
Δι.
Δι.
904
παρὰ τοῖσι θεοῖς.
Αδικος Λογος
Αδ.
Αδ.
905
πῶς δῆτα δίκης οὔσης Ζεὺς οὐκ ἀπόλωλεν τὸν πατέρ’αὑτοῦ
906
δήσας;
Δικαιος Λογος
Δι.
Δι.
906b
αἰβοῖ τουτὶ καὶ δὴ
907
χωρεῖ τὸ κακόν · δότε μοι λεκάνην.
Αδικος Λογος
Αδ.
Αδ.
908
τυφογέρων εἶ κἀνάρμοστος.
Δικαιος Λογος
Δι.
Δι.
909
καταπύγων εἶ κἀναίσχυντος.
Αδικος Λογος
Αδ.
Αδ.
910
ῥόδα μ’εἴρηκας.
Δικαιος Λογος
Δι.
Δι.
910b
καὶ βωμολόχος.
Αδικος Λογος
Αδ.
Αδ.
911
κρίνεσι στεφανοῖς.
Δικαιος Λογος
Δι.
Δι.
911b
καὶ πατραλοίας.
Αδικος Λογος
Αδ.
Αδ.
912
χρυσῷ πάττων μ’οὐ γιγνώσκεις.
Δικαιος Λογος
Δι.
Δι.
913
οὐ δῆτα πρὸ τοῦ γ’, ἀλλὰ μολύβδῳ.
Αδικος Λογος
Αδ.
Αδ.
914
νῦν δέ γε κόσμος τοῦτ’ἐστὶν ἐμοί.
Δικαιος Λογος
Δι.
Δι.
915
θρασὺς εἶ πολλοῦ.
Αδικος Λογος
Αδ.
Αδ.
915b
σὺ δέ γ’ἀρχαῖος.
Δικαιος Λογος
Δι.
Δι.
916
διὰ σὲ δὲ φοιτᾶν
917
οὐδεὶς ἐθέλει τῶν μειρακίων ·
918
καὶ γνωσθήσει ποτ’Ἀθηναίοις
919
οἶα διδάσκεις τοὺς ἀνοήτους.
Αδικος Λογος
Αδ.
Αδ.
920
αὐχμεῖς αἰσχρῶς.
Δικαιος Λογος
Δι.
Δι.
920b
σὺ δέ γ’εὖ πράττεις.
921
καίτοι πρότερόν γ’ἐπτώχευες,
922
Τήλεφος εἶναι Μυσὸς φάσκων,
923
ἐκ πηριδίου
924
γνώμας τρώγων Πανδελετείους.
Αδικος Λογος
Αδ.
Αδ.
925
ὤμοι σοφίας
Δικαιος Λογος
Δι.
Δι.
925b
ὤμοι μανίας
Αδικος Λογος
Αδ.
Αδ.
926
ἧς ἐμνήσθης
Δικαιος Λογος
Δι.
Δι.
926b
τῆς σῆς, πόλεώςθ’
927
ἥτις σε τρέφει
928
λυμαινόμενον τοῖς μειρακίοις.
Αδικος Λογος
Αδ.
Αδ.
929
οὐχὶ διδάξεις τοῦτον Κρόνος ὤν.
Δικαιος Λογος
Δι.
Δι.
930
εἴπερ γ’αὐτὸν σωθῆναι χρὴ
931
καὶ μὴ λαλιὰν μόνον ἀσκῆσαι.
Αδικος Λογος
Αδ.
Αδ.
932
δεῦρ’ἴθι, τοῦτον δ’ἔα μαίνεσθαι.
Δικαιος Λογος
Δι.
Δι.
933
κλαύσει, τὴν χεῖρ’ἢν ἐπιβάλλῃς.
Χορος
Χο.
Χο.
934
παύσασθε μάχης καὶ λοιδορίας.
935
ἀλλ’ἐπίδειξαι σύτε τοὺς προτέρους
936
ἅττ’ἐδίδασκες, σύτε τὴν καινὴν
937
παίδευσιν, ὅπως ἂν ἀκούσας σφῷν
938
ἀντιλεγόντοιν κρίνας φοιτᾷ.
Δικαιος Λογος
Δι.
Δι.
939
δρᾶν ταῦτ’ἐθέλω.
Αδικος Λογος
Αδ.
Αδ.
939b
κἄγωγ’ἐθέλω.
Χορος
Χο.
Χο.
940
φέρε δὴ πότερος λέξει πρότερος;
Αδικος Λογος
Αδ.
Αδ.
941
τούτῳ δώσω ·
942
κᾆτ’ἐκ τούτων ὧν ἂν λέξῃ
943
ῥηματίοισιν καινοῖς αὐτὸν
944
καὶ διανοίαις κατατοξεύσω.
945
τὸ τελευταῖον δ’, ἢν ἀναγρύζῃ,
946
τὸ πρόσωπον ἅπαν καὶ τὠφθαλμὼ
947
κεντούμενος ὥσπερ ὑπ’ἀνθρηνῶν
948
ὑπὸ τῶν γνωμῶν ἀπολεῖται.
Χορος
Χο.
Χο.
949
νῦν δείξετον τὼ πισύνω τοῖς περιδεξίοισι
950
λόγοισι καὶ φροντίσι καὶ γνωμοτύποις μερίμναις,
951
ὁπότερος αὐτοῖν λέγων ἀμείνων φανήσεται.
955
νῦν γὰρ ἅπας ἐνθάδε κίνδυνος ἀνεῖται σοφίας,
956
ἧς πέρι τοῖς ἐμοῖς φίλοις ἐστὶν ἀγὼν μέγιστος.
959
ἀλλ’ πολλοῖς τοὺς πρεσβυτέρους ἤθεσι χρηστοῖς στεφανώσας,
960
ῥῆξον φωνὴν ᾗτινι χαίρεις, καὶ τὴν σαυτοῦ φύσιν εἰπέ.
Δικαιος Λογος
Δι.
Δι.
961
λέξω τοίνυν τὴν ἀρχαίαν παιδείαν ὡς διέκειτο,
962
ὅτ’ἐγὼ τὰ δίκαια λέγων ἤνθουν καὶ σωφροσύνη ’νενόμιστο.
963
πρῶτον μὲν ἔδει παιδὸς φωνὴν γρύξαντος μηδὲν ἀκοῦσαι ·
964
εἶτα βαδίζειν ἐν ταῖσιν ὁδοῖς εὐτάκτως ἐς κιθαριστοῦ
965
τοὺς κωμήτας γυμνοὺς ἁθρόους, κεἰ κριμνώδη κατανείφοι.
966
εἶτ’αὖ προμαθεῖν ᾆσμ’ἐδίδασκεν τὼ μηρὼ μὴ ξυνέχοντας,
967
Παλλάδα περσέπολιν δεινὰν τηλέπορόν τι βόαμα,
968
ἐντειναμένους τὴν ἁρμονίαν, ἣν οἱ πατέρες παρέδωκαν.
969
εἰ δέ τις αὐτῶν βωμολοχεύσαιτ’ κάμψειέν τινα καμπήν,
970
οἵας οἱ νῦν τὰς κατὰ Φρῦνιν ταύτας τὰς δυσκολοκάμπτους,
971
ἐπετρίβετο τυπτόμενος πολλὰς ὡς τὰς Μούσας ἀφανίζων.
972
ἐν παιδοτρίβου δὲ καθίζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι
973
τοὺς παῖδας, ὅπως τοῖς ἔξωθεν μηδὲν δείξειαν ἀπηνές ·
975
εἶτ’αὖ πάλιν αὖθις ἀνιστάμενον συμψῆσαι, καὶ προνοεῖσθαι
976
εἴδωλον τοῖσιν ἐρασταῖσιν τῆς ἥβης μὴ καταλείπειν.
977
ἠλείψατο δ’ἂν τοὐμφαλοῦ οὐδεὶς παῖς ὑπένερθεν τότ’ἄν, ὥστε
978
τοῖς αἰδοίοισι δρόσος καὶ χνοῦς ὥσπερ μήλοισιν ἐπήνθει ·
979
οὐ δ’ἂν μαλακὴν φυρασάμενος τὴν φωνὴν πρὸς τὸν ἐραστὴν
980
αὐτὸς ἑαυτὸν προαγωγεύων τοῖς ὀφθαλμοῖς ἐβάδιζεν,
981
οὐ δ’ἀνελέσθαι δειπνοῦντ’ἐξῆν καὶ κεφάλαιον ῥαφανῖδος,
982
οὐ δ’ἄννηθον τῶν πρεσβυτέρων ἁρπάζειν οὐ δὲ σέλινον,
983
οὐ δ’ὀψοφαγεῖν οὐ δὲ κιχλίζειν οὐ δ’ἴσχειν τὼ πόδ’ἐναλλάξ.
Αδικος Λογος
Αδ.
Αδ.
984
ἀρχαῖά γε καὶ Διιπολιώδη καὶ τεττίγων ἀνάμεστα
985
καὶ Κηκείδου καὶ Βουφονίων.
Δικαιος Λογος
Δι.
Δι.
985b
ἀλλ’οὖν ταῦτ’ἐστὶν ἐκεῖνα,
986
ἐξ ὧν ἄνδρας Μαραθωνομάχας ἡμὴ παίδευσις ἔθρεψεν.
987
σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοισι διδάσκεις ἐντετυλίχθαι ·
988
ὥστε μ’ἀπάγχεσθ’, ὅταν ὀρχεῖσθαι Παναθηναίοις δέον αὐτοὺς
989
τὴν ἀσπίδα τῆς κωλῆς προέχων ἀμελῇ τῆς Τριτογενείας.
990
πρὸς ταῦτ’ μειράκιον θαρρῶν ἐμὲ τὸν κρείττω λόγον αἱροῦ ·
991
κἀπιστήσει μισεῖν ἀγορὰν καὶ βαλανείων ἀπέχεσθαι,
992
καὶ τοῖς αἰσχροῖς αἰσχύνεσθαι, κἂν σκώπτῃ τίς σε φλέγεσθαι ·
993
καὶ τῶν θάκων τοῖς πρεσβυτέροις ὑπανίστασθαι προσιοῦσιν,
994
καὶ μὴ περὶ τοὺς σαυτοῦ γονέας σκαιουργεῖν, ἄλλοτε μηδὲν
995
αἰσχρὸν ποιεῖν, ὅτι τῆς αἰδοῦς μέλλεις τἄγαλμ’ἀναπλάττειν ·
996
μη δ’εἰς ὀρχηστρίδος εἰσᾴττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς
997
μήλῳ βληθεὶς ὑπὸ πορνιδίου τῆς εὐκλείας ἀποθραυσθῇς ·
998
μη δ’ἀντειπεῖν τῷ πατρὶ μηδέν, μη δ’Ἰαπετὸν καλέσαντα
999
μνησικακῆσαι τὴν ἡλικίαν ἐξ ἧς ἐνεοττοτροφήθης.
Αδικος Λογος
Αδ.
Αδ.
1000
εἰ ταῦτ’ μειράκιον πείσει τούτῳ, νὴ τὸν Διόνυσον
1001
τοῖς Ἱπποκράτους υἱέσιν εἴξεις καὶ σε καλοῦσι βλιτομάμμαν.
Δικαιος Λογος
Δι.
Δι.
1002
ἀλλ’οὖν λιπαρός γε καὶ εὐανθὴς ἐν γυμνασίοις διατρίψεις,
1003
οὐ στωμύλλων κατὰ τὴν ἀγορὰν τριβολεκτράπελ’οἷάπερ οἱ νῦν,
1004
οὐ δ’ἑλκόμενος περὶ πραγματίου γλισχραντιλογεξεπιτρίπτου ·
1005
ἀλλ’εἰς Ἀκαδήμειαν κατιὼν ὑπὸ ταῖς μορίαις ἀποθρέξει
1006
στεφανωσάμενος καλάμῳ λευκῷ μετὰ σώφρονος ἡλικιώτου,
1007
μίλακος ὄζων καὶ ἀπραγμοσύνης καὶ λεύκης φυλλοβολούσης,
1008
ἦρος ἐν ὥρᾳ χαίρων, ὁπόταν πλάτανος πτελέᾳ ψιθυρίζῃ.
1009
ἢν ταῦτα ποιῇς ἁγὼ φράζω,
1010
καὶ πρὸς τούτοις προσέχῃς τὸν νοῦν,
1011
ἕξεις ἀεὶ
1012
στῆθος λιπαρόν, χροιὰν λαμπράν,
1013
ὤμους μεγάλους, γλῶτταν βαιάν,
1014
πυγὴν μεγάλην, πόσθην μικράν.
1015
ἢν δ’ἅπερ οἱ νῦν ἐπιτηδεύῃς,
1016
πρῶτα μὲν ἕξεις
1017
χροιὰν ὠχράν, ὤμους μικρούς,
1018
στῆθος λεπτόν, γλῶτταν μεγάλην,
1019
πυγὴν μικράν, κωλῆν μεγάλην, ψήφισμα μακρόν,
1020
καὶ σ’ἀναπείσει τὸ μὲν αἰσχρὸν ἅπαν
1021
καλὸν ἡγεῖσθαι, τὸ καλὸν δ’αἰσχρόν ·
1022
καὶ πρὸς τούτοις τῆς Ἀντιμάχου
1023
καταπυγοσύνης ἀναπλήσει.
Χορος
Χο.
Χο.
1024
καλλίπυργον σοφίαν κλεινοτάτην ἐπασκῶν,
1025
ὡς ἡδύ σου τοῖσι λόγοις σῶφρον ἔπεστιν ἄνθος.
1026
εὐδαίμονες δ’ἦσαν ἄρ’οἱ ζῶντες τότ’ἐπὶ
1027
τῶν προτέρων · πρὸς τάδε σ’ κομψοπρεπῆ μοῦσαν ἔχων,
1031
δεῖ σε λέγειν τι καινόν, ὡς ηὐδοκίμηκεν ἁνήρ.
1032
δεινῶν δέ σοι βουλευμάτων ἔοικε δεῖν πρὸς αὐτόν,
1035
εἴπερ τὸν ἄνδρ’ὑπερβαλεῖ καὶ μὴ γέλωτ’ὀφλήσεις.
Αδικος Λογος
Αδ.
Αδ.
1036
καὶ μὴν πάλαι γ’ἐπνιγόμην τὰ σπλάγχνα κἀπεθύμουν
1037
ἅπαντα ταῦτ’ἐναντίαις γνώμαισι συνταράξαι.
1038
ἐγὼ γὰρ ἥττων μὲν λόγος δι’αὐτὸ τοῦτ’ἐκλήθην
1039
ἐν τοῖσι φροντισταῖσιν, ὅτι πρώτιστος ἐπενόησα
1040
τοῖσιν νόμοις καὶ ταῖς δίκαις τἀναντί’ἀντιλέξαι.
1041
καὶ τοῦτο πλεῖν μυρίων ἔστ’ἄξιον στατήρων,
1042
αἱρούμενον τοὺς ἥττονας λόγους ἔπειτα νικᾶν.
1043
σκέψαι δὲ τὴν παίδευσιν πέποιθεν ὡς ἐλέγξω,
1044
ὅστις σε θερμῷ φησι λοῦσθαι πρῶτον οὐκ ἐάσειν.
1045
καίτοι τίνα γνώμην ἔχων ψέγεις τὰ θερμὰ λουτρά;
Δικαιος Λογος
Δι.
Δι.
1046
ὁτιὴ κάκιστόν ἐστι καὶ δειλὸν ποιεῖ τὸν ἄνδρα.
Αδικος Λογος
Αδ.
Αδ.
1047
ἐπίσχες · εὐθὺς γάρ σ’ἔχω μέσον λαβὼν ἄφυκτον.
1048
καί μοι φράσον, τῶν τοῦ Διὸς παίδων τίν’ἄνδρ’ἄριστον
1049
ψυχὴν νομίζεις, εἰπέ, καὶ πλείστους πόνους πονῆσαι.
Δικαιος Λογος
Δι.
Δι.
1050
ἐγὼ μὲν οὐδέν’Ἡρακλέους βελτίον’ἄνδρα κρίνω.
Αδικος Λογος
Αδ.
Αδ.
1051
ποῦ ψυχρὰ δῆτα πώποτ’εἶδες Ἡράκλεια λουτρά;
1052
καίτοι τίς ἀνδρειότερος ἦν;
Δικαιος Λογος
Δι.
Δι.
1052b
ταῦτ’ἐστὶ ταῦτ’ἐκεῖνα,
1053
τῶν νεανίσκων ἀεὶ δι’ἡμέρας λαλούντων
1054
πλῆρες τὸ βαλανεῖον ποιεῖ, κενὰς δὲ τὰς παλαίστρας.
Αδικος Λογος
Αδ.
Αδ.
1055
εἶτ’ἐν ἀγορᾷ τὴν διατριβὴν ψέγεις · ἐγὼ δ’ἐπαινῶ.
1056
εἰ γὰρ πονηρὸν ἦν, Ὅμηρος οὐδέποτ’ἂν ἐποίει
1057
τὸν Νέστορ’ἀγορητὴν ἂν οὐ δὲ τοὺς σοφοὺς ἅπαντας.
1058
ἄνειμι δῆτ’ἐντεῦθεν ἐς τὴν γλῶτταν, ἣν ὁδὶ μὲν
1059
οὔ φησι χρῆναι τοὺς νέους ἀσκεῖν, ἐγὼ δέ φημι.
1060
καὶ σωφρονεῖν αὖ φησι χρῆναι · δύο κακὼ μεγίστω.
1061
ἐπεὶ σὺ διὰ τὸ σωφρονεῖν τῷ πώποτ’εἶδες ἤδη
1062
ἀγαθάν τι γενόμενον, φράσον, καί μ’ἐξέλεγξον εἰπών.
Δικαιος Λογος
Δι.
Δι.
1063
πολλοῖς. γοῦν Πηλεὺς ἔλαβε διὰ τοῦτο τὴν μάχαιραν.
Αδικος Λογος
Αδ.
Αδ.
1064
μάχαιραν; ἀστεῖόν γε κέρδος ἔλαβεν κακοδαίμων.
1065
Ὑπέρβολος δ’οὑκ τῶν λύχνων πλεῖν τάλαντα πολλὰ
1066
εἴληφε διὰ πονηρίαν, ἀλλ’οὐ μὰ Δί’οὐ μάχαιραν.
Δικαιος Λογος
Δι.
Δι.
1067
καὶ τὴν Θέτιν γ’ἔγημε διὰ τὸ σωφρονεῖν Πηλεύς.
Αδικος Λογος
Αδ.
Αδ.
1068
κᾆτ’ἀπολιποῦσά γ’αὐτὸν ᾤχετ’· οὐ γὰρ ἦν ὑβριστὴς
1069
οὐ δ’ἡδὺς ἐν τοῖς στρώμασιν τὴν νύκτα παννυχίζειν ·
1070
γυνὴ δὲ σιναμωρουμένη χαίρει · σὺ δ’εἶ Κρόνιππος.
1071
σκέψαι γὰρ μειράκιον ἐν τῷ σωφρονεῖν ἅπαντα
1072
ἅνεστιν, ἡδονῶνθ’ὅσων μέλλεις ἀποστερεῖσθαι,
1073
παίδων γυναικῶν κοττάβων ὄψων πότων κιχλισμῶν.
1074
καίτοι τί σοι ζῆν ἄξιον, τούτων ἐὰν στερηθῇς;
1075
εἶεν. πάρειμ’ἐντεῦθεν ἐς τὰς τῆς φύσεως ἀνάγκας.
1076
ἥμαρτες, ἠράσθης, ἐμοίχευσάς τι, κᾆτ’ἐλήφθης ·
1077
ἀπόλωλας · ἀδύνατος γὰρ εἶ λέγειν. ἐμοὶ δ’ὁμιλῶν
1078
χρῶ τῇ φύσει, σκίρτα, γέλα, νόμιζε μηδὲν αἰσχρόν.
1079
μοιχὸς γὰρ ἢν τύχῃς ἁλούς, τάδ’ἀντερεῖς πρὸς αὐτόν,
1080
ὡς οὐδὲν ἠδίκηκας · εἶτ’ἐς τὸν Δί’ἐπανενεγκεῖν,
1081
κἀκεῖνος ὡς ἥττων ἔρωτός ἐστι καὶ γυναικῶν ·
1082
καίτοι σὺ θνητὸς ὢν θεοῦ πῶς μεῖζον ἂν δύναιο;
Δικαιος Λογος
Δι.
Δι.
1083
τί δ’ἢν ῥαφανιδωθῇ πιθόμενός σοι τέφρᾳτε τιλθῇ,
1084
ἕξει τινὰ γνώμην λέγειν τὸ μὴ εὐρύπρωκτος εἶναι;
Αδικος Λογος
Αδ.
Αδ.
1085
ἢν δ’εὐρύπρωκτος , τί πείσεται κακόν;
Δικαιος Λογος
Δι.
Δι.
1086
τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
Αδικος Λογος
Αδ.
Αδ.
1087
τί δῆτ’ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
Δικαιος Λογος
Δι.
Δι.
1088
σιγήσομαι. τί δ’ἄλλο;
Αδικος Λογος
Αδ.
Αδ.
1088b
φέρε δή μοι φράσον ·
1089
συνηγοροῦσιν ἐκ τίνων;
Δικαιος Λογος
Δι.
Δι.
1090
ἐξ εὐρυπρώκτων.
Αδικος Λογος
Αδ.
Αδ.
1090b
πείθομαι.
1091
τί δαί; τραγῳδοῦσ’ἐκ τίνων;
Δικαιος Λογος
Δι.
Δι.
1092
ἐξ εὐρυπρώκτων.
Αδικος Λογος
Αδ.
Αδ.
1092b
εὖ λέγεις.
1093
δημηγοροῦσι δ’ἐκ τίνων;
Δικαιος Λογος
Δι.
Δι.
1094
ἐξ εὐρυπρώκτων.
Αδικος Λογος
Αδ.
Αδ.
1094b
ἆρα δῆτ’
1095
ἔγνωκας ὡς οὐδὲν λέγεις;
1096
καὶ τῶν θεατῶν ὁπότεροι
1097
πλείους σκόπει.
Δικαιος Λογος
Δι.
Δι.
1097b
καὶ δὴ σκοπῶ.
Αδικος Λογος
Αδ.
Αδ.
1098
τί δῆθ’ὁρᾷς;
Δικαιος Λογος
Δι.
Δι.
1099
πολὺ πλείονας νὴ τοὺς θεοὺς
1100
τοὺς εὐρυπρώκτους · τουτονὶ γοῦν οἶδ’ἐγὼ κἀκεινονὶ
1101
καὶ τὸν κομήτην τουτονί.
Αδικος Λογος
Αδ.
Αδ.
1101b
τί δῆτ’ἐρεῖς;
Δικαιος Λογος
Δι.
Δι.
1102
ἡττήμεθ’· κινούμενοι
1103
πρὸς τῶν θεῶν δέξασθέ μου
1103b
θοἰμάτιον, ὡς
1104
ἐξαυτομολῶ πρὸς ὑμᾶς.
Σωκρατης
Σω.
Σω.
1105
τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
1106
βούλει τὸν υἱόν, διδάσκω σοι λέγειν;
Στρεψιαδης
Στ.
Στ.
1107
δίδασκε καὶ κόλαζε καὶ μέμνησ’ὅπως
1108
εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
1109
οἷον δικιδίοις, τὴν δ’ἑτέραν αὐτοῦ γνάθον
1110
στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα.
Σωκρατης
Σω.
Σω.
1111
ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
Φειδιππιδης
Φε.
Φε.
1112
ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
Χορος
Χο.
Χο.
1113
χωρεῖτέ νυν. οἶμαι δέ σοι
1114
ταῦτα μεταμελήσειν.
1115
τοὺς κριτὰς κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν
1116
ὠφελῶσ’ἐκ τῶν δικαίων, βουλόμεσθ’ἡμεῖς φράσαι.
1117
πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ’ἐν ὥρᾳ τοὺς ἀγρούς,
1118
ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ’ἄλλοις ὕστερον.
1119
εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
1120
ὥστε μήτ’αὐχμὸν πιέζειν μήτ’ἄγαν ἐπομβρίαν.
1121
ἢν δ’ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
1122
προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά,
1123
λαμβάνων οὔτ’οἶνον οὔτ’ἄλλ’οὐδὲν ἐκ τοῦ χωρίου.
1124
ἡνίκ’ἂν γὰρ αἵτ’ἐλαῖαι βλαστάνωσ’αἵτ’ἄμπελοι,
1125
ἀποκεκόψονται · τοιαύταις σφενδόναις παιήσομεν.
1126
ἢν δὲ πλινθεύοντ’ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
1127
τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
1128
κἂν γαμῇ ποτ’αὐτὸς τῶν ξυγγενῶν τῶν φίλων,
1129
ὕσομεν τὴν νύκτα πᾶσαν · ὥστ’ἴσως βουλήσεται
1130
κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον κρῖναι κακῶς.
Στρεψιαδης
Στ.
Στ.
1131
πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,
1132
εἶθ’ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
1133
δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
1134
εὐθὺς μετὰ ταύτην ἔσθ’ἕνητε καὶ νέα.
1135
πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,
1136
θείς μοι πρυτανεῖ’ἀπολεῖν μέ φησι κἀξολεῖν,
1137
κἀμοῦ μέτριάτε καὶ δίκαι’αἰτουμένου,
1138
δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς,
1139
τὸ δ’ἀναβαλοῦ μοι, τὸ δ’ἄφεσ’, οὔ φασίν ποτε
1140
οὕτως ἀπολήψεσθ’, ἀλλὰ λοιδοροῦσί με
1141
ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
1142
νῦν οὖν δικαζέσθων · ὀλίγον γάρ μοι μέλει,
1143
εἴπερ μεμάθηκεν εὖ λέγειν Φειδιππίδης.
1144
τάχα δ’εἴσομαι κόψας τὸ φροντιστήριον.
1145
παῖ, ἠμί, παῖ παῖ.
Σωκρατης
Σω.
Σω.
1145b
Στρεψιάδην ἀσπάζομαι.
Στρεψιαδης
Στ.
Στ.
1146
κἄγωγέ σ’· ἀλλὰ τουτονὶ πρῶτον λαβέ ·
1147
χρὴ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
1148
καί μοι τὸν υἱὸν εἰ μεμάθηκε τὸν λόγον
1149
ἐκεῖνον εἴφ’ὃν ἀρτίως εἰσήγαγες.
Σωκρατης
Σω.
Σω.
1150
μεμάθηκεν.
Στρεψιαδης
Στ.
Στ.
1150b
εὖ γ’ παμβασίλει’Ἀπαιόλη.
Σωκρατης
Σω.
Σω.
1151
ὥστ’ἀποφύγοις ἂν ἥντιν’ἂν βούλῃ δίκην.
Στρεψιαδης
Στ.
Στ.
1152
κεἰ μάρτυρες παρῆσαν, ὅτ’ἐδανειζόμην;
Σωκρατης
Σω.
Σω.
1153
πολλῷ γε μᾶλλον, κἂν παρῶσι χίλιοι.
Στρεψιαδης
Στ.
Στ.
1154
βοάσομαί τἄρα τὰν ὑπέρτονον
1155
βοάν. ἰὼ κλάετ’ ’βολοστάται
1156
αὐτοίτε καὶ τἀρχαῖα καὶ τόκοι τόκων ·
1157
οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθ’ἔτι,
1158
οἷος ἐμοὶ τρέφεται
1159
τοῖσδ’ἐνὶ δώμασι παῖς,
1160
ἀμφήκει γλώττῃ λάμπων,
1161
πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
1162
λυσανίας πατρῴων μεγάλων κακῶν ·
1163
ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
Σωκρατης
Σω.
Σω.
1165
τέκνον παῖ ἔξελθ’οἴκων,
1166
ἄιε σοῦ πατρός.
1167
ὅδ’ἐκεῖνος ἀνήρ.
Στρεψιαδης
Στ.
Στ.
1168
φίλος φίλος.
Σωκρατης
Σω.
Σω.
1169
ἄπιθι συλλαβών.
Στρεψιαδης
Στ.
Στ.
1170
ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.
1171
ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
1172
νῦν μέν γ’ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
1173
κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
1174
ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ ; καὶ δοκεῖν
1175
ἀδικοῦντ’ἀδικεῖσθαι καὶ κακουργοῦντ’οἶδ’ὅτι ·
1176
ἐπὶ τοῦ προσώπουτ’ἐστὶν Ἀττικὸν βλέπος.
1177
νῦν οὖν ὅπως σώσεις μ’, ἐπεὶ κἀπώλεσας.
Φειδιππιδης
Φε.
Φε.
1178
φοβεῖ δὲ δὴ τί;
Στρεψιαδης
Στ.
Στ.
1178b
τὴν ἕνηντε καὶ νέαν.
Φειδιππιδης
Φε.
Φε.
1179
ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα;
Στρεψιαδης
Στ.
Στ.
1180
εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι.
Φειδιππιδης
Φε.
Φε.
1181
ἀπολοῦσ’ἄρ’αὔθ’οἱ θέντες · οὐ γὰρ ἔσθ’ὅπως
1182
μί’ἡμέρα γένοιτ’ἂν ἡμέρα δύο.
Στρεψιαδης
Στ.
Στ.
1183
οὐκ ἂν γένοιτο;
Φειδιππιδης
Φε.
Φε.
1183b
πῶς γάρ; εἰ μή πέρ γ’ἅμα
1184
αὑτὴ γένοιτ’ἂν γραῦςτε καὶ νέα γυνή.
Στρεψιαδης
Στ.
Στ.
1185
καὶ μὴν νενόμισταί γ’.
Φειδιππιδης
Φε.
Φε.
1185b
οὐ γάρ, οἶμαι, τὸν νόμον
1186
ἴσασιν ὀρθῶς τι νοεῖ.
Στρεψιαδης
Στ.
Στ.
1186b
νοεῖ δὲ τί;
Φειδιππιδης
Φε.
Φε.
1187
Σόλων παλαιὸς ἦν φιλόδημος τὴν φύσιν.
Στρεψιαδης
Στ.
Στ.
1188
τουτὶ μὲν οὐδέν πω πρὸς ἕνηντε καὶ νέαν.
Φειδιππιδης
Φε.
Φε.
1189
ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύ’ἡμέρας
1190
ἔθηκεν, ἔς γε τὴν ἕνηντε καὶ νέαν,
1191
ἵν’αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ.
Στρεψιαδης
Στ.
Στ.
1192
ἵνα δὴ τί τὴν ἕνην προσέθηχ’;
Φειδιππιδης
Φε.
Φε.
1192b
ἵν’ μέλε
1193
παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ
1194
πρότερον ἀπαλλάττοινθ’ἑκόντες, εἰ δὲ μή,
1195
ἕωθεν ὑπανιῷντο τῇ νουμηνία.
Στρεψιαδης
Στ.
Στ.
1196
πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ
1197
ἁρχαὶ τὰ πρυτανεῖ’, ἀλλ’ἕνῃτε καὶ νέᾳ;
Φειδιππιδης
Φε.
Φε.
1198
ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν ·
1199
ὅπως τάχιστα τὰ πρυτανεῖ’ὑφελοίατο,
1200
διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
Στρεψιαδης
Στ.
Στ.
1201
εὖ γ’· κακοδαίμονες, τί κάθησθ’ἀβέλτεροι,
1202
ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι,
1203
ἀριθμός, πρόβατ’ἄλλως, ἀμφορῆς νενησμένοι;
1204
ὥστ’εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ
1205
ἐπ’εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
1206
μάκαρ Στρεψίαδες,
1207
αὐτόςτ’ἔφυς ὡς σοφὸς
1208
χοἶον τὸν υἱὸν τρέφεις,
1209
φήσουσι δή μ’οἱ φίλοι
1210
χοἰ δημόται
1211
ζηλοῦντες ἡνίκ’ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
1212
ἀλλ’εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
Πασιας
Πα.
Πα.
1213
εἶτ’ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
1214
οὐδέποτέ γ’, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
1215
ἀπερυθριᾶσαι μᾶλλον σχεῖν πράγματα,
1216
ὅτε τῶν ἐμαυτοῦ γ’ἕνεκα νυνὶ χρημάτων
1217
ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι
1218
ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
1219
ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ
1220
ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην
Στρεψιαδης
Στ.
Στ.
1220b
τίς οὑτοσί;
Πασιας
Πα.
Πα.
1221
ἐς τὴν ἕνηντε καὶ νέαν.
Στρεψιαδης
Στ.
Στ.
1221b
μαρτύρομαι,
1222
ὅτι ἐς δύ’εἶπεν ἡμέρας. τοῦ χρήματος;
Πασιας
Πα.
Πα.
1223
τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος
1224
τὸν ψαρὸν ἵππον.
Στρεψιαδης
Στ.
Στ.
1224b
ἵππον; οὐκ ἀκούετε;
1225
ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθ’ἱππικήν.
Πασιας
Πα.
Πα.
1226
καὶ νὴ Δί’ἀποδώσειν γ’ἐπώμνυς τοὺς θεούς.
Στρεψιαδης
Στ.
Στ.
1227
μὰ τὸν Δί’οὐ γάρ πω τότ’ἐξηπίστατο
1228
Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
Πασιας
Πα.
Πα.
1230
νῦν δὲ διὰ τοῦτ’ἔξαρνος εἶναι διανοεῖ;
Στρεψιαδης
Στ.
Στ.
1231
τί γὰρ ἄλλ’ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
Πασιας
Πα.
Πα.
1232
καὶ ταῦτ’ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
1233
ἵν’ἂν κελεύσω ’γώ σε;
Στρεψιαδης
Στ.
Στ.
1233b
τοὺς ποίους θεούς;
Πασιας
Πα.
Πα.
1234
τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
Στρεψιαδης
Στ.
Στ.
1234b
νὴ Δία
1235
κἂν προσκαταθείην γ’ὥστ’ὀμόσαι τριώβολον.
Πασιας
Πα.
Πα.
1236
ἀπόλοιο τοίνυν ἕνεκ’ἀναιδείας ἔτι.
Στρεψιαδης
Στ.
Στ.
1237
ἁλσὶν διασμηχθεὶς ὄναιτ’ἂν οὑτοσί.
Πασιας
Πα.
Πα.
1238
οἴμ’ὡς καταγελᾷς.
Στρεψιαδης
Στ.
Στ.
1238b
ἓξ χοᾶς χωρήσεται.
Πασιας
Πα.
Πα.
1239
οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
1240
ἐμοῦ καταπροίξει.
Στρεψιαδης
Στ.
Στ.
1240b
θαυμασίως ἥσθην θεοῖς,
1241
καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.
Πασιας
Πα.
Πα.
1242
μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
1243
ἀλλ’εἴτ’ἀποδώσεις μοι τὰ χρήματ’εἴτε μή,
1244
ἀπόπεμψον ἀποκρινάμενος.
Στρεψιαδης
Στ.
Στ.
1244b
ἔχε νυν ἥσυχος.
1245
ἐγὼ γὰρ αὐτίκ’ἀποκρινοῦμαί σοι σαφῶς.
Πασιας
Πα.
Πα.
1246
τί σοι δοκεῖ δράσειν;
Μαρτυς
Μα.
Μα.
1246b
ἀποδώσειν μοι δοκεῖ.
Στρεψιαδης
Στ.
Στ.
1247
ποῦ ’σθ’οὗτος ἁπαιτῶν με τἀργύριον; λέγε
1248
τουτὶ τί ἔστι;
Πασιας
Πα.
Πα.
1248b
τοῦθ’ τι ἐστί; κάρδοπος.
Στρεψιαδης
Στ.
Στ.
1249
ἔπειτ’ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
1250
οὐκ ἂν ἀποδοίην οὐ δ’ἂν ὀβολὸν οὐδενί,
1251
ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
Πασιας
Πα.
Πα.
1252
οὐκ ἄρ’ἀποδώσεις;
Στρεψιαδης
Στ.
Στ.
1252b
οὐχ ὅσον γέ μ’εἰδέναι.
1253
οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς
1254
ἀπὸ τῆς θύρας;
Πασιας
Πα.
Πα.
1254b
ἄπειμι, καὶ τοῦτ’ἴσθ’ὅτι
1255
θήσω πρυτανεῖ’ μηκέτι ζῴην ἐγώ.
Στρεψιαδης
Στ.
Στ.
1256
καὶ προσαπολεῖς ἄρ’αὐτὰ πρὸς ταῖς δώδεκα.
1257
καίτοι σε τοῦτό γ’οὐχὶ βούλομαι παθεῖν,
1258
ὁτιὴ ’κάλεσας εὐηθικῶς τὴν κάρδοπον.
Αμυνιας
Αμ.
Αμ.
1259
ἰώ μοί μοι.
Στρεψιαδης
Στ.
Στ.
1259b
ἔα.
1260
τίς οὑτοσί ποτ’ἔσθ’ θρηνῶν; οὔτι που
1261
τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
Αμυνιας
Αμ.
Αμ.
1262
τί δ’ὅστις εἰμὶ τοῦτο βούλεσθ’εἰδέναι;
1263
ἀνὴρ κακοδαίμων.
Στρεψιαδης
Στ.
Στ.
1263b
κατὰ σεαυτόν νυν τρέπου.
Αμυνιας
Αμ.
Αμ.
1264
σκληρὲ δαῖμον, τύχαι θραυσάντυγες
1265
ἵππων ἐμῶν, Παλλὰς ὥς μ’ἀπώλεσας.
Στρεψιαδης
Στ.
Στ.
1266
τί δαί σε Τληπόλεμός ποτ’εἴργασται κακόν;
Αμυνιας
Αμ.
Αμ.
1267
μὴ σκῶπτέ μ’ τᾶν, ἀλλά μοι τὰ χρήματα
1268
τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
1269
ἄλλωςτε μέντοι καὶ κακῶς πεπραγότι.
Στρεψιαδης
Στ.
Στ.
1270
τὰ ποῖα ταῦτα χρήμαθ’;
Αμυνιας
Αμ.
Αμ.
1270b
ἁδανείσατο.
Στρεψιαδης
Στ.
Στ.
1271
κακῶς ἄρ’ὄντως εἶχες, ὥς γ’ἐμοὶ δοκεῖς.
Αμυνιας
Αμ.
Αμ.
1272
ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
Στρεψιαδης
Στ.
Στ.
1273
τί δῆτα ληρεῖς ὥσπερ ἀπ’ὄνου καταπεσών;
Αμυνιας
Αμ.
Αμ.
1274
ληρῶ, τὰ χρήματ’ἀπολαβεῖν εἰ βούλομαι;
Στρεψιαδης
Στ.
Στ.
1275
οὐκ ἔσθ’ὅπως σύ γ’αὐτὸς ὑγιαίνεις.
Αμυνιας
Αμ.
Αμ.
1275b
τί δαί;
Στρεψιαδης
Στ.
Στ.
1276
τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
Αμυνιας
Αμ.
Αμ.
1277
σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,
1278
εἰ μὴ ’ποδώσεις τἀργύριον.
Στρεψιαδης
Στ.
Στ.
1278b
κάτειπέ νυν,
1279
πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία
1280
ὕειν ὕδωρ ἑκάστοτ’, τὸν ἥλιον
1281
ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ’ὕδωρ πάλιν;
Αμυνιας
Αμ.
Αμ.
1282
οὐκ οἶδ’ἔγωγ’ὁπότερον, οὐ δέ μοι μέλει.
Στρεψιαδης
Στ.
Στ.
1283
πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
1284
εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
Αμυνιας
Αμ.
Αμ.
1285
ἀλλ’εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον
1286
ἀπόδοτε ·
Στρεψιαδης
Στ.
Στ.
1286b
τοῦτο δ’ἔσθ’ τόκος τί θηρίον;
Αμυνιας
Αμ.
Αμ.
1287
τί δ’ἄλλο γ’ κατὰ μῆνα καὶ καθ’ἡμέραν
1288
πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται
1289
ὑπορρέοντος τοῦ χρόνου;
Στρεψιαδης
Στ.
Στ.
1289b
καλῶς λέγεις.
1290
τί δῆτα; τὴν θάλατταν ἔσθ’ὅτι πλείονα
1291
νυνὶ νομίζεις πρὸ τοῦ;
Αμυνιας
Αμ.
Αμ.
1291b
μὰ Δί’ἀλλ’ἴσην.
1292
οὐ γὰρ δίκαιον πλείον’εἶναι.
Στρεψιαδης
Στ.
Στ.
1292b
κᾆτα πῶς
1293
αὕτη μὲν κακόδαιμον οὐδὲν γίγνεται
1294
ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
1295
ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;
1296
οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
1297
φέρε μοι τὸ κέντρον.
Αμυνιας
Αμ.
Αμ.
1297b
ταῦτ’ἐγὼ μαρτύρομαι.
Στρεψιαδης
Στ.
Στ.
1298
ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς σαμφόρα;
Αμυνιας
Αμ.
Αμ.
1299
ταῦτ’οὐχ ὕβρις δῆτ’ἐστίν;
Στρεψιαδης
Στ.
Στ.
1299b
ᾄξεις; ἐπιαλῶ
1300
κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
1301
φεύγεις; ἔμελλόν σ’ἆρα κινήσειν ἐγὼ
1302
αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
Χορος
Χο.
Χο.
1303
οἷον τὸ πραγμάτων ἐρᾶν φλαύρων · γὰρ
1304
γέρων ὅδ’ἐρασθεὶς
1305
ἀποστερῆσαι βούλεται
1306
τὰ χρήμαθ’ἁδανείσατο ·
1307
κοὐκ ἔσθ’ὅπως οὐ τήμερον
1308
λήψεταί τι πρᾶγμ’, τοῦτον
1309
ποιήσει τὸν σοφιστὴν
1310
ἀνθ’ὧν πανουργεῖν ἤρξατ’, ἐξαίφνης λαβεῖν κακόν τι.
1311
οἶμαι γὰρ αὐτὸν αὐτίχ’εὑρήσειν ὅπερ
1312
πάλαι ποτ’ ἐπεζήτει
1313
εἶναι τὸν υἱὸν δεινόν οἱ
1314
γνώμας ἐναντίας λέγειν
1315
τοῖσιν δικαίοις, ὥστε νικᾶν
1316
ἅπαντας οἷσπερ ἂν
1317
ξυγγένηται, κἂν λέγῃ παμπόνηρ’.
1320
ἴσως δ’ἴσως βουλήσεται κἄφωνον αὐτὸν εἶναι.
Στρεψιαδης
Στ.
Στ.
1321
ἰοὺ ἰού.
1322
γείτονες καὶ ξυγγενεῖς καὶ δημόται,
1323
ἀμυνάθετέ μοι τυπτομένῳ πάσῃ τέχνῃ.
1324
οἴμοι κακοδαίμων τῆς κεφαλῆς καὶ τῆς γνάθου.
1325
μιαρὲ τύπτεις τὸν πατέρα;
Φειδιππιδης
Φε.
Φε.
1325b
φήμ’ πάτερ.
Στρεψιαδης
Στ.
Στ.
1326
ὁρᾶθ’ὁμολογοῦνθ’ὅτι με τύπτει.
Φειδιππιδης
Φε.
Φε.
1326b
καὶ μάλα.
Στρεψιαδης
Στ.
Στ.
1327
μιαρὲ καὶ πατραλοῖα καὶ τοιχωρύχε.
Φειδιππιδης
Φε.
Φε.
1328
αὖθίς με ταὐτὰ ταῦτα καὶ πλείω λέγε.
1329
ἆρ’οἶσθ’ὅτι χαίρω πόλλ’ἀκούων καὶ κακά;
Στρεψιαδης
Στ.
Στ.
1330
λακκόπρωκτε.
Φειδιππιδης
Φε.
Φε.
1330b
πάττε πολλοῖς τοῖς ῥόδοις.
Στρεψιαδης
Στ.
Στ.
1331
τὸν πατέρα τύπτεις;
Φειδιππιδης
Φε.
Φε.
1331b
κἀποφανῶ γε νὴ Δία
1332
ὡς ἐν δίκῃ σ’ἔτυπτον.
Στρεψιαδης
Στ.
Στ.
1332b
μιαρώτατε,
1333
καὶ πῶς γένοιτ’ἂν πατέρα τύπτειν ἐν δίκῃ;
Φειδιππιδης
Φε.
Φε.
1334
ἔγωγ’ἀποδείξω καί σε νικήσω λέγων.
Στρεψιαδης
Στ.
Στ.
1335
τουτὶ σὺ νικήσεις;
Φειδιππιδης
Φε.
Φε.
1335b
πολύ γε καὶ ῥᾳδίως.
1336
ἑλοῦ δ’ὁπότερον τοῖν λόγοιν βούλει λέγειν.
Στρεψιαδης
Στ.
Στ.
1337
ποίοιν λόγοιν;
Φειδιππιδης
Φε.
Φε.
1337b
τὸν κρείττον’ τὸν ἥττονα.
Στρεψιαδης
Στ.
Στ.
1338
ἐδιδαξάμην μέντοι σε νὴ Δί’ μέλε
1339
τοῖσιν δικαίοις ἀντιλέγειν, εἰ ταῦτά γε
1340
μέλλεις ἀναπείσειν, ὡς δίκαιον καὶ καλὸν
1341
τὸν πατέρα τύπτεσθ’ἐστὶν ὑπὸ τῶν υἱέων.
Φειδιππιδης
Φε.
Φε.
1342
ἀλλ’οἴομαι μέντοι σ’ἀναπείσειν, ὥστε γε
1343
οὐ δ’αὐτὸς ἀκροασάμενος οὐδὲν ἀντερεῖς.
Στρεψιαδης
Στ.
Στ.
1344
καὶ μὴν τι καὶ λέξεις ἀκοῦσαι βούλομαι.
Χορος
Χο.
Χο.
1345
σὸν ἔργον πρεσβῦτα φροντίζειν ὅπῃ
1346
τὸν ἄνδρα κρατήσεις,
1347
ὡς οὗτος, εἰ μή τῳ ’πεποίθειν, οὐκ ἂν ἦν
1348
οὕτως ἀκόλαστος.
1349
ἀλλ’ἔσθ’ὅτῳ θρασύνεται · δῆλόν γε τἀνθρώπου
1350
’σ’τὶ τὸ λῆμα.
1351
ἀλλ’ἐξ ὅτου τὸ πρῶτον ἤρξαθ’ μάχη γενέσθαι,
1352
ἤδη λέγειν χρὴ πρὸς χορόν · πάντως δὲ τοῦτο δράσεις.
Στρεψιαδης
Στ.
Στ.
1353
καὶ μὴν ὅθεν γε πρῶτον ἠρξάμεσθα λοιδορεῖσθαι
1354
ἐγὼ φράσω · ’πειδὴ γὰρ εἱστιώμεθ’, ὥσπερ ἴστε,
1355
πρῶτον μὲν αὐτὸν τὴν λύραν λαβόντ’ἐγὼ ’κέλευσα
1356
ᾆσαι Σιμωνίδου μέλος, τὸν Κριὸν ὡς ἐπέχθη.
1357
δ’εὐθέως ἀρχαῖον εἶν’ἔφασκε τὸ κιθαρίζειν
1358
ᾄδειντε πίνονθ’ὡσπερεὶ κάχρυς γυναῖκ’ἀλοῦσαν.
Φειδιππιδης
Φε.
Φε.
1359
οὐ γὰρ τότ’εὐθὺς χρῆν σ’ἄρα τύπτεσθαίτε καὶ πατεῖσθαι,
1360
ᾄδειν κελεύονθ’ὡσπερεὶ τέττιγας ἑστιῶντα;
Στρεψιαδης
Στ.
Στ.
1361
τοιαῦτα μέντοι καὶ τότ’ἔλεγεν ἔνδον οἷάπερ νῦν,
1362
καὶ τὸν Σιμωνίδην ἔφασκ’εἶναι κακὸν ποιητήν.
1363
κἀγὼ μόλις μὲν ἀλλ’ὅμως ἠνεσχόμην τὸ πρῶτον ·
1364
ἔπειτα δ’ἐκέλευσ’αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα
1365
τῶν Αἰσχύλου λέξαι τί μοι · κᾆθ’οὗτος εὐθὺς εἶπεν ·
1366
ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,
1367
ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν ;’
1368
κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
1369
ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δ’ἀλλὰ τούτων
1370
λέξον τι τῶν νεωτέρων, ἅττ’ἐστὶ τὰ σοφὰ ταῦτα.
1371
δ’εὐθὺς ᾖσ’Εὐριπίδου ῥῆσίν τιν’, ὡς ἐκίνει
1372
ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.
1373
κἀγὼ οὐκέτ’ἐξηνεσχόμην, ἀλλ’εὐθέως ἀράττω
1374
πολλοῖς κακοῖς καἰσχροῖσι · κᾆτ’ἐντεῦθεν, οἷον εἰκός,
1375
ἔπος πρὸς ἔπος ἠρειδόμεσθ’· εἶθ’οὗτος ἐπαναπηδᾶ,
1376
κἄπειτ’ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.
Φειδιππιδης
Φε.
Φε.
1377
οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς
1378
σοφώτατον;
Στρεψιαδης
Στ.
Στ.
1378b
σοφώτατόν γ’ἐκεῖνον ·ὦ τί σ’εἴπω;
1379
ἀλλ’αὖθις αὖ τυπτήσομαι.
Φειδιππιδης
Φε.
Φε.
1379b
νὴ τὸν Δί’ἐν δίκῃ γ’ἄν.
Στρεψιαδης
Στ.
Στ.
1380
καὶ πῶς δικαίως; ὅστις ’ναίσχυντέ σ’ἐξέθρεψα,
1381
αἰσθανόμενός σου πάντα τραυλίζοντος, τι νοοίης.
1382
εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον ·
1383
μαμμᾶν δ’ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον ·
1384
κακκᾶν δ’ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε
1385
ἐξέφερον ἂν καὶ προὐσχόμην σε · σὺ δ’ἐμὲ νῦν ἀπάγχων
1386
βοῶντα καὶ κεκραγόθ’ὅτι
1387
χεζητιῴην, οὐκ ἔτλης
1388
ἔξω ’ξενεγκεῖν μιαρὲ
1389
θύραζέ μ’, ἀλλὰ πνιγόμενος
1390
αὐτοῦ ’ποίησα κακκᾶν.
Χορος
Χο.
Χο.
1391
οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας
1392
πηδᾶν τι λέξει.
1393
εἰ γὰρ τοιαῦτά γ’οὗτος ἐξειργασμένος
1394
λαλῶν ἀναπείσει,
1395
τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν
1396
ἀλλ’οὐ δ’ἐρεβίνθου.
1397
σὸν ἔργον καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ
1398
πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
Φειδιππιδης
Φε.
Φε.
1399
ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν,
1400
καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
1401
ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον,
1402
οὐ δ’ἂν τρί’εἰπεῖν ῥήμαθ’οἷόςτ’ἦν πρὶν ἐξαμαρτεῖν ·
1403
νυνὶ δ’ἐπειδή μ’οὑτοσὶ τούτων ἔπαυσεν αὐτός,
1404
γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις,
1405
οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
Στρεψιαδης
Στ.
Στ.
1406
ἵππευε τοίνυν νὴ Δί’, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
1407
ἵππων τρέφειν τέθριππον τυπτόμενον ἐπιτριβῆναι.
Φειδιππιδης
Φε.
Φε.
1408
ἐκεῖσε δ’ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι,
1409
καὶ πρῶτ’ἐρήσομαί σε τουτί · παῖδά μ’ὄντ’ἔτυπτες;
Στρεψιαδης
Στ.
Στ.
1410
ἔγωγέ σ’εὐνοῶντε καὶ κηδόμενος.
Φειδιππιδης
Φε.
Φε.
1410b
εἰπὲ δή μοι,
1411
οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
1412
τύπτειντ’, ἐπειδήπερ γε τοῦτ’ἐστ’εὐνοεῖν τὸ τύπτειν;
1413
πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι,
1414
τοὐμὸν δὲ μή; καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
1415
κλάουσι παῖδες, πατέρα δ’οὐ κλάειν δοκεῖς; […]
1416
φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι ·
1417
ἐγὼ δέ γ’ἀντείποιμ’ἂν ὡς δὶς παῖδες οἱ γέροντες ·
1418
εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας νέους τι κλάειν,
1419
ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
Στρεψιαδης
Στ.
Στ.
1420
ἀλλ’οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
Φειδιππιδης
Φε.
Φε.
1421
οὔκουν ἀνὴρ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον
1422
ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;
1423
ἧττόν τι δῆτ’ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν
1424
θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;
1425
ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι,
1426
ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
1427
σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί,
1428
ὡς τοὺς πατέρας ἀμύνεται · καίτοι τί διαφέρουσιν
1429
ἡμῶν ἐκεῖνοι, πλήν γ’ὅτι ψηφίσματ’οὐ γράφουσιν;
Στρεψιαδης
Στ.
Στ.
1430
τί δῆτ’, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ,
1431
οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;
Φειδιππιδης
Φε.
Φε.
1432
οὐ ταὐτὸν τᾶν ἐστίν, οὐ δ’ἂν Σωκράτει δοκοίη.
Στρεψιαδης
Στ.
Στ.
1433
πρὸς ταῦτα μὴ τύπτ’· εἰ δὲ μή, σαυτόν ποτ’αἰτιάσει.
Φειδιππιδης
Φε.
Φε.
1434
καὶ πῶς;
Στρεψιαδης
Στ.
Στ.
1434b
ἐπεὶ σὲ μὲν δίκαιός εἰμ’ἐγὼ κολάζειν,
1435
σὺ δ’, ἢν γένηταί σοι, τὸν υἱόν.
Φειδιππιδης
Φε.
Φε.
1435b
ἢν δὲ μὴ γένηται,
1436
μάτην ἐμοὶ κεκλαύσεται, σὺ δ’ἐγχανὼν τεθνήξεις.
Στρεψιαδης
Στ.
Στ.
1437
ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια ·
1438
κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.
1439
κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ’, ἢν μὴ δίκαια δρῶμεν.
Φειδιππιδης
Φε.
Φε.
1440
σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.
Στρεψιαδης
Στ.
Στ.
1440b
ἀπὸ γὰρ ὀλοῦμαι.
Φειδιππιδης
Φε.
Φε.
1441
καὶ μὴν ἴσως γ’οὐκ ἀχθέσει παθὼν νῦν πέπονθας.
Στρεψιαδης
Στ.
Στ.
1442
πῶς δή; δίδαξον γὰρ τί μ’ἐκ τούτων ἐπωφελήσεις.
Φειδιππιδης
Φε.
Φε.
1443
τὴν μητέρ’ὥσπερ καὶ σὲ τυπτήσω.
Στρεψιαδης
Στ.
Στ.
1443b
τί φῄς, τί φῂς σύ;
1444
τοῦθ’ἕτερον αὖ μεῖζον κακόν.
Φειδιππιδης
Φε.
Φε.
1444b
τί δ’ἢν ἔχων τὸν ἥττω
1445
λόγον σε νικήσω λέγων
1446
τὴν μητέρ’ὡς τύπτειν χρεών;
Στρεψιαδης
Στ.
Στ.
1447
τί δ’ἄλλο γ’ἢν ταυτὶ ποιῇς,
1448
οὐδέν σε κωλύσει σεαυτὸν
1449
ἐμβαλεῖν ἐς τὸ βάραθρον
1450
μετὰ Σωκράτους
1451
καὶ τὸν λόγον τὸν ἥττω.
1452
ταυτὶ δι’ὑμᾶς Νεθέλαι πέπονθ’ἐγώ,
1453
ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
Χορος
Χο.
Χο.
1454
αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
1455
στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.
Στρεψιαδης
Στ.
Στ.
1456
τί δῆτα ταῦτ’οὔ μοι τότ’ἠγορεύετε,
1457
ἀλλ’ἄνδρ’ἄγροικον καὶ γέροντ’ἐπῄρετε;
Χορος
Χο.
Χο.
1458
ἡμεῖς ποιοῦμεν ταῦθ’ἑκάστοθ’ὅταν τινὰ
1459
γνῶμεν πονηρῶν ὄντ’ἐραστὴν πραγμάτων,
1460
ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,
1461
ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
Στρεψιαδης
Στ.
Στ.
1462
ὤμοι πονηρά γ’ Νεφέλαι, δίκαια δέ.
1463
οὐ γάρ μ’ἐχρῆν τὰ χρήμαθ’ἁδανεισάμην
1464
ἀποστερεῖν. νῦν οὖν ὅπως φίλτατε
1465
τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
1466
ἀπολεῖς μετ’ἐμοῦ ’λθών, οἳ σὲ κἄμ’ἐξηπάτων.
Φειδιππιδης
Φε.
Φε.
1467
ἀλλ’οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
Στρεψιαδης
Στ.
Στ.
1468
ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.
Φειδιππιδης
Φε.
Φε.
1469
ἰδού γε Δία πατρῷον · ὡς ἀρχαῖος εἶ.
1470
Ζεὺς γάρ τις ἔστιν;
Στρεψιαδης
Στ.
Στ.
1470b
ἔστιν.
Φειδιππιδης
Φε.
Φε.
1470c
οὐκ ἔστ’, οὔκ, ἐπεὶ
1471
Δῖνος βασιλεύει τὸν Δί’ἐξεληλακώς.
Στρεψιαδης
Στ.
Στ.
1472
οὐκ ἐξελήλακ’, ἀλλ’ἐγὼ τοῦτ’ᾠόμην
1473
διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος
1474
ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
Φειδιππιδης
Φε.
Φε.
1475
ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
Στρεψιαδης
Στ.
Στ.
1476
οἴμοι παρανοίας · ὡς ἐμαινόμην ἄρα,
1477
ὅτ’ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.
1478
ἀλλ’ φίλ’Ἑρμῆ μηδαμῶς θύμαινέ μοι
1479
μη δέ μ’ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε
1480
ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ ·
1481
καί μοι γενοῦ ξύμβουλος, εἴτ’αὐτοὺς γραφὴν
1482
διωκάθω γραψάμενος εἴθ’ τι σοι δοκεῖ.
1483
ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,
1484
ἀλλ’ὡς τάχιστ’ἐμπιμπράναι τὴν οἰκίαν
1485
τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ’ Ξανθία,
1486
κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,
1487
κἄπειτ’ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον
1488
τὸ τέγος κατάσκαπτ’, εἰ φιλεῖς τὸν δεσπότην,
1489
ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν ·
1490
ἐμοὶ δὲ δᾷδ’ἐνεγκάτω τις ἡμμένην,
1491
κἀγώ τιν’αὐτῶν τήμερον δοῦναι δίκην
1492
ἐμοὶ ποιήσω, κεἰ σφόδρ’εἴσ’ἀλαζόνες.
Μαθητης Α
Μα.
Μα.
1493
ἰοὺ ἰού.
Στρεψιαδης
Στ.
Στ.
1494
σὸν ἔργον δᾲς ἱέναι πολλὴν φλόγα.
Μαθητης Α
Μα.
Μα.
1495
ἄνθρωπε, τί ποιεῖς;
Στρεψιαδης
Στ.
Στ.
1495b
τι ποιῶ; τί δ’ἄλλο γ’
1496
διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
Μαθητης Β
Μα.
Μα.
1497
οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
Στρεψιαδης
Στ.
Στ.
1498
ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
Μαθητης Γ
Μα.
Μα.
1499
ἀπολεῖς ἀπολεῖς.
Στρεψιαδης
Στ.
Στ.
1499b
τοῦτ’αὐτὸ γὰρ καὶ βούλομαι,
1500
ἢν σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας,
1501
’γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
Σωκρατης
Σω.
Σω.
1502
οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;
Στρεψιαδης
Στ.
Στ.
1503
ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
Σωκρατης
Σω.
Σω.
1504
οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.
Χαιρεφων
Χα.
Χα.
1505
ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
Στρεψιαδης
Στ.
Στ.
1506
τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,
1507
καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
Ερμης
Ερ.
Ερ.
1508
δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,
1509
μάλιστα δ’εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
Χορος
Χο.
Χο.
1510
ἡγεῖσθ’ἔξω · κεχόρευται γὰρ μετρίως τό γε τήμερον ἡμῖν.