Aristophanes

The Acharnians

Δικαιοπολις
Δι.
Δι.
1
ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν,
2
ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα ·
3
δ’ὠδυνήθην, ψαμμακοσιογάργαρα.
4
φέρ’ἴδω, τί δ’ἥσθην ἄξιον χαιρηδόνος;
5
ἐγᾦδ’ἐφ’ γε τὸ κέαρ ηὐφράνθην ἰδών,
6
τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν.
7
ταῦθ’ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας
8
διὰ τοῦτο τοὔργον · ἄξιον γὰρ Ἑλλάδι.
9
ἀλλ’ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν,
10
ὅτε δὴ ’κεχήνη προσδοκῶν τὸν Αἰσχύλον,
11
δ’ἀνεῖπεν, εἴσαγ’ Θέογνι τὸν χορόν.
12
πῶς τοῦτ’ἔσεισέ μου δοκεῖς τὴν καρδίαν;
13
ἀλλ’ἕτερον ἥσθην, ἡνίκ’ἐπὶ Μόσχῳ ποτὲ
14
Δεξίθεος εἰσῆλθ’ᾀσόμενος Βοιώτιον.
15
τῆτες δ’ἀπέθανον καὶ διεστράφην ἰδών,
16
ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον.
17
ἀλλ’οὐδεπώποτ’ἐξ ὅτου ’γὼ ῥύπτομαι
18
οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς
19
ὡς νῦν, ὁπότ’οὔσης κυρίας ἐκκλησίας
20
ἑωθινῆς ἔρημος πνὺξ αὑτηί,
21
οἱ δ’ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω
22
τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον.
23
οὐ δ’οἱ πρυτάνεις ἥκουσιν, ἀλλ’ἀωρίαν
24
ἥκοντες, εἶτα δ’ὠστιοῦνται πῶς δοκεῖς
25
ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,
26
ἁθρόοι καταρρέοντες · εἰρήνη δ’ὅπως
27
ἔσται προτιμῶσ’οὐδέν · πόλις πόλις.
28
ἐγὼ δ’ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν
29
νοστῶν κάθημαι · κᾆτ’ἐπειδὰν μόνος,
30
στένω κέχηνα σκορδινῶμαι πέρδομαι,
31
ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι,
32
ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν,
33
στυγῶν μὲν ἄστυ τὸν δ’ἐμὸν δῆμον ποθῶν,
34
ὃς οὐδεπώποτ’εἶπεν, ἄνθρακας πρίω,
35
οὐκ ὄξος οὐκ ἔλαιον, οὐ δ’ᾔδει πρίω,
36
ἀλλ’αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν.
37
νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος
38
βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας,
39
ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ.
40
ἀλλ’οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.
41
οὐκ ἠγόρευον; τοῦτ’ἐκεῖν’ οὑγὼ ’λεγον ·
42
ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.
Κηρυξ
Κη.
Κη.
43
πάριτ’ἐς τὸ πρόσθεν,
44
πάριθ’, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.
Αμφιθεος
Αμ.
Αμ.
45
ἤδη τις εἶπε;
Κηρυξ
Κη.
Κη.
45
τίς ἀγορεύειν βούλεται;
Αμφιθεος
Αμ.
Αμ.
46
ἐγώ.
Κηρυξ
Κη.
Κη.
46
τίς ὤν;
Αμφιθεος
Αμ.
Αμ.
46
Ἀμφίθεος.
Κηρυξ
Κη.
Κη.
46
οὐκ ἄνθρωπος;
Αμφιθεος
Αμ.
Αμ.
46
οὔ,
47
ἀλλ’ἀθάνατος. γὰρ Ἀμφίθεος Δήμητρος ἦν
48
καὶ Τριπτολέμου · τούτου δὲ Κελεὸς γίγνεται ·
49
γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,
50
ἐξ ἧς Λυκῖνος ἐγένε’· ἐκ τούτου δ’ἐγὼ
51
ἀθάνατός εἰμ’· ἐμοὶ δ’ἐπέτρεψαν οἱ θεοὶ
52
σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.
53
ἀλλ’ἀθάνατος ὢν ὦνδρες ἐφόδι’οὐκ ἔχω ·
54
οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.
Κηρυξ
Κη.
Κη.
54
οἱ τοξόται.
Αμφιθεος
Αμ.
Αμ.
55
Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;
Δικαιοπολις
Δι.
Δι.
56
ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν
57
τὸν ἄνδρ’ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε
58
σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.
Κηρυξ
Κη.
Κη.
59
κάθησο, σῖγα.
Δικαιοπολις
Δι.
Δι.
59
μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ,
60
ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.
Κηρυξ
Κη.
Κη.
61
οἱ πρέσβεις οἱ παρὰ βασιλέως.
Δικαιοπολις
Δι.
Δι.
62
ποίου βασιλέως; ἄχθομαι ’γὼ πρέσβεσιν
63
καὶ τοῖς ταὧσι τοῖςτ’ἀλαζονεύμασιν.
Κηρυξ
Κη.
Κη.
64
σίγα.
Δικαιοπολις
Δι.
Δι.
64
βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.
Πρεσβυς
Πρ.
Πρ.
65
ἐπέμψαθ’ἡμᾶς ὡς βασιλέα τὸν μέγαν
66
μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας
67
ἐπ’Εὐθυμένους ἄρχοντος.
Δικαιοπολις
Δι.
Δι.
67
οἴμοι τῶν δραχμῶν.
Πρεσβυς
Πρ.
Πρ.
68
καὶ δῆτ’ἐτρυχόμεσθα διὰ Καϋστρίων
69
πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,
70
ἐφ’ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,
71
ἀπολλύμενοι.
Δικαιοπολις
Δι.
Δι.
71
σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ
72
παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.
Πρεσβυς
Πρ.
Πρ.
73
ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν
74
ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων
75
ἄκρατον οἶνον ἡδύν.
Δικαιοπολις
Δι.
Δι.
75
Κραναὰ πόλις
76
ἆρ’αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;
Πρεσβυς
Πρ.
Πρ.
77
οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους
78
τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.
Δικαιοπολις
Δι.
Δι.
79
ἡμεῖς δὲ λαικαστάςτε καὶ καταπύγονας.
Πρεσβυς
Πρ.
Πρ.
80
ἔτει τετάρτῳ δ’ἐς τὰ βασίλει’ἤλθομεν ·
81
ἀλλ’εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,
82
κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.
Δικαιοπολις
Δι.
Δι.
83
πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;
Πρεσβυς
Πρ.
Πρ.
84
τῇ πανσελήνῳ · κᾆτ’ἀπῆλθεν οἴκαδε.
85
εἶτ’ἐξένιζε · παρετίθει δ’ἡμῖν ὅλους
86
ἐκ κριβάνου βοῦς.
Δικαιοπολις
Δι.
Δι.
86
καὶ τίς εἶδε πώποτε
87
βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.
Πρεσβυς
Πρ.
Πρ.
88
καὶ ναὶ μὰ Δί’ὄρνιν τριπλάσιον Κλεωνύμου
89
παρέθηκεν ἡμῖν · ὄνομα δ’ἦν αὐτῷ φέναξ.
Δικαιοπολις
Δι.
Δι.
90
ταῦτ’ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.
Πρεσβυς
Πρ.
Πρ.
91
καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,
92
τὸν βασιλέως ὀφθαλμόν.
Δικαιοπολις
Δι.
Δι.
92
ἐκκόψειέ γε
93
κόραξ πατάξας, τόντε σὸν τοῦ πρέσβεως.
Κηρυξ
Κη.
Κη.
94
βασιλέως ὀφθαλμός.
Δικαιοπολις
Δι.
Δι.
94
ὦναξ Ἡράκλεις.
95
πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;
96
περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;
97
ἄσκωμ’ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.
Πρεσβυς
Πρ.
Πρ.
98
ἄγε δὴ σὺ βασιλεὺς ἅττα σ’ἀπέπεμψεν φράσον
99
λέξοντ’Ἀθηναίοισιν Ψευδαρτάβα.
Ψευδαρταβας
Ψε.
Ψε.
100
ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.
Πρεσβυς
Πρ.
Πρ.
101
ξυνήκαθ’ λέγει;
Δικαιοπολις
Δι.
Δι.
101
μὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ.
Πρεσβυς
Πρ.
Πρ.
102
πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.
103
λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.
Ψευδαρταβας
Ψε.
Ψε.
104
οὐ λῆψι χρῦσο χαυνόπρωκτ’Ἰαοναῦ.
Δικαιοπολις
Δι.
Δι.
105
οἴμοι κακοδαίμων ὡς σαφῶς.
Πρεσβυς
Πρ.
Πρ.
105
τί δ’αὖ λέγει;
Δικαιοπολις
Δι.
Δι.
106
τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,
107
εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.
Δρ
Δρ.
Δρ.
108
οὔκ, ἀλλ’ἀχάνας ὅδε γε χρυσίου λέγει.
Δικαιοπολις
Δι.
Δι.
109
ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας.
110
ἀλλ’ἄπιθ’· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος.
111
ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί,
112
ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν ·
113
βασιλεὺς μέγας ἡμῖν ἀποπέμψει χρυσίον; ἀνανεύει.
114
ἄλλως ἄρ’ἐξαπατώμεθ’ὑπὸ τῶν πρέσβεων; ἐπινεύει.
115
Ἑλληνικόν γ’ἐπένευσαν ἅνδρες οὑτοιί,
116
κοὐκ ἔσθ’ὅπως οὐκ εἰσὶν ἐνθένδ’αὐτόθεν.
117
καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ
118
ἐγᾦδ’ὅς ἐστι, Κλεισθένης Σιβυρτίου.
119
θερμόβουλον πρωκτὸν ἐξυρημένε,
120
τοιόνδε γ’ πίθηκε τὸν πώγων’ἔχων
121
εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;
122
ὁδὶ δὲ τίς ποτ’ἐστίν; οὐ δήπου Στράτων;
Κηρυξ
Κη.
Κη.
123
σίγα, κάθιζε.
124
τὸν βασιλέως ὀφθαλμὸν βουλὴ καλεῖ
125
ἐς τὸ πρυτανεῖον.
Δικαιοπολις
Δι.
Δι.
125
ταῦτα δῆτ’οὐχ ἀγχόνη;
126
κἄπειτ’ἐγὼ δῆτ’ἐνθαδὶ στραγγεύομαι;
127
τοὺς δὲ ξενίζειν οὐδέποτέ γ’ἴσχει θύρα.
128
ἀλλ’ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.
129
ἀλλ’Ἀμφίθεός μοι ποῦ ’στιν;
Αμφιθεος
Αμ.
Αμ.
129
οὑτοσὶ πάρα.
Δικαιοπολις
Δι.
Δι.
130
ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς
131
σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ
132
καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι ·
133
ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.
Κηρυξ
Κη.
Κη.
134
προσίτω Θέωρος παρὰ Σιτάλκους.
Θεωρος
Θε.
Θε.
134
ὁδί.
Δικαιοπολις
Δι.
Δι.
135
ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.
Θεωρος
Θε.
Θε.
136
χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν
Δικαιοπολις
Δι.
Δι.
137
μὰ Δί’οὐκ ἄν, εἰ μισθόν γε μὴ ’φερες πολύν.
Θεωρος
Θε.
Θε.
138
εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
139
καὶ τοὺς ποταμοὺς ἔπηξ’, ὑπ’αὐτὸν τὸν χρόνον,
140
ὅτ’ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
141
τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον ·
142
καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
143
ὑμῶντ’ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
144
ἐν τοῖσι τοίχοις ἔγραφ’, Ἀθηναῖοι καλοί.
145
δ’υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,
146
ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
147
καὶ τὸν πατέρ’ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ ·
148
δ’ὤμοσε σπένδων βοηθήσειν ἔχων
149
στρατιὰν τοσαύτην ὥστ’Ἀθηναίους ἐρεῖν,
150
ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.
Δικαιοπολις
Δι.
Δι.
151
κάκιστ’ἀπολοίμην, εἴ τι τούτων πείθομαι
152
ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
Θεωρος
Θε.
Θε.
153
καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
154
ἔπεμψεν ὑμῖν.
Δικαιοπολις
Δι.
Δι.
154
τοῦτο μέν γ’ἤδη σαφές.
Κηρυξ
Κη.
Κη.
155
οἱ Θρᾷκες ἴτε δεῦρ’, οὓς Θέωρος ἤγαγεν.
Δικαιοπολις
Δι.
Δι.
156
τουτὶ τί ἐστι τὸ κακόν;
Θεωρος
Θε.
Θε.
156
Ὀδομάντων στρατός.
Δικαιοπολις
Δι.
Δι.
157
ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
158
τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
Θεωρος
Θε.
Θε.
159
τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
160
καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
Δικαιοπολις
Δι.
Δι.
161
τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
162
ὑποστένοι μέντἂν θρανίτης λεὼς
163
σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
164
ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
165
οὐ καταβαλεῖτε τὰ σκόροδ’;
Θεωρος
Θε.
Θε.
165
μόχθηρε σὺ
166
οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
Δικαιοπολις
Δι.
Δι.
167
ταυτὶ περιείδεθ’οἱ πρυτάνεις πάσχοντά με
168
ἐν τῇ πατρίδι καὶ ταῦθ’ὑπ’ἀνδρῶν βαρβάρων;
169
ἀλλ’ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
170
τοῖς Θρᾳξὶ περὶ μισθοῦ · λέγω δ’ὑμῖν ὅτι
171
διοσημία ’στὶ καὶ ῥανὶς βέβληκέ με.
Κηρυξ
Κη.
Κη.
172
τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ’εἰς ἔνην.
173
οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
Δικαιοπολις
Δι.
Δι.
174
οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
175
ἀλλ’ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
176
χαῖρ’Ἀμφίθεε.
Αμφιθεος
Αμ.
Αμ.
176
μήπω γε πρίν γ’ἂν στῶ τρέχων ·
177
δεῖ γάρ με φεύγοντ’ἐκφυγεῖν Ἀχαρνέας.
Δικαιοπολις
Δι.
Δι.
178
τί δ’ἔστ’;
Αμφιθεος
Αμ.
Αμ.
178
ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
179
ἔσπευδον · οἱ δ’ὤσφροντο πρεσβῦταί τινες
180
Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
181
ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
182
ἔπειτ’ἀνέκραγον πάντες, μιαρώτατε
183
σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
184
κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων ·
185
ἐγὼ δ’ἔφευγον · οἱ δ’ἐδίωκον κἀβόων.
Δικαιοπολις
Δι.
Δι.
186
οἱ δ’οὖν βοώντων · ἀλλὰ τὰς σπονδὰς φέρεις;
Αμφιθεος
Αμ.
Αμ.
187
ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
188
αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.
Δικαιοπολις
Δι.
Δι.
189
αἰβοῖ.
Αμφιθεος
Αμ.
Αμ.
189
τί ἔστιν;
Δικαιοπολις
Δι.
Δι.
189
οὐκ ἀρέσκουσίν μ’ὅτι
190
ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.
Αμφιθεος
Αμ.
Αμ.
191
σὺ δ’ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.
Δικαιοπολις
Δι.
Δι.
192
ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
193
ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.
Αμφιθεος
Αμ.
Αμ.
194
ἀλλ’αὑταιὶ σπονδαὶ τριακοντούτιδες
195
κατὰ γῆντε καὶ θάλατταν.
Δικαιοπολις
Δι.
Δι.
195
Διονύσια,
196
αὗται μὲν ὄζουσ’ἀμβροσίας καὶ νέκταρος
197
καὶ μὴ ’πιτηρεῖν σιτί’ἡμερῶν τριῶν,
198
κἀν τῷ στόματι λέγουσι, βαῖν’ὅπῃ θέλεις.
199
ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
200
χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
201
ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
202
ἄξω τὰ κατ’ἀγροὺς εἰσιὼν Διονύσια.
Αμφιθεος
Αμ.
Αμ.
203
ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
Χορος
Χο.
Χο.
204
τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου
205
τῶν ὁδοιπόρων ἁπάντων · τῇ πόλει γὰρ ἄξιον
206
ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,
207
εἴ τις οἶδ’ὅποι τέτραπται γῆς τὰς σπονδὰς φέρων.
208
ἐκπέφευγ’, οἴχεται φροῦδος. οἴμοι τάλας
210
τῶν ἐτῶν τῶν ἐμῶν ·
211
οὐκ ἂν ἐπ’ἐμῆς γε νεότητος, ὅτ’ἐγὼ φέρων ἀνθράκων φορτίον
215
ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν
216
σπονδοφόρος οὗτος ὑπ’ἐμοῦ τότε διωκόμενος
217
ἐξέφυγεν οὐ δ’ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.
219
νῦν δ’ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,
220
καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,
221
οἴχεται. διωκτέος δέ · μὴ γὰρ ἐγχάνῃ ποτὲ
222
μη δέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.
225
ὅστις Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,
226
οἷσι παρ’ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων ·
230
κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ
231
ὀξὺς ὀδυνηρὸς […] ἐπίκωπος, ἵνα
232
μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.
234
ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε
235
καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ ·
236
ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.
Δικαιοπολις
Δι.
Δι.
237
εὐφημεῖτε, εὐφημεῖτε.
Χορος
Χο.
Χο.
238
σῖγα πᾶς. ἠκούσατ’ἄνδρες ἆρα τῆς εὐφημίας;
239
οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς
240
ἐκποδών · θύσων γὰρ ἁνὴρ ὡς ἔοικ’ἐξέρχεται.
Δικαιοπολις
Δι.
Δι.
241
εὐφημεῖτε, εὐφημεῖτε.
242
προΐτω ’ς τὸ πρόσθεν ὀλίγον κανηφόρος ·
243
Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.
244
κατάθου τὸ κανοῦν θύγατερ, ἵν’ἀπαρξώμεθα.
Θυγατηρ
Θυ.
Θυ.
245
μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,
246
ἵν’ἔτνος καταχέω τοὐλατῆρος τουτουί.
Δικαιοπολις
Δι.
Δι.
247
καὶ μὴν καλόν γ’ἔστ’· Διόνυσε δέσποτα
248
κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ
249
πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν
250
ἀγαγεῖν τυχηρῶς τὰ κατ’ἀγροὺς Διονύσια,
251
στρατιᾶς ἀπαλλαχθέντα · τὰς σπονδὰς δέ μοι
252
καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας.
253
ἄγ’ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς
254
οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος
255
ὅστις σ’ὀπύσει κἀκποιήσεται γαλᾶς
256
σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος .
257
πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα
258
μή τις λαθών σου περιτράγῃ τὰ χρυσία.
259
Ξανθία, σφῷν δ’ἐστὶν ὀρθὸς ἑκτέος
260
φαλλὸς ἐξόπισθε τῆς κανηφόρου ·
261
ἐγὼ δ’ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν ·
262
σὺ δ’ γύναι θεῶ μ’ἀπὸ τοῦ τέγους. πρόβα.
263
Φαλῆς ἑταῖρε Βακχίου
264
ξύγκωμε νυκτοπεριπλάνητε
265
μοιχὲ παιδεραστά,
266
ἕκτῳ σ’ἔτει προσεῖπον ἐς
267
τὸν δῆμον ἐλθὼν ἄσμενος,
268
σπονδὰς ποιησάμενος ἐμαυτῷ,
269
πραγμάτωντε καὶ μαχῶν
270
καὶ Λαμάχων ἀπαλλαγείς.
271
πολλῷ γάρ ἐσθ’ἥδιον, Φαλῆς Φαλῆς,
272
κλέπτουσαν εὑρόνθ’ὡρικὴν ὑληφόρον
273
τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως
274
μέσην λαβόντ’ἄραντα καταβαλόντα
275
καταγιγαρτίσ’
276
Φαλῆς Φαλῆς.
277
ἐὰν μεθ’ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης
278
ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον ·
279
δ’ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.
Χορος
Χο.
Χο.
280
οὗτος αὐτός ἐστιν, οὗτος.
281
βάλλε βάλλε βάλλε βάλλε,
282
παῖε παῖε τὸν μιαρόν.
283
οὐ βαλεῖς; οὐ βαλεῖς;
Δικαιοπολις
Δι.
Δι.
284
Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.
Χορος
Χο.
Χο.
285
σὲ μὲν οὖν καταλεύσομεν μιαρὰ κεφαλή.
Δικαιοπολις
Δι.
Δι.
286
ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;
Χορος
Χο.
Χο.
287
τοῦτ’ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς
290
προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
291
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ’ἀποβλέπειν.
Δικαιοπολις
Δι.
Δι.
292
ἀντὶ δ’ὧν ἐσπεισάμην οὐκ ἴστε. ἀλλ’ἀκούσατε.
Χορος
Χο.
Χο.
295
σοῦ γ’ἀκούσωμεν; ἀπολεῖ · κατά σε χώσομεν τοῖς λίθοις.
Δικαιοπολις
Δι.
Δι.
296
μηδαμῶς πρὶν ἄν γ’ἀκούσητ’· ἀλλ’ἀνάσχεσθ’ ὦγαθοί.
Χορος
Χο.
Χο.
297
οὐκ ἀνασχήσομαι · μη δὲ λέγε μοι σὺ λόγον ·
300
ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ
301
κατατεμῶ ποθ’ἱππεῦσι καττύματα.
302
σοῦ δ’ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
303
ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
Δικαιοπολις
Δι.
Δι.
305
ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
306
τῶν δ’ἐμῶν σπονδῶν ἀκούσατ’, εἰ καλῶς ἐσπεισάμην.
Χορος
Χο.
Χο.
307
πῶς δέ γ’ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γ’ἅπαξ
308
οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθ’ὅρκος μένει;
Δικαιοπολις
Δι.
Δι.
309
οἶδ’ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
310
οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.
Χορος
Χο.
Χο.
311
οὐχ ἁπάντων πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
312
ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτ’ἐγώ σου φείσομαι;
Δικαιοπολις
Δι.
Δι.
313
οὐχ ἁπάντων, οὐχ ἁπάντων · ἀλλ’ἐγὼ λέγων ὁδὶ
314
πόλλ’ἂν ἀποφήναιμ’ἐκείνους ἔσθ’ κἀδικουμένους.
Χορος
Χο.
Χο.
315
τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
316
εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
Δικαιοπολις
Δι.
Δι.
317
κἄν γε μὴ λέγω δίκαια μη δὲ τῷ πλήθει δοκῶ,
318
ὑπὲρ ἐπιξήνου ’θελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
Χορος
Χο.
Χο.
319
εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων δημόται
320
μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;
Δικαιοπολις
Δι.
Δι.
321
οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
322
οὐκ ἀκούσεσθ’; οὐκ ἀκούσεσθ’ἐτεὸν ὦχαρνηίδαι;
Χορος
Χο.
Χο.
323
οὐκ ἀκουσόμεσθα δῆτα.
Δικαιοπολις
Δι.
Δι.
323
δεινά τἄρα πείσομαι.
Χορος
Χο.
Χο.
324
ἐξολοίμην, ἢν ἀκούσω.
Δικαιοπολις
Δι.
Δι.
324
μηδαμῶς ὦχαρνικοί.
Χορος
Χο.
Χο.
325
ὡς τεθνήξων ἴσθι νυνί.
Δικαιοπολις
Δι.
Δι.
325
δήξομ’ἄρ’ὑμᾶς ἐγώ.
326
ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους ·
327
ὡς ἔχω γ’ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
Χορος
Χο.
Χο.
328
εἰπέ μοι, τί τοῦτ’ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
329
τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
330
τῶν παρόντων ἔνδον εἵρξας; ’πὶ τῷ θρασύνεται;
Δικαιοπολις
Δι.
Δι.
331
βάλλετ’εἰ βούλεσθ’. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
332
εἴσομαι δ’ὑμῶν τάχ’ὅστις ἀνθράκων τι κήδεται.
Χορος
Χο.
Χο.
333
ὡς ἀπωλόμεσθ’. λάρκος δημότης ὅδ’ἔστ’ἐμός.
334
ἀλλὰ μὴ δράσῃς μέλλεις · μηδαμῶς μηδαμῶς.
Δικαιοπολις
Δι.
Δι.
335
ὡς ἀποκτενῶ, κέκραχθ’· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.
Χορος
Χο.
Χο.
336
ἀπολεῖς ἄρ’ὁμήλικα τόνδε φιλανθρακέα;
Δικαιοπολις
Δι.
Δι.
337
οὐ δ’ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.
Χορος
Χο.
Χο.
338
ἀλλὰ γὰρ νῦν λέγ’, εἴ σοι δοκεῖ, τόντε Λακεδαιμόνιον
339
αὐτὸν ὅτι τῷ τρόπῳ σοὐστὶ φίλος ·
340
ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.
Δικαιοπολις
Δι.
Δι.
341
τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.
Χορος
Χο.
Χο.
342
οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.
Δικαιοπολις
Δι.
Δι.
343
ἀλλ’ὅπως μὴ ’ν τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.
Χορος
Χο.
Χο.
344
ἐκσέσεισται χαμᾶζ’· οὐχ ὁρᾷς σειόμενον;
345
ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.
346
ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.
Δικαιοπολις
Δι.
Δι.
347
ἐμέλλετ’ἄρα πάντως ἀνήσειν τῆς βοῆς,
348
ὀλίγουτ’ἀπέθανον ἄνθρακες Παρνήθιοι,
349
καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν.
350
ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν
351
λάρκος ἐνετίλησεν ὥσπερ σηπία.
352
δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι
353
τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν
354
ἐθέλειντ’ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον,
355
ἐμοῦ ’θέλοντος ὑπὲρ ἐπιξήνου λέγειν
356
ὑπὲρ Λακεδαιμονίων ἅπανθ’ὅσ’ἂν λέγω ·
357
καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.
Χορος
Χο.
Χο.
358
τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζ’,
360
τι ποτ’ σχέτλιε τὸ μέγα τοῦτ’ἔχεις;
361
πάνυ γὰρ ἔμεγε πόθος τι φρονεῖς ἔχει.
362
ἀλλ’ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,
365
θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.
Δικαιοπολις
Δι.
Δι.
366
ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί,
367
δ’ἀνὴρ λέξων οὑτοσὶ τυννουτοσί.
368
ἀμέλει μὰ τὸν Δί’οὐκ ἐνασπιδώσομαι,
369
λέξω δ’ὑπὲρ Λακεδαιμονίων μοι δοκεῖ.
370
καίτοι δέδοικα πολλά · τούςτε γὰρ τρόπους
371
τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα,
372
ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν
373
ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα ·
374
κἀνταῦθα λανθάνουσ’ἀπεμπολώμενοι ·
375
τῶντ’αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι
376
οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν.
377
αὐτόςτ’ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον
378
ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν.
379
εἰσελκύσας γάρ μ’ἐς τὸ βουλευτήριον
380
διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου
381
κἀκυκλοβόρει κἄπλυνεν, ὥστ’ὀλίγου πάνυ
382
ἀπωλόμην μολυνοπραγμονούμενος.
383
νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε
384
ἐνσκευάσασθαί μ’οἷον ἀθλιώτατον.
Χορος
Χο.
Χο.
385
τί ταῦτα στρέφει τεχνάζειςτε καὶ πορίζεις τριβάς;
386
λαβὲ δ’ἐμοῦ γ’ἓνεκα παρ’Ἱερωνύμου
390
σκοτοδασυπυκνότριχά τιν’Ἄιδος κυνῆν ·
391
ἀλλ’ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,
392
ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.
Δικαιοπολις
Δι.
Δι.
393
ὥρα ’στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,
394
καί μοι βαδιστέ’ἐστὶν ὡς Εὐριπίδην.
395
παῖ παῖ.
Κηφισοφων
Κη.
Κη.
395
τίς οὗτος;
Δικαιοπολις
Δι.
Δι.
395
ἔνδον ἔστ’Εὐριπίδης;
Κηφισοφων
Κη.
Κη.
396
οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.
Δικαιοπολις
Δι.
Δι.
397
πῶς ἔνδον εἶτ’οὐκ ἔνδον;
Κηφισοφων
Κη.
Κη.
397
ὀρθῶς γέρον.
398
νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια
399
οὐκ ἔνδον, αὐτὸς δ’ἔνδον ἀναβάδην ποιεῖ
400
τραγῳδίαν.
Δικαιοπολις
Δι.
Δι.
400
τρισμακάρι’Εὐριπίδη,
401
ὅθ’ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.
402
ἐκκάλεσον αὐτόν.
Κηφισοφων
Κη.
Κη.
402
ἀλλ’ἀδύνατον.
Δικαιοπολις
Δι.
Δι.
402
ἀλλ’ὅμως ·
403
οὐ γὰρ ἂν ἀπέλθοιμ’, ἀλλὰ κόψω τὴν θύραν.
404
Εὐριπίδη, Εὐριπίδιον,
405
ὑπάκουσον, εἴπερ τώποτ’ἀνθρώπων τινί ·
406
Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.
Ευριπιδης
Ευ.
Ευ.
407
ἀλλ’οὐ σχολή.
Δικαιοπολις
Δι.
Δι.
408
ἀλλ’ἐκκυκλήθητ’.
Ευριπιδης
Ευ.
Ευ.
408
ἀλλ’ἀδύνατον.
Δικαιοπολις
Δι.
Δι.
408
ἀλλ’ὅμως.
Ευριπιδης
Ευ.
Ευ.
409
ἀλλ’ἐκκυκλήσομαι · καταβαίνειν δ’οὐ σχολή.
Δικαιοπολις
Δι.
Δι.
410
Εὐριπίδη
Ευριπιδης
Ευ.
Ευ.
410
τί λέλακας;
Δικαιοπολις
Δι.
Δι.
410
ἀναβάδην ποιεῖς,
411
ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
412
ἀτὰρ τί τὰ ῥάκι’ἐκ τραγῳδίας ἔχεις,
413
ἐσθῆτ’ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
414
ἀλλ’ἀντιβολῶ πρὸς τῶν γονάτων σ’Εὐριπίδη,
415
δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
416
δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν ·
417
αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
Ευριπιδης
Ευ.
Ευ.
418
τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
419
δύσποτμος γεραιὸς ἠγωνίζετο;
Δικαιοπολις
Δι.
Δι.
420
οὐκ Οἰνέως ἦν, ἀλλ’ἔτ’ἀθλιωτέρου.
Ευριπιδης
Ευ.
Ευ.
421
τὰ τοῦ τυφλοῦ Φοίνικος;
Δικαιοπολις
Δι.
Δι.
421
οὐ Φοίνικος, οὔ ·
422
ἀλλ’ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.
Ευριπιδης
Ευ.
Ευ.
423
ποίας ποθ’ἁνὴρ λακίδας αἰτεῖται πέπλων;
424
ἀλλ’ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;
Δικαιοπολις
Δι.
Δι.
425
οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.
Ευριπιδης
Ευ.
Ευ.
426
ἀλλ’ τὰ δυσπινῆ ’θέλεις πεπλώματα,
427
Βελλεροφόντης εἶχ’ χωλὸς οὑτοσί;
Δικαιοπολις
Δι.
Δι.
428
οὐ Βελλεροφόντης · ἀλλὰ κἀκεῖνος μὲν ἦν
429
χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.
Ευριπιδης
Ευ.
Ευ.
430
οἶδ’ἄνδρα Μυσὸν Τήλεφον.
Δικαιοπολις
Δι.
Δι.
430
ναὶ Τήλεφον ·
431
τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.
Ευριπιδης
Ευ.
Ευ.
432
παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.
433
κεῖται δ’ἄνωθεν τῶν Θυεστείων ῥακῶν
434
μεταξὺ τῶν Ἰνοῦς.
Κηφισοφων
Κη.
Κη.
434
ἰδοὺ ταυτὶ λαβέ.
Δικαιοπολις
Δι.
Δι.
435
Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ,
436
ἐνσκευάσασθαί μ’οἷον ἀθλιώτατον.
437
Εὐριπίδη, ’πειδήπερ ἐχαρίσω ταδί,
438
κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν,
439
τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.
440
δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον,
441
εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή ·
442
τοὺς μὲν θεατὰς εἰδέναι μ’ὃς εἴμ’ἐγώ,
443
τοὺς δ’αὖ χορευτὰς ἠλιθίους παρεστάναι,
444
ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.
Ευριπιδης
Ευ.
Ευ.
445
δώσω · πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.
Δικαιοπολις
Δι.
Δι.
446
εὐδαιμονοίης, Τηλέφῳ δ’ ἁγὼ φρονῶ.
447
εὖ γ’οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.
448
ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.
Ευριπιδης
Ευ.
Ευ.
449
τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.
Δικαιοπολις
Δι.
Δι.
450
θύμ’, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,
451
πολλῶν δεόμενος σκευαρίων · νῦν δὴ γενοῦ
452
γλίσχρος προσαιτῶν λιπαρῶντ’. Εὐριπίδη
453
δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.
Ευριπιδης
Ευ.
Ευ.
454
τί δ’ τάλας σε τοῦδ’ἔχει πλέκους χρέος;
Δικαιοπολις
Δι.
Δι.
455
χρέος μὲν οὐδέν, βούλομαι δ’ὅμως λαβεῖν.
Ευριπιδης
Ευ.
Ευ.
456
λυπηρὸς ἴσθ’ὢν κἀποχώρησον δόμων.
Δικαιοπολις
Δι.
Δι.
456
φεῦ ·
457
εὐδαιμονοίης, ὥσπερ μήτηρ ποτέ.
Ευριπιδης
Ευ.
Ευ.
458
ἄπελθε νῦν μοι.
Δικαιοπολις
Δι.
Δι.
458
μἀλλά μοι δὸς ἓν μόνον
459
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.
Ευριπιδης
Ευ.
Ευ.
460
φθείρου λαβὼν τόδ’· ἴσθ’ὀχληρὸς ὢν δόμοις.
Δικαιοπολις
Δι.
Δι.
461
οὔπω μὰ Δί’· οἶσθ’οἷ’αὐτὸς ἐργάζει κακά.
462
ἀλλ’ γλυκύτατ’Εὐριπίδη τουτὶ μόνον
463
δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
Ευριπιδης
Ευ.
Ευ.
464
ὦνθρωπ’ἀφαιρήσει με τὴν τραγῳδίαν ·
465
ἄπελθε ταυτηνὶ λαβών.
Δικαιοπολις
Δι.
Δι.
465
ἀπέρχομαι.
466
καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
467
ἀπόλωλ’. ἄκουσον γλυκύτατ’Εὐριπίδη ·
468
τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ’ἔτι ·
469
ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.
Ευριπιδης
Ευ.
Ευ.
470
ἀπολεῖς μ’. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.
Δικαιοπολις
Δι.
Δι.
471
ἀλλ’οὐκέτ’, ἀλλ’ἄπειμι. καὶ γάρ εἰμ’ἄγαν
472
ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.
473
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ’. ἐπελαθόμην
474
ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.
475
Εὐριπίδιον φιλτάτιον καὶ γλυκύτατον,
476
κάκιστ’ἀπολοίμην, εἴ τί σ’αἰτήσαιμ’ἔτι,
477
πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
478
σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
Ευριπιδης
Ευ.
Ευ.
479
ἁνὴρ ὑβρίζει · κλῇε πηκτὰ δωμάτων.
Δικαιοπολις
Δι.
Δι.
480
θύμ’ἄνευ σκάνδικος ἐμπορευτέα.
481
ἆρ’οἶσθ’ὅσον τὸν ἀγῶν’ἀγωνιεῖ τάχα,
482
μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
483
πρόβαινέ νυν θυμέ · γραμμὴ δ’αὑτηί.
484
ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
485
ἐπῄνεσ’· ἄγε νυν τάλαινα καρδία
486
ἄπελθ’ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ
487
παράσχες εἰποῦσ’ἅττ’ἂν αὐτῇ σοι δοκῇ.
488
τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.
Χορος
Χο.
Χο.
490
τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν
491
ἀναίσχυντος ὢν σιδηροῦςτ’ἀνήρ,
492
ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα
493
ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.
494
ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμ’. εἶά νυν,
495
ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.
Δικαιοπολις
Δι.
Δι.
496
μή μοι φθονήσητ’ἄνδρες οἱ θεώμενοι,
497
εἰ πτωχὸς ὢν ἔπειτ’ἐν Ἀθηναίοις λέγειν
498
μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
500
τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.
501
ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
502
οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
503
ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
504
αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳτ’ἀγών,
505
κοὔπω ξένοι πάρεισιν · οὔτε γὰρ φόροι
506
ἥκουσιν οὔτ’ἐκ τῶν πόλεων οἱ ξύμμαχοι ·
507
ἀλλ’ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι ·
508
τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω.
509
ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα,
510
καὐτοῖς Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς
511
σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας ·
512
κἀμοὶ γάρ ἐστ’ἀμπέλια διακεκομμένα.
513
ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ,
514
τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;
515
ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,
516
μέμνησθε τοῦθ’ὅτι οὐχὶ τὴν πόλιν λέγω,
517
ἀλλ’ἀνδράρια μοχθηρά, παρακεκομμένα,
518
ἄτιμα καὶ παράσημα καὶ παράξενα,
519
ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια ·
520
κεἴ που σίκυον ἴδοιεν λαγῴδιον
521
χοιρίδιον σκόροδον χόνδρους ἅλας,
522
ταῦτ’ἦν Μεγαρικὰ κἀπέπρατ’αὐθημερόν.
523
καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,
524
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε
525
νεανίαι κλέπτουσι μεθυσοκότταβοι ·
526
κᾆθ’οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
527
ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο ·
528
κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη
529
Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
530
ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος
531
ἤστραπτ’ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,
532
ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους,
533
ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτ’ἐν ἀγορᾷ
534
μήτ’ἐν θαλάττῃ μήτ’ἐν οὐρανῷ μένειν.
535
ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ’πείνων βάδην,
536
Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμ’ὅπως
537
μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας ·
538
κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις.
539
κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων.
540
ἐρεῖ τις, οὐ χρῆν · ἀλλὰ τί ἐχρῆν, εἴπατε.
541
φέρ’εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει
542
ἀπέδοτο φήνας κυνίδιον Σεριφίων,
543
καθῆσθ’ἂν ἐν δόμοισιν; πολλοῦ γε δεῖ ·
544
καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε
545
τριακοσίας ναῦς, ἦν δ’ἂν πόλις πλέα
546
θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,
547
μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων,
548
στοᾶς στεναχούσης, σιτίων μετρουμένων,
549
ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων,
550
σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις,
551
στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων ·
552
τὸ νεώριον δ’αὖ κωπέων πλατουμένων,
553
τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
554
αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
555
ταῦτ’οἶδ’ὅτι ἂν ἐδρᾶτε · τὸν δὲ Τήλεφον
556
οὐκ οἰόμεσθα; νοῦς ἄρ’ἡμῖν οὐκ ἔνι.
Ημιχοριον Α
Ημ.
Ημ.
557
ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
558
ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
559
καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;
Ημιχοριον Β
Ημ.
Ημ.
560
νὴ τὸν Ποσειδῶ καὶ λέγει γ’ἅπερ λέγει
561
δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.
Ημιχοριον Α
Ημ.
Ημ.
562
εἶτ’εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτ’ἐχρῆν;
563
ἀλλ’οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.
Ημιχοριον Β
Ημ.
Ημ.
564
οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς
565
τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.
Ημιχοριον Α
Ημ.
Ημ.
566
ἰὼ Λάμαχ’ βλέπων ἀστραπάς,
567
βοήθησον γοργολόφα φανείς,
568
ἰὼ Λάμαχ’ φίλ’ φυλέτα ·
569
εἴτε τις ἔστι ταξίαρχος στρατηγὸς
570
τειχομάχας ἀνήρ, βοηθησάτω
571
τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.
Λαμαχος
Λα.
Λα.
572
πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;
573
ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;
574
τίς Γοργόν’ἐξήγειρεν ἐκ τοῦ σάγματος;
Δικαιοπολις
Δι.
Δι.
575
Λάμαχ’ἥρως, τῶν λόφων καὶ τῶν λόχων.
Ημιχοριον Α
Ημ.
Ημ.
576
Λάμαχ’, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι
577
ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;
Λαμαχος
Λα.
Λα.
578
οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;
Δικαιοπολις
Δι.
Δι.
579
Λάμαχ’ἥρως, ἀλλὰ συγγνώμην ἔχε,
580
εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
Λαμαχος
Λα.
Λα.
580
τί δ’εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;
Δικαιοπολις
Δι.
Δι.
580
οὐκ οἶδά πω ·
581
ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.
582
ἀλλ’ἀντιβολῶ σ’ἀπένεγκέ μου τὴν μορμόνα.
Λαμαχος
Λα.
Λα.
583
ἰδού.
Δικαιοπολις
Δι.
Δι.
583
παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.
Λαμαχος
Λα.
Λα.
584
κεῖται.
Δικαιοπολις
Δι.
Δι.
584
φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.
Λαμαχος
Λα.
Λα.
585
τουτὶ πτίλον σοι.
Δικαιοπολις
Δι.
Δι.
585
τῆς κεφαλῆς νύν μου λαβοῦ,
586
ἵν’ἐξεμέσω · βδελύττομαι γὰρ τοὺς λόφους.
Λαμαχος
Λα.
Λα.
587
οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;
588
πτίλον γάρ ἐστιν
Δικαιοπολις
Δι.
Δι.
588
εἰπέ μοι τίνος ποτὲ
589
ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;
Λαμαχος
Λα.
Λα.
590
οἴμ’ὡς τεθνήξεις.
Δικαιοπολις
Δι.
Δι.
590
μηδαμῶς Λάμαχε ·
591
οὐ γὰρ κατ’ἰσχύν ἐστιν · εἰ δ’ἰσχυρὸς εἶ,
592
τί μ’οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.
Λαμαχος
Λα.
Λα.
593
ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;
Δικαιοπολις
Δι.
Δι.
594
ἐγὼ γάρ εἰμι πτωχός;
Λαμαχος
Λα.
Λα.
594
ἀλλὰ τίς γὰρ εἶ;
Δικαιοπολις
Δι.
Δι.
595
ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,
596
ἀλλ’ἐξ ὅτου περ πόλεμος, στρατωνίδης,
597
σὺ δ’ἐξ ὅτου περ πόλεμος, μισθαρχίδης.
Λαμαχος
Λα.
Λα.
598
ἐχειροτόνησαν γάρ με
Δικαιοπολις
Δι.
Δι.
598
κόκκυγές γε τρεῖς.
599
ταῦτ’οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,
600
ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
601
νεανίας δ’οἵους σὺ διαδεδρακότας,
602
τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
603
Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,
604
ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δ’ἐν Χάοσιν,
605
Γερητοθεοδώρους Διομειαλαζόνας,
606
τοὺς δ’ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.
Λαμαχος
Λα.
Λα.
607
ἐχειροτονήθησαν γάρ.
Δικαιοπολις
Δι.
Δι.
607
αἴτιον δὲ τί
608
ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ,
609
τωνδὶ δὲ μηδέν’; ἐτεὸν Μαριλάδη
610
ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἓν ;
611
ἀνένευσε · καίτοι γ’ἐστὶ σώφρων κἀργάτης.
612
τί δαὶ Δράκυλλος Εὐφορίδης Πρινίδης;
613
εἶδέν τις ὑμῶν τἀκβάταν’ τοὺς Χάονας;
614
οὔ φασιν. ἀλλ’ Κοισύρας καὶ Λάμαχος,
615
οἷς ὑπ’ἐράνουτε καὶ χρεῶν πρώην ποτέ,
616
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
617
ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.
Λαμαχος
Λα.
Λα.
618
δημοκρατία ταῦτα δῆτ’ἀνασχετά;
Δικαιοπολις
Δι.
Δι.
619
οὐ δῆτ’ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.
Λαμαχος
Λα.
Λα.
620
ἀλλ’οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις
621
ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ
622
καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.
Δικαιοπολις
Δι.
Δι.
623
ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις
624
ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις
625
πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
Χορος
Χο.
Χο.
626
ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει
627
περὶ τῶν σπονδῶν. ἀλλ’ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.
628
ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς διδάσκαλος ἡμῶν,
629
οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν ·
630
διαβαλλόμενος δ’ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις,
631
ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει,
632
ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.
633
φησὶν δ’εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ποιητής,
634
παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι,
635
μήθ’ἥδεσθαι θωπευομένους, μήτ’εἶναι χαυνοπολίτας.
636
πρότερον δ’ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες
637
πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν · κἀπειδὴ τοῦτό τις εἴποι,
638
εὐθὺς διὰ τοὺς στεφάνους ἐπ’ἄκρων τῶν πυγιδίων ἐκάθησθε.
639
εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας,
640
ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας.
641
ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται,
642
καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.
643
τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες
644
ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον,
645
ὅστις παρεκινδύνευσ’εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια.
646
οὕτω δ’αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει,
647
ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων
648
ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν,
649
εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά ·
650
τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι
651
καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας.
652
διὰ ταῦθ’ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται
653
καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν · καὶ τῆς νήσου μὲν ἐκείνης
654
οὐ φροντίζουσ’, ἀλλ’ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται.
655
ἀλλ’ὑμεῖς τοι μή ποτ’ἀφῆσθ’· ὡς κωμῳδήσει τὰ δίκαια ·
656
φησὶν δ’ὑμᾶς πολλὰ διδάξειν ἀγάθ’, ὥστ’εὐδαίμονας εἶναι,
657
οὐ θωπεύων οὐ δ’ὑποτείνων μισθοὺς οὐ δ’ἐξαπατύλλων,
658
οὐ δὲ πανουργῶν οὐ δὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.
659
πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω
660
καὶ πᾶν ἐπ’ἐμοὶ τεκταινέσθω.
661
τὸ γὰρ εὖ μετ’ἐμοῦ καὶ τὸ δίκαιον
662
ξύμμαχον ἔσται, κοὐ μή ποθ’ἁλῶ
663
περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος
664
δειλὸς καὶ λακαταπύγων.
665
δεῦρο Μοῦσ’ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.
666
οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατ’ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,
670
ἡνίκ’ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,
671
οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,
672
οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον
675
ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.
676
οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει ·
677
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
678
γηροβοσκούμεσθ’ὑφ’ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν,
679
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
680
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
681
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
682
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν βακτηρία ·
683
τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
684
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
685
δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,
686
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν ·
687
κᾆτ’ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ’ἱστὰς ἐπῶν
688
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
689
δ’ὑπὸ γήρως μασταρύζει, κᾆτ’ὀφλὼν ἀπέρχεται,
690
εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,
691
οὗ μ’ἐχρῆν σορὸν πρίασθαι τοῦτ’ὀφλὼν ἀπέρχομαι.
692
ταῦτα πῶς εἰκότα, γέροντ’ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,
693
πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπομορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,
694
ἄνδρ’ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;
695
εἶτα Μαραθῶνι μὲν ὅτ’ἦμεν ἐδιώκομεν,
700
νῦν δ’ὑπ’ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.
701
πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;
703
τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην
704
ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ,
705
τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ;
706
ὥστ’ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν
707
ἄνδρα πρεσβύτην ὑπ’ἀνδρὸς τοξότου κυκώμενον,
708
ὃς μὰ τὴν Δήμητρ’, ἐκεῖνος ἡνίκ’ἦν Θουκυδίδης,
709
οὐ δ’ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο,
710
ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα,
711
κατεβόησε δ’ἂν κεκραγὼς τοξότας τρισχιλίους,
712
περιετόξευσεν δ’ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.
713
ἀλλ’ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθ’ὕπνου τυχεῖν,
714
ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν
715
τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ξυνήγορος,
716
τοῖς νέοισι δ’εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου.
717
κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,
718
τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.
Δικαιοπολις
Δι.
Δι.
719
ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς.
720
ἐνταῦθ’ἀγοράζειν πᾶσι Πελοποννησίοις
721
ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις,
722
ἐφ’ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.
723
ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι
724
τρεῖς τοὺς λαχόντας τούσδ’ἱμάντας ἐκ Λεπρῶν.
725
ἐνταῦθα μήτε συκοφάντης εἰσίτω
726
μήτ’ἄλλος ὅστις Φασιανός ἐστ’ἀνήρ.
727
ἐγὼ δὲ τὴν στήλην καθ’ἣν ἐσπεισάμην
728
μέτειμ’, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.
Μεγαρευς
Με.
Με.
729
ἀγορὰ ν’Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.
730
ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.
731
ἀλλ’ πόνηρα κώρι’ἀθλίω πατρός,
732
ἄμβατε ποττὰν μᾶδδαν, αἴ χ’εὕρητέ πᾶ.
733
ἀκούετε δή, ποτέχετ’ἐμὶν τὰν γαστέρα ·
734
πότερα πεπρᾶσθαι χρῄδδετ’ πεινῆν κακῶς;
Κορα
Κο.
Κο.
735
πεπρᾶσθαι πεπρᾶσθαι.
Μεγαρευς
Με.
Με.
736
ἐγώνγα καὐτός φαμι. τίς δ’οὕτως ἄνους
737
ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν;
738
ἀλλ’ἔστι γάρ μοι Μεγαρικά τις μαχανά,
739
χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν.
740
περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.
741
ὅπως δὲ δοξεῖτ’εἶμεν ἐξ ἀγαθᾶς ὑός ·
742
ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ’οἴκαδις
743
ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς.
744
ἀλλ’ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία,
745
κἤπειτεν ἐς τὸυ σάκκον ὧδ’ἐσβαίνετε.
746
ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε
747
χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν.
748
ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ ·
749
Δικαιόπολι, λῇς πρίασθαι χοιρία;
Δικαιοπολις
Δι.
Δι.
750
τί; ἀνὴρ Μεγαρικός;
Μεγαρευς
Με.
Με.
750
ἀγορασοῦντες ἵκομες.
Δικαιοπολις
Δι.
Δι.
751
πῶς ἔχετε;
Μεγαρευς
Με.
Με.
751
διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
Δικαιοπολις
Δι.
Δι.
752
ἀλλ’ἡδύ τοι νὴ τὸν Δί’, ἢν αὐλὸς παρῇ.
753
τί δ’ἄλλο πράττεθ’οἱ Μεγαρῆς νῦν;
Μεγαρευς
Με.
Με.
753
οἷα δή.
754
ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,
755
ἄνδρες πρόβουλοι τοῦτ’ἔπραττον τᾷ πόλει,
756
ὅπως τάχιστα καὶ κάκιστ’ἀπολοίμεθα.
Δικαιοπολις
Δι.
Δι.
757
αὐτίκ’ἄρ’ἀπαλλάξεσθε πραγμάτων.
Μεγαρευς
Με.
Με.
757
σά μάν;
Δικαιοπολις
Δι.
Δι.
758
τί δ’ἄλλο Μεγαροῖ; πῶς σῖτος ὤνιος;
Μεγαρευς
Με.
Με.
759
παρ’ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.
Δικαιοπολις
Δι.
Δι.
760
ἅλας οὖν φέρεις;
Μεγαρευς
Με.
Με.
760
οὐχ ὑμὲς αὐτῶν ἄρχετε;
Δικαιοπολις
Δι.
Δι.
761
οὐ δὲ σκόροδα;
Μεγαρευς
Με.
Με.
761
ποῖα σκόροδ’; ὑμὲς τῶν ἀεί,
762
ὅκκ’ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
763
πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
Δικαιοπολις
Δι.
Δι.
764
τί δαὶ φέρεις;
Μεγαρευς
Με.
Με.
764
χοίρως ἐγώνγα μυστικάς.
Δικαιοπολις
Δι.
Δι.
765
καλῶς λέγεις · ἐπίδειξον.
Μεγαρευς
Με.
Με.
765
ἀλλὰ μὰν καλαί.
766
ἄντεινον αἰ λῇς · ὡς παχεῖα καὶ καλά.
Δικαιοπολις
Δι.
Δι.
767
τουτὶ τί ἦν τὸ πρᾶγμα;
Μεγαρευς
Με.
Με.
767
χοῖρος ναὶ Δία.
Δικαιοπολις
Δι.
Δι.
768
τί λέγεις σύ; ποδαπὴ δή ’στι χοῖρος;
Μεγαρευς
Με.
Με.
768
Μεγαρικά.
769
οὐ χοῖρός ἐσθ’ἅδ’;
Δικαιοπολις
Δι.
Δι.
769
οὐκ ἔμοιγε φαίνεται.
Μεγαρευς
Με.
Με.
770
οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας ·
771
οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,
772
αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,
773
αἰ μή ’στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.
Δικαιοπολις
Δι.
Δι.
774
ἀλλ’ἔστιν ἀνθρώπου γε.
Μεγαρευς
Με.
Με.
774
ναὶ τὸν Διοκλέα
775
ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;
776
λῇς ἀκοῦσαι φθεγγομένας;
Δικαιοπολις
Δι.
Δι.
776
νὴ τοὺς θεοὺς
777
ἔγωγε.
Μεγαρευς
Με.
Με.
777
φώνει δὴ τὺ ταχέως χοιρίον.
778
οὐ χρῆσθα; σιγῇς κάκιστ’ἀπολουμένα;
779
πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
Κορη
Κο.
Κο.
780
κοῒ κοΐ.
Μεγαρευς
Με.
Με.
781
αὕτα ’στὶ χοῖρος;
Δικαιοπολις
Δι.
Δι.
781
νῦν γε χοῖρος φαίνεται.
782
ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
Μεγαρευς
Με.
Με.
782
πέντ’ἑτῶν,
783
σάφ’ἴσθι, ποττὰν ματέρ’εἰκασθήσεται.
Δικαιοπολις
Δι.
Δι.
784
ἀλλ’οὐ δὲ θύσιμός ἐστιν αὑτηγί.
Μεγαρευς
Με.
Με.
784
σά μάν;
785
πᾷ δ’οὐχὶ θύσιμός ἐστι;
Δικαιοπολις
Δι.
Δι.
785
κέρκον οὐκ ἔχει.
Μεγαρευς
Με.
Με.
786
νεαρὰ γάρ ἐστιν · ἀλλὰ δελφακουμένα
787
ἑξεῖ μεγάλαντε καὶ παχεῖαν κἠρυθράν.
788
ἀλλ’αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
Δικαιοπολις
Δι.
Δι.
789
ὡς ξυγγενὴς κύσθος αὐτῆς θατέρᾳ.
Μεγαρευς
Με.
Με.
790
ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
791
αἰ δ’ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,
792
κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
Δικαιοπολις
Δι.
Δι.
793
ἀλλ’οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.
Μεγαρευς
Με.
Με.
794
οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.
795
καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς
796
ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.
Δικαιοπολις
Δι.
Δι.
797
ἤδη δ’ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
Μεγαρευς
Με.
Με.
798
ναὶ τὸν Ποτειδᾶν καί κ’ἄνις γα τῶ πατρός.
Δικαιοπολις
Δι.
Δι.
799
τί δ’ἐσθίει μάλιστα;
Μεγαρευς
Με.
Με.
799
πάνθ’ κα διδῷς.
800
αὐτὸς δ’ἐρώτη.
Δικαιοπολις
Δι.
Δι.
800
χοῖρε χοῖρε.
Κορα
Κο.
Κο.
800
κοῒ κοΐ.
Δικαιοπολις
Δι.
Δι.
801
τρώγοις ἂν ἐρεβίνθους;
Κορα
Κο.
Κο.
801
κοῒ κοῒ κοΐ.
Δικαιοπολις
Δι.
Δι.
802
τί δαί; φιβάλεως ἰσχάδας;
Κορα
Κο.
Κο.
802
κοῒ κοΐ.
Δικαιοπολις
Δι.
Δι.
803
τί δαὶ σύ; τρώγοις ἄν;
Κορα
Κο.
Κο.
803
κοῒ κοῒ κοΐ.
Δικαιοπολις
Δι.
Δι.
804
ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
805
ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων
806
τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,
807
οἷον ῥοθιάζουσ’ πολυτίμηθ’Ἡράκλεις.
808
ποδαπὰ τὰ χοιρί’; ὡς Τραγασαῖα φαίνεται.
Μεγαρευς
Με.
Με.
809
ἀλλ’οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
810
ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.
Δικαιοπολις
Δι.
Δι.
811
νὴ τὸν Δί’ἀστείω γε τὼ βοσκήματε ·
812
πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.
Μεγαρευς
Με.
Με.
813
τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,
814
τὸ δ’ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.
Δικαιοπολις
Δι.
Δι.
815
ὠνήσομαί σοι · περίμεν’αὐτοῦ.
Μεγαρευς
Με.
Με.
815
ταῦτα δή.
816
Ἑρμᾶ ’μπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν
817
οὕτω μ’ἀποδόσθαι τάντ’ἐμωυτῶτ’ἐμωυτῶ ματέρα.
Συκοφαντης
Συ.
Συ.
818
ὦνθρωπε ποδαπός;
Μεγαρευς
Με.
Με.
818
χοιροπώλας Μεγαρικός.
Συκοφαντης
Συ.
Συ.
819
τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ
820
πολέμια καὶ σέ.
Μεγαρευς
Με.
Με.
820
τοῦτ’ἐκεῖν’, ἵκει πάλιν
821
ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
Συκοφαντης
Συ.
Συ.
822
κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;
Μεγαρευς
Με.
Με.
823
Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
Δικαιοπολις
Δι.
Δι.
824
ὑπὸ τοῦ; τίς φαίνων σ’ἐστίν; ἁγορανόμοι,
825
τοὺς συκοφάντας οὐ θύραζ’ἐξείρξετε;
826
τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
Συκοφαντης
Συ.
Συ.
827
οὐ γὰρ φανῶ τοὺς πολεμίους;
Δικαιοπολις
Δι.
Δι.
827
κλάων γε σύ,
828
εἰ μὴ ’τέρωσε συκοφαντήσεις τρέχων.
Μεγαρευς
Με.
Με.
829
οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ’ἔνι.
Δικαιοπολις
Δι.
Δι.
830
θάρρει Μεγαρίκ’· ἀλλ’ἧς τὰ χοιρίδι’ἀπέδου
831
τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
832
καὶ χαῖρε πόλλ’.
Μεγαρευς
Με.
Με.
832
ἀλλ’ἁμὶν οὐκ ἐπιχώριον.
Δικαιοπολις
Δι.
Δι.
833
πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ’ἐμοί.
Μεγαρευς
Με.
Με.
834
χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
835
παίειν ἐφ’ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.
Χορος
Χο.
Χο.
836
εὐδαιμονεῖ γ’ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει
837
τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ
838
ἐν τἀγορᾷ καθήμενος ·
839
κἂν εἰσίῃ τις Κτησίας
840
συκοφάντης ἄλλος, οἰμώζων
841
καθεδεῖται ·
842
οὐ δ’ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,
843
οὐ δ’ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,
844
οὐ δ’ὠστιεῖ Κλεωνύμῳ ·
845
χλαῖναν δ’ἔχων φανὴν δίει
846
κοὐ ξυντυχών σ’Ὑπέρβολος
847
δικῶν ἀναπλήσει ·
848
οὐ δ’ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων
849
Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,
850
περιπόνηρος Ἀρτέμων,
851
ταχὺς ἄγαν τὴν μουσικήν,
852
ὄζων κακὸν τῶν μασχαλῶν
853
πατρὸς Τραγασαίου ·
854
οὐ δ’αὖθις αὖ σε σκώψεται Παύσων παμπόνηρος
855
Λυσίστρατόςτ’ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,
856
περιαλουργὸς τοῖς κακοῖς,
857
ῥιγῶντε καὶ πεινῶν ἀεὶ
858
πλεῖν τριάκονθ’ἡμέρας
859
τοῦ μηνὸς ἑκάστου.
Βοιωτος
Βο.
Βο.
860
ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς ·
861
κατάθου τὺ τὰν γλάχων’ἀτρέμας Ἰσμηνία ·
862
ὑμὲς δ’ὅσοι Θείβαθεν αὐληταὶ πάρα
863
τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.
Δικαιοπολις
Δι.
Δι.
864
παῦ’ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
865
πόθεν προσέπτονθ’οἱ κακῶς ἀπολούμενοι
866
ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;
Βοιωτος
Βο.
Βο.
867
νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γ’ ξένε ·
868
Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου
869
τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.
870
ἀλλ’εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω
871
τῶν ὀρταλίχων τῶν τετραπτερυλλίδων.
Δικαιοπολις
Δι.
Δι.
872
χαῖρε κολλικοφάγε Βοιωτίδιον.
873
τί φέρεις;
Βοιωτος
Βο.
Βο.
873
ὅσ’ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,
874
ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας
875
νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας
876
τροχίλως κολύμβως.
Δικαιοπολις
Δι.
Δι.
876
ὡσπερεὶ χειμὼν ἄρα
877
ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.
Βοιωτος
Βο.
Βο.
878
καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας
879
σκάλοπας ἐχίνως αἰελούρως πικτίδας
880
ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.
Δικαιοπολις
Δι.
Δι.
881
τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,
882
δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.
Βοιωτος
Βο.
Βο.
883
πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,
884
ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.
Δικαιοπολις
Δι.
Δι.
885
φιλτάτη σὺ καὶ πάλαι ποθουμένη,
886
ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς,
887
φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε
888
τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα.
889
σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,
890
ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην ·
891
προσείπατ’αὐτὴν τέκν’· ἄνθρακας δ’ἐγὼ
892
ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν.
893
ἀλλ’ἔσφερ’αὐτήν · μη δὲ γὰρ θανών ποτε
894
σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.
Βοιωτος
Βο.
Βο.
895
ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;
Δικαιοπολις
Δι.
Δι.
896
ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί ·
897
ἀλλ’εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.
Βοιωτος
Βο.
Βο.
898
ἰώγα ταῦτα πάντα.
Δικαιοπολις
Δι.
Δι.
898
φέρε πόσου λέγεις;
899
φορτί’ἕτερ’ἐνθένδ’ἐκεῖσ’ἄξεις ἰών;
Βοιωτος
Βο.
Βο.
900
τι γ’ἔστ’Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.
Δικαιοπολις
Δι.
Δι.
901
ἀφύας ἄρ’ἄξεις πριάμενος Φαληρικὰς
902
κέραμον.
Βοιωτος
Βο.
Βο.
902
ἀφύας κέραμον; ἀλλ’ἔντ’ἐκεῖ ·
903
ἀλλ’ τι παρ’ἁμῖν μή ’στι, τᾷδε δ’αὖ πολύ.
Δικαιοπολις
Δι.
Δι.
904
ἐγᾦδα τοίνυν · συκοφάντην ἔξαγε,
905
ὥσπερ κέραμον ἐνδησάμενος.
Βοιωτος
Βο.
Βο.
905
νεὶ τὼ θιὼ
906
λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,
907
ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.
Δικαιοπολις
Δι.
Δι.
908
καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.
Βοιωτος
Βο.
Βο.
909
μικκός γα μᾶκος οὗτος.
Δικαιοπολις
Δι.
Δι.
909
ἀλλ’ἅπαν κακόν.
Νικαρχος
Νι.
Νι.
910
ταυτὶ τίνος τὰ φορτί’ἐστί;
Βοιωτος
Βο.
Βο.
910
τῶδ’ἐμὰ
911
Θείβαθεν, ἴττω Δεύς.
Νικαρχος
Νι.
Νι.
911
ἐγὼ τοίνυν ὁδὶ
912
φαίνω πολέμια ταῦτα.
Βοιωτος
Βο.
Βο.
912
τί δὲ κακὸν παθὼν
913
ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;
Νικαρχος
Νι.
Νι.
914
καὶ σέ γε φανῶ πρὸς τοῖσδε.
Βοιωτος
Βο.
Βο.
914
τί ἀδικείμενος;
Νικαρχος
Νι.
Νι.
915
ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν ·
916
ἐκ τῶν πολεμίων γ’εἰσάγεις θρυαλλίδας.
Δικαιοπολις
Δι.
Δι.
917
ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;
Νικαρχος
Νι.
Νι.
918
αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.
Δικαιοπολις
Δι.
Δι.
919
νεώριον θρυαλλίς;
Νικαρχος
Νι.
Νι.
919
οἶμαι ·
Δικαιοπολις
Δι.
Δι.
919
τίνι τρόπῳ;
Νικαρχος
Νι.
Νι.
920
ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος
921
ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον
922
δι’ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.
923
κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,
924
σελαγοῖντ’ἂν εὐθύς.
Δικαιοπολις
Δι.
Δι.
924
κάκιστ’ἀπολούμενε,
925
σελαγοῖντ’ἂν ὑπὸ τίφηςτε καὶ θρυαλλίδος;
Νικαρχος
Νι.
Νι.
926
μαρτύρομαι.
Δικαιοπολις
Δι.
Δι.
926
ξυλλάμβαν’αὐτοῦ τὸ στόμα ·
927
δός μοι φορυτόν, ἵν’αὐτὸν ἐνδήσας φέρω
928
ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.
Χορος
Χο.
Χο.
929
ἔνδησον βέλτιστε τῷ
930
ξένῳ καλῶς τὴν ἐμπολὴν οὕτως ὅπως
931
ἂν μὴ θέρων κατάξῃ.
Δικαιοπολις
Δι.
Δι.
932
ἐμοὶ μελήσει ταῦτ’, ἐπεί
933
τοι καὶ ψοφεῖ λάλον τι καὶ πυρορραγὲς
934
κἄλλως θεοῖσιν ἐχθρόν.
Χορος
Χο.
Χο.
935
τί χρήσεταί ποτ’αὐτῷ;
Δικαιοπολις
Δι.
Δι.
936
πάγχρηστον ἄγγος ἔσται,
937
κρατὴρ κακῶν, τριπτὴρ δικῶν,
938
φαίνειν ὑπευθύνους λυχνοῦχος
939
καὶ κύλιξ
939b
καὶ πράγματ’ἐγκυκᾶσθαι.
Χορος
Χο.
Χο.
940
πῶς δ’ἂν πεποιθοίη τις ἀγγείῳ
941
τοιούτῳ χρώμενος
942
κατ’οἰκίαν
943
τοσόνδ’ἀεὶ ψοφοῦντι;
Δικαιοπολις
Δι.
Δι.
944
ἰσχυρόν ἐστιν ὦγάθ’, ὥστ’
945
οὐκ ἂν καταγείη ποτ’, εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο.
Χορος
Χο.
Χο.
946
ἤδη καλῶς ἔχει σοι.
Βοιωτος
Βο.
Βο.
947
μέλλω γά τοι θερίδδειν.
Χορος
Χο.
Χο.
948
ἀλλ’ ξένων βέλτιστε συνθέριζε
949
καὶ τοῦτον λαβὼν
950
πρόσβαλλ’ὅποι βούλει φέρων
951
πρὸς πάντα συκοφάντην.
Δικαιοπολις
Δι.
Δι.
952
μόλις γ’ἐνέδησα τὸν κακῶς ἀπολούμενον.
953
αἴρου λαβὼν τὸν κέραμον Βοιώτιε.
Βοιωτος
Βο.
Βο.
954
ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.
Δικαιοπολις
Δι.
Δι.
955
χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.
956
πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλ’ὅμως ·
957
κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,
958
εὐδαιμονήσεις συκοφαντῶν γ’οὕνεκα.
Θεραπων Λαμαχου
Θε.
Θε.
959
Δικαιόπολι.
Δικαιοπολις
Δι.
Δι.
959
τίς ἔστι; τί με βωστρεῖς;
Θεραπων Λαμαχου
Θε.
Θε.
959
τι;
960
ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς
961
ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,
962
τριῶν δραχμῶν δ’ἐκέλευε Κωπᾷδ’ἔγχελυν.
Δικαιοπολις
Δι.
Δι.
963
ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
Θεραπων Λαμαχου
Θε.
Θε.
964
δεινός, ταλαύρινος, ὃς τὴν Γοργόνα
965
πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.
Δικαιοπολις
Δι.
Δι.
966
οὐκ ἂν μὰ Δί’εἰ δοίη γέ μοι τὴν ἀσπίδα ·
967
ἀλλ’ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω ·
968
ἢν δ’ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
969
ἐγὼ δ’ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον
970
εἴσειμ’ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
Χορος
Χο.
Χο.
971
εἶδες εἶδες πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
972
οἷ’ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν,
975
ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’αὖ πρέπει χλιαρὰ κατεσθίειν.
976
αὐτόματα πάντ’ἀγαθὰ τῷδέ γε πορίζεται.
977
οὐδέποτ’ἐγὼ Πόλεμον οἴκαδ’ὑποδέξομαι,
980
οὐ δὲ παρ’ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται
981
ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ,
982
ὅστις ἐπὶ πάντ’ἀγάθ’ἔχοντας ἐπικωμάσας
983
ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει
984
κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου
985
πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν
986
τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί,
987
ἐξέχειθ’ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
988
οὑτοσὶ δ’ἐπτέρωταίτ’ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ, τοῦ βίου δ’ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.
989
Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή,
990
ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρ’ἐλάνθανες.
991
πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,
992
ὥσπερ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
993
πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
994
ἀλλά σε λαβὼν τρία δοκῶ γ’ἂν ἔτι προσβαλεῖν ·
995
πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν,
996
εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,
997
καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, γέρων ὁδί,
998
καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ,
999
ὥστ’ἀλείφεσθαί σ’ἀπ’αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
Κηρυξ
Κη.
Κη.
1000
ἀκούετε λεῴ · κατὰ τὰ πάτρια τοὺς Χοᾶς
1001
πίνειν ὑπὸ τῆς σάλπιγγος · ὃς δ’ἂν ἐκπίῃ
1002
πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
Δικαιοπολις
Δι.
Δι.
1003
παῖδες γυναῖκες οὐκ ἠκούσατε;
1004
τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;
1005
ἀναβράττετ’ἐξοπτᾶτε τρέπετ’ἀφέλκετε
1006
τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
1007
φέρε τοὺς ὀβελίσκους, ἵν’ἀναπείρω τὰς κίχλας.
Χορος
Χο.
Χο.
1008
ζηλῶ σε τῆς εὐβουλίας,
1009
μᾶλλον δὲ τῆς εὐωχίας
1010
ἄνθρωπε τῆς παρούσης.
Δικαιοπολις
Δι.
Δι.
1011
τί δῆτ’ἐπειδὰν τὰς κίχλας
1012
ὀπτωμένας ἴδητε;
Χορος
Χο.
Χο.
1013
οἶμαί σε καὶ τοῦτ’εὖ λέγειν.
Δικαιοπολις
Δι.
Δι.
1014
τὸ πῦρ ὑποσκάλευε.
Χορος
Χο.
Χο.
1015
ἤκουσας ὡς μαγειρικῶς
1016
κομψῶςτε καὶ δειπνητικῶς
1017
αὑτῷ διακονεῖται;
Γεωργος
Γε.
Γε.
1018
οἴμοι τάλας.
Δικαιοπολις
Δι.
Δι.
1018
Ἡράκλεις τίς οὑτοσί;
Γεωργος
Γε.
Γε.
1019
ἀνὴρ κακοδαίμων.
Δικαιοπολις
Δι.
Δι.
1019
κατὰ σεαυτόν νυν τρέπου.
Γεωργος
Γε.
Γε.
1020
φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,
1021
μέτρησον εἰρήνης τί μοι, κἂν πέντ’ἔτη.
Δικαιοπολις
Δι.
Δι.
1022
τί δ’ἔπαθες;
Γεωργος
Γε.
Γε.
1022
ἐπετρίβην ἀπολέσας τὼ βόε.
Δικαιοπολις
Δι.
Δι.
1023
πόθεν;
Γεωργος
Γε.
Γε.
1023
ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
Δικαιοπολις
Δι.
Δι.
1024
τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
Γεωργος
Γε.
Γε.
1025
καὶ ταῦτα μέντοι νὴ Δί’ὥπερ μ’ἐτρεφέτην
1026
ἐν πᾶσι βολίτοις.
Δικαιοπολις
Δι.
Δι.
1026
εἶτα νυνὶ τοῦ δέει;
Γεωργος
Γε.
Γε.
1027
ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
1028
ἀλλ’εἴ τι κήδει Δερκέτου Φυλασίου,
1029
ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
Δικαιοπολις
Δι.
Δι.
1030
ἀλλ’ πόνηρ’οὐ δημοσιεύων τυγχάνω.
Γεωργος
Γε.
Γε.
1031
ἴθ’ἀντιβολῶ σ’, ἤν πως κομίσωμαι τὼ βόε.
Δικαιοπολις
Δι.
Δι.
1032
οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
Γεωργος
Γε.
Γε.
1033
σὺ δ’ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα
1034
ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
Δικαιοπολις
Δι.
Δι.
1035
οὐ δ’ἂν στριβιλικίγξ · ἀλλ’ἀπιὼν οἴμωζέ ποι.
Γεωργος
Γε.
Γε.
1036
οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.
Χορος
Χο.
Χο.
1037
ἁνὴρ ἀνηύρηκέν τι ταῖς
1038
σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν
1039
οὐδενὶ μεταδώσειν.
Δικαιοπολις
Δι.
Δι.
1040
κατάχει σὺ τῆς χορδῆς τὸ μέλι,
1041
τὰς σηπίας στάθευε.
Χορος
Χο.
Χο.
1042
ἤκουσας ὀρθιασμάτων;
Δικαιοπολις
Δι.
Δι.
1043
ὀπτᾶτε τἀγχέλεια.
Χορος
Χο.
Χο.
1044
ἀποκτενεῖς λιμῷ ’μὲ καὶ
1045
τοὺς γείτονας κνίσῃτε καὶ
1046
φωνῇ τοιαῦτα λάσκων.
Δικαιοπολις
Δι.
Δι.
1047
ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
Παρανυμφος
Πα.
Πα.
1048
Δικαιόπολι.
Δικαιοπολις
Δι.
Δι.
1048
τίς οὑτοσί; τίς οὑτοσί;
Παρανυμφος
Πα.
Πα.
1049
ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα
1050
ἐκ τῶν γάμων.
Δικαιοπολις
Δι.
Δι.
1050
καλῶς γε ποιῶν ὅστις ἦν.
Παρανυμφος
Πα.
Πα.
1051
ἐκέλευε δ’ἐγχέαι σε τῶν κρεῶν χάριν,
1052
ἵνα μὴ στρατεύοιτ’ἀλλὰ βινοίη μένων,
1053
ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
Δικαιοπολις
Δι.
Δι.
1054
ἀπόφερ’ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,
1055
ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.
1056
ἀλλ’αὑτηὶ τίς ἔστιν;
Παρανυμφος
Πα.
Πα.
1056
νυμφεύτρια
1057
δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
Δικαιοπολις
Δι.
Δι.
1058
φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον θεοὶ
1059
τὸ δέημα τῆς νύμφης δεῖταί μου σφόδρα,
1060
ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.
1061
φέρε δεῦρο τὰς σπονδάς, ἵν’αὐτῇ δῶ μόνῃ,
1062
ὁτιὴ γυνή ’στι τοῦ πολέμουτ’οὐκ αἰτία.
1063
ὕπεχ’ὧδε δεῦρο τοὐξάλειπτρον γύναι.
1064
οἶσθ’ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον,
1065
ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ
1066
νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
1067
ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,
1068
ἵν’οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
Χορος
Χο.
Χο.
1069
καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς ·
1070
ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.
Αγγελος Α
Αγ.
Αγ.
1071
ἰὼ πόνοιτε καὶ μάχαι καὶ Λάμαχοι.
Λαμαχος
Λα.
Λα.
1072
τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
Αγγελος Α
Αγ.
Αγ.
1073
ἰέναι σ’ἐκέλευον οἱ στρατηγοὶ τήμερον
1074
ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους ·
1075
κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
1076
ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις
1077
ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.
Λαμαχος
Λα.
Λα.
1078
ἰὼ στρατηγοὶ πλείονες βελτίονες.
1079
οὐ δεινὰ μὴ ’ξεῖναί με μη δ’ἑορτάσαι;
Δικαιοπολις
Δι.
Δι.
1080
ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.
Λαμαχος
Λα.
Λα.
1081
οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.
Δικαιοπολις
Δι.
Δι.
1082
βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
Λαμαχος
Λα.
Λα.
1082
αἰαῖ
1083
οἵαν κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
Δικαιοπολις
Δι.
Δι.
1084
αἰαῖ τίνα δ’αὖ μοι προστρέχει τις ἀγγελῶν;
Αγγελος Β
Αγ.
Αγ.
1085
Δικαιόπολι.
Δικαιοπολις
Δι.
Δι.
1085
τί ἔστιν;
Αγγελος Β
Αγ.
Αγ.
1085
ἐπὶ δεῖπνον ταχὺ
1086
βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.
1087
τοῦ Διονύσου γάρ σ’ἱερεὺς μεταπέμπεται.
1088
ἀλλ’ἐγκόνει · δειπνεῖν κατακωλύεις πάλαι.
1089
τὰ δ’ἄλλα πάντ’ἐστὶν παρεσκευασμένα,
1090
κλῖναι τράπεζαι προσκεφάλαια στρώματα
1091
στέφανοι μύρον τραγήμαθ’, αἱ πόρναι πάρα,
1092
ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,
1093
ὀρχηστρίδες, τὰ φίλταθ’Ἁρμοδίου, καλαί.
1094
ἀλλ’ὡς τάχιστα σπεῦδε.
Λαμαχος
Λα.
Λα.
1094
κακοδαίμων ἐγώ.
Δικαιοπολις
Δι.
Δι.
1095
καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.
1096
σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
Λαμαχος
Λα.
Λα.
1097
παῖ παῖ φέρ’ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
Δικαιοπολις
Δι.
Δι.
1098
παῖ παῖ φέρ’ἔξω δεῦρο τὴν κίστην ἐμοί.
Λαμαχος
Λα.
Λα.
1099
ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
Δικαιοπολις
Δι.
Δι.
1100
ἐμοὶ δὲ τεμάχη · κρομμύοις γὰρ ἄχθομαι.
Λαμαχος
Λα.
Λα.
1101
θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.
Δικαιοπολις
Δι.
Δι.
1102
κἀμοὶ σὺ δημοῦ θρῖον · ὀπτήσω δ’ἐκεῖ.
Λαμαχος
Λα.
Λα.
1103
ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κ’τοῦ κράνους.
Δικαιοπολις
Δι.
Δι.
1104
ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
Λαμαχος
Λα.
Λα.
1105
καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.
Δικαιοπολις
Δι.
Δι.
1106
καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
Λαμαχος
Λα.
Λα.
1107
ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.
Δικαιοπολις
Δι.
Δι.
1108
ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
Λαμαχος
Λα.
Λα.
1109
τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
Δικαιοπολις
Δι.
Δι.
1110
κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
Λαμαχος
Λα.
Λα.
1111
ἀλλ’ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.
Δικαιοπολις
Δι.
Δι.
1112
ἀλλ’ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.
Λαμαχος
Λα.
Λα.
1113
ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
Δικαιοπολις
Δι.
Δι.
1114
οὐκ ἀλλ’ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
1115
βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,
1116
πότερον ἀκρίδες ἥδιόν ἐστιν κίχλαι;
Λαμαχος
Λα.
Λα.
1117
οἴμ’ὡς ὑβρίζεις.
Δικαιοπολις
Δι.
Δι.
1117
τὰς ἀκρίδας κρίνει πολύ.
Λαμαχος
Λα.
Λα.
1118
παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρ’ἔξω φέρε.
Δικαιοπολις
Δι.
Δι.
1119
παῖ παῖ σὺ δ’ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
Λαμαχος
Λα.
Λα.
1120
φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.
1121
ἔχ’, ἀντέχου παῖ.
Δικαιοπολις
Δι.
Δι.
1121
καὶ σὺ παῖ τοῦδ’ἀντέχου.
Λαμαχος
Λα.
Λα.
1122
τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
Δικαιοπολις
Δι.
Δι.
1123
καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
Λαμαχος
Λα.
Λα.
1124
φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
Δικαιοπολις
Δι.
Δι.
1125
κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
Λαμαχος
Λα.
Λα.
1126
ταῦτ’οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
Δικαιοπολις
Δι.
Δι.
1127
ταῦτ’οὐ πλακοῦς δῆτ’ἐστὶν ἀνθρώποις γλυκύς;
Λαμαχος
Λα.
Λα.
1128
κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
1129
ἐνορῶ γέροντα δειλίας φευξούμενον.
Δικαιοπολις
Δι.
Δι.
1130
κατάχει σὺ τὸ μέλι. κἀνθάδ’ἔνδηλος γέρων
1131
κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
Λαμαχος
Λα.
Λα.
1132
φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.
Δικαιοπολις
Δι.
Δι.
1133
ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.
Λαμαχος
Λα.
Λα.
1134
ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
Δικαιοπολις
Δι.
Δι.
1135
ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.
Λαμαχος
Λα.
Λα.
1136
τὰ στρώματ’ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
Δικαιοπολις
Δι.
Δι.
1137
τὸ δεῖπνον παῖ δῆσον ἐκ τῆς κιστίδος.
Λαμαχος
Λα.
Λα.
1138
ἐγὼ δ’ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
Δικαιοπολις
Δι.
Δι.
1139
ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
Λαμαχος
Λα.
Λα.
1140
τὴν ἀσπίδ’αἴρου καὶ βάδιζ’ παῖ λαβών.
1141
νείφει. βαβαιάξ · χειμέρια τὰ πράγματα.
Δικαιοπολις
Δι.
Δι.
1142
αἴρου τὸ δεῖπνον · συμποτικὰ τὰ πράγματα.
Χορος
Χο.
Χο.
1143
ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
1144
ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν ·
1145
τῷ μὲν πίνειν στεφανωσαμένῳ,
1146
σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
1147
τῷ δὲ καθεύδειν
1148
μετὰ παιδίσκης ὡραιοτάτης,
1149
ἀνατριβομένῳτε τὸ δεῖνα.
1150
Ἀντίμαχον τὸν ψακάδος τὸν ξυγγραφῆ τὸν μελέων ποιητήν,
1151
ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν Ζεύς ·
1152
ὅς γ’ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσ’ἄδειπνον.
1156
ὃν ἔτ’ἐπίδοιμι τευθίδος
1157
δεόμενον, δ’ὠπτημένη
1158
σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη
1159
ὀκέλλοι · κᾆτα μέλλοντος
1160
λαβεῖν αὐτοῦ κύων
1161
ἁρπάσασα φεύγοι.
1162
τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθ’ἕτερον νυκτερινὸν γένοιτο.
1165
ἠπιαλῶν γὰρ οἴκαδ’ἐξ ἱππασίας βαδίζων,
1166
εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης
1167
μαινόμενος · δὲ λίθον βαλεῖν
1168
βουλόμενος ἐν σκότῳ λάβοι
1170
τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον ·
1171
ἐπᾴξειεν δ’ἔχων
1172
τὸν μάρμαρον, κἄπειθ’ἁμαρτὼν
1173
βάλοι Κρατῖνον.
Θεραπων Λαμαχου
Θε.
Θε.
1174
δμῶες οἳ κατ’οἶκόν ἐστε Λαμάχου,
1175
ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε ·
1176
ὀθόνια, κηρωτὴν παρασκευάζετε,
1177
ἔρι’οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν.
1178
ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,
1179
καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν,
1180
καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών,
1181
καὶ Γοργόν’ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
1182
πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
1183
πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος ·
1184
κλεινὸν ὄμμα νῦν πανύστατόν σ’ἰδὼν
1185
λείπω φάος γε τοὐμόν, οὐκέτ’εἰμ’ἐγώ.
1186
τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
1187
ἀνίσταταίτε καὶ ξυναντᾷ δραπέταις
1188
λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
1189
ὁδὶ δὲ καὐτός · ἀλλ’ἄνοιγε τὴν θύραν.
Λαμαχος
Λα.
Λα.
1190
ἀτταταῖ ἀτταταῖ
1191
στυγερὰ τάδε γε κρυερὰ πάθεα · τάλας ἐγώ.
1192
διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
1195
ἐκεῖνο δ’οὖν αἰακτὸν ἂν γένοιτο,
1196
Δικαιόπολις εἴ μ’ἴδοι τετρωμένον
1197
κᾆτ’ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
Δικαιοπολις
Δι.
Δι.
1198
ἀτταταῖ ἀτταταῖ
1199
τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
1200
φιλήσατόν με μαλθακῶς χρυσίω
1201
τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.
1202
[…]
1203
τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.
Λαμαχος
Λα.
Λα.
1204
συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
1205
ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
Δικαιοπολις
Δι.
Δι.
1206
[…]
1207
ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.
Λαμαχος
Λα.
Λα.
1208
στυγερὸς ἐγώ.
Δικαιοπολις
Δι.
Δι.
1208
τί με σὺ κυνεῖς;
Λαμαχος
Λα.
Λα.
1209
μογερὸς ἐγώ.
Δικαιοπολις
Δι.
Δι.
1209
τί με σὺ δάκνεις;
Λαμαχος
Λα.
Λα.
1210
τάλας ἐγὼ ξυμβολῆς βαρείας.
Δικαιοπολις
Δι.
Δι.
1211
τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
Λαμαχος
Λα.
Λα.
1212
ἰὼ ἰὼ Παιὰν Παιάν.
Δικαιοπολις
Δι.
Δι.
1213
ἀλλ’οὐχὶ νυνὶ τήμερον Παιώνια.
Λαμαχος
Λα.
Λα.
1214
λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
1215
προσλάβεσθ’ φίλοι.
Δικαιοπολις
Δι.
Δι.
1216
ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου
1217
προσλάβεσθ’ φίλαι.
Λαμαχος
Λα.
Λα.
1218
εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος
1219
καὶ σκοτοδινιῶ.
Δικαιοπολις
Δι.
Δι.
1220
κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι
1221
καὶ σκοτοβινιῶ.
Λαμαχος
Λα.
Λα.
1222
θύραζέ μ’ἐξενέγκατ’ἐς τοῦ Πιττάλου
1223
παιωνίαισι χερσίν.
Δικαιοπολις
Δι.
Δι.
1224
ὡς τοὺς κριτάς με φέρετε · ποῦ ’στιν βασιλεύς;
1225
ἀπόδοτέ μοι τὸν ἀσκόν.
Λαμαχος
Λα.
Λα.
1226
λόγχη τις ἐμπέπηγέ μοι δι’ὀστέων ὀδυρτά.
Δικαιοπολις
Δι.
Δι.
1227
ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.
Χορος
Χο.
Χο.
1228
τήνελλα δῆτ’, εἴπερ καλεῖς γ’, πρέσβυ, καλλίνικος.
Δικαιοπολις
Δι.
Δι.
1229
καὶ πρός γ’ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
Χορος
Χο.
Χο.
1230
τήνελλά νυν γεννάδα · χώρει λαβὼν τὸν ἀσκόν.
Δικαιοπολις
Δι.
Δι.
1231
ἕπεσθέ νυν ᾄδοντες τήνελλα καλλίνικος.
Χορος
Χο.
Χο.
1232
ἀλλ’ἑψόμεσθα σὴν χάριν
1233
τήνελλα καλλίνικος ᾄδοντες
1234
σὲ καὶ τὸν ἀσκόν.