Aristophanes

The Knights

Δημοσθενης
Δη.
Δη.
1
ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
2
κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
3
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
4
ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
5
πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
Νικιας
Νι.
Νι.
6
κάκιστα δῆθ’οὗτός γε πρῶτος Παφλαγόνων
7
αὐταῖς διαβολαῖς.
Δημοσθενης
Δη.
Δη.
7
κακόδαιμον πῶς ἔχεις;
Νικιας
Νι.
Νι.
8
κακῶς καθάπερ σύ.
Δημοσθενης
Δη.
Δη.
8
δεῦρο δὴ πρόσελθ’, ἵνα
9
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
Δημοσθενης και Νικιας
Δη.
Δη.
10
μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
Δημοσθενης
Δη.
Δη.
11
τί κινυρόμεθ’ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
12
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
Νικιας
Νι.
Νι.
13
τίς οὖν γένοιτ’ἄν;
Δημοσθενης
Δη.
Δη.
13
λέγε σύ.
Νικιας
Νι.
Νι.
13
σὺ μὲν οὖν μοι λέγε,
14
ἵνα μὴ μάχωμαι.
Δημοσθενης
Δη.
Δη.
14
μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
Νικιας
Νι.
Νι.
16
πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Δημοσθενης
Δη.
Δη.
15
ἀλλ’εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
Νικιας
Νι.
Νι.
17
ἀλλ’οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε
18
εἴποιμ’ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
Δημοσθενης
Δη.
Δη.
19
μὴ ’μοί γε, μὴ ’μοί, μὴ διασκανδικίσῃς ·
20
ἀλλ’εὑρέ τιν’ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
Νικιας
Νι.
Νι.
21
λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
Δημοσθενης
Δη.
Δη.
22
καὶ δὴ λέγω μόλωμεν.
Νικιας
Νι.
Νι.
22
ἐξόπισθε νῦν
23
αὐτὸ φάθι τοῦ μόλωμεν.
Δημοσθενης
Δη.
Δη.
23
αὐτό.
Νικιας
Νι.
Νι.
23
πάνυ καλῶς.
24
ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
25
τὸ μόλωμεν, εἶτα δ’αὐτό, κᾆτ’ἐπάγων πυκνόν.
Δημοσθενης
Δη.
Δη.
26
μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
Νικιας
Νι.
Νι.
26
ἢν
27
οὐχ ἡδύ;
Δημοσθενης
Δη.
Δη.
27
νὴ Δία · πλήν γε περὶ τῷ δέρματι
28
δέδοικα τουτονὶ τὸν οἰωνόν.
Νικιας
Νι.
Νι.
28
τί δαί;
Δημοσθενης
Δη.
Δη.
29
ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
Νικιας
Νι.
Νι.
30
κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
31
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
Δημοσθενης
Δη.
Δη.
32
ποῖον βρέτας ; ἐτεὸν ἡγεῖ γὰρ θεούς;
Νικιας
Νι.
Νι.
33
ἔγωγε.
Δημοσθενης
Δη.
Δη.
33
ποίῳ χρώμενος τεκμηρίῳ;
Νικιας
Νι.
Νι.
34
ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ’. οὐκ εἰκότως;
Δημοσθενης
Δη.
Δη.
35
εὖ προσβιβάζεις μ’. ἀλλ’ἑτέρᾳ πῃ σκεπτέον.
36
βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
Νικιας
Νι.
Νι.
37
οὐ χεῖρον · ἓν δ’αὐτοὺς παραιτησώμεθα,
38
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
39
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
Δημοσθενης
Δη.
Δη.
40
λέγοιμ’ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
41
ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
42
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
43
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
44
ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
45
πανουργότατον καὶ διαβολώτατόν τινα.
46
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
47
βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
48
ᾔκαλλ’ἐθώπευ’ἐκολάκευ’ἐξηπάτα
49
κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων ·
50
Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
51
ἐνθοῦ ῥόφησον ἔντραγ’ἔχε τριώβολον.
52
βούλει παραθῶ σοι δόρπον; εἶτ’ἀναρπάσας
53
τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
54
Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ’ἐμοῦ
55
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
56
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
57
αὐτὸς παρέθηκε τὴν ὑπ’ἐμοῦ μεμαγμένην,
58
ἡμᾶς δ’ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
59
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
60
δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
61
ᾄδει δὲ χρησμούς · δὲ γέρων σιβυλλιᾷ.
62
δ’αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
63
τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
64
ψευδῆ διαβάλλει · κᾆτα μαστιγούμεθα
65
ἡμεῖς · Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
66
αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε ·
67
ὁρᾶτε τὸν Ὕλαν δι’ἐμὲ μαστιγούμενον;
68
εἰ μή μ’ἀναπείσετ’, ἀποθανεῖσθε τήμερον.
69
ἡμεῖς δὲ δίδομεν · εἰ δὲ μή, πατούμενοι
70
ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
71
νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,
72
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
Νικιας
Νι.
Νι.
73
κράτιστ’ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
Δημοσθενης
Δη.
Δη.
74
ἀλλ’οὐχ οἷόντε τὸν Παφλαγόν’οὐδὲν λαθεῖν ·
75
ἐφορᾷ γὰρ οὗτος πάντ’. ἔχει γὰρ τὸ σκέλος
76
τὸ μὲν ἐν Πύλῳ, τὸ δ’ἓτερον ἐν τἠκκλησίᾳ.
77
τοσόνδε δ’αὐτοῦ βῆμα διαβεβηκότος
78
πρωκτός ἐστιν αὐτόχρημ’ἐν Χάοσιν,
79
τὼ χεῖρ’ἐν Αἰτωλοῖς, νοῦς δ’ἐν Κλωπιδῶν.
Νικιας
Νι.
Νι.
80
κράτιστον οὖν νῷν ἀποθανεῖν.
Δημοσθενης
Δη.
Δη.
80
ἀλλὰ σκόπει,
81
ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
Νικιας
Νι.
Νι.
82
πῶς δῆτα πῶς γένοιτ’ἂν ἀνδρικώτατα;
83
βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
84
Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
Δημοσθενης
Δη.
Δη.
85
μὰ Δί’ἀλλ’ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
86
ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
Νικιας
Νι.
Νι.
87
ἰδού γ’ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
88
πῶς δ’ἂν μεθύων χρηστόν τι βουλεύσαιτ’ἀνήρ;
Δημοσθενης
Δη.
Δη.
89
ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
90
οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
91
οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
92
ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
93
πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
94
εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
95
ἀλλ’ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,
96
τὸν νοῦν ἵν’ἄρδω καὶ λέγω τι δεξιόν.
Νικιας
Νι.
Νι.
97
οἴμοι τί ποθ’ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
Δημοσθενης
Δη.
Δη.
98
ἀγάθ’· ἀλλ’ἔνεγκ’· ἐγὼ δὲ κατακλινήσομαι.
99
ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
100
βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
Νικιας
Νι.
Νι.
101
ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
102
κλέπτων τὸν οἶνον.
Δημοσθενης
Δη.
Δη.
102
εἰπέ μοι Παφλαγὼν τί δρᾷ;
Νικιας
Νι.
Νι.
103
ἐπίπαστα λείξας δημιόπραθ’ βάσκανος
104
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
Δημοσθενης
Δη.
Δη.
105
ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν
106
σπονδήν.
Νικιας
Νι.
Νι.
106
λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
Δημοσθενης
Δη.
Δη.
107
ἕλχ’ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
108
δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ’, οὐκ ἐμόν.
Νικιας
Νι.
Νι.
109
εἴπ’, ἀντιβολῶ, τί ἔστι;
Δημοσθενης
Δη.
Δη.
109
τοὺς χρησμοὺς ταχὺ
110
κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
111
ἕως καθεύδει.
Νικιας
Νι.
Νι.
111
ταῦτ’. ἀτὰρ τοῦ δαίμονος
112
δέδοιχ’ὅπως μὴ τεύξομαι κακοδαίμονος.
Δημοσθενης
Δη.
Δη.
113
φέρε νυν ἐγὼ μ’αὐτῷ προσαγάγω τὸν χοᾶ.
114
τὸν νοῦν ἵν’ἄρδω καὶ λέγω τι δεξιόν.
Νικιας
Νι.
Νι.
115
ὡς μεγάλ’ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
116
ὥστ’ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
117
ὅνπερ μάλιστ’ἐφύλαττεν.
Δημοσθενης
Δη.
Δη.
117
σοφώτατε.
118
φέρ’αὐτὸν ἵν’ἀναγνῶ · σὺ δ’ἔγχεον πιεῖν
119
ἀνύσας τι. φέρ’ἴδω τί ἄρ’ἔνεστιν αὐτόθι.
120
λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.
Νικιας
Νι.
Νι.
121
ἰδού. τί φησ’ χρησμός;
Δημοσθενης
Δη.
Δη.
121
ἑτέραν ἔγχεον.
Νικιας
Νι.
Νι.
122
ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
Δημοσθενης
Δη.
Δη.
123
Βάκι.
Νικιας
Νι.
Νι.
123
τί ἔστι;
Δημοσθενης
Δη.
Δη.
123
δὸς τὸ ποτήριον ταχύ.
Νικιας
Νι.
Νι.
124
πολλῷ γ’ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
Δημοσθενης
Δη.
Δη.
125
μιαρὲ Παφλαγὼν ταῦτ’ἄρ’ἐφυλάττου πάλαι,
126
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
Νικιας
Νι.
Νι.
126
τιή;
Δημοσθενης
Δη.
Δη.
127
ἐνταῦθ’ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
Νικιας
Νι.
Νι.
128
καὶ πῶς;
Δημοσθενης
Δη.
Δη.
128
ὅπως; χρησμὸς ἄντικρυς λέγει
129
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
130
ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
Νικιας
Νι.
Νι.
131
εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
Δημοσθενης
Δη.
Δη.
132
μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
Νικιας
Νι.
Νι.
133
δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;
Δημοσθενης
Δη.
Δη.
134
κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
135
αὐτοῦ γένοιτο · μετὰ δὲ ταῦτ’ἀπόλλυται.
136
ἐπιγίγνεται γὰρ βυρσοπώλης Παφλαγών,
137
ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
Νικιας
Νι.
Νι.
138
τὸν προβατοπώλην ἦν ἄρ’ἀπολέσθαι χρεὼν
139
ὑπὸ βυρσοπώλου;
Δημοσθενης
Δη.
Δη.
139
νὴ Δί’.
Νικιας
Νι.
Νι.
139
οἴμοι δείλαιος.
140
πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
Δημοσθενης
Δη.
Δη.
141
ἔτ’ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
Νικιας
Νι.
Νι.
142
εἴπ’, ἀντιβολῶ, τίς ἐστιν;
Δημοσθενης
Δη.
Δη.
142
εἴπω;
Νικιας
Νι.
Νι.
142
νὴ Δία.
Δημοσθενης
Δη.
Δη.
143
ἀλλαντοπώλης ἔσθ’ τοῦτον ἐξολῶν.
Νικιας
Νι.
Νι.
144
ἀλλαντοπώλης; Πόσειδον τῆς τέχνης.
145
φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
Δημοσθενης
Δη.
Δη.
146
ζητῶμεν αὐτόν.
Νικιας
Νι.
Νι.
146
ἀλλ’ὁδὶ προσέρχεται
147
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
Δημοσθενης
Δη.
Δη.
147
μακάριε
148
ἀλλαντοπῶλα, δεῦρο δεῦρ’ φίλτατε
149
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
Αλλαντοπωλης
Αλ.
Αλ.
150
τί ἔστι; τί με καλεῖτε;
Δημοσθενης
Δη.
Δη.
150
δεῦρ’ἔλθ’, ἵνα πύθῃ
151
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
Νικιας
Νι.
Νι.
152
ἴθι δὴ κάθελ’αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
153
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει ·
154
ἐγὼ δ’ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
Δημοσθενης
Δη.
Δη.
155
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί ·
156
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
Αλλαντοπωλης
Αλ.
Αλ.
157
ἰδού · τί ἔστιν;
Δημοσθενης
Δη.
Δη.
157
μακάρι’ πλούσιε,
158
νῦν μὲν οὐδεὶς αὔριον δ’ὑπέρμεγας,
159
τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
Αλλαντοπωλης
Αλ.
Αλ.
160
τί μ’ ὦγάθ’οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
161
πωλεῖντε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
Δημοσθενης
Δη.
Δη.
162
μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
163
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
Αλλαντοπωλης
Αλ.
Αλ.
163
ὁρῶ.
Δημοσθενης
Δη.
Δη.
164
τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
165
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός ·
166
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
167
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
Αλλαντοπωλης
Αλ.
Αλ.
168
ἐγώ;
Δημοσθενης
Δη.
Δη.
168
σὺ μέντοι · κοὐδέπω γε πάνθ’ὁρᾷς.
169
ἀλλ’ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
170
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
Αλλαντοπωλης
Αλ.
Αλ.
171
καθορῶ.
Δημοσθενης
Δη.
Δη.
171
τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
Αλλαντοπωλης
Αλ.
Αλ.
172
ἔγωγε.
Δημοσθενης
Δη.
Δη.
172
πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
173
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ’ἐς Καρίαν
174
τὸν δεξιόν, τὸν δ’ἕτερον ἐς Καρχηδόνα.
Αλλαντοπωλης
Αλ.
Αλ.
175
εὐδαιμονήσω δ’εἰ διαστραφήσομαι;
Δημοσθενης
Δη.
Δη.
176
οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
177
γίγνει γάρ, ὡς χρησμὸς οὑτοσὶ λέγει,
178
ἀνὴρ μέγιστος.
Αλλαντοπωλης
Αλ.
Αλ.
178
εἰπέ μοι καὶ πῶς ἐγὼ
179
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Δημοσθενης
Δη.
Δη.
180
δι’αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,
181
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Αλλαντοπωλης
Αλ.
Αλ.
182
οὐκ ἀξιῶ ’γὼ ’μαυτὸν ἰσχύειν μέγα.
Δημοσθενης
Δη.
Δη.
183
οἴμοι τί ποτ’ἔσθ’ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
184
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
185
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
Αλλαντοπωλης
Αλ.
Αλ.
185
μὰ τοὺς θεοὺς
186
εἰ μὴ ’κ πονηρῶν γ’.
Δημοσθενης
Δη.
Δη.
186
μακάριε τῆς τύχης
187
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
Αλλαντοπωλης
Αλ.
Αλ.
188
ἀλλ’ ὦγάθ’οὐ δὲ μουσικὴν ἐπίσταμαι
189
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δημοσθενης
Δη.
Δη.
190
τουτὶ μόνον σ’ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
191
δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
192
ἔτ’ἐστὶν ἀνδρὸς οὐ δὲ χρηστοῦ τοὺς τρόπους,
193
ἀλλ’εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
194
σοι διδόασ’ἐν τοῖς λογίοισιν οἱ θεοί.
Αλλαντοπωλης
Αλ.
Αλ.
195
πῶς δῆτά φησ’ χρησμός;
Δημοσθενης
Δη.
Δη.
195
εὖ νὴ τοὺς θεοὺς
196
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος ·
197
ἀλλ’ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
198
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
199
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται σκοροδάλμη,
200
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
201
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Αλλαντοπωλης
Αλ.
Αλ.
202
πῶς οὖν πρὸς ἐμὲ ταῦτ’ἐστίν; ἀναδίδασκέ με.
Δημοσθενης
Δη.
Δη.
203
βυρσαίετος μὲν Παφλαγών ἐσθ’οὑτοσί.
Αλλαντοπωλης
Αλ.
Αλ.
204
τί δ’ἀγκυλοχήλης ἐστίν;
Δημοσθενης
Δη.
Δη.
204
αὐτό που λέγει,
205
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
Αλλαντοπωλης
Αλ.
Αλ.
206
δράκων δὲ πρὸς τί;
Δημοσθενης
Δη.
Δη.
206
τοῦτο περιφανέστατον.
207
δράκων γάρ ἐστι μακρὸν τ’ἀλλᾶς αὖ μακρόν.
208
εἶθ’αἱματοπώτης ἔσθ’τ’ἀλλᾶς χὠ δράκων ·
209
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
210
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
Αλλαντοπωλης
Αλ.
Αλ.
211
τὰ μὲν λόγι’αἰκάλλει με · θαυμάζω δ’ὅπως
212
τὸν δῆμον οἷόςτ’ἐπιτροπεύειν εἴμ’ἐγώ.
Δημοσθενης
Δη.
Δη.
213
φαυλότατον ἔργον · ταῦθ’ἅπερ ποιεῖς ποίει ·
214
τάραττε καὶ χόρδευ’ὁμοῦ τὰ πράγματα
215
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ
216
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
217
τὰ δ’ἄλλα σοι πρόσεστι δημαγωγικά,
218
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ ·
219
ἔχεις ἅπαντα πρὸς πολιτείαν δεῖ ·
220
χρησμοίτε συμβαίνουσι καὶ τὸ Πυθικόν.
221
ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ ·
222
χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
Αλλαντοπωλης
Αλ.
Αλ.
222
καὶ τίς ξύμμαχος
223
γενήσεταί μοι; καὶ γὰρ οἵτε πλούσιοι
224
δεδίασιν αὐτὸν τε πένης βδύλλει λεώς.
Δημοσθενης
Δη.
Δη.
225
ἀλλ’εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
226
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
227
καὶ τῶν πολιτῶν οἱ καλοίτε κἀγαθοί,
228
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
229
κἀγὼ μετ’αὐτῶν χὠ θεὸς ξυλλήψεται.
230
καὶ μὴ δέδιθ’· οὐ γάρ ἐστιν ἐξῃκασμένος,
231
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
232
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
233
γνωσθήσεται · τὸ γὰρ θέατρον δεξιόν.
Αλλαντοπωλης
Αλ.
Αλ.
234
οἴμοι κακοδαίμων Παφλαγὼν ἐξέρχεται.
Κλεων
Κλ.
Κλ.
235
οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
236
ὁτιὴ ’πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
237
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
238
οὐκ ἔσθ’ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
239
ἀπολεῖσθον ἀποθανεῖσθον μιαρωτάτω.
Δημοσθενης
Δη.
Δη.
240
οὗτος τί φεύγεις; οὐ μενεῖς; γεννάδα
241
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
242
ἄνδρες ἱππῆς παραγένεσθε · νῦν καιρός. Σίμων,
243
Παναίτι’οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
244
ἅνδρες ἐγγύς. ἀλλ’ἀμύνου κἀπαναστρέφου πάλιν.
245
κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
246
ἀλλ’ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
Χορος Ιππεων
Χο.
Χο.
247
παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
248
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
249
καὶ πανοῦργον καὶ πανοῦργον · πολλάκις γὰρ αὔτ’ἐρῶ.
250
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
251
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
252
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα ·
253
εὐλαβοῦ δὲ μὴ ’κφύγῃ σε · καὶ γὰρ οἶδε τὰς ὁδούς,
254
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
Κλεων
Κλ.
Κλ.
255
γέροντες ἡλιασταί, φράτερες τριωβόλου,
256
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
257
παραβοηθεῖθ’, ὡς ὑπ’ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χορος
Χο.
Χο.
258
ἐν δίκῃ γ’, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
259
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
260
ὅστις αὐτῶν ὠμός ἐστιν πέπων μὴ πέπων,
261
κἄν τιν’αὐτῶν γνῷς ἀπράγμον’ὄντα καὶ κεχηνότα,
262
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
263
εἶτ’ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας ·
264
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
265
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
Κλεων
Κλ.
Κλ.
266
ξυνεπίκεισθ’ὑμεῖς; ἐγὼ δ’ἄνδρες δι’ὑμᾶς τύπτομαι,
267
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
268
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χορος
Χο.
Χο.
269
ὡς δ’ἀλαζών, ὡς δὲ μάσθλης · εἶδες οἷ’ὑπέρχεται
270
ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται;
271
ἀλλ’ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται ·
272
ἢν δ’ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
Κλεων
Κλ.
Κλ.
273
πόλις καὶ δῆμ’ὑφ’οἵων θηρίων γαστρίζομαι.
Χορος
Χο.
Χο.
274
καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
Κλεων
Κλ.
Κλ.
275
ἀλλ’ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
Χορος
Χο.
Χο.
276
ἀλλ’ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ ·
277
ἢν δ’ἀναιδείᾳ παρέλθῃ σ’, ἡμέτερος πυραμοῦς.
Κλεων
Κλ.
Κλ.
278
τουτονὶ τὸν ἄνδρ’ἐγὼ ’νδείκνυμι, καὶ φήμ’ἐξάγειν
279
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Αλλαντοπωλης
Αλ.
Αλ.
280
ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
281
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Δημοσθενης
Δη.
Δη.
282
νὴ Δί’ἐξάγων γε τἀπόρρηθ’, ἅμ’ἄρτον καὶ κρέας
283
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Κλεων
Κλ.
Κλ.
284
ἀποθανεῖσθον αὐτίκα μάλα.
Αλλαντοπωλης
Αλ.
Αλ.
285
τριπλάσιον κεκράξομαί σου.
Κλεων
Κλ.
Κλ.
286
καταβοήσομαι βοῶν σε.
Αλλαντοπωλης
Αλ.
Αλ.
287
κατακεκράξομαί σε κράζων.
Κλεων
Κλ.
Κλ.
288
διαβαλῶ σ’ἐὰν στρατηγῇς.
Αλλαντοπωλης
Αλ.
Αλ.
289
κυνοκοπήσω σου τὸ νῶτον.
Κλεων
Κλ.
Κλ.
290
περιελῶ σ’ἀλαζονείαις.
Αλλαντοπωλης
Αλ.
Αλ.
291
ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Κλεων
Κλ.
Κλ.
292
βλέψον ἔς μ’ἀσκαρδάμυκτος.
Αλλαντοπωλης
Αλ.
Αλ.
293
ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Κλεων
Κλ.
Κλ.
294
διαφορήσω σ’εἴ τι γρύξει.
Αλλαντοπωλης
Αλ.
Αλ.
295
κοπροφορήσω σ’εἰ λαλήσεις.
Κλεων
Κλ.
Κλ.
296
ὁμολογῶ κλέπτειν · σὺ δ’οὐχί.
Αλλαντοπωλης
Αλ.
Αλ.
297
νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
298
κἀπιορκῶ γε βλεπόντων.
Κλεων
Κλ.
Κλ.
299
ἀλλότρια τοίνυν σοφίζει,
300
καὶ φανῶ σε τοῖς πρυτάνεσιν
301
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
302
ἔχοντα κοιλίας.
Χορος
Χο.
Χο.
303
μιαρὲ καὶ βδελυρὲ καὶ κεκράκτα , τοῦ σοῦ θράσους
305
πᾶσα μὲν γῆ πλέα, πᾶσα δ’ἐκκλησία, καὶ τέλη
306
καὶ γραφαὶ καὶ δικαστήρι’, βορβοροτάραξι καὶ
310
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
311
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
313
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.
Κλεων
Κλ.
Κλ.
314
οἶδ’ἐγὼ τὸ πρᾶγμα τοῦθ’ὅθεν πάλαι καττύεται.
Αλλαντοπωλης
Αλ.
Αλ.
315
εἰ δὲ μὴ σύ γ’οἶσθα κάττυμ’, οὐ δ’ἐγὼ χορδεύματα,
316
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
317
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
318
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
Δημοσθενης
Δη.
Δη.
319
νὴ Δία κἀμὲ τοῦτ’ἔδρασε ταὐτόν, ὥστε κατάγελων
320
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν ·
321
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
Χορος
Χο.
Χο.
322
ἆρα δῆτ’οὐκ ἀπ’ἀρχῆς ἐδήλους ἀναίδειαν,
325
ἥπερ μόνη προστατεῖ ῥητόρων;
326
σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
327
πρῶτος ὤν · δ’Ἱπποδάμου λείβεται θεώμενος.
328
ἀλλ’ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
329
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
330
ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν,
331
πανουργίᾳτε καὶ θράσει
332
καὶ κοβαλικεύμασιν.
333
ἀλλ’ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
334
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
Αλλαντοπωλης
Αλ.
Αλ.
335
καὶ μὴν ἀκούσαθ’οἷός ἐστιν οὑτοσὶ πολίτης.
Κλεων
Κλ.
Κλ.
336
οὐκ αὖ μ’ἐάσεις;
Αλλαντοπωλης
Αλ.
Αλ.
336
μὰ Δί’ἐπεὶ κἀγὼ πονηρός εἰμι.
Χορος
Χο.
Χο.
337
ἐὰν δὲ μὴ ταύτῃ γ’ὑπείκῃ, λέγ’ὅτι κἀκ πονηρῶν.
Κλεων
Κλ.
Κλ.
338
οὐκ αὖ μ’ἐάσεις;
Αλλαντοπωλης
Αλ.
Αλ.
338
μὰ Δία.
Κλεων
Κλ.
Κλ.
338
ναὶ μὰ Δία.
Αλλαντοπωλης
Αλ.
Αλ.
338
μὰ τὸν Ποσειδῶ.
339
ἀλλ’αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
Κλεων
Κλ.
Κλ.
340
οἴμοι διαρραγήσομαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
340
καὶ μὴν ἐγὼ οὐ παρήσω.
Χορος
Χο.
Χο.
341
πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
Κλεων
Κλ.
Κλ.
342
τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
Αλλαντοπωλης
Αλ.
Αλ.
343
ὁτιὴ λέγειν οἷόςτε κἀγὼ καὶ καρυκοποιεῖν.
Κλεων
Κλ.
Κλ.
344
ἰδοὺ λέγειν. καλῶς γ’ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
345
ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
346
ἀλλ’οἶσθ’ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
347
εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
348
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
349
ὕδωρτε πίνων κἀπιδεικνὺς τοὺς φίλουςτ’ἀνιῶν,
350
ᾤου δυνατὸς εἶναι λέγειν. μῶρε τῆς ἀνοίας.
Αλλαντοπωλης
Αλ.
Αλ.
351
τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
352
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
Κλεων
Κλ.
Κλ.
353
ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν’; ὅστις εὐθὺς
354
θύννεια θερμὰ καταφαγών, κᾆτ’ἐπιπιὼν ἀκράτου
355
οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
Αλλαντοπωλης
Αλ.
Αλ.
356
ἐγὼ δέ γ’ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
357
καταβροχθίσας κᾆτ’ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
358
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
Χορος
Χο.
Χο.
359
τὰ μὲν ἄλλα μ’ἤρεσας λέγων ·. ἓν δ’οὐ προσίεταί με,
360
τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
Κλεων
Κλ.
Κλ.
361
ἀλλ’οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
Αλλαντοπωλης
Αλ.
Αλ.
362
ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
Κλεων
Κλ.
Κλ.
363
ἐγὼ δ’ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
Αλλαντοπωλης
Αλ.
Αλ.
364
ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Κλεων
Κλ.
Κλ.
365
ἐγὼ δέ γ’ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα.
Χορος
Χο.
Χο.
366
νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ’, ἤνπερ γε τοῦτον ἕλκῃς.
Κλεων
Κλ.
Κλ.
367
οἷόν σε δήσω ’ν’τῷ ξύλῳ.
Αλλαντοπωλης
Αλ.
Αλ.
368
διώξομαί σε δειλίας.
Κλεων
Κλ.
Κλ.
369
βύρσα σου θρανεύσεται.
Αλλαντοπωλης
Αλ.
Αλ.
370
δερῶ σε θύλακον κλοπῆς.
Κλεων
Κλ.
Κλ.
371
διαπατταλευθήσει χαμαί.
Αλλαντοπωλης
Αλ.
Αλ.
372
περικόμματ’ἔκ σου σκευάσω.
Κλεων
Κλ.
Κλ.
373
τὰς βλεφαρίδας σου παρατιλῶ.
Αλλαντοπωλης
Αλ.
Αλ.
374
τὸν πρηγορεῶνά σοὐκτεμῶ.
Δημοσθενης
Δη.
Δη.
375
καὶ νὴ Δί’ἐμβαλόντες αὐτῷ
376
πάτταλον μαγειρικῶς
377
ἐς τὸ στόμ’, εἶτα δ’ἔνδοθεν
378
τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
379
σκεψόμεσθ’εὖ κἀνδρικῶς
380
κεχηνότος
381
τὸν πρωκτὸν εἰ χαλαζᾷ.
Χορος
Χο.
Χο.
384
ἦν ἄρα πυρός γ’ἕτερα θερμότερα καὶ λόγων
385
ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι · καὶ τὸ πρᾶγμ’
387
ἦν ἄρ’οὐ φαῦλον ὧδ’[…] ἀλλ’ἔπιθι καὶ στρόβει,
388
μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος ·
389
ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
390
δειλὸν εὑρήσεις · ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
391
ἀλλ’ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
392
κᾆτ’ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
393
νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
394
ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
Κλεων
Κλ.
Κλ.
395
οὐ δέδοιχ’ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον
396
καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
Χορος
Χο.
Χο.
398
ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
399
τοῦ χρώματος τοῦ παρεστηκότος.
400
εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
401
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
402
περὶ πάντ’ἐπὶ πᾶσίτε πράγμασι
403
δωροδόκοισιν ἐπ’ἄνθεσιν ἵζων,
404
εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
405
ᾄσαιμι γὰρ τότ’ἂν μόνον,
406
πῖνε πῖν’ἐπὶ συμφοραῖς.
407
τὸν Ἰουλίουτ’ἂν οἴομαι γέροντα πυροπίπην
408
ἡσθέντ’ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
Κλεων
Κλ.
Κλ.
409
οὔτοί μ’ὑπερβαλεῖσθ’ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
410
μή ποτ’ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.
Αλλαντοπωλης
Αλ.
Αλ.
411
ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ’πὶ πολλοῖς
412
ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδωντε πληγάς,
413
ὑπερβαλεῖσθαί σ’οἴομαι τούτοισιν, μάτην γ’ἂν
414
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Κλεων
Κλ.
Κλ.
415
ἀπομαγδαλιὰς ὥσπερ κύων; παμπόνηρε πῶς οὖν
416
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
Αλλαντοπωλης
Αλ.
Αλ.
417
καὶ νὴ Δί’ἄλλα γ’ἐστί μου κόβαλα παιδὸς ὄντος.
418
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί ·
419
σκέψασθε παῖδες · οὐχ ὁρᾶθ’; ὥρα νέα, χελιδών.
420
οἱ δ’ἔβλεπον, κἀγὼ ’ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
Χορος
Χο.
Χο.
421
δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω ·
422
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
Αλλαντοπωλης
Αλ.
Αλ.
423
καὶ ταῦτα δρῶν ἐλάνθανόν γ’· εἰ δ’οὖν ἴδοι τις αὐτῶν,
424
ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν ·
425
ὥστ’εἶπ’ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα ·
426
οὐκ ἔσθ’ὅπως παῖς ὅδ’οὐ τὸν δῆμον ἐπιτροπεύσει.
Χορος
Χο.
Χο.
427
εὖ γε ξυνέβαλεν αὔτ’· ἀτὰρ δῆλόν γ’ἀφ’οὗ ξυνέγνω ·
428
ὁτιὴ ’πιώρκειςθ’ἡρπακὼς καὶ κρέας πρωκτὸς εἶχεν.
Κλεων
Κλ.
Κλ.
429
ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
430
ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
431
ὁμοῦ ταράττων τήντε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
Αλλαντοπωλης
Αλ.
Αλ.
432
ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ’ἀφήσω
433
κατὰ κῦμ’ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
Δημοσθενης
Δη.
Δη.
434
κἄγωγ’, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
Κλεων
Κλ.
Κλ.
435
οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ
436
κλέψας Ἀθηναίων.
Δημοσθενης
Δη.
Δη.
436
ἄθρει καὶ τοῦ ποδὸς παρίει ·
437
ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
Αλλαντοπωλης
Αλ.
Αλ.
438
σὲ δ’ἐκ Ποτειδαίας ἔχοντ’εὖ οἶδα δέκα τάλαντα.
Κλεων
Κλ.
Κλ.
439
τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
Χορος
Χο.
Χο.
440
ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει ·
441
τὸ πνεῦμ’ἔλαττον γίγνεται.
Κλεων
Κλ.
Κλ.
442
φεύξει γραφὰς […] ἑκατονταλάντους τέτταρας.
Αλλαντοπωλης
Αλ.
Αλ.
443
σὺ δ’ἀστρατείας γ’εἴκοσιν,
444
κλοπῆς δὲ πλεῖν χιλίας.
Κλεων
Κλ.
Κλ.
445
ἐκ τῶν ἀλιτηρίων σέ φημι
446
γεγονέναι τῶν τῆς θεοῦ.
Αλλαντοπωλης
Αλ.
Αλ.
447
τὸν πάππον εἶναί φημί σου
448
τῶν δορυφόρων
Κλεων
Κλ.
Κλ.
448
ποίων; φράσον.
Αλλαντοπωλης
Αλ.
Αλ.
449
τῶν Βυρσίνης τῆς Ἱππίου.
Κλεων
Κλ.
Κλ.
450
κόβαλος εἶ.
Αλλαντοπωλης
Αλ.
Αλ.
450
πανοῦργος εἶ.
Χορος
Χο.
Χο.
451
παῖ’ἀνδρικῶς.
Κλεων
Κλ.
Κλ.
451
ἰοὺ ἰού,
452
τύπτουσί μ’οἱ ξυνωμόται.
Χορος
Χο.
Χο.
453
παῖ’αὐτὸν ἀνδρειότατα, καὶ
454
γάστριζε καὶ τοῖς ἐντέροις
455
καὶ τοῖς κόλοις,
456
χὤπως κολᾷ τὸν ἄνδρα.
457
γεννικώτατον κρέας ψυχήντ’ἄριστε πάντων,
458
καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖντε τοῖς πολίταις,
459
ὡς εὖ τὸν ἄνδρα ποικίλωςθ’ὑπῆλθες ἐν λόγοισιν.
460
πῶς ἄν σ’ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα;
Κλεων
Κλ.
Κλ.
461
ταυτὶ μὰ τὴν Δήμητρά μ’οὐκ ἐλάνθανεν
462
τεκταινόμενα τὰ πράγματ’, ἀλλ’ἠπιστάμην
463
γομφούμεν’αὐτὰ πάντα καὶ κολλώμενα.
Χορος
Χο.
Χο.
464
οἴμοι σὺ δ’οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
Αλλαντοπωλης
Αλ.
Αλ.
465
οὔκουν μ’ἐν Ἄργει γ’οἷα πράττεις λανθάνει.
466
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
467
ἰδίᾳ δ’ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
468
καὶ ταῦτ’ἐφ’οἷσίν ἐστι συμφυσώμενα
469
ἐγᾦδ’· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
Χορος
Χο.
Χο.
470
εὖ γ’εὖ γε, χάλκευ’ἀντὶ τῶν κολλωμένων.
Αλλαντοπωλης
Αλ.
Αλ.
471
καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ’ἐκεῖθεν αὖ,
472
καὶ ταῦτά μ’οὔτ’ἀργύριον οὔτε χρυσίον
473
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
474
ὅπως ἐγὼ ταῦτ’οὐκ Ἀθηναίοις φράσω.
Κλεων
Κλ.
Κλ.
475
ἐγὼ μὲν οὖν αὐτίκα μάλ’ἐς βουλὴν ἰὼν
476
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
477
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
478
καὶ πάνθ’ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
479
καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Αλλαντοπωλης
Αλ.
Αλ.
480
πῶς οὖν τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
Κλεων
Κλ.
Κλ.
481
ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
Χορος
Χο.
Χο.
482
ἄγε δὴ σὺ τίνα νοῦν τίνα ψυχὴν ἔχεις;
483
νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
484
ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις ·
485
θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον,
486
ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
487
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
Αλλαντοπωλης
Αλ.
Αλ.
488
ἀλλ’εἶμι · πρῶτον δ’ὡς ἔχω τὰς κοιλίας
489
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
Δημοσθενης
Δη.
Δη.
490
ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
491
ἵν’ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
Αλλαντοπωλης
Αλ.
Αλ.
492
ἀλλ’εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
Δημοσθενης
Δη.
Δη.
493
ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
Αλλαντοπωλης
Αλ.
Αλ.
493
τί δαί;
Δημοσθενης
Δη.
Δη.
494
ἵν’ἄμεινον τᾶν ἐσκοροδισμένος μάχῃ.
495
καὶ σπεῦδε ταχέως.
Αλλαντοπωλης
Αλ.
Αλ.
495
ταῦτα δρῶ.
Δημοσθενης
Δη.
Δη.
495
μέμνησό νυν
496
δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
497
χὤπως τὰ κάλλαι’ἀποφαγὼν ἥξεις πάλιν.
Χορος
Χο.
Χο.
498
ἄλλ’ἴθι χαίρων, καὶ πράξειας
499
κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
500
Ζεὺς ἀγοραῖος · καὶ νικήσας
501
αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
502
ἔλθοις στεφάνοις κατάπαστος.
503
ὑμεῖς δ’ἡμῖν προσέχετε τὸν νοῦν
504
τοῖς ἀναπαίστοις,
505
παντοίας ἤδη Μούσης
506
πειραθέντες καθ’ἑαυτούς.
507
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
508
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
509
οὐκ ἂν φαύλως ἔτυχεν τούτου · νῦν δ’ἄξιός ἐσθ’ ποιητής,
510
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷτε λέγειν τὰ δίκαια,
511
καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
512
δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
513
καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ’ἑαυτόν,
514
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
515
οὐχ ὑπ’ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων
516
κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων ·
517
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι ·
518
ὑμᾶςτε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
519
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας ·
520
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
521
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα ·
522
πάσας δ’ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
523
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
524
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ’ἥβης,
525
ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη ·
526
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ’ἐπαίνῳ
527
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
528
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους ·
529
ᾆσαι δ’οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν Δωροῖ συκοπέδιλε,
530
καὶ τέκτονες εὐπαλάμων ὕμνων · οὕτως ἤνθησεν ἐκεῖνος.
531
νυνὶ δ’ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ’οὐκ ἐλεεῖτε,
532
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ’ἐνόντος
533
τῶνθ’ἁρμονιῶν διαχασκουσῶν · ἀλλὰ γέρων ὢν περιέρρει,
534
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δ’ἀπολωλώς,
535
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ,
536
καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
537
οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
538
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
539
ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας ·
540
χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δ’οὐχί.
541
ταῦτ’ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
542
ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
543
κᾆτ’ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
544
κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
545
ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει,
546
αἴρεσθ’αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ’ἐφ’ἕνδεκα κώπαις
547
θόρυβον χρηστὸν ληναΐτην,
548
ἵν’ ποιητὴς ἀπίῃ χαίρων
549
κατὰ νοῦν πράξας,
550
φαιδρὸς λάμποντι μετώπῳ.
551
ἵππι’ἄναξ Πόσειδον,
552
χαλκοκρότων ἵππων κτύπος
553
καὶ χρεμετισμὸς ἁνδάνει
554
καὶ κυανέμβολοι θοαὶ
555
μισθοφόροι τριήρεις,
556
μειρακίωνθ’ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν
557
καὶ βαρυδαιμονούντων,
558
δεῦρ’ἔλθ’ἐς χορὸν χρυσοτρίαιν’
560
δελφίνων μεδέων Σουνιάρατε,
561
Γεραίστιε παῖ Κρόνου,
562
Φαρμίωνίτε φίλτατ’ἐκ
563
τῶν ἄλλωντε θεῶν Ἀθηναίοις
564
πρὸς τὸ παρεστός.
565
εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
566
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
567
οἵτινες πεζαῖς μάχαισιν ἔντε ναυφάρκτῳ στρατῷ
568
πανταχοῦ νικῶντες ἀεὶ τήνδ’ἐκόσμησαν πόλιν ·
569
οὐ γὰρ οὐδεὶς πώποτ’αὐτῶν τοὺς ἐναντίους ἰδὼν
570
ἠρίθμησεν, ἀλλ’ θυμὸς εὐθὺς ἦν Ἀμυνίας ·
571
εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
572
τοῦτ’ἀπεψήσαντ’ἄν, εἶτ’ἠρνοῦντο μὴ πεπτωκέναι,
573
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐ δ’ἂν εἷς
574
τῶν πρὸ τοῦ σίτησιν ᾔτησ’ἐρόμενος Κλεαίνετον ·
575
νῦν δ’ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
576
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ’ἀξιοῦμεν τῇ πόλει
577
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
578
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον ·
579
ἤν ποτ’εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
580
μὴ φθονεῖθ’ἡμῖν κομῶσι μη δ’ἀπεστλεγγισμένοις.
581
πολιοῦχε Παλλάς,
582
τῆς ἱερωτάτης ἁπασῶν
583
πολέμῳτε καὶ ποιηταῖς
584
δυνάμειθ’ὑπερφερούσης
585
μεδέουσα χώρας,
586
δεῦρ’ἀφικοῦ λαβοῦσα τὴν
587
ἐν στρατιαῖςτε καὶ μάχαις
588
ἡμετέραν ξυνεργὸν
589
Νίκην, χορικῶν ἐστιν ἑταίρα
590
τοῖςτ’ἐχθροῖσι μεθ’ἡμῶν στασιάζει.
591
νῦν οὖν δεῦρο φάνηθι · δεῖ
592
γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
593
τέχνῃ πορίσαι σε νίκην
594
εἴπερ ποτὲ καὶ νῦν.
595
ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ’ἐπαινέσαι.
596
ἄξιοι δ’εἴσ’εὐλογεῖσθαι · πολλὰ γὰρ δὴ πάγματα
597
ξυνδιήνεγκαν μεθ’ἡμῶν, ἐσβολάςτε καὶ μάχας.
598
ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
599
ὡς ὅτ’ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
600
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα ·
601
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
602
ἐμβαλόντες ἀνεβρύαξαν, ἱππαπαῖ, τίς ἐμβαλεῖ;
603
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς σαμφόρα;
604
ἐξεπήδωντ’ἐς Κόρινθον · εἶτα δ’οἱ νεώτεροι
605
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα ·
606
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
607
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι ·
608
ὥστ’ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
609
δεινά γ’ Πόσειδον εἰ μήτ’ἐν βυθῷ δυνήσομαι
610
μήτε γῇ μήτ’ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας.
611
φίλτατ’ἀνδρῶν καὶ νεανικώτατε.
612
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα ·
613
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
614
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ’ἠγωνίσω.
Αλλαντοπωλης
Αλ.
Αλ.
615
τί δ’ἄλλο γ’εἰ μὴ Νικόβουλος ἐγενόμην;
Χορος
Χο.
Χο.
616
νῦν ἄρ’ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
617
καλὰ λέγων πολὺ δ’ἀμείνον’ἔτι τῶν λόγων
618
ἐργασάμεν’, εἴθ’ἐπέλθοις
619
ἅπαντά μοι σαφῶς ·
620
ὡς ἐγώ μοι δοκῶ
621
κἂν μακρὰν ὁδὸν διελθεῖν
622
ὥστ’ἀκοῦσαι. πρὸς τάδ’ βέλτιστε
623
θαρρήσας λέγ’, ὡς, ἅπαντες
623b
ἡδόμεσθά σοι.
Αλλαντοπωλης
Αλ.
Αλ.
624
καὶ μὴν ἀκοῦσαί γ’ἄξιον τῶν πραγμάτων.
625
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ’ἱέμην ·
626
δ’ἄρ’ἔνδον ἐλασίβροντ’ἀναρρηγνὺς ἔπη
627
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
628
κρημνοὺς ἐρείδων καὶ ξυνωμότας λέγων
629
πιθανώταθ’· βουλὴ δ’ἅπασ’ἀκροωμένη
630
ἐγένεθ’ὑπ’αὐτοῦ ψευδατραφάξυος πλέα,
631
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ’ἀνέσπασεν.
632
κἄγωγ’ὅτε δὴ ’γνων ἐνδεχομένην τοὺς λόγους
633
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
634
ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ’ἐγώ,
635
βερέσχεθοίτε καὶ Κόβαλοι καὶ Μόθων,
636
ἀγοράτ’ἐν παῖς ὢν ἐπαιδεύθην ἐγώ,
637
νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
638
φωνήντ’ἀναιδῆ. ταῦτα φροντίζοντί μοι
639
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
640
κἀγὼ προσέκυσα · κᾆτα τῷ πρωκτῷ θενὼν
641
τὴν κιγκλίδ’ἐξήραξα κἀναχανὼν μέγα
642
ἀνέκραγον · βουλὴ λόγους ἀγαθοὺς φέρων
643
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι ·
644
ἐξ οὗ γὰρ ἡμῖν πόλεμος κατερράγη,
645
οὐπώποτ’ἀφύας εἶδον ἀξιωτέρας.
646
τῶν δ’εὐθέως τὰ πρόσωπα διεγαλήνισεν ·
647
εἶτ’ἐστεφάνουν μ’εὐαγγέλια · κἀγὼ ’φρασα
648
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
649
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
650
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
651
οἱ δ’ἀνεκρότησαν καὶ πρὸς ἔμ’ἐκεχήνεσαν.
652
δ’ὑπονοήσας Παφλαγών, εἰδὼς ἄρα
653
οἶς ἥδεθ’ βουλὴ μάλιστα ῥήμασιν,
654
γνώμην ἔλεξεν · ἄνδρες, ἤδη μοι δοκεῖ
655
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
656
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.
657
ἐπένευσεν εἰς ἐκεῖνον βουλὴ πάλιν.
658
κἄγωγ’ὅτε δὴ γ’νων τοῖς βολίτοις ἡττημένος,
659
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
660
τῇ δ’Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
661
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
662
αἱ τριχίδες εἰ γενοίαθ’ἑκατὸν τοὐβολοῦ.
663
ἐκαραδόκησεν εἰς ἔμ’ βουλὴ πάλιν.
664
δὲ ταῦτ’ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
665
κᾆθ’εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
666
οἱ δ’ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες ·
667
δ’ἠντεβόλει γ’αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
668
ἵν’ἅτθ’ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
669
πύθησθ’, ἀφῖκται γὰρ περὶ σπονδῶν, λέγων.
670
οἱ δ’ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον ·
671
νυνὶ περὶ σπονδῶν; ἐπειδή γ’ μέλε
672
ᾔσθοντο τὰς ἀφύας παρ’ἡμῖν ἀξίας.
673
οὐ δεόμεθα σπονδῶν · πόλεμος ἑρπέτω.
674
ἐκεκράγεσάντε τοὺς πρυτάνεις ἀφιέναι ·
675
εἶθ’ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
676
ἐγὼ δὲ τὰ κορίανν’ἐπριάμην ὑποδραμὼν
677
ἅπαντα τάτε γήτει’ὅσ’ἦν ἐν τἀγορᾷ ·
678
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
679
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
680
οἱ δ’ὑπερεπῄνουν ὑπερεπύππαζόντέ με
681
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
682
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Χορος
Χο.
Χο.
683
πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα ·
684
ηὗρε δ’ πανοῦργος ἕτερον πολὺ πανουργίαις
685
μείζοσι κεκασμένον καὶ δόλοισι ποικίλοις
686
ῥήμασίνθ’αἱμύλοις.
687
ἀλλ’ὅπως ἀγωνιεῖ φρόντιζε
688
τἀπίλοιπ’ἄριστα ·
689
συμμάχους δ’ἡμᾶς ἔχων εὔνους
690
ἐπίστασαι πάλαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
691
καὶ μὴν Παφλαγὼν οὑτοσὶ προσέρχεται,
692
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
693
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
Κλεων
Κλ.
Κλ.
694
εἰ μή σ’ἀπολέσαιμ’, εἴ τι τῶν αὐτῶν ἐμοὶ
695
ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
Αλλαντοπωλης
Αλ.
Αλ.
696
ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
697
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
Κλεων
Κλ.
Κλ.
698
οὔτοι μὰ τὴν Δήμητρ’, ἐὰν μή σ’ἐκφάγω
699
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
700
ἣν μὴ ’κφάγῃς; ἐγὼ δέ γ’, ἢν μή σ’ἐκπίω
701
κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
Κλεων
Κλ.
Κλ.
702
ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
Αλλαντοπωλης
Αλ.
Αλ.
703
ἰδοὺ προεδρίαν · οἷον ὄψομαί σ’ἐγὼ
704
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Κλεων
Κλ.
Κλ.
705
ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
Αλλαντοπωλης
Αλ.
Αλ.
706
ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
707
ἐπὶ τῷ φάγοις ἥδιστ’ἄν; ἐπὶ βαλλαντίῳ;
Κλεων
Κλ.
Κλ.
708
ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
Αλλαντοπωλης
Αλ.
Αλ.
709
ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
Κλεων
Κλ.
Κλ.
710
ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
Αλλαντοπωλης
Αλ.
Αλ.
711
κἀγὼ δέ σ’ἕλξω καὶ διαβαλῶ πλείονα.
Κλεων
Κλ.
Κλ.
712
ἀλλ’ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται ·
713
ἐγὼ δ’ἐκείνου καταγελῶ γ’ὅσον θέλω.
Αλλαντοπωλης
Αλ.
Αλ.
714
ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
Κλεων
Κλ.
Κλ.
715
ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
Αλλαντοπωλης
Αλ.
Αλ.
716
κᾆθ’ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
717
μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
718
αὐτὸς δ’ἐκείνου τριπλάσιον κατέσπακας.
Κλεων
Κλ.
Κλ.
719
καὶ νὴ Δί’ὑπό γε δεξιότητος τῆς ἐμῆς
720
δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
Αλλαντοπωλης
Αλ.
Αλ.
721
χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
Κλεων
Κλ.
Κλ.
722
οὐκ ὦγάθ’ἐν βουλῇ με δόξεις καθυβρίσαι.
723
ἴωμεν ἐς τὸν δῆμον.
Αλλαντοπωλης
Αλ.
Αλ.
723
οὐδὲν κωλύει ·
724
ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Κλεων
Κλ.
Κλ.
725
Δῆμε δεῦρ’ἔξελθε.
Αλλαντοπωλης
Αλ.
Αλ.
725
νὴ Δί’ πάτερ
726
ἔξελθε δῆτ’.
Κλεων
Κλ.
Κλ.
726
Δημίδιον φίλτατον
727
ἔξελθ’, ἵν’εἰδῇς οἷα περιυβρίζομαι.
Δημος
Δη.
Δη.
728
τίνες οἱ βοῶντες; οὐκ ἄπιτ’ἀπὸ τῆς θύρας;
729
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
730
τίς Παφλαγὼν ἀδικεῖ σε;
Κλεων
Κλ.
Κλ.
730
διὰ σὲ τύπτομαι
731
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
Δημος
Δη.
Δη.
731
τιή;
Κλεων
Κλ.
Κλ.
732
ὁτιὴ φιλῶ σ’ Δῆμ’ἐραστήςτ’εἰμὶ σός.
Δημος
Δη.
Δη.
733
σὺ δ’εἶ τίς ἐτεόν;
Αλλαντοπωλης
Αλ.
Αλ.
733
ἀντεραστὴς τουτουί,
734
ἐρῶν πάλαι σου βουλόμενόςτέ σ’εὖ ποιεῖν,
735
ἄλλοιτε πολλοὶ καὶ καλοίτε κἀγαθοί.
736
ἀλλ’οὐχ οἷοίτ’ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
737
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις ·
738
τοὺς μὲν καλούςτε κἀγαθοὺς οὐ προσδέχει,
739
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
740
καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως. ·
Κλεων
Κλ.
Κλ.
741
εὖ γὰρ ποιῶ τὸν δῆμον.
Αλλαντοπωλης
Αλ.
Αλ.
741
εἰπέ νυν τί δρῶν;
Κλεων
Κλ.
Κλ.
742
τι; τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου,
743
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
Αλλαντοπωλης
Αλ.
Αλ.
744
ἐγὼ δὲ περιπατῶν γ’ἀπ’ἐργαστηρίου
745
ἕψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.
Κλεων
Κλ.
Κλ.
746
καὶ μὴν ποιήσας αὐτίκα μάλ’ἐκκλησίαν
747
Δῆμ’ἵν’εἰδῇς ὁπότερος νῷν ἐστί σοι
748
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
Αλλαντοπωλης
Αλ.
Αλ.
749
ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ’ν τῇ πυκνί.
Δημος
Δη.
Δη.
750
οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
751
ἀλλ’ἐς τὸ πρόσθε. χρὴ παρεῖν’ἐς τὴν πύκνα.
Αλλαντοπωλης
Αλ.
Αλ.
752
οἴμοι κακοδαίμων ὡς ἀπόλωλ’. γὰρ γέρων
753
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
754
ὅταν δ’ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
755
κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.
Χορος
Χο.
Χο.
756
νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
757
καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
758
ὅτοισι τόνδ’ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
759
κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
760
πρὸς ταῦθ’ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα.
761
ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
762
τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
Κλεων
Κλ.
Κλ.
763
τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
764
εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
765
βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
766
ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ ·
767
εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
768
ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείηντε λέπαδνα.
Αλλαντοπωλης
Αλ.
Αλ.
769
κἄγωγ’ Δῆμ’, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
770
ἑψοίμην ἐν περικομματίοις · κεἰ μὴ τούτοισι πέποιθας,
771
ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
772
καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
Κλεων
Κλ.
Κλ.
773
καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν Δῆμε γένοιτο πολίτης;
774
ὃς πρῶτα μὲν ἡνίκ’ἐβούλευον σοὶ χρήματα πλεῖστ’ἀπέδειξα
775
ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δ’ἄγχων τοὺς δὲ μεταιτῶν,
776
οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
Αλλαντοπωλης
Αλ.
Αλ.
777
τοῦτο μὲν Δῆμ’οὐδὲν σεμνόν · κἀγὼ γὰρ τοῦτό σε δράσω.
778
ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
779
ὡς δ’οὐχὶ φιλεῖ σ’οὐ δ’ἔστ’εὔνους, τοῦτ’αὐτό σε πρῶτα διδάξω,
780
ἀλλ’ διὰ τοῦτ’αὔθ’ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
781
σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
782
καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
783
ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
784
οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ’ἐπαναίρου,
785
κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
Δημος
Δη.
Δη.
786
ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
787
τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
Κλεων
Κλ.
Κλ.
788
ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
789
καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Κλεων
Κλ.
Κλ.
790
καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
791
μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
792
καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ’ἐν ταῖς φιδάκναισι
793
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
794
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
795
τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείαςτ’ἀπελαύνεις
796
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
Κλεων
Κλ.
Κλ.
797
ἵνα γ’Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
798
ὡς τοῦτον δεῖ ποτ’ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
799
ἢν ἀναμείνῃ · πάντως δ’αὐτὸν θρέψω ’γὼ καὶ θεραπεύσω,
800
ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
Αλλαντοπωλης
Αλ.
Αλ.
801
οὐχ ἵνα γ’ἄρξῃ μὰ Δί’Ἀρκαδίας προνοούμενος, ἀλλ’ἵνα μᾶλλον
802
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, δὲ δῆμος
803
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης πανουργεῖς μὴ καθορᾷ σου,
804
ἀλλ’ὑπ’ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
805
ἢν δέ ποτ’εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ,
806
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
807
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου ·
808
εἶθ’ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
809
σὺ γιγνώσκων τόνδ’ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
Κλεων
Κλ.
Κλ.
810
οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ’ἔστ’ἐμὲ καὶ διαβάλλειν
811
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
812
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
Αλλαντοπωλης
Αλ.
Αλ.
813
πόλις Ἄργους κλύεθ’οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
814
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
815
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
816
ἀφελώντ’οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν ·
817
σὺ δ’Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
818
διατειχίζων καὶ χρησμῳδῶν, Θεμιστοκλεῖ ἀντιφερίζων.
819
κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ’Ἀχιλλείων ἀπομάττει.
Κλεων
Κλ.
Κλ.
820
οὔκουν ταυτὶ δεινὸν ἀκούειν Δῆμ’ἐστίν μ’ὑπὸ τούτου,
821
ὁτιή σε φιλῶ;
Δημος
Δη.
Δη.
821
παῦ’ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
822
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
Αλλαντοπωλης
Αλ.
Αλ.
823
μιαρώτατος, Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
824
ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
825
τῶν εὐθυνῶν ἐκκαυλίζων
826
καταβροχθίζει, κἀμφοῖν χειροῖν
827
μυστιλᾶται τῶν δημοσίων.
Κλεων
Κλ.
Κλ.
828
οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ’
829
αἱρήσω γ’ὼ τρεῖς μυριάδας.
Αλλαντοπωλης
Αλ.
Αλ.
830
τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις,
831
μιαρώτατος ὢν περὶ τὸν δῆμον
832
τὸν Ἀθηναίων; καί σ’ἐπιδείξω
833
νὴ τὴν Δήμητρ’, μὴ ζῴην,
834
δωροδοκήσαντ’ἐκ Μυτιλήνης
835
πλεῖν μνᾶς τετταράκοντα.
Χορος
Χο.
Χο.
836
πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
837
ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ’ἐποίσεις,
838
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
839
τἀν τῇ πόλει τῶν ξυμμάχωντ’ἄρξεις ἔχων τρίαιναν,
840
πολλὰ χρήματ’ἐργάσει σείωντε καὶ ταράττων.
841
καὶ μὴ μεθῇς τὸν ἄνδρ’, ἐπειδή σοι λαβὴν δέδωκεν ·
842
κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
Κλεων
Κλ.
Κλ.
843
οὐκ ὦγαθοὶ ταῦτ’ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
844
ἐμοὶ γάρ ἐστ’εἰργασμένον τοιοῦτον ἔργον ὥστε
845
ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν,
846
ἕως ἂν τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
Αλλαντοπωλης
Αλ.
Αλ.
847
ἐπίσχες ἐν ταῖς ἀσπίσιν · λαβὴν γὰρ ἐνδέδωκας.
848
οὐ γάρ σ’ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
849
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
850
ἀλλ’ἐστὶ τοῦτ’ Δῆμε μηχάνημ’, ἵν’ἢν σὺ βούλῃ
851
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ ’κγένηται.
852
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
853
νεανιῶν · τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
854
καὶ τυροπῶλαι · τοῦτο δ’εἰς ἕν ἐστι συγκεκυφός,
855
ὥστ’εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα,
856
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
857
τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
Δημος
Δη.
Δη.
858
οἴμοι τάλας · ἔχουσι γὰρ πόρπακας; πόνηρε
859
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
Κλεων
Κλ.
Κλ.
860
δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μη δ’οἰηθῇς
861
ἐμοῦ ποθ’εὑρήσειν φίλον βελτίον’· ὅστις εἷς ὢν
862
ἔπαυσα τοὺς ξυνωμότας, καί μ’οὐ λέληθεν οὐδὲν
863
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ’εὐθέως κέκραγα.
Αλλαντοπωλης
Αλ.
Αλ.
864
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
865
ὅταν μὲν λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν ·
866
ἐὰν δ’ἄνωτε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
867
αἱροῦσι · καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
868
ἓν δ’εἰπέ μοι τοσουτονί · σκύτη τοσαῦτα πωλῶν
869
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
870
ταῖς ἐμβάσιν φάσκων φιλεῖν;
Δημος
Δη.
Δη.
870
οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
Αλλαντοπωλης
Αλ.
Αλ.
871
ἔγνωκας οὖν δῆτ’αὐτὸν οἷός ἐστιν; ἀλλ’ἐγώ σοι
872
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
Δημος
Δη.
Δη.
873
κρίνω σ’ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ’ἄριστον
874
εὐνούστατόντε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
Κλεων
Κλ.
Κλ.
875
οὐ δεινὸν οὖν δῆτ’ἐμβάδας τοσουτονὶ δύνασθαι,
876
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
877
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
Αλλαντοπωλης
Αλ.
Αλ.
878
οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
879
παῦσαίτε τοὺς βινουμένους; κοὐκ ἔσθ’ὅπως ἐκείνους
880
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται.
881
τονδὶ δ’ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
882
οὐπώποτ’ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
883
χειμῶνος ὄντος · ἀλλ’ἐγώ σοι τουτονὶ δίδωμι.
Δημος
Δη.
Δη.
884
τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ’ἐπενόησεν.
885
καίτοι σοφὸν κἀκεῖν’ Πειραιεύς · ἔμοιγε μέντοι
886
οὐ μεῖζον εἶναι φαίνετ’ἐξεύρημα τοῦ χιτῶνος.
Κλεων
Κλ.
Κλ.
887
οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
Αλλαντοπωλης
Αλ.
Αλ.
888
οὔκ, ἀλλ’ὅπερ πίνων ἀνὴρ πέπονθ’ὅταν χεσείῃ,
889
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
Κλεων
Κλ.
Κλ.
890
ἀλλ’οὐχ ὑπερβαλεῖ με θωπείαις · ἐγὼ γὰρ αὐτὸν
891
προσαμφιῶ τοδί · σὺ δ’οἴμωζ’ πόνηρ’.
Δημος
Δη.
Δη.
891
ἰαιβοῖ.
892
οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
Αλλαντοπωλης
Αλ.
Αλ.
893
καὶ τοῦτό γ’ἐπίτηδές σε περιήμπεσχ’, ἵνα σ’ἀποπνίξῃ ·
894
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ’ἐκεῖνον
895
τοῦ σιλφίου τὸν ἄξιον γενόμενον;
Δημος
Δη.
Δη.
895
οἶδα μέντοι.
Αλλαντοπωλης
Αλ.
Αλ.
896
ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδ’ἄξιον γενέσθαι,
897
ἵν’ἐσθίοιτ’ὠνούμενοι, κἄπειτ’ἐν ἡλιαίᾳ
898
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
Δημος
Δη.
Δη.
899
νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ’εἶπ’ἀνὴρ Κόπρειος.
Αλλαντοπωλης
Αλ.
Αλ.
900
οὐ γὰρ τόθ’ὑμεῖς βδεόμενοι δήπου ’γένεσθε πυρροί;
Δημος
Δη.
Δη.
901
καὶ νὴ Δί’ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
Κλεων
Κλ.
Κλ.
902
οἵοισί μ’ πανοῦργε βωμολοχεύμασιν ταράττεις.
Αλλαντοπωλης
Αλ.
Αλ.
903
γὰρ θεός μ’ἐκέλευσε νικῆσαί σ’ἀλαζονείαις.
Κλεων
Κλ.
Κλ.
904
ἀλλ’οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
905
Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
906
ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
907
τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
Κλεων
Κλ.
Κλ.
908
ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
Αλλαντοπωλης
Αλ.
Αλ.
909
ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
Κλεων
Κλ.
Κλ.
910
ἀπομυξάμενος Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
Αλλαντοπωλης
Αλ.
Αλ.
911
ἐμοῦ μὲν οὖν.
Κλεων
Κλ.
Κλ.
911
ἐμοῦ μὲν οὖν.
912
ἐγώ σε ποιήσω τριηραρχεῖν
913
ἀναλίσκοντα τῶν
914
σαυτοῦ, παλαιὰν ναῦν ἔχοντ’,
915
εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις
916
οὐ δὲ ναυπηγούμενος ·
917
διαμηχανήσομαίθ’ὅπως
918
ἂν ἱστίον σαπρὸν λάβῃς.
Χορος
Χο.
Χο.
919
ἁνὴρ παφλάζει, παῦε παῦ’,
920
ὑπερζέων · ὑφελκτέον
921
τῶν δᾳδίων ἀπαρυστέον
922
τε τῶν ἀπειλῶν ταυτῃί.
Κλεων
Κλ.
Κλ.
923
δώσεις ἐμοὶ καλὴν δίκην
924
ἰπούμενος ταῖς ἐσφοραῖς.
925
ἐγὼ γὰρ ἐς τοὺς πλουσίους
926
σπεύσω σ’ὅπως ἂν ἐγγραφῇς.
Αλλαντοπωλης
Αλ.
Αλ.
927
ἐγὼ δ’ἀπειλήσω μὲν οὐδέν,
928
εὔχομαι δέ σοι ταδί ·
929
τὸ μὲν τάγηνον τευθίδων
930
ἐφεστάναι σίζον · σὲ δὲ
931
γνώμην ἐρεῖν μέλλοντα περὶ
932
Μιλησίων καὶ κερδανεῖν
933
τάλαντον, ἢν κατεργάσῃ,
934
σπεύδειν ὅπως τῶν τευθίδων
935
ἐμπλήμενος φθαίης ἔτ’εἰς
936
ἐκκλησίαν ἐλθών · ἔπειτα
937
πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,
938
καὶ σὺ τὸ τάλαντον λαβεῖν
939
βουλόμενος ἐσθίων
940
ἐναποπνιγείης.
Χορος
Χο.
Χο.
941
εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
Δημος
Δη.
Δη.
943
κἀμοὶ δοκεῖ · καὶ τἄλλα γ’εἶναι καταφανῶς
944
ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
945
ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
946
σὺ δ’ Παφλαγὼν φάσκων φιλεῖν μ’ἐσκορόδισας.
947
καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
948
ἐμοὶ ταμιεύσεις.
Κλεων
Κλ.
Κλ.
948
ἔχε · τοσοῦτον δ’ἴσθ’ὅτι,
949
εἰ μή μ’ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
950
ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
Δημος
Δη.
Δη.
951
οὐκ ἔσθ’ὅπως δακτύλιός ἐσθ’οὑτοσὶ
952
οὑμός · τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
953
ἀλλ’ οὐ καθορῶ.
Αλλαντοπωλης
Αλ.
Αλ.
953
φέρ’ἴδω τί σοι σημεῖον ἦν;
Δημος
Δη.
Δη.
954
δημοῦ βοείου θρῖον ἐξωπτημένον.
Αλλαντοπωλης
Αλ.
Αλ.
955
οὐ τοῦτ’ἔνεστιν.
Δημος
Δη.
Δη.
955
οὐ τὸ θρῖον; ἀλλὰ τί;
Αλλαντοπωλης
Αλ.
Αλ.
956
λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
Δημος
Δη.
Δη.
957
αἰβοῖ τάλας.
Αλλαντοπωλης
Αλ.
Αλ.
957
τί ἔστιν;
Δημος
Δη.
Δη.
957
ἀπόφερ’ἐκποδών.
958
οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
959
παρ’ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
Κλεων
Κλ.
Κλ.
960
μὴ δῆτά πώ γ’ δέσποτ’, ἀντιβολῶ σ’ἐγώ,
961
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Αλλαντοπωλης
Αλ.
Αλ.
962
καὶ τῶν ἐμῶν νυν.
Κλεων
Κλ.
Κλ.
962
ἀλλ’ἐὰν τούτῳ πίθῃ,
963
μολγὸν γενέσθαι δεῖ σε.
Αλλαντοπωλης
Αλ.
Αλ.
963
κἄν γε τουτῳί,
964
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
Κλεων
Κλ.
Κλ.
965
ἀλλ’οἵ γ’ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ
966
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
Αλλαντοπωλης
Αλ.
Αλ.
967
οὑμοὶ δέ γ’αὖ λέγουσιν ὡς ἁλουργίδα
968
ἔχων κατάπαστον καὶ στεφάνην ἐφ’ἅρματος
969
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
Χορος
Χο.
Χο.
970
καὶ μὴν ἔνεγκ’αὐτοὺς ἰών, ἵν’οὑτοσὶ
971
αὐτῶν ἀκούσῃ.
Δημος
Δη.
Δη.
971
πάνυ γε. καὶ σύ νυν φέρε.
Κλεων
Κλ.
Κλ.
972
ἰδού.
Αλλαντοπωλης
Αλ.
Αλ.
972
ἰδοὺ νὴ τὸν Δί’· οὐδὲν κωλύει.
Χορος
Χο.
Χο.
973
ἥδιστον φάος ἡμέρας
974
ἔσται τοῖσι παροῦσι καὶ
975
τοῖσι δεῦρ’ἀφικνουμένοις,
976
ἢν Κλέων ἀπόληται.
977
καίτοι πρεσβυτέρων τινῶν
978
οἵων ἀργαλεωτάτων
979
ἐν τῷ δείγματι τῶν δικῶν
980
ἤκουσ’ἀντιλεγόντων,
981
ὡς εἰ μὴ ’γένεθ’οὗτος ἐν
982
τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
983
σκεύη δύο χρησίμω,
984
δοῖδυξ οὐ δὲ τορύνη.
985
ἀλλὰ καὶ τόδ’ἔγωγε θαυμάζω
986
τῆς ὑομουσίας
987
αὐτοῦ · φασὶ γὰρ αὐτὸν οἱ
988
παῖδες οἳ ξυνεφοίτων,
989
τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
990
θαμὰ τὴν λύραν,
991
ἄλλην δ’οὐκ ἐθέλειν μαθεῖν ·
992
κᾆτα τὸν κιθαριστὴν
993
ὀργισθέντ’ἀπάγειν κελεύειν,
994
ὡς ἁρμονίαν παῖς
995
οὗτος οὐ δύναται μαθεῖν
996
ἢν μὴ Δωροδοκιστί.
Κλεων
Κλ.
Κλ.
997
ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
Αλλαντοπωλης
Αλ.
Αλ.
998
οἴμ’ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
Δημος
Δη.
Δη.
999
ταυτὶ τί ἔστι;
Κλεων
Κλ.
Κλ.
999
λόγια.
Δημος
Δη.
Δη.
999
πάντ’;
Κλεων
Κλ.
Κλ.
999
ἐθαύμασας;
1000
καὶ νὴ Δί’ἔτι γέ μοὔστι κιβωτὸς πλέα.
Αλλαντοπωλης
Αλ.
Αλ.
1001
ἐμοὶ δ’ὑπερῷον καὶ ξυνοικία δύο.
Δημος
Δη.
Δη.
1002
φέρ’ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
Κλεων
Κλ.
Κλ.
1003
οὑμοὶ μέν εἰσι Βάκιδος.
Δημος
Δη.
Δη.
1003
οἱ δὲ σοὶ τίνος;
Αλλαντοπωλης
Αλ.
Αλ.
1004
Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
Δημος
Δη.
Δη.
1005
εἰσὶν δὲ περὶ τοῦ;
Κλεων
Κλ.
Κλ.
1005
περὶ Ἀθηνῶν, περὶ Πύλου,
1006
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δημος
Δη.
Δη.
1007
οἱ σοὶ δὲ περὶ τοῦ;
Αλλαντοπωλης
Αλ.
Αλ.
1007
περὶ Ἀθηνῶν, περὶ φακῆς,
1008
περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
1009
περὶ τῶν μετρούντων τἄλφιτ’ἐν ἀγορᾷ κακῶς,
1010
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δημος
Δη.
Δη.
1011
ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
1012
καὶ τὸν περὶ ἐμοῦ ’κεῖνον ᾧπερ ἥδομαι,
1013
ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.
Κλεων
Κλ.
Κλ.
1014
ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
1015
φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
1016
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
1017
σῴζεσθαί σ’ἐκέλευσ’ἱερὸν κύνα καρχαρόδοντα,
1018
ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
1019
σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ’ἀπολεῖται.
1020
πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
Δημος
Δη.
Δη.
1021
ταυτὶ μὰ τὴν Δήμητρ’ἐγὼ οὐκ οἶδ’ τι λέγει.
1022
τί γάρ ἐστ’Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
Κλεων
Κλ.
Κλ.
1023
ἐγὼ μέν εἰμ’ κύων · πρὸ σοῦ γὰρ ἀπύω ·
1024
σοὶ δ’εἶπε σῴζεσθαί μ’ Φοῖβος τὸν κύνα.
Αλλαντοπωλης
Αλ.
Αλ.
1025
οὐ τοῦτό φησ’ χρησμός, ἀλλ’ κύων ὁδὶ
1026
ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
1027
ἐμοὶ γάρ ἐστ’ὀρθῶς περὶ τούτου τοῦ κυνός.
Δημος
Δη.
Δη.
1028
λέγε νυν · ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
1029
ἵνα μή μ’ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1030
φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν,
1031
ὃς κέρκῴ σαίνων σ’ὁπόταν δειπνῇς ἐπιτηρῶν
1032
ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς ·
1033
ἐσφοιτῶντ’ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
1034
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
Δημος
Δη.
Δη.
1035
νὴ τὸν Ποσειδῶ πολύ γ’ἄμεινον Γλάνι.
Κλεων
Κλ.
Κλ.
1036
τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
1037
ἔστι γυνή, τέξει δὲ λέονθ’ἱεραῖς ἐν Ἀθήναις,
1038
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
1039
ὥστε περὶ σκύμνοισι βεβηκώς · τὸν σὺ φυλάξαι,
1040
τεῖχος ποιήσας ξύλινον πύργουςτε σιδηροῦς.
1041
ταῦτ’οἶσθ’ τι λέγει;
Δημος
Δη.
Δη.
1041
μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
Κλεων
Κλ.
Κλ.
1042
ἔφραζεν θεός σοι σαφῶς σῴζειν ἐμέ ·
1043
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
Δημος
Δη.
Δη.
1044
καὶ πῶς μ’ἐλελήθης Ἀντιλέων γεγενημένος;
Αλλαντοπωλης
Αλ.
Αλ.
1045
ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
1046
μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
1047
ἐν σε σῴζειν τόνδ’ἐκέλευσ’ Λοξίας.
Δημος
Δη.
Δη.
1048
πῶς δῆτα τοῦτ’ἔφραζεν θεός;
Αλλαντοπωλης
Αλ.
Αλ.
1048
τουτονὶ
1049
δῆσαί σ’ἐκέλευ’ἐν πεντεσυρίγγῳ ξύλῳ.
Δημος
Δη.
Δη.
1050
ταυτὶ τελεῖσθαι τὰ λόγι’ἤδη μοι δοκεῖ.
Κλεων
Κλ.
Κλ.
1051
μὴ πείθου · φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
1052
ἀλλ’ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
1053
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
Αλλαντοπωλης
Αλ.
Αλ.
1054
τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
1055
Κεκροπίδη κακόβουλε τί τοῦθ’ἡγεῖ μέγα τοὔργον;
1056
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη ·
1057
ἀλλ’οὐκ ἂν μαχέσαιτο · χέσαιτο γάρ, εἰ μαχέσαιτο.
Κλεων
Κλ.
Κλ.
1058
ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
1059
ἔστι Πύλος πρὸ Πύλοιο
Δημος
Δη.
Δη.
1059
τί τοῦτο λέγει, πρὸ Πύλοιο;
Αλλαντοπωλης
Αλ.
Αλ.
1060
τὰς πυέλους φησὶν καταλήψεσθ’ἐν βαλανείῳ.
Δημος
Δη.
Δη.
1061
ἐγὼ δ’ἄλουτος τήμερον γενήσομαι;
Αλλαντοπωλης
Αλ.
Αλ.
1062
οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
1063
ἀλλ’οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
1064
χρησμός, σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
Δημος
Δη.
Δη.
1065
προσέχω · σὺ δ’ἀναγίγνωσκε, τοῖς ναύταισί μου
1066
ὅπως μισθὸς πρῶτον ἀποδοθήσεται.
Αλλαντοπωλης
Αλ.
Αλ.
1067
Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
1068
λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
1069
οἶσθ’ τι ἐστὶν τοῦτο;
Δημος
Δη.
Δη.
1069
Φιλόστρατος κυναλώπηξ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1070
οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
1071
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί ·
1072
ταύτας ἀπαυδᾷ μὴ διδόναι σ’ Λοξίας.
Δημος
Δη.
Δη.
1073
πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
Αλλαντοπωλης
Αλ.
Αλ.
1073
ὅπως;
1074
ὅτι τριήρης ἐστὶ χὠ κύων ταχύ.
Δημος
Δη.
Δη.
1075
πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;
Αλλαντοπωλης
Αλ.
Αλ.
1076
ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
1077
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
Δημος
Δη.
Δη.
1077
εἶεν ·
1078
τούτοις μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
Αλλαντοπωλης
Αλ.
Αλ.
1079
ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
1080
ἀλλ’ἔτι τόνδ’ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι
1081
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
Δημος
Δη.
Δη.
1082
ποίαν Κυλλήνην;
Αλλαντοπωλης
Αλ.
Αλ.
1082
τὴν τούτου χεῖρ’ἐποίησεν
1083
Κυλλήνην ὀρθῶς, ὁτιή φησ’, ἔμβαλε κυλλῇ.
Κλεων
Κλ.
Κλ.
1084
οὐκ ὀρθῶς φράζει · τὴν Κυλλήνην γὰρ Φοῖβος
1085
ἐς τὴν χεῖρ’ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους.
1086
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
1087
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Αλλαντοπωλης
Αλ.
Αλ.
1088
καὶ γὰρ ἐμοί · καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
1089
χὤτι γ’ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Κλεων
Κλ.
Κλ.
1090
ἀλλ’ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει θεὸς αὐτὴ
1091
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Αλλαντοπωλης
Αλ.
Αλ.
1092
νὴ Δία καὶ γὰρ ἐγώ · καί μοὐδόκει θεὸς αὐτὴ
1093
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ’πικαθῆσθαι ·
1094
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
1095
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
Δημος
Δη.
Δη.
1096
ἰοὺ ἰού.
1097
οὐκ ἦν ἄρ’οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
1098
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
1099
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
Κλεων
Κλ.
Κλ.
1100
μήπω γ’, ἱκετεύω σ’, ἀλλ’ἀνάμεινον, ὡς ἐγὼ
1101
κριθὰς ποριῶ σοι καὶ βίον καθ’ἡμέραν.
Δημος
Δη.
Δη.
1102
οὐκ ἀνέχομαι κριθῶν ἀκούων · πολλάκις
1103
ἐξηπατήθην ὑπότε σοῦ καὶ Θουφάνους.
Κλεων
Κλ.
Κλ.
1104
ἀλλ’ἄλφιτ’ἤδη σοι ποριῶ ’σκευασμένα.
Αλλαντοπωλης
Αλ.
Αλ.
1105
ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας
1106
καὶ τοὔψον ὀπτόν · μηδὲν ἄλλ’εἰ μὴ ’σθιε.
Δημος
Δη.
Δη.
1107
ἀνύσατέ νυν τι περ ποιήσεθ’· ὡς ἐγώ,
1108
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
1109
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
Κλεων
Κλ.
Κλ.
1110
τρέχοιμ’ἂν εἴσω πρότερος.
Αλλαντοπωλης
Αλ.
Αλ.
1110
οὐ δῆτ’ἀλλ’ἐγώ.
Χορος
Χο.
Χο.
1111
Δῆμε καλήν γ’ἔχεις
1112
ἀρχήν, ὅτε πάντες ἄνθρωποι
1113
δεδίασί σ’ὥσπερ
1114
ἄνδρα τύραννον.
1115
ἀλλ’εὐπαράγωγος εἶ,
1116
θωπευόμενόςτε χαίρεις
1117
κἀξαπατώμενος,
1118
πρὸς τόντε λέγοντ’ἀεὶ
1119
κέχηνας · νοῦς δέ σου
1120
παρὼν ἀποδημεῖ.
Δημος
Δη.
Δη.
1121
νοῦς οὐκ ἔνι ταῖς κόμαις
1122
ὑμῶν, ὅτε μ’οὐ φρονεῖν
1123
νομίζετ’· ἐγὼ δ’ἑκὼν
1124
ταῦτ’ἠλιθιάζω.
1125
αὐτόςτε γὰρ ἥδομαι
1126
βρύλλων τὸ καθ’ἡμέραν,
1127
κλέπτοντάτε βούλομαι
1128
τρέφειν ἕνα προστάτην ·
1129
τοῦτον δ’, ὅταν πλέως,
1130
ἄρας ἐπάταξα.
Χορος
Χο.
Χο.
1131
χοὔτω μὲν ἂν εὖ ποιοῖς,
1132
εἴ σοι πυκνότης ἔνεστ’
1133
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
1134
τούτῳ πάνυ πολλή,
1135
εἰ τούσδ’ἐπίτηδες ὥσπερ
1136
δημοσίους τρέφεις
1137
ἐν τῇ πυκνί, κᾆθ’ὅταν
1138
μή σοι τύχῃ ὄψον ὄν,
1139
τούτων ὃς ἂν παχύς,
1140
θύσας ἐπιδειπνεῖς.
Δημος
Δη.
Δη.
1141
σκέψασθε δέ μ’, εἰ σοφῶς
1142
αὐτοὺς περιέρχομαι
1143
τοὺς οἰομένους φρονεῖν
1144
κἄμ’ἐξαπατύλλειν.
1145
τηρῶ γὰρ ἑκάστοτ’αὐτοὺς
1146
οὐ δὲ δοκῶν ὁρᾶν
1147
κλέπτοντας · ἔπειτ’ἀναγκάζω
1148
πάλιν ἐξεμεῖν
1149
ἅττ’ἂν κεκλόφωσί μου,
1150
κημὸν καταμηλῶν.
Κλεων
Κλ.
Κλ.
1151
ἄπαγ’ἐς μακαρίαν ἐκποδών.
Αλλαντοπωλης
Αλ.
Αλ.
1151
σύ γ’ φθόρε.
Κλεων
Κλ.
Κλ.
1152
Δῆμ’ἐγὼ μέντοι παρεσκευασμένος
1153
τρίπαλαι κάθημαι βουλόμενός σ’εὐεργετεῖν.
Αλλαντοπωλης
Αλ.
Αλ.
1154
ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
1155
καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
Δημος
Δη.
Δη.
1156
ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
1157
βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
1158
οἶσθ’οὖν δρᾶσον;
Δημος
Δη.
Δη.
1158
εἰ δὲ μή, φράσεις γε σύ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1159
ἄφες ἀπὸ βαλβίδων ἐμέτε καὶ τουτονί,
1160
ἵνα σ’εὖ ποιῶμεν ἐξ ἴσου.
Δημος
Δη.
Δη.
1160
δρᾶν ταῦτα χρή.
1161
ἄπιτον.
Κλεων και Αλλαντοπωλης
Κλ.
Κλ.
1161
ἰδού.
Δημος
Δη.
Δη.
1161
θέοιτ’ἄν.
Αλλαντοπωλης
Αλ.
Αλ.
1161
ὑποθεῖν οὐκ ἐῶ.
Δημος
Δη.
Δη.
1162
ἀλλ’ μεγάλως εὐδαιμονήσω τήμερον
1163
ὑπὸ τῶν ἐραστῶν νὴ Δί’ ’γὼ θρύψομαι.
Κλεων
Κλ.
Κλ.
1164
ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
Αλλαντοπωλης
Αλ.
Αλ.
1165
ἀλλ’οὐ τράπεζαν, ἀλλ’ἐγὼ προτεραίτερος.
Κλεων
Κλ.
Κλ.
1166
ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
1167
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
Αλλαντοπωλης
Αλ.
Αλ.
1168
ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
1169
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
Δημος
Δη.
Δη.
1170
ὡς μέγαν ἄρ’εἶχες πότνια τὸν δάκτυλον.
Κλεων
Κλ.
Κλ.
1171
ἐγὼ δ’ἔτνος γε πίσινον εὔχρων καὶ καλόν ·
1172
ἐτόρυνε δ’αὔθ’ Παλλὰς Πυλαιμάχος.
Αλλαντοπωλης
Αλ.
Αλ.
1173
Δῆμ’ἐναργῶς θεός σ’ἐπισκοπεῖ,
1174
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
Δημος
Δη.
Δη.
1175
οἴει γὰρ οἰκεῖσθ’ἂν ἔτι τήνδε τὴν πόλιν,
1176
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
Κλεων
Κλ.
Κλ.
1177
τουτὶ τέμαχός σοὔδωκεν Φοβεσιστράτη.
Αλλαντοπωλης
Αλ.
Αλ.
1178
δ’Ὀβριμοπάτρα γ’ἑφθὸν ἐκ ζωμοῦ κρέας
1179
καὶ χόλικος ἠνύστρουτε καὶ γαστρὸς τόμον.
Δημος
Δη.
Δη.
1180
καλῶς γ’ἐποίησε τοῦ πέπλου μεμνημένη.
Κλεων
Κλ.
Κλ.
1181
Γοργολόφα σ’ἐκέλευε τουτουὶ φαγεῖν
1182
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
Αλλαντοπωλης
Αλ.
Αλ.
1183
λαβὲ καὶ ταδί νυν.
Δημος
Δη.
Δη.
1183
καὶ τί τούτοις χρήσομαι
1184
τοῖς ἐντέροις;
Αλλαντοπωλης
Αλ.
Αλ.
1184
ἐπίτηδες αὔτ’ἔπεμψέ σοι
1185
ἐς τὰς τριήρεις ἐντερόνειαν θεός ·
1186
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
1187
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
Δημος
Δη.
Δη.
1188
ὡς ἡδὺς Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
Αλλαντοπωλης
Αλ.
Αλ.
1189
Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
Κλεων
Κλ.
Κλ.
1190
λαβέ νυν πλακοῦντος πίονος παρ’ἐμοῦ τόμον.
Αλλαντοπωλης
Αλ.
Αλ.
1191
παρ’ἐμοῦ δ’ὅλον γε τὸν πλακοῦντα τουτονί.
Κλεων
Κλ.
Κλ.
1192
ἀλλ’οὐ λαγῷ’ἕξεις ὁπόθεν δῷς, ἀλλ’ἐγώ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1193
οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
1194
θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.
Κλεων
Κλ.
Κλ.
1195
ὁρᾷς τάδ’ κακόδαιμον;
Αλλαντοπωλης
Αλ.
Αλ.
1195
ὀλίγον μοι μέλει ·
1196
ἐκεινοὶ γὰρ ὡς ἔμ’ἔρχονταί τινες
1197
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
Κλεων
Κλ.
Κλ.
1198
ποῦ ποῦ;
Αλλαντοπωλης
Αλ.
Αλ.
1198
τί δέ σοι τοῦτ’; οὐκ ἐάσεις τοὺς ξένους;
1199
Δημίδιον ὁρᾷς τὰ λαγῷ’ σοι φέρω;
Κλεων
Κλ.
Κλ.
1200
οἴμοι τάλας ἀδίκως γε τἄμ’ὑφήρπασας.
Αλλαντοπωλης
Αλ.
Αλ.
1201
νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
Δημος
Δη.
Δη.
1202
εἴπ’, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
Αλλαντοπωλης
Αλ.
Αλ.
1203
τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ’ἐμόν.
Κλεων
Κλ.
Κλ.
1204
ἐγὼ δ’ἐκινδύνευσ’, ἐγὼ δ’ὤπτησά γε.
Δημος
Δη.
Δη.
1205
ἄπιθ’· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος χάρις.
Κλεων
Κλ.
Κλ.
1206
οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
1207
τί οὐ διακρίνεις Δῆμ’ὁπότερός ἐστι νῷν
1208
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
Δημος
Δη.
Δη.
1209
τῷ δῆτ’ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
1210
δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
Αλλαντοπωλης
Αλ.
Αλ.
1211
ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
1212
ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ’ἔνι,
1213
καὶ τὴν Παφλαγόνος · κἀμέλει κρινεῖς καλῶς.
Δημος
Δη.
Δη.
1214
φέρ’ἴδω τί οὖν ἔνεστιν;
Αλλαντοπωλης
Αλ.
Αλ.
1214
οὐχ ὁρᾷς κενὴν
1215
παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
Δημος
Δη.
Δη.
1216
αὕτη μὲν κίστη τὰ τοῦ Δήμου φρονεῖ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1217
βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
1218
ὁρᾷς τάδ’;
Δημος
Δη.
Δη.
1218
οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
1219
ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο ·
1220
ἐμοὶ δ’ἔδωκεν ἀποτεμὼν τυννουτονί.
Αλλαντοπωλης
Αλ.
Αλ.
1221
τοιαῦτα μέντοι καὶ πρότερόν σ’ἠργάζετο ·
1222
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
1223
αὐτὸς δ’ἑαυτῷ παρετίθει τὰ μείζονα.
Δημος
Δη.
Δη.
1224
μιαρὲ κλέπτων δή με ταῦτ’ἐξηπάτας;
1225
ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.
Κλεων
Κλ.
Κλ.
1226
ἐγὼ δ’ἔκλεπτον ἐπ’ἀγαθῷ γε τῇ πόλει.
Δημος
Δη.
Δη.
1227
κατάθου ταχέως τὸν στέφανον, ἵν’ἐγὼ τουτῳὶ
1228
αὐτὸν περιθῶ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1228
κατάθου ταχέως μαστιγία.
Κλεων
Κλ.
Κλ.
1229
οὐ δῆτ’, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
1230
φράζων ὑφ’οὗ δεήσει μ’ ἡττᾶσθαι μόνου.
Αλλαντοπωλης
Αλ.
Αλ.
1231
τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
Κλεων
Κλ.
Κλ.
1232
καὶ μήν σ’ἐλέγξαι βούλομαι τεκμηρίῳ,
1233
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
1234
καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι ·
1235
παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;
Αλλαντοπωλης
Αλ.
Αλ.
1236
ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
Κλεων
Κλ.
Κλ.
1237
πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν. εἶεν.
1238
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Αλλαντοπωλης
Αλ.
Αλ.
1239
κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον ·
Κλεων
Κλ.
Κλ.
1240
Φοῖβ’Ἄπολλον Λύκιε τί ποτέ μ’ἐργάσει;
1241
τέχνην δὲ τίνα ποτ’εἶχες ἐξανδρούμενος;
Αλλαντοπωλης
Αλ.
Αλ.
1242
ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
Κλεων
Κλ.
Κλ.
1243
οἴμοι κακοδαίμων · οὐκέτ’οὐδέν εἰμ’ἐγώ.
1244
λεπτή τις ἐλπίς ἐστ’ἐφ’ἧς ὀχούμεθα.
1245
καί μοι τοσοῦτον εἰπέ · πότερον ἐν ἀγορᾷ
1246
ἠλλαντοπώλεις ἐτεὸν ’πὶ ταῖς πύλαις;
Αλλαντοπωλης
Αλ.
Αλ.
1247
ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
Κλεων
Κλ.
Κλ.
1248
οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
1249
κυλίνδετ’εἴσω τόνδε τὸν δυσδαίμονα.
1250
στέφανε χαίρων ἄπιθι, κεἴ σ’ἄκων ἐγὼ
1251
λείπω · σὲ δ’ἄλλος τις λαβὼν κεκτήσεται,
1252
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ἴσως.
Αλλαντοπωλης
Αλ.
Αλ.
1253
Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
Χορος
Χο.
Χο.
1254
χαῖρε καλλίνικε καὶ μέμνησ’ὅτι
1255
ἀνὴρ γεγένησαι δι’ἐμέ · καί σ’αἰτῶ βραχύ,
1256
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
Δημος
Δη.
Δη.
1257
ἐμοὶ δέ γ’ τι σοι τοὔνομ’εἴπ’.
Αλλαντοπωλης
Αλ.
Αλ.
1257
Ἀγοράκριτος ·
1258
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
Δημος
Δη.
Δη.
1259
Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
1260
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
Αλλαντοπωλης
Αλ.
Αλ.
1261
καὶ μὴν ἐγώ σ’ Δῆμε θεραπεύσω καλῶς,
1262
ὥσθ’ὁμολογεῖν σε μηδέν’ἀνθρώπων ἐμοῦ
1263
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
Χορος
Χο.
Χο.
1264
τί κάλλιον ἀρχομένοισιν
1265
καταπαυομένοισιν
1266
θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, μηδὲν ἐς Λυσίστρατον,
1267
μη δὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
1268
καὶ γὰρ οὗτος φίλ’Ἄπολλον ἀεὶ πεινῇ, θαλεροῖς δακρύοις
1273
σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
1274
λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ’ἐπίφθονον,
1275
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
1276
εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ’ἀκοῦσαι καὶ κακά,
1277
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
1278
νῦν δ’Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
1279
ὅστις τὸ λευκὸν οἶδεν τὸν ὄρθιον νόμον.
1280
ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,
1281
Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται ·
1282
ἔστι δ’οὐ μόνον πονηρός, οὐ γὰρ οὐ δ’ἂν ᾐσθόμην,
1283
οὐ δὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
1284
τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
1285
ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
1286
καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
1287
καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.
1288
ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
1289
οὔ ποτ’ἐκ ταὐτοῦ μεθ’ἡμῶν πίεται ποτηρίου.
1290
πολλάκις ἐννυχίαισι
1291
φροντίσι συγγεγένημαι,
1294
καὶ διεζήτηχ’ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
1295
φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
1296
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης · τοὺς δ’ἀντιβολεῖν ἂν ὅμως ·
1297
ἴθ’ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
1300
φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον,
1301
καὶ μίαν λέξαι τιν’αὐτῶν ἥτις ἦν γεραιτέρα ·
1302
οὐ δὲ πυνθάνεσθε ταῦτ’ παρθένοι τἀν τῇ πόλει;
1303
φασὶν αἰτεῖσθαί τιν’ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα
1304
ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον ·
1305
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν,
1306
καί τιν’εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει ·
1307
ἀποτρόπαι’οὐ δῆτ’ἐμοῦ γ’ἄρξει ποτ’, ἀλλ’ἐάν με χρῇ,
1308
ὑπὸ τερηδόνων σαπεῖσ’ἐνταῦθα καταγηράσομαι ·
1309
οὐ δὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ’ θεοί,
1310
εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
1311
ἢν δ’ἀρέσκῃ ταῦτ’Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
1312
ἐς τὸ Θησεῖον πλεούσαις ’πὶ τῶν σεμνῶν θεῶν.
1313
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει ·
1314
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
1315
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.
Αλλαντοπωλης
Αλ.
Αλ.
1316
εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
1317
καὶ τὰ δικαστήρια συγκλῄειν οἷς πόλις ἥδε γέγηθεν,
1318
ἐπὶ καιναῖσιν δ’εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
Χορος
Χο.
Χο.
1319
ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
1320
τίν’ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ’ὅτῳ κνισῶμεν ἀγυιάς;
Αλλαντοπωλης
Αλ.
Αλ.
1321
τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
Χορος
Χο.
Χο.
1322
καὶ ποῦ ’στιν νῦν θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
Αλλαντοπωλης
Αλ.
Αλ.
1323
ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
Χορος
Χο.
Χο.
1324
πῶς ἂν ἴδοιμεν; ποίαν τιν’ἔχει σκευήν; ποῖος γεγένηται;
Αλλαντοπωλης
Αλ.
Αλ.
1325
οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
1326
ὄψεσθε δέ · καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
1327
ἀλλ’ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
1328
καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν’ κλεινὸς Δῆμος ἐνοικεῖ.
Χορος
Χο.
Χο.
1329
ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
1330
δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
Αλλαντοπωλης
Αλ.
Αλ.
1331
ὅδ’ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
1332
οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
Χορος
Χο.
Χο.
1333
χαῖρ’ βασιλεῦ τῶν Ἑλλήνων · καί σοι ξυγχαίρομεν ἡμεῖς.
1334
τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ’ν Μαραθῶνι τροπαίου.
Δημος
Δη.
Δη.
1335
φίλτατ’ἀνδρῶν ἐλθὲ δεῦρ’Ἀγοράκριτε.
1336
ὅσα με δέδρακας ἀγάθ’ἀφεψήσας.
Αλλαντοπωλης
Αλ.
Αλ.
1336
ἐγώ;
1337
ἀλλ’ μέλ’οὐκ οἶσθ’οἷος ἦσθ’αὐτὸς πάρος,
1338
οὐ δ’οἷ’ἔδρας · ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
Δημος
Δη.
Δη.
1339
τί δ’ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ;
Αλλαντοπωλης
Αλ.
Αλ.
1340
πρῶτον μέν, ὁπότ’εἴποι τις ἐν τἠκκλησίᾳ,
1341
Δῆμ’ἐραστής εἰμι σὸς φιλῶτέ σε
1342
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος,
1343
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
1344
ἀνωρτάλιζες κἀκερουτίας.
Δημος
Δη.
Δη.
1344
ἐγώ;
Αλλαντοπωλης
Αλ.
Αλ.
1345
εἶτ’ἐξαπατήσας σ’ἀντὶ τούτων ᾤχετο.
Δημος
Δη.
Δη.
1346
τί φῄς; ταυτί μ’ἔδρων, ἐγὼ δὲ τοῦτ’οὐκ ᾐσθόμην;
Αλλαντοπωλης
Αλ.
Αλ.
1347
τὰ δ’ὦτά γ’ἄν σου νὴ Δί’ἐξεπετάννυτο
1348
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
Δημος
Δη.
Δη.
1349
οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
Αλλαντοπωλης
Αλ.
Αλ.
1350
καὶ νὴ Δί’εἴ γε δύο λεγοίτην ῥήτορε,
1351
μὲν ποιεῖσθαι ναῦς μακρὰς δ’ἕτερος αὖ
1352
καταμισθοφορῆσαι τοῦθ’, τὸν μισθὸν λέγων
1353
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
1354
οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
Δημος
Δη.
Δη.
1355
αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
Αλλαντοπωλης
Αλ.
Αλ.
1356
ἀλλ’οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
1357
ἀλλ’οἵ σε ταῦτ’ἐξηπάτων. νυνδὶ φράσον ·
1358
ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος ·
1359
οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
1360
εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην ·
1361
τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
Δημος
Δη.
Δη.
1362
ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
1363
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
Αλλαντοπωλης
Αλ.
Αλ.
1364
τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις ·
1365
τὰ δ’ἄλλα, φέρ’ἴδω, πῶς πολιτεύσει φράσον.
Δημος
Δη.
Δη.
1366
πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
1367
καταγομένοις τὸν μισθὸν ἀποδώσω ’ντελῆ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1368
πολλοῖς γ’ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
Δημος
Δη.
Δη.
1369
ἔπειθ’ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
1370
οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
1371
ἀλλ’ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
Αλλαντοπωλης
Αλ.
Αλ.
1372
τοῦτ’ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
Δημος
Δη.
Δη.
1373
οὐ δ’ἀγοράσει γ’ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1374
ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
Δημος
Δη.
Δη.
1375
τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,
1376
στωμυλεῖται τοιαδὶ καθήμενα ·
1377
σοφός γ’ Φαίαξ δεξιῶςτ’οὐκ ἀπέθανεν.
1378
συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
1379
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
1380
καταληπτικόςτ’ἄριστα τοῦ θορυβητικοῦ.
Αλλαντοπωλης
Αλ.
Αλ.
1381
οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
Δημος
Δη.
Δη.
1382
μὰ Δί’ἀλλ’ἀναγκάσω κυνηγετεῖν ἐγὼ
1383
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
Αλλαντοπωλης
Αλ.
Αλ.
1384
ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
1385
καὶ παῖδ’ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι ·
1386
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
Δημος
Δη.
Δη.
1387
μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.
Αλλαντοπωλης
Αλ.
Αλ.
1388
φήσεις γ’, ἐπειδὰν τὰς τριακοντούτιδας
1389
σπονδὰς παραδῶ σοι. δεῦρ’ἴθ’αἱ Σπονδαὶ ταχύ.
Δημος
Δη.
Δη.
1390
Ζεῦ πολυτίμηθ’ὡς καλαί · πρὸς τῶν θεῶν,
1391
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
1392
πῶς ἔλαβες αὐτὰς ἐτέον;
Αλλαντοπωλης
Αλ.
Αλ.
1392
οὐ γὰρ Παφλαγὼν
1393
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
1394
νῦν οὖν ἐγώ σοι παραδίδωμ’ἐς τοὺς ἀγροὺς
1395
αὐτὰς ἰέναι λαβόντα.
Δημος
Δη.
Δη.
1395
τὸν δὲ Παφλαγόνα,
1396
ὃς ταῦτ’ἔδρασεν, εἴφ’ τι ποιήσεις κακόν.
Αλλαντοπωλης
Αλ.
Αλ.
1397
οὐδὲν μέγ’ἀλλ’ τὴν ἐμὴν ἕξει τέχνην ·
1398
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
1399
τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
1400
μεθύωντε ταῖς πόρναισι λοιδορήσεται,
1401
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
Δημος
Δη.
Δη.
1402
εὖ γ’ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
1403
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
1404
καί σ’ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
1405
ἐς τὴν ἕδρανθ’, ἵν’ἐκεῖνος ἦν φαρμακός.
1406
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα ·
1407
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
1408
ἵν’ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ’οἱ ξένοι. […]