On the Contemplative Life
1Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ – τὸ γοῦν φορητότερον εἰπεῖν – τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει. διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον · οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν.
2ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως · θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες ἐτύμως καλοῦνται, ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς κατὰ πόλεις – ἡ μὲν γὰρ σώματα θεραπεύει μόνον, ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖςτε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαιτε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος – ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν, ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον.
3οἷς τίνας συγκρίνειν ἄξιον τῶν ἐπαγγελλομένων εὐσέβειαν; ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ; οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶντε καὶ ζῴων.
4ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας.
5ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόντε καὶ κόσμον; ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην.
6ἀλλὰ τοὺς ἡμιθέους; ἦ τοῦτό γε καὶ χλεύης ἄξιον · πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατόςτε καὶ θνητὸς εἴη; δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς προσάπτειν ταῖς μακαρίαις καὶ θείαις δυνάμεσιν, εἰ γυναιξὶ θνηταῖς ἐπιμανέντες ὡμίλησαν οἱ παντὸς πάθους ἀμέτοχοι καὶ τρισευδαίμονες.
7ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα; ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί.
8τῶν μὲν γὰρ παρ’Αἰγυπτίοις οὐ δὲ μεμνῆσθαι καλόν, οἳ ζῷα ἄλογα καὶ οὐχ ἥμερα μόνον ἀλλὰ καὶ θηρίων τὰ ἀγριώτατα παραγηόχασιν εἰς θεῶν τιμὰς ἐξ ἑκάστου τῶν κάτω σελήνης, χερσαίων μὲν λέοντα, ἐνύδρων δὲ τὸν ἐγχώριον κροκόδειλον, ἀεροπόρων δὲ ἴκτινον καὶ τὴν Αἰγυπτίαν ἶβιν.
9καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλατε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μη δ’ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα.
10ἀλλ’οὗτοι μέν, ἐπειδήπερ οὐ τοὺς ὁμοφύλους μόνον ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἀναπιμπλᾶσι φλυαρίας, ἀθεράπευτοι διατελείτωσαν ὄψιν, τὴν ἀναγκαιοτάτην τῶν αἰσθήσεων, πεπηρωμένοι · λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται.
11τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν.
12οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ὑπ’ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν.
13εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις · ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν.
14Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας · ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας. ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων ἐνδείας, συγγενῶν ἢ φίλων, ἐπανορθωσάμενοι καὶ ἐξ ἀπόρων εὐπόρους ἀποφήναντες; ἐκεῖνο μὲν γὰρ ἀπερίσκεπτον – ἵνα μὴ μανιῶδες ἐπ’ἀνδρῶν, οὓς ἡ Ἑλλὰς ἐθαύμασεν, εἴπω τὸ ἔργον –, τοῦτο δὲ νηφάλιον καὶ μετὰ φρονήσεως ἠκριβωμένον περιττῆς.
15οἱ πολέμιοι τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι; τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον.
16πόσῳ δὴ κρείττους οὗτοι καὶ θαυμασιώτεροι, χρησάμενοι μὲν οὐκ ἐλάττοσι ταῖς πρὸς φιλοσοφίαν ὁρμαῖς, μεγαλόνοιαν δὲ ὀλιγωρίας προτιμήσαντες καὶ χαρισάμενοι τὰς οὐσίας, ἀλλὰ μὴ διαφθείραντες, ἵνα καὶ ἑτέρους καὶ ἑαυτοὺς ὠφελήσωσι, τοὺς μὲν ἐν ἀφθόνοις περιουσίαις, ἑαυτοὺς δὲ ἐν τῷ φιλοσοφεῖν; αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι · χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην “ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή”.
17τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥαψῳδίας διὰ τούτων τῶν ἐπῶν · “Μυσῶντ’ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, γλακτοφάγων ἀβίωντε, δικαιοτάτων ἀνθρώπων,” ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας προαιρέσεως ἕνεκα ἰσότητος, καθ’ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις.
18ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν, ὑπ’οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας, φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον.
19μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς ἐκπορίζοντες – πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς –, ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες.
21πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος – ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον –, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν.
22οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς πατρίδα ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως, ἀσφαλείαςτε ἕνεκα καὶ ἀέρος εὐκρασίας.
23τὴν μὲν οὖν ἀσφάλειαν αἱ ἐν κύκλῳ παρέχουσιν ἐπαύλειςτε καὶ κῶμαι, τὴν δὲ περὶ τὸν ἀέρα εὐκρασίαν αἱ ἔκτε τῆς λίμνης ἀνεστομωμένης εἰς τὴν θάλατταν καὶ τοῦ πελάγους ἐγγὺς ὄντος ἀναδιδόμεναι συνεχεῖς αὖραι, λεπταὶ μὲν αἱ ἐκ τοῦ πελάγους, παχεῖαι δὲ αἱ ἀπὸ τῆς λίμνης, ὧν ἡ μῖξις ὑγιεινοτάτην κατάστασιν ἀπεργάζεται.
24αἱ δὲ οἰκίαι τῶν συνεληλυθότων σφόδρα μὲν εὐτελεῖς εἰσι, πρὸς δύο τὰ ἀναγκαιότατα σκέπην παρέχουσαι, πρόςτε τὸν ἀφ’ἡλίου φλογμὸν καὶ τὸν ἀπ’ἀέρος κρυμόν · οὔτε δὲ ἐγγύς, ὥσπερ αἱ ἐν τοῖς ἄστεσιν, – ὀχληρὸν γὰρ καὶ δυσάρεστον τοῖς ἐρημίαν ἐζηλωκόσι καὶ μεταδιώκουσιν αἱ γειτνιάσεις – οὔτε πόρρω, δι’ἣν ἀσπάζονται κοινωνίαν καὶ ἵνα, εἰ λῃστῶν γένοιτο ἔφοδος, ἀλλήλοις ἐπιβοηθῶσιν.
25ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μη δέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται.
26ἀεὶ μὲν οὖν ἄληστον ἔχουσι τὴν τοῦ θεοῦ μνήμην, ὡς καὶ δι’ὀνειράτων μηδὲν ἕτερον ἢ τὰ κάλλη τῶν θείων ἀρετῶν καὶ δυνάμεων φαντασιοῦσθαι · πολλοὶ γοῦν καὶ ἐκλαλοῦσιν ἐν ὕπνοις ὀνειροπολούμενοι τὰ τῆς ἱερᾶς φιλοσοφίας ἀοίδιμα δόγματα.
27δὶς δὲ καθ’ἑκάστην ἡμέραν εἰώθασιν εὔχεσθαι, περὶ τὴν ἕω καὶ περὶ τὴν ἑσπέραν, ἡλίου μὲν ἀνίσχοντος εὐημερίαν αἰτούμενοι τὴν ὄντως εὐημερίαν, φωτὸς οὐρανίου τὴν διάνοιαν αὐτῶν ἀναπλησθῆναι, δυομένου δὲ ὑπὲρ τοῦ τὴν ψυχὴν τοῦ τῶν αἰσθήσεων καὶ αἰσθητῶν ὄχλου παντελῶς ἐπικουφισθεῖσαν, ἐν τῷ ἑαυτῆς συνεδρίῳ καὶ βουλευτηρίῳ γενομένην, ἀλήθειαν ἰχνηλατεῖν.
28τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις · ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως ἐν ὑπονοίαις δηλουμένης.
29ἔστι δὲ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως ἀρχηγέται γενόμενοι πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον · ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἃ ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράττουσι.
30τὰς μὲν οὖν ἓξ ἡμέρας χωρὶς ἕκαστοι μονούμενοι παρ’ἑαυτοῖς ἐν τοῖς λεχθεῖσι μοναστηρίοις φιλοσοφοῦσι, τὴν αὔλειον οὐχ ὑπερβαίνοντες, ἀλλ’οὐ δὲ ἐξ ἀπόπτου θεωροῦντες · ταῖς δὲ ἑβδόμαις συνέρχονται καθάπερ εἰς κοινὸν σύλλογον καὶ καθ’ἡλικίαν ἑξῆς καθέζονται μετὰ τοῦ πρέποντος σχήματος, εἴσω τὰς χεῖρας ἔχοντες, τὴν μὲν δεξιὰν μεταξὺ στέρνου καὶ γενείου, τὴν δὲ εὐώνυμον ὑπεσταλμένην παρὰ τῇ λαγόνι.
31παρελθὼν δὲ ὁ πρεσβύτατος καὶ τῶν δογμάτων ἐμπειρότατος διαλέγεται, καθεστῶτι μὲν τῷ βλέμματι, καθεστώσῃ δὲ τῇ φωνῇ, μετὰ λογισμοῦ καὶ φρονήσεως, οὐ δεινότητα λόγων ὥσπερ οἱ ῥήτορες ἢ οἱ νῦν σοφισταὶ παρεπιδεικνύμενος, ἀλλὰ τὴν ἐν τοῖς νοήμασι διηρευνηκὼς καὶ διερμηνεύων ἀκρίβειαν, ἥτις οὐκ ἄκροις ὠσὶν ἐφιζάνει, ἀλλὰ δι’ἀκοῆς ἐπὶ ψυχὴν ἔρχεται καὶ βεβαίως ἐπιμένει. καθ’ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, τὸν ἔπαινον νεύμασιν ὄψεως ἢ κεφαλῆς παραδηλοῦντες αὐτὸ μόνον.
32τὸ δὲ κοινὸν τοῦτο σεμνεῖον, εἰς ὃ ταῖς ἑβδόμαις συνέρχονται, διπλοῦς ἐστι περίβολος, ὁ μὲν εἰς ἀνδρῶνα, ὁ δὲ εἰς γυναικωνῖτιν ἀποκριθείς · καὶ γὰρ καὶ γυναῖκες ἐξ ἔθους συνακροῶνται τὸν αὐτὸν ζῆλον καὶ τὴν αὐτὴν προαίρεσιν ἔχουσαι.
33ὁ δὲ μεταξὺ τῶν οἴκων τοῖχος τὸ μὲν ἐξ ἐδάφους ἐπὶ τρεῖς ἢ τέσσαρας πήχεις εἰς τὸ ἄνω συνῳκοδόμηται θωρακίου τρόπον, τὸ δὲ ἄχρι τέγους ἀνάγειον ἀχανὲς ἀνεῖται, δυοῖν ἕνεκα, τοῦτε τὴν πρέπουσαν αἰδῶ τῇ γυναικείᾳ φύσει διατηρεῖσθαι καὶ τοῦ τὴν ἀντίληψιν ἔχειν εὐμαρῆ καθεζομένας ἐν ἐπηκόῳ, μηδενὸς τὴν τοῦ διαλεγομένου φωνὴν ἐμποδίζοντος.
34ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆς ψυχῆς τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἔνειμαν.
35ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται · τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόλις δι’ἓξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας, ἐθισθέντες ὥσπερ φασὶ τὸ τῶν τεττίγων γένος ἀέρι τρέφεσθαι, τῆς ᾠδῆς, ὥς γε οἶμαι, τὴν ἔνδειαν ἐξευμαριζούσης.
36τὴν δὲ ἑβδόμην πανίερόν τινα καὶ πανέορτον εἶναι νομίζοντες ἐξαιρέτου γέρως ἠξιώκασιν, ἐν ᾗ μετὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸ σῶμα λιπαίνουσιν, ὥσπερ ἀμέλει καὶ τὰ θρέμματα, τῶν συνεχῶν πόνων ἀνιέντες.
37σιτοῦνται δὲ πολυτελὲς οὐδέν, ἀλλὰ ἄρτον εὐτελῆ, καὶ ὄψον ἅλες, οὓς οἱ ἁβροδίαιτοι παραρτύουσιν ὑσσώπῳ, ποτὸν δὲ ὕδωρ ναματιαῖον αὐτοῖς ἐστιν · ἃς γὰρ ἡ φύσις ἐπέστησε τῷ θνητῷ γένει δεσποίνας, πεῖνάντε καὶ δίψαν, ἀπομειλίσσονται, τῶν εἰς κολακείαν ἐπιφέροντες οὐδέν, ἀλλ’αὐτὰ τὰ χρήσιμα, ὧν ἄνευ ζῆν οὐκ ἔστι. διὰ τοῦτο ἐσθίουσι μέν, ὥστε μὴ πεινῆν, πίνουσι δέ, ὥστε μὴ διψῆν, πλησμονὴν ὡς ἐχθρόντε καὶ ἐπίβουλον ψυχῆςτε καὶ σώματος ἐκτρεπόμενοι.
38ἐπεὶ δὲ καὶ σκέπης διττὸν εἶδος, τὸ μὲν ἐσθής, τὸ δὲ οἰκία, περὶ μὲν οἰκίας εἴρηται πρότερον, ὅτι ἐστὶν ἀκαλλώπιστος καὶ αὐτοσχέδιος, πρὸς τὸ χρειῶδες αὐτὸ μόνον εἰργασμένη · καὶ ἐσθὴς δὲ ὁμοίως εὐτελεστάτη, πρὸς ἀλέξημα κρυμοῦτε καὶ θάλπους, χλαῖνα μὲν ἀπὸ λασίου δορᾶς παχεῖα χειμῶνος, ἐξωμὶς δὲ θέρους ἢ ὀθόνη.
39συνόλως γὰρ ἀσκοῦσιν ἀτυφίαν, εἰδότες τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας, ἑκάτερον δὲ πηγῆς λόγον ἔχον · ῥέουσι γὰρ ἀπὸ μὲν τοῦ ψεύδους αἱ πολύτροποι τῶν κακῶν ἰδέαι, ἀπὸ δὲ τῆς ἀληθείας αἱ περιουσίαι τῶν ἀγαθῶν ἀνθρωπίνωντε καὶ θείων.
40βούλομαι δὲ καὶ τὰς κοινὰς συνόδους αὐτῶν καὶ ἱλαρωτέρας ἐν συμποσίοις διαγωγὰς εἰπεῖν, ἀντιτάξας τὰ τῶν ἄλλων συμπόσια. οἱ μὲν γὰρ ὅταν ἄκρατον ἐμφορήσωνται, καθάπερ οὐκ οἶνον πιόντες ἀλλὰ παρακινηματικόν τι καὶ μανιῶδες καὶ εἴ τι χαλεπώτερον ἐπ’ἐκστάσει λογισμοῦ φυσικόν, ἀράσσουσι καὶ λυττῶσι τρόπον κυνῶν ἀτιθάσων καὶ ἐπανιστάμενοι δάκνουσιν ἀλλήλους καὶ ἀποτρώγουσι ῥῖνας, ὦτα, δακτύλους, ἕτερα ἄττα μέρη τοῦ σώματος, ὡς τὸν ἐπὶ Κύκλωπος καὶ τῶν Ὀδυσσέως ἑταίρων μῦθον ἀποδεδειχέναι τούτους ἀληθῆ, “ψωμούς”, ᾗ φησιν ὁ ποιητής, ἐπεσθίοντας ἀνθρώπων, καὶ ὠμότερον ἢ ἐκεῖνος.
41ὁ μὲν γὰρ ἐχθροὺς ὑποτοπήσας ἠμύνετο, οἱ δὲ συνήθεις καὶ φίλους, ἔστι δὲ ὅτε καὶ συγγενεῖς, ἐφ’ἁλῶν καὶ τραπέζης, ἄσπονδα ἐν σπονδαῖς ἐργασάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅμοια καὶ παρακόπτοντες ὥσπερ νόμισμα δόκιμον ἄσκησιν, οἱ ἀντὶ ἀθλητῶν ἄθλιοι · τοῦτο γὰρ αὐτοῖς ἐπιφημιστέον.
42ἃ γὰρ νήφοντες ἐν σταδίοις ἐκεῖνοι θεαταῖς χρώμενοι τοῖς Πανέλλησι μεθ’ἡμέραν ἕνεκα νίκης καὶ στεφάνων σὺν τέχνῃ δρῶσιν, οὗτοι κιβδηλεύοντες ἐπὶ συμποσίων νύκτωρ ἐν σκότῳ καὶ μεθύοντες, ἐμπαροινοῦντες, ἀνεπιστημόνως καὶ κακοτέχνως ἐπ’ἀτιμίᾳ καὶ ὕβρει καὶ αἰκίᾳ χαλεπῇ τῶν ὑπομενόντων ἐνεργοῦσιν.
43εἰ δὲ μηδεὶς οἷα βραβευτὴς παρελθὼν μέσος διαλύσειε, μετὰ πλείονος ἐξουσίας καταπαλαίουσι, φονῶντες ἐν τα- ταὐτῷ καὶ θανατῶντες · πάσχουσι γὰρ οὐκ ἐλάττονα ὧν διατιθέασιν, ὅπερ οὐκ ἴσασι, παραπαίοντες οἱ τὸν οἶνον οὐχ, ὡς ὁ κωμικός φησιν, ἐπὶ κακῷ τῶν πλησίον αὐτὸ μόνον ἀλλὰ καὶ ἐπὶ τῷ ἰδίῳ πίνειν ὑπομένοντες.
44τοιγαροῦν οἱ πρὸ μικροῦ παρελθόντες εἰς τὰ συμπόσια σῷοι καὶ φίλοι μικρὸν ὕστερον ἐξίασιν ἐχθροὶ καὶ τὰ σώματα ἠκρωτηριασμένοι · καὶ οἱ μὲν συνηγόρων καὶ δικαστῶν, οἱ δὲ καταπλαστῶν καὶ ἰατρῶν καὶ τῆς ὑπὸ τούτων δέονται βοηθείας.
45ἕτεροι δὲ τῶν μετριωτέρων δοκούντων εἶναι συμποτῶν ὥσπερ μανδραγόραν τὸν ἄκρατον πιόντες ὑπερβεβλύκασι καὶ τὸν εὐώνυμον ἀγκῶνα προβαλόντες καὶ τὸν αὐχένα ἐγκάρσιον ἐπιστρέψαντες, ἐνερευγόμενοι ταῖς κύλιξιν, ὕπνῳ βαθεῖ πιέζονται. μηδὲν μήτε ἰδόντες μήτε ἀκούσαντες, ὡς μίαν μόνην ἔχοντες αἴσθησιν, τὴν ἀνδραποδωδεστάτην γεῦσιν.
46οἶδα δέ τινας, ἐπειδὰν ἀκροθώρακες γένωνται, πρὶν τελέως βαπτισθῆναι, τὸν εἰς τὴν ὑστεραίαν πότον ἐξ ἐπιδόσεως καὶ συμβολῶν προευτρεπιζομένους, μέρος ὑπολαμβάνοντας τῆς ἐν χερσὶν εὐφροσύνης εἶναι τὴν περὶ τῆς εἰς τὸ μέλλον μέθης ἐλπίδα.
47τοῦτον τὸν τρόπον διαζῶντες ἄοικοι καὶ ἀνέστιοι διατελοῦσιν, ἐχθροὶ μὲν γονέων καὶ γυναικῶν καὶ τέκνων, ἐχθροὶ δὲ καὶ τῆς πατρίδος, πολέμιοι δὲ καὶ ἑαυτῶν · ὑγρὸς γὰρ καὶ ἄσωτος βίος ἅπασιν ἐπίβουλος.
48ἴσως δ’ἄν τις ἀποδέξαιτο τὴν ἐπιπολάζουσαν νυνὶ τῶν συμποσίων πανταχοῦ διάθεσιν κατὰ πόθον τῆς Ἰταλικῆς πολυτελείας καὶ τρυφῆς, ἣν ἐζήλωσαν Ἕλληνέςτε καὶ βάρβαροι πρὸς ἐπίδειξιν μᾶλλον ἢ πρὸς εὐωχίαν ποιούμενοι τὰς παρασκευάς.
49τρίκλινάτε καὶ πολύκλινα χελώνης ἢ ἐλέφαντος κατεσκευασμένα καὶ τιμαλφεστέρας ὕλης, ὧν τὰ πλεῖστα λιθοκόλλητα · στρωμναὶ ἁλουργεῖς ἐνυφασμένου χρυσοῦ καὶ ἀνθοβαφεῖς ἕτεραι παντοίων χρωμάτων πρὸς τὸ τῆς ὄψεως ἐπαγωγόν · ἐκπωμάτων πλῆθος ἐκτεταγμένων καθ’ἕκαστον εἶδος, ῥυτὰ γὰρ καὶ φιάλαι καὶ κύλικες καὶ ἕτερα πολυειδῆ τεχνικώτατα θηρίκλεια καὶ τορείαις ἐπιστημονικῶν ἀνδρῶν ἠκριβωμένα.
50διακονικὰ ἀνδράποδα εὐμορφότατα καὶ περικαλλέστατα, ὡς ἀφιγμένα οὐχ ὑπηρεσίας ἕνεκα μᾶλλον ἢ τοῦ φανέντα τὴν τῶν θεωμένων ὄψιν ἡδῦναι · τούτων οἱ μὲν παῖδες ἔτι ὄντες οἰνοχοοῦσιν, ὑδροφοροῦσι δὲ βούπαιδες λελουμένοι καὶ λελειασμένοι, οἳ τάτε πρόσωπα ἐντρίβονται καὶ ὑπογράφονται καὶ τὰς τῆς κεφαλῆς τρίχας εὖ πως διαπλέκονται σφηκούμενοι ·
51βαθυχαῖται γάρ εἰσιν ἢ μὴ κειρόμενοι τὸ παράπαν ἢ τὰς προμετωπιδίους αὐτὸ μόνον ἐξ ἄκρων εἰς ἐπανίσωσιν καὶ γραμμῆς κυκλοτεροῦς ἠκριβωμένον σχῆμα · χιτῶνάςτε ἀραχνοϋφεῖς καὶ ἐκλεύκους ἐπαναζωσάμενοι, τὰ μὲν ἐμπρόσθια κατωτέρω τῶν ὑπὸ γόνου, τὰ δὲ κατόπιν μικρὸν ὑπὸ τοῖς γονατίοις, ἑκάτερον δὲ μέρος οὐλοτέραις ταῖς σειραίαις ἐπιδιπλώσεσι κατὰ τὴν τῶν χιτωνίσκων συμβολὴν συστέλλοντες ἐκ πλαγίων κόλπους ἀπαιωροῦσιν, εὐρύνοντες τὰ κοῖλα τῶν πλευρῶν.
52ἐφεδρεύουσι δ’ἄλλοι, μειράκια ἢ πρωτογένεια, τοὺς ἰούλους ἄρτι ἀνθοῦντες, ἀθύρματα πρὸ μικροῦ παιδεραστῶν γεγονότες, ἠσκημένοι σφόδρα περιέργως πρὸς τὰς βαρυτέρας ὑπηρεσίας, ἐπίδειξις ἑστιατόρων εὐπορίας, ὡς ἴσασιν οἱ χρώμενοι, ὡς δὲ ἔχει τὸ ἀληθές, ἀπειροκαλίας.
53πρὸς δὲ τούτοις αἱ πεμμάτων καὶ ὄψων καὶ ἡδυσμάτων ποικιλίαι, περὶ ἃ σιτοπόνοι καὶ ὀψαρτυταὶ πονοῦνται, φροντίζοντες οὐ γεῦσιν, ὅπερ ἀναγκαῖον ἦν, ἡδῦναι μόνον, ἀλλὰ καὶ ὄψιν τῇ καθαριότητι. τοὺς αὐχένας ἐν κύκλῳ περιάγοντες τοῖς ὀφθαλμοῖς καὶ τοῖς μυκτῆρσι περιλιχνεύουσι, τοῖς μὲν τὰς εὐσαρκίας καὶ τὸ πλῆθος, τοῖς δὲ τὴν ἀναδιδομένην κνῖσαν. εἶτα ὅταν ἀμφοτέρων, ὄψεώντε καὶ ὀσμῶν, γένωνται διακορεῖς, ἐσθίειν κελεύουσιν, ἐπαινέσαντες οὐκ ὀλίγα τὴν παρασκευὴν καὶ τὸν ἑστιάτορα τῆς πολυτελείας.
54ἑπτὰ γοῦν καὶ πλείους εἰσκομίζονται τράπεζαι, πλήρεις ἁπάντων ὅσα γῆτε καὶ θάλαττα καὶ ποταμοὶ καὶ ἀὴρ φέρουσιν ἔκλογα πάντα καὶ εὔσαρκα, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ὧν ἑκάστη διαλλάσσει καὶ ταῖς παρασκευαῖς καὶ ταῖς παραρτύσεσιν. ὑπὲρ δὲ τοῦ μηδὲν εἶδος ἀπολειφθῆναι τῶν ἐν τῇ φύσει, τελευταῖαι τῶν ἀκροδρύων εἰσκομίζονται γέμουσαι, δίχα τῶν εἰς τοὺς κώμους καὶ τὰς λεγομένας ἐπιδειπνίδας.
55εἶτα αἱ μὲν ἐκκομίζονται κεναὶ διὰ τὴν τῶν παρόντων ἀπληστίαν, οἳ τρόπον αἰθυιῶν ἐμφορούμενοι κατοψοφαγοῦσιν οὕτως, ὡς καὶ τῶν ὀστέων ἐπεντραγεῖν, τὰς δὲ λωβήσαντες καὶ σπαράξαντες ἡμιβρώτους ἐῶσιν. ὅταν δὲ τελέως ἀπαγορεύσωσι, τὰς μὲν γαστέρας ἄχρι φαρύγγων πεπληρωμένοι, κενοὶ δὲ πρὸς τὰς ἐπιθυμίας, ἀπειρηκότες πρὸς τὰς ἐδωδάς, ἀλλὰ τί ταῦτα προσῆκε μηκύνειν, ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται προσαναρρηγνύντα τὰς ἐπιθυμίας, ὧν ἡ μείωσις ὠφέλιμον;
56εὔξαιτο γὰρ ἄν τις τὰ ἀπευκταιότατα, πεῖνάντε καὶ δίψαν, μᾶλλον ἢ τὴν ἐν ταῖς τοιαύταις εὐωχίαις ἄφθονον σιτίων καὶ ποτῶν περιουσίαν.
57τῶν ἐν τῇ Ἑλλάδι συμποσίων τὰ περιβόητα καὶ σημειωδέστατα δύο ταῦτά ἐστιν, οἷς καὶ Σωκράτης παρετύγχανε · τὸ μὲν ἐν Καλλίου, ἡνίκα στεφανωθέντος Αὐτολύκου τὰ ἐπινίκια εἱστία, τὸ δὲ ἐν Ἀγάθωνος, ἃ καὶ μνήμης ἠξίωσαν ἄνδρες τάτε ἤθη καὶ τοὺς λόγους φιλόσοφοι, Ξενοφῶντε καὶ Πλάτων · ἀνεγράψαντο γὰρ ὡς ἀξιομνημόνευτα, οἷς ὑπετόπασαν χρήσεσθαι παραδείγμασι τοὺς ἔπειτα τῆς ἐν συμποσίοις ἐμμελοῦς διαγωγῆς.
58ἀλλ’ὅμως καὶ ταῦτα συγκρινόμενα τοῖς τῶν ἡμετέρων, οἳ τὸν θεωρητικὸν ἠσπάσαντο βίον, γέλως ἀναφανεῖται. ἡδονὰς μὲν οὖν ἔχει ἑκάτερον, ἀνθρωπικώτερον δέ ἐστι τὸ Ξενοφῶντος · αὐλητρίδεςτε καὶ ὀρχησταὶ καὶ θαυματοποιοὶ καὶ ποιηταὶ γελοίων ἐπὶ τῷ σκῶψαι καὶ χαριεντίσασθαι μέγα φρονοῦντές εἰσί τινες καὶ ἄλλα τῶν ἐν ταῖς ἱλαρωτέραις ἀνέσεσι.
59τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν γυναιξὶν ἐπιμανέντων ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον – ὑποτελοῦσι γὰρ αἱ ἐπιθυμίαι αὗται νόμοις φύσεως –, ἀλλὰ ἀνδρῶν ἄρρεσιν ἡλικίᾳ μόνον διαφέρουσι · καὶ γὰρ εἴ τι περὶ ἔρωτος καὶ Ἀφροδίτης οὐρανίου κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται.
60τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος ἔρως διείληφεν, ἀνδρείαν μέν, τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’εἰρήνην, ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἐναπεργαζόμενος καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι.
61λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν · ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιάτε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκτε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων.
62παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν · ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα.
63σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ἧς συνείχοντο λυθείσης · εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι τῆς ἐπινοίας τὰ ὦτα δελεάζειν · ὧν ἐκ πολλοῦ τοῦ περιόντος οἱ Μωυσέως γνώριμοι, μεμαθηκότες ἐκ πρώτης ἡλικίας ἐρᾶν ἀληθείας, καταφρονοῦσιν ἀνεξαπάτητοι διατελοῦντες.
64ἀλλ’ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις.
65οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες · ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν. ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς.
66ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν – οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις –, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάςτε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν.
67μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες · πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς καὶ πολιοὺς νομίζουσιν, ἐὰν ὀψὲ τῆς προαιρέσεως ἐρασθῶσιν, ἀλλὰ τοὺς ἐκ πρώτης ἡλικίας ἐνηβήσαντας καὶ ἐνακμάσαντας τῷ θεωρητικῷ μέρει φιλοσοφίας, ὃ δὴ κάλλιστον καὶ θειότατόν ἐστι.
68συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ἑαυτῆς οἵατέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα.
69διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’εὐώνυμα. μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι; στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο · τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι.
70διακονοῦνται δὲ οὐχ ὑπ’ἀνδραπόδων, ἡγούμενοι συνόλως τὴν θεραπόντων κτῆσιν εἶναι παρὰ φύσιν · ἡ μὲν γὰρ ἐλευθέρους ἅπαντας γεγέννηκεν, αἱ δέ τινων ἀδικίαι καὶ πλεονεξίαι ζηλωσάντων τὴν ἀρχέκακον ἀνισότητα καταζεύξασαι τὸ ἐπὶ τοῖς ἀσθενεστέροις κράτος τοῖς δυνατωτέροις ἀνῆψαν.
71ἐν δὴ τῷ ἱερῷ τούτῳ συμποσίῳ δοῦλος μὲν ὡς ἔφην οὐδείς, ἐλεύθεροι δὲ ὑπηρετοῦσι, τὰς διακονικὰς χρείας ἐπιτελοῦντες οὐ πρὸς βίαν οὐ δὲ προστάξεις ἀναμένοντες, ἀλλ’ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ σπουδῆς καὶ προθυμίας τὰς ἐπικελεύσεις.
72οὐ δὲ γὰρ οἱ τυχόντες ἐλεύθεροι τάττονται πρὸς ταῖς ὑπουργίαις ταύταις, ἀλλ’οἱ νέοι τῶν ἐν τῷ συστήματι μετὰ πάσης ἐπιμελείας ἀριστίνδην ἐπικριθέντες, ὃν χρὴ τρόπον ἀστείους καὶ εὐγενεῖς πρὸς ἄκραν ἀρετὴν ἐπειγομένους · οἳ καθάπερ υἱοὶ γνήσιοι φιλοτίμως ἄσμενοι πατράσι καὶ μητράσιν ὑπουργοῦσι, κοινοὺς αὑτῶν γονεῖς νομίζοντες οἰκειοτέρους τῶν ἀφ’αἵματος, εἴ γε καλοκἀγαθίας οὐδὲν οἰκειότερόν ἐστι τοῖς εὖ φρονοῦσιν · ἄζωστοι δὲ καὶ καθειμένοι τοὺς χιτωνίσκους εἰσίασιν ὑπηρετήσοντες, ἕνεκα τοῦ μηδὲν εἴδωλον ἐπιφέρεσθαι δουλοπρεποῦς σχήματος.
73εἰς τοῦτο τὸ συμπόσιον – οἶδ’ὅτι γελάσονταί τινες ἀκούσαντες, γελάσονται δὲ οἱ κλαυθμῶν καὶ θρήνων ἄξια δρῶντες – οἶνος ἐκείναις ταῖς ἡμέραις οὐκ εἰσκομίζεται, ἀλλὰ διαυγέστατον ὕδωρ, ψυχρὸν μὲν τοῖς πολλοῖς, θερμὸν δὲ τῶν πρεσβυτάτων τοῖς ἁβροδιαίτοις · καὶ τράπεζα καθαρὰ τῶν ἐναίμων, ἐφ’ἧς ἄρτοι μὲν τροφή, προσόψημα δὲ ἅλες, οἷς ἔστιν ὅτε καὶ ὕσσωπος ἥδυσμα παραρτύεται διὰ τοὺς τρυφῶντας.
74νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται · οἶνος μὲν γὰρ ἀφροσύνης φάρμακον, ὄψα δὲ πολυτελῆ τὸ θρεμμάτων ἀπληστότατον διερεθίζει, τὴν ἐπιθυμίαν.
75καὶ τὰ μὲν πρῶτα τοιαῦτα. μετὰ δὲ τὸ κατακλιθῆναι μὲν τοὺς συμπότας ἐν αἷς ἐδήλωσα τάξεσι, στῆναι δὲ τοὺς διακόνους ἐν κόσμῳ πρὸς ὑπηρεσίαν ἑτοίμους, ὁ πρόεδρος αὐτῶν, πολλῆς ἁπάντων ἡσυχίας γενομένης – πότε δὲ οὐκ ἔστιν; εἴποι τις ἄν · ἀλλ’ἔτι μᾶλλον ἢ πρότερον, ὡς μη δὲ γρύξαι τινὰ τολμᾶν ἢ ἀναπνεῦσαι βιαιότερον –, ζητεῖ τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἢ καὶ ὑπ’ἄλλου προταθὲν ἐπιλύεται, φροντίζων μὲν οὐδὲν ἐπιδείξεως – οὐ γὰρ τῆς ἐπὶ δεινότητι λόγων εὐκλείας ὀρέγεται –, θεάσασθαι δέ τινα ποθῶν ἀκριβέστερον καὶ θεασάμενος μὴ φθονῆσαι τοῖς εἰ καὶ μὴ ὁμοίως ὀξυδορκοῦσι, τὸν γοῦν τοῦ μαθεῖν ἵμερον παραπλήσιον ἔχουσι.
76καὶ ὁ μὲν σχολαιοτέρᾳ χρῆται τῇ διδασκαλίᾳ, διαμέλλων καὶ βραδύνων ταῖς ἐπαναλήψεσιν, ἐγχαράττων ταῖς ψυχαῖς τὰ νοήματα – τῇ γὰρ ἑρμηνείᾳ τοῦ εὐτρόχως καὶ ἀπνευστὶ συνείροντος ὁ τῶν ἀκροωμένων νοῦς συνομαρτεῖν ἀδυνατῶν ὑστερίζει καὶ ἀπολείπεται τῆς καταλήψεως τῶν λεγομένων – ·
77οἱ δὲ ἀνωρθιακότες τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες εἰς αὐτὸν ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς σχέσεως ἐπιμένοντες ἀκροῶνται, τὸ μὲν συνιέναι καὶ κατειληφέναι νεύματι καὶ βλέμματι διασημαίνοντες, τὸν δὲ ἔπαινον τοῦ λέγοντος ἱλαρότητι καὶ τῇ σχέδην περιαγωγῇ τοῦ προσώπου, τὴν δὲ διαπόρησιν ἠρεμαιοτέρᾳ κινήσει τῆς κεφαλῆς καὶ ἄκρῳ δακτύλῳ τῆς δεξιᾶς χειρός · οὐχ ἧττον δὲ τῶν κατακεκλιμένων οἱ παρεστῶτες νέοι προσέχουσιν.
78αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται δι’ὑπονοιῶν ἐν ἀλληγορίαις · ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διατάξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ἐν ᾧ ἤρξατο ἡ λογικὴ ψυχὴ διαφερόντως τὰ οἰκεῖα θεωρεῖν, ὥσπερ διὰ κατόπτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα καὶ τὰ μὲν σύμβολα διαπτύξασα καὶ διακαλύψασα, γυμνὰ δὲ εἰς φῶς προαγαγοῦσα τὰ ἐνθύμια τοῖς δυναμένοις ἐκ μικρᾶς ὑπομνήσεως τὰ ἀφανῆ διὰ τῶν φανερῶν θεωρεῖν.
79ἐπειδὰν οὖν ἱκανῶς ὁ πρόεδρος διειλέχθαι δοκῇ καὶ κατὰ προαίρεσιν ἀπηντηκέναι τῷ μὲν ἡ διάλεξις εὐσκόπως ταῖς ἐπιβολαῖς, τοῖς δὲ ἡ ἀκρόασις, κρότος ἐξ ἁπάντων ὡς ἂν συνηδομένων εἰς τὸ ἔτι ἑψόμενον γίνεται.
80καὶ ἔπειτα ὁ μὲν ἀναστὰς ὕμνον ᾄδει πεποιημένον εἰς τὸν θεόν, ἢ καινὸν αὐτὸς πεποιηκὼς ἢ ἀρχαῖόν τινα τῶν πάλαι ποιητῶν – μέτρα γὰρ καὶ μέλη καταλελοίπασι πολλὰ ἐπῶν τριμέτρων, προσοδίων ὕμνων, παρασπονδείων, παραβωμίων, στασίμων χορικῶν στροφαῖς πολυστρόφοις εὖ διαμεμετρημένων –, μεθ’ὃν καὶ οἱ ἄλλοι κατὰ τάξεις ἐν κόσμῳ προσήκοντι, πάντων κατὰ πολλὴν ἡσυχίαν ἀκροωμένων, πλὴν ὁπότε τὰ ἀκροτελεύτια καὶ ἐφύμνια ᾄδειν δέοι · τότε γὰρ ἐξηχοῦσι πάντεςτε καὶ πᾶσαι.
81ὅταν δὲ ἕκαστος διαπεράνηται τὸν ὕμνον, οἱ νέοι τὴν πρὸ μικροῦ λεχθεῖσαν τράπεζαν εἰσκομίζουσιν, ἐφ’ἧς τὸ παναγέστατον σιτίον, ἄρτος ἐζυμωμένος μετὰ προσοψήματος ἁλῶν, οἷς ὕσσωπος ἀναμέμικται, δι’αἰδῶ τῆς ἀνακειμένης ἐν τῷ ἁγίῳ προνάῳ ἱερᾶς τραπέζης · ἐπὶ γὰρ ταύτης εἰσὶν ἄρτοι καὶ ἅλες ἄνευ ἡδυσμάτων, ἄζυμοι μὲν οἱ ἄρτοι, ἀμιγεῖς δὲ οἱ ἅλες.
82προσῆκον γὰρ ἦν τὰ μὲν ἁπλούστατα καὶ εἰλικρινέστατα τῇ κρατίστῃ τῶν ἱερέων ἀπονεμηθῆναι μερίδι λειτουργίας ἆθλον, τοὺς δὲ ἄλλους τὰ μὲν ὅμοια ζηλοῦν, ἀπέχεσθαι δὲ τῶν αὐτῶν, ἵνα ἔχωσι προνομίαν οἱ κρείττονες.
83μετὰ δὲ τὸ δεῖπνον τὴν ἱερὰν ἄγουσι παννυχίδα. ἄγεται δὲ ἡ παννυχὶς τὸν τρόπον τοῦτον · ἀνίστανται πάντες ἀθρόοι, καὶ κατὰ μέσον τὸ συμπόσιον δύο γίνονται τὸ πρῶτον χοροί, ὁ μὲν ἀνδρῶν, ὁ δὲ γυναικῶν · ἡγεμὼν δὲ καὶ ἔξαρχος αἱρεῖται καθ’ἑκάτερον ἐντιμότατόςτε καὶ ἐμμελέστατος.
84εἶτα ᾄδουσι πεποιημένους ὕμνους εἰς τὸν θεὸν πολλοῖς μέτροις καὶ μέλεσι, τῇ μὲν συνηχοῦντες, τῇ δὲ καὶ ἀντιφώνοις ἁρμονίαις ἐπιχειρονομοῦντες καὶ ἐπορχούμενοι, καὶ ἐπιθειάζοντες τοτὲ μὲν τὰ προσόδια, τοτὲ δὲ τὰ στάσιμα, στροφάςτε τὰς ἐν χορείᾳ καὶ ἀντιστροφὰς ποιούμενοι.
85εἶτα ὅταν ἑκάτερος τῶν χορῶν ἰδίᾳ καὶ καθ’ἑαυτὸν ἑστιαθῇ, καθάπερ ἐν ταῖς βακχείαις ἀκράτου σπάσαντες τοῦ θεοφιλοῦς, ἀναμίγνυνται καὶ γίνονται χορὸς εἷς ἐξ ἀμφοῖν, μίμημα τοῦ πάλαι συστάντος κατὰ τὴν ἐρυθρὰν θάλασσαν ἕνεκα τῶν θαυματουργηθέντων ἐκεῖ.
86τὸ γὰρ πέλαγος προστάξει θεοῦ τοῖς μὲν σωτηρίας αἴτιον τοῖς δὲ πανωλεθρίας γίνεται · ῥαγέντος μὲν γὰρ καὶ βιαίοις ἀνακοπαῖς ὑποσυρέντος καὶ ἑκατέρωθεν ἐξ ἐναντίας οἷα τειχῶν παγέντων, τὸ μεθόριον διάστημα εἰς λεωφόρον ὁδὸν καὶ ξηρὰν πᾶσαν ἀνατμηθὲν εὐρύνετο, δι’ἧς ὁ λεὼς ἐπέζευσεν ἄχρι τῆς ἀντιπέραν ἠπείρου πρὸς τὰ μετέωρα παραπεμφθείς · ἐπιδραμόντος δὲ ταῖς παλιρροίαις καὶ τοῦ μὲν ἔνθεν τοῦ δὲ ἔνθεν εἰς τὸ χερσωθὲν ἔδαφος ἀναχυθέντος, οἱ ἐπακολουθήσαντες τῶν πολεμίων κατακλυσθέντες διαφθείρονται.
87τοῦτο δὲ ἰδόντες καὶ παθόντες, ὃ λόγου καὶ ἐννοίας καὶ ἐλπίδος μεῖζον ἔργον ἦν, ἐνθουσιῶντέςτε ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εἷς γενόμενοι χορός, τοὺς εὐχαριστηρίους ὕμνους εἰς τὸν σωτῆρα θεὸν ᾖδον, ἐξάρχοντος τοῖς μὲν ἀνδράσι Μωυσέως τοῦ προφήτου, ταῖς δὲ γυναιξὶ Μαριὰμ τῆς προφήτιδος.
88τούτῳ μάλιστα ἀπεικονισθεὶς ὁ τῶν θεραπευτῶν καὶ θεραπευτρίδων, μέλεσιν ἀντήχοις καὶ ἀντιφώνοις πρὸς βαρὺν ἦχον τῶν ἀνδρῶν ὁ γυναικῶν ὀξὺς ἀνακιρνάμενος, ἐναρμόνιον συμφωνίαν ἀποτελεῖ καὶ μουσικὴν ὄντως · πάγκαλα μὲν τὰ νοήματα, πάγκαλοι δὲ αἱ λέξεις, σεμνοὶ δὲ οἱ χορευταί · τὸ δὲ τέλος καὶ τῶν νοημάτων καὶ τῶν λέξεων καὶ τῶν χορευτῶν εὐσέβεια.
89μεθυσθέντες οὖν ἄχρι πρωΐας τὴν καλὴν ταύτην μέθην, οὐ καρηβαροῦντες ἢ καταμύοντες, ἀλλὰ διεγηγερμένοι μᾶλλον ἢ ὅτε παρεγένοντο εἰς τὸ συμπόσιον, τάςτε ὄψεις καὶ ὅλον τὸ σῶμα πρὸς τὴν ἕω στάντες, ἐπὰν θεάσωνται τὸν ἥλιον ἀνίσχοντα, τὰς χεῖρας ἀνατείναντες εἰς οὐρανὸν εὐημερίαν καὶ ἀλήθειαν ἐπεύχονται καὶ ὀξυωπίαν λογισμοῦ · καὶ μετὰ τὰς εὐχὰς εἰς τὰ ἑαυτῶν ἕκαστος σεμνεῖα ἀναχωροῦσι, πάλιν τὴν συνήθη φιλοσοφίαν ἐμπορευσόμενοι καὶ γεωργήσοντες.
90θεραπευτῶν μὲν δὴ πέρι τοσαῦτα θεωρίαν ἀσπασαμένων φύσεως καὶ τῶν ἐν αὐτῇ καὶ ψυχῇ μόνῃ βιωσάντων, οὐρανοῦ μὲν καὶ κόσμου πολιτῶν, τῷ δὲ πατρὶ καὶ ποιητῇ τῶν ὅλων γνησίως συσταθέντων ὑπ’ἀρετῆς, ἥτις θεοῦ φιλίαν αὐτοῖς προυξένησεν οἰκειότατον γέρας καλοκἀγαθίας προσθεῖσα, πάσης ἄμεινον εὐτυχίας, ἐπ’αὐτὴν ἀκρότητα φθάνον εὐδαιμονίας.