Philo Judaeus

On Drunkenness

1

1τὰ μὲν τοῖς ἄλλοις φιλοσόφοις εἰρημένα περὶ μέθης, ὡς οἷόντε ἦν, ἐν τῇ πρὸ ταύτης ὑπεμνήσαμεν βίβλῳ, νυνὶ δὲ ἐπισκεψώμεθα τίνα τῷ πάντα μεγάλῳ καὶ σοφῷ νομοθέτῃ περὶ αὐτῆς δοκεῖ.

2πολλαχοῦ γὰρ τῆς νομοθεσίας οἴνου καὶ τοῦ γεννῶντος φυτοῦ τὸν οἶνον ἀμπέλου διαμέμνηται · καὶ τοῖς μὲν ἐμπίνειν ἐπιτρέπει, τοῖς δ’οὐκ ἐφίησι, καὶ τοῖς αὐτοῖς ἔστιν ὅτε προστάττει τἀναντία, οἴνῳ χρῆσθαίτε καὶ μή. οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν μεγάλην εὐχὴν εὐξάμενοι, οἷς δὲ ἀκράτῳ χρῆσθαι ἀπείρηται οἱ λειτουργοῦντες ἱερεῖς, οἱ δὲ προσφερόμενοι τὸν οἶνον μυρίοι τῶν ἐπ’ἀρετῇ μάλιστα καὶ παρ’αὐτῷ τεθαυμασμένων.

3πρὶν δὲ περὶ τούτων ἄρξασθαι λέγειν, τὰ συντείνοντα πρὸς τὰς κατασκευὰς αὐτῶν ἀκριβωτέον. ἔστι δ’ὥς γ’οἶμαι τάδε ·

2

4σύμβολον τὸν ἄκρατον Μωυσῆς οὐχ ἑνὸς ἀλλὰ πλειόνων εἶναι νομίζει, τοῦ ληρεῖν καὶ παραπαίειν, ἀναισθησίας παντελοῦς, ἀπληστίας ἀκορέστου καὶ δυσαρέστου ἐπιθυμίας καὶ εὐφροσύνης τῆς τἄλλα περιεχούσης καὶ πᾶσι τοῖς εἰρημένοις ἐμφαινομένης γυμνότητος, τὸν Νῶε μεθυσθέντα φησὶ χρήσασθαι. τὸν μὲν οὖν οἶνον λέγεται ταῦτα ἐργάζεσθαι.

5μυρίοι δὲ καὶ τῶν οὐ προσαψαμένων ἀκράτου νήφειν ὑπολαμβάνοντες τοῖς ὁμοίοις ἁλίσκονται · καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν ἀφραίνοντάςτε καὶ ληροῦντας, τοὺς δ’ἀναισθησίᾳ παντελεῖ κατεσχημένους, τοὺς δὲ μηδέποτε πληρουμένους, αἰεὶ δὲ τῶν ἀνηνύτων διψῶντας διὰ χηρείαν ἐπιστήμης, τοὺς δ’ἔμπαλιν γανουμένους καὶ εὐφραινομένους, τοὺς δὲ τῷ ὄντι γυμνουμένους.

6τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἐπιζήμιος ἀπαιδευσία λέγω δ’οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν , τοῦ δ’ἀναισθητεῖν ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει ·

7ἅμα μὲν γὰρ οὐχ οἷον ἀποδύσασθαι, ἀλλ’οὐ δ’ἐνσκευάσασθαι ταύτας δυνατόν · ἐπειδὰν δέ τις ἀπορρίψῃ τὴν ἑτέραν, ἐξ ἀνάγκης τὴν ἐναντίαν ἀναλαβὼν ἐπαμπίσχεται.

8ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τάτε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ ·

9ὁπότε μὲν γὰρ φυλλορροεῖ καὶ ἀφαυαίνεται θάτερον, ἄρχεται ἀναβλαστάνειν καὶ χλοηφορεῖν τὸ ἐναντίον, ὡς ὑπολαβεῖν, ὅτι ἑκάτερον τῇ θατέρου δυσχεραῖνον εὐπραγίᾳ στέλλεται. δι’ἣν αἰτίαν φυσικώτατα τὴν Ἰακὼβ ἔξοδον εἴσοδον Ἠσαῦ παρίστησιν · ἐγένετο γάρ φησιν ὅσον ἐξῆλθεν Ἰακώβ, ἧκεν Ἠσαῦ ἀδελφὸς αὐτοῦ ·

10μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς ἀφροσύνης ἑταῖρος ἐκτετόξευται · ἐπειδὰν δὲ μεταναστῇ, γεγηθὼς κάτεισιν ἐκεῖνος, τῆς πολεμίου καὶ δυσμενοῦς δι’ἣν ἠλαύνετο καὶ ἐφυγαδεύετο μηκέτι τὸν αὐτὸν χῶρον οἰκούσης.

3

11τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν · τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον.

12ἀπαιδευσία γὰρ τῶν ψυχῆς ἁμαρτημάτων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ ἀρχέκακον, ἀφ’ἧς ὥσπερ ἀπὸ πηγῆς ῥέουσιν αἱ τοῦ βίου πράξεις, πότιμον μὲν καὶ σωτήριον οὐδὲν οὐδενὶ νᾶμα ἐκδιδοῦσα τὸ παράπαν, ἁλμυρὸν δὲ νόσου καὶ φθορᾶς τοῖς χρησομένοις αἴτιον.

13οὕτως γοῦν κατὰ ἀναγώγων καὶ ἀπαιδεύτων νομοθέτης φονᾷ, ὡς κατ’οὐδενὸς ἴσως ἑτέρου. τεκμήριον δέ · τίνες εἰσὶν οἱ μὴ ἐπιτηδεύσει μᾶλλον φύσει σύμμαχοι παράτε ἀνθρώποις καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων; ἀλλ’οὐ δὲ μανεὶς ἑτέρους ἂν εἴποι τις τοὺς τοκέας εἶναι · κήδεται γὰρ ἀδιδάκτῳ τῇ φύσει τὸ πεποιηκὸς αἰεὶ τοῦ γενομένου, καὶ σωτηρίας αὐτοῦ καὶ διαμονῆς τῆς εἰσάπαν πρόνοιαν ἔχει.

4

14τοὺς οὖν ἐκ φύσεως συναγωνιστὰς ὑπάρχοντας εἰς ἐχθρῶν μετελθεῖν τάξιν ἐσπούδασε κατηγόρους ἐπιστήσας τοὺς δεόντως ἂν συναγορεύοντας, πατέρα καὶ μητέρα, ἵν’ὑφ’ὧν εἰκὸς ἦν σῴζεσθαι μόνων παραπόλωνται · ἐὰν γάρ τινι φησίν υἱὸς ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνῆς πατρὸς καὶ μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, συλλαβόντες αὐτὸν πατὴρ αὐτοῦ καὶ μήτηρ ἐξάξουσιν εἰς τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν · υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐκ εἰσακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ. καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

15οὐκοῦν αἱ κατηγορίαι ἀριθμῷ τέτταρες, ἀπείθεια καὶ ἐρεθισμὸς καὶ συμβολῶν εἰσφορὰ καὶ μέθη. μεγίστη δ’ τελευταία παραύξησιν ἀπὸ τῆς πρώτης ἀπειθείας λαβοῦσα · ἀρξαμένη γὰρ ἀφηνιάζειν ψυχὴ καὶ προελθοῦσα διὰ ἔριδος καὶ φιλονεικίας ἐπὶ ὕστατον ὅρον ἔρχεται, μέθην, τὴν ἐκστάσεως καὶ παραφροσύνης αἰτίαν. ἑκάστης δὲ τῶν κατηγοριῶν τὴν δύναμιν ἰδεῖν ἀναγκαῖον τὴν ἀρχὴν ἀπὸ τῆς πρώτης λαβόντας.

5

16ἀνωμολόγηται τοίνυν περιφανῶς, ὅτι τὸ εἴκειν καὶ πειθαρχεῖν ἀρετῇ καλὸν καὶ συμφέρον, ὥστε τὸ ἀπειθεῖν ἔμπαλιν αἰσχρὸν καὶ οὐ μετρίως ἀλυσιτελές · τὸ δὲ δὴ καὶ ἐρεθίζειν ὑπερβολὴν πᾶσαν κεχώρηκε τοῦ δεινοῦ · γὰρ ἀπειθὴς τοῦ φιλέριδος ἧττον μοχθηρός ἐστιν, μὲν αὐτὸ μόνον τῶν προσταττομένων ἀλογῶν, δὲ καὶ τοῖς ἐναντίοις ἐγχειρεῖν σπουδὴν πεποιημένος.

17φέρε δ’ὡς ἔχει τοῦτο θεασώμεθα · νόμου κελεύοντος, εἰ τύχοι, τοὺς γονεῖς τιμᾶν, μὲν μὴ τιμῶν ἀπειθής, δ’ἀτιμάζων φίλερις. καὶ πάλιν τοῦ τὴν πατρίδα σῴζειν ὄντος δικαίου τὸν μὲν πρὸς αὐτὸ τοῦτο ὄκνῳ χρώμενον ἀπειθῆ, τὸν δ’ἔτι καὶ προδιδόναι διεγνωκότα δύσεριν καὶ φιλόνεικον λεκτέον.

18τε μὴ χαριζόμενός τισιν ἐναντιούμενος τῷ φάσκοντι δεῖν ὠφελεῖν ἀπειθεῖ, δὲ πρὸς τῷ μὴ χαρίζεσθαι καὶ ὅσα βλάβης ἐστὶν ἐμποιῶν ἔριδι ἐπαιρόμενος ἀνίατα ἐξαμαρτάνει. καὶ μὴν γε ἱερουργίαις καὶ τοῖς ἄλλοις ὅσα πρὸς εὐσέβειαν ἀναφέρεται μὴ χρώμενος ἀπειθεῖ προστάξεσιν, ἃς νόμος εἴωθε περὶ τούτων προστάττειν, ἀνερεθίζει δ’ πρὸς τοὐναντίον, ἀσέβειαν, ἀποκλίνας καὶ ἀθεότητος εἰσηγητής.

6

19οἷος ἦν φάσκων τίς ἐστιν οὗ ὑπακούσομαι; καὶ πάλιν οὐκ οἶδα τὸν κύριον. διὰ μὲν οὖν τῆς προτέρας φωνῆς παρίστησιν, ὅτι οὐκ ἔστι τὸ θεῖον, διὰ δὲ τῆς ἔπειτα, ὅτι, εἰ καὶ ἔστιν, ἀλλά τοι ἀγνοεῖται, ὅπερ ἐκ τοῦ μὴ προνοεῖν συνάγεται · εἰ γὰρ προὐνόει, κἂν ἐγινώσκετο.

20συμβολάς γε μὴν καὶ ἐράνους φέρειν ἐπὶ μὲν τῇ τοῦ ἀρίστου κτήματος μετουσίᾳ, φρονήσεως, ἐπαινετὸν καὶ συμφέρον, ἕνεκα δὲ τῆς τοῦ ἀκροτάτου πάντων κακοῦ, ἀφροσύνης, ἀλυσιτελέςτε καὶ ψεκτόν.

21αἱ μὲν οὖν πρὸς τὸ ἄριστον συμβολαὶ πόθος ἀρετῆς, τῶν καλῶν ζῆλος, μελέται συνεχεῖς, ἀσκήσεις ἐπίμονοι, ἄτρυτοι καὶ ἀκμῆτες πόνοι, αἱ δὲ πρὸς τὸ ἐναντίον ἄνεσις, ῥᾳθυμία, τρυφή, θρύψις, παντελὴς ἐκδιαίτησις.

22ἰδεῖν μέντοι καὶ τοὺς ἐπαποδυομένους πολυοινίᾳ καὶ καθ’ἑκάστην ἡμέραν γυμναζομένους καὶ ἀθλοῦντας τοὺς ἐπ’ἀπληστίᾳ γαστρὸς ἄθλους ἔστι συμβολὰς μὲν ὡς ἐπί τινι τῶν λυσιτελῶν εἰσφέροντας, ζημιουμένους δὲ πάντα, χρήματα, σώματα, ψυχάς · τὰ μὲν γὰρ εἰσφέροντες μειοῦσι τὴν οὐσίαν, τῶν δὲ σωμάτων διὰ τὸ ἁβροδίαιτον κατακλῶσι καὶ θρύπτουσι τὰς δυνάμεις, τὰς δὲ ψυχὰς ποταμοῦ χειμάρρου τρόπον ἀμετρίᾳ τροφῶν ἐπικλύζοντες εἰς βυθὸν ἀναγκάζουσι δύεσθαι.

23τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι φέρουσιν ἐράνους ἐπὶ καθαιρέσει παιδείας, τὸ κυριώτατον τῶν ἐν αὐτοῖς ζημιοῦσι, διάνοιαν, ἀποκόπτοντες αὐτῆς τὰ σωτήρια, φρόνησιν καὶ σωφροσύνην, ἔτι δὲ ἀνδρείαν καὶ δικαιοσύνην. διό μοι δοκεῖ καὶ αὐτὸς ὀνόματι συνθέτῳ χρῆσθαι τῷ συμβολοκοπῶν πρὸς δήλωσιν ἐναργεστέραν τοῦ σημαινομένου, διότι τὰ κατὰ ἀρετῆς ἐπιχειρήματα ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους εἰσφέροντες τιτρώσκουσι καὶ διαιροῦσι καὶ συγκόπτουσι μέχρι παντελοῦς φθορᾶς τὰς φιληκόους καὶ φιλομαθεῖς ψυχάς.

7

24 μὲν οὖν σοφὸς Ἀβραὰμ ἐπανελθεῖν λέγεται ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλαγόμορ καὶ τῶν βασιλέων τῶν μετ’αὐτοῦ, δ’Ἀμαλὴκ ἔμπαλιν τοῦ ἀσκητοῦ τὴν οὐραγίαν κόπτειν, ἀκολουθίᾳ φύσεως · ἐχθρὰ γὰρ τὰ ἐναντία καὶ τὸν ἐπ’ἀλλήλοις ὄλεθρον ἀεὶ μελετῶντα.

25τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’εἰσηγουμένων ἄλλων ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ ·

26τῷ γὰρ ὄντι πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακόν, ἐσταλμένον δὲ καὶ σπάνιον τἀγαθόν. παραίνεσις οὖν ὠφελιμωτάτη μὴ τοῖς πολλοῖς, μεθ’ὧν τὸ ἀδικεῖν, ἀλλὰ τοῖς ὀλίγοις, μεθ’ὧν τὸ δικαιοπραγεῖν, συμφέρεσθαι.

8

27τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως · τὸ γὰρ οἰνοφλυγεῖν ἴσον ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ὅλην δι’ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάντε καὶ πυρπολοῦσαν.

28εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας · λέγεται γὰρ ἐξαρεῖς τὸν πονηρόν, οὐκ ἐκ πόλεως χώρας ἔθνους, ἀλλ’ἐξ ὑμῶν αὐτῶν · ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον.

29τὸν οὖν ἀπειθῆ καὶ φίλεριν καὶ λόγων πιθανότητας ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους ἐπὶ καθαιρέσει τοῦ καλοῦ πορίζοντα καὶ ἀκράτῳ φλεγόμενον καὶ καταμεθύοντα ἀρετῆς καὶ παροινίας ἐκτόπους εἰς αὐτὴν παροινοῦντα δίκαιον ἦν κατηγόρους μὲν τοὺς ἄλλοις συμμάχους λαβεῖν, πατέρα καὶ μητέρα, φθορὰν δὲ ἐνδέξασθαι παντελῆ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν τῶν οἵωντε. σῴζεσθαι.

30πατρὸς δὲ καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δ’αἱ δυνάμεις. τὸν γοῦν τόδε τὸ πᾶν ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ πατέρα εἶναι τοῦ γεγονότος εὐθὺς ἐν δίκῃ φήσομεν, μητέρα δὲ τὴν τοῦ πεποιηκότος ἐπιστήμην, συνὼν θεὸς οὐχ ὡς ἄνθρωπος ἔσπειρε γένεσιν. δὲ παραδεξαμένη τὰ τοῦ θεοῦ σπέρματα τελεσφόροις ὠδῖσι τὸν μόνον καὶ ἀγαπητὸν αἰσθητὸν υἱὸν ἀπεκύησε, τόνδε τὸν κόσμον.

31εἰσάγεται γοῦν παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ σοφία περὶ αὑτῆς λέγουσα τὸν τρόπον τοῦτον · θεὸς ἐκτήσατό με πρωτίστην τῶν ἑαυτοῦ ἔργων, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με · ἦν γὰρ ἀναγκαῖον τῆς μητρὸς καὶ τιθήνης τῶν ὅλων πάνθ’ὅσα εἰς γένεσιν ἦλθεν εἶναι νεώτερα.

9

32τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν; ἀλλ’οὐ δὲ μετρίαν ἀπειλὴν ἐλαφροτάτην κατάμεμψιν. οὐ δὲ γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐ δ’ κόσμος, ἀλλ’οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαιτε καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν;

33τοὺς μὲν δὴ τοῦ παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην καὶ ἐγκύκλιον χορείαντε καὶ παιδείαν · οἷς καλὸν καὶ συμφέρον ὡς ἂν ἔκγονον τοκεῦσι πείθεσθαι.

34τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου, παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν, κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας ἀσπασάμενοι.

35τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, μὲν ἀμφοτέροις καταπειθής, δ’οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ προτέρᾳ, τῶν δ’ἄλλων ἡμιτελὴς ἑκατέρα · μὲν γὰρ αὐτῶν φιλοπάτωρ σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς ἀλογεῖ, δ’ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ, τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. μὲν οὖν πρώτη τὰ κατὰ πάντων ἆθλα οἴσεται νικητήρια, δ’ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν ἀναδέξεται, τῶν δ’ἄλλων ἑκατέρα, μὲν δευτερείων, δὲ τρίτων ἄθλων μεταποιήσεται, δευτερείων μὲν πειθαρχοῦσα πατρί, τρίτων δ’ τῇ Μητρί.

10

36τῆς μὲν οὖν φιλομήτορος ταῖς τῶν πολλῶν δόξαις ὑπεικούσης καὶ κατὰ τὰς πολυτρόπους τοῦ βίου ζηλώσεις παντοδαπὰς μεταβαλλούσης ἰδέας Αἰγυπτίου Πρωτέως τὸν τρόπον, ὃς τῷ πάνθ’ὅσα ἐν τῷ παντὶ πεφυκέναι γίνεσθαι τὸ ἀληθὲς ἀδηλούμενον ἔσχεν εἶδος, τύπος ἐναργέστατος Ἰοθόρ, πλάσμα τύφου, πρὸς πόλιν καὶ πολιτείαν συγκλύδων καὶ μιγάδων ἀνθρώπων κεναῖς αἰωρουμένων δόξαις μάλιστα ἁρμόττων.

37Μωυσέως γὰρ τοῦ σοφοῦ τὸν λεὼν ἅπαντα τῆς ψυχῆς πρὸς εὐσέβειαν καὶ τιμὴν θεοῦ μετακαλοῦντος καὶ τάςτε προστάξεις καὶ τοὺς ἱερωτάτους νόμους ἀναδιδάσκοντος φησὶ γὰρ ὅτι ἐπειδὰν γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον καὶ συμβιβάζω τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ , παρελθὼν δοκησίσοφος Ἰοθόρ, τῶν μὲν θείων ἀμύητος ἀγαθῶν, τοῖς δὲ ἀνθρωπείοις καὶ φθαρτοῖς μάλιστ’ἐνωμιληκὼς δημαγωγεῖ καὶ νόμους ἐναντίους τοῖς τῆς φύσεως ἀναγράφει, πρὸς τὸ δοκεῖν ἀφορῶν ἐκείνων ἀναφερομένων πρὸς τὸ εἶναι.

38καίτοι καὶ τοῦτον ἐλεήσας καὶ οἰκτισάμενος τοῦ πολλοῦ πλάνου μεταδιδάσκειν οἴεται δεῖν καὶ ἀναπείθειν ἀποστῆναι μὲν τῶν κενῶν δοξῶν, ἀκολουθῆσαι δὲ παγίως τῷ ἀληθεῖ ·

39ἐξάραντες, γάρ φησιν, ἡμεῖς καὶ ἀποκόψαντες τῆς διανοίας τὸν κενὸν τῦφον μετανιστάμεθα εἰς τὸν ἐπιστήμης τόπον, ὃν χρησμοῖς καὶ ὁμολογίαις θείαις λαμβάνομεν · ἴθι δὴ μεθ’ἡμῶν καὶ εὖ σε ποιήσομεν · ἀποβαλεῖς μὲν γὰρ τὴν βλαβερωτάτην δόκησιν, κτήσῃ δὲ τὴν ὠφελιμωτάτην ἀλήθειαν.

40ἀλλὰ γὰρ τοιαῦτα κατεπᾳσθεὶς ἀλογήσει τῶν εἰρημένων καὶ ἐπιστήμῃ μὲν οὐδαμῇ οὐδαμῶς ἕψεται, ἀναχωρήσει δὲ καὶ ἀναδραμεῖται πρὸς τὸν ἴδιον καὶ κενὸν τῦφον · λέγεται γὰρ ὅτι εἶπε πρὸς αὐτόν · οὐ πορεύσομαι ἀλλ’εἰς τὴν γῆν μου καὶ τὴν γενεάν μου, τουτέστι τὴν συγγενῆ ψευδοδοξοῦσαν ἀπιστίαν, ἐπειδὴ τὴν ἀληθεύουσαν ἀνδράσι φίλην πίστιν οὐκ ἔμαθε.

11

41καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος ποιήσασθαι λέγῃ · νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς, ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ κατηγορεῖ.

42φήσουσι γὰρ αὐτῷ · νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’οὐκ ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, προεντετύχηκας; τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐ δὲ νῦν ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς.

43ἐλέγχῃ δ’οὐδὲν ἧττον ἐπιμορφάζων, ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι · εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν, οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον.

44ὥσπερ γὰρ ἀνατείλας ἥλιος ἀποκρύπτει τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται · ἐπιλάμψασα γὰρ τοῦ ὄντος ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι δοκοῦσιν ἐπισκοτεῖν.

45θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν · ἀλλ’ ἀνεπιστημοσύνη τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν οὐκ οὖσι, δόξαν εἰργάσατο.

12

46τῆς αὐτῆς προαιρέσεώς ἐστι πᾶς, ὅτῳ τὰ μὲν ψυχῆς ἀπέγνωσται, τὰ δὲ περὶ σῶμάτε καὶ ἐκτὸς χρώμασι καὶ σχήμασι πεποικιλμένα πρὸς ἀπάτην αἰσθήσεως εὐπαραγώγου θαυμάζεται.

47καλεῖ δὲ τὸν τοιοῦτον νομοθέτης Λάβαν, ὃς τοὺς ἀληθεῖς τῆς φύσεως νόμους οὐ κατιδὼν ψευδογραφεῖ τοὺς παρὰ ἀνθρώποις φάσκων · οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν τὴν πρεσβυτέραν.

48οὗτος μὲν γὰρ τὴν ἐν χρόνοις τάξιν φυλάττειν οἴεται δεῖν, τὰ πρεσβύτερα πρότερον καὶ τὰ νεώτερα αὖθις εἰς κοινωνίαν ἄγεσθαι δικαιῶν. δὲ σοφίας ἀσκητὴς εἰδὼς καὶ φύσεις ἀχρόνους ὑπαρχούσας ἐφίεται καὶ νεωτέρων προτέρων καὶ πρεσβυτέρων ὑστέρων. ἔχει δὲ καὶ τὸν ἠθοποιὸν λόγον ἑαυτῷ συνᾴδοντα · τοῖς γὰρ ἀσκηταῖς ἀνάγκη πρότερον ἐντυχεῖν τῇ νεωτέρᾳ παιδείᾳ, ἵνα τῆς τελειοτέρας αὖθις ἀπόνασθαι βεβαίως δυνηθῶσι.

49παρὸ καὶ μέχρι νῦν οἱ καλοκἀγαθίας ἐρασταὶ οὐ πρότερον ἐπὶ τὰς τῆς πρεσβυτέρας ἀφικνοῦνται θύρας φιλοσοφίας, πρὶν ταῖς νεωτέραις ἐντυχεῖν, γραμματικῇ καὶ γεωμετρίᾳ καὶ τῇ συμπάσῃ τῶν ἐγκυκλίων μουσικῇ · αὗται γὰρ σοφίαν τοῖς ἀδόλως καὶ καθαρῶς μνωμένοις ἀεὶ προξενοῦσιν.

50 δ’ἀντισοφίζεται βουλόμενος τὴν πρεσβυτέραν ἡμᾶς ἀγαγέσθαι προτέραν, οὐχ ἵνα βεβαίως ἔχωμεν, ἀλλ’ἵνα τοῖς τῆς νεωτέρας φίλτροις δελεασθέντες αὖθις τὸν ἐπ’ἐκείνῃ πόθον ἐκλύσωμεν.

13

51καὶ σχεδὸν τοῦτο συνέβη πολλοῖς τῶν ἀνοδίᾳ πρὸς παιδείαν χρησαμένων. ἔτι γάρ, ὡς ἔπος εἰπεῖν, ἀπ’αὐτῶν σπαργάνων πρὸς τελειότατον ἐπιτήδευμα, φιλοσοφίαν, ἐλθόντες, ἀμύητοι τῶν ἐγκυκλίων εἰσάπαν οὐ δικαιώσαντες γενέσθαι ὀψὲ καὶ μόλις αὐτῶν ἅψασθαι διενοήθησαν. κἄπειτα ἀπὸ τῆς μείζονος καὶ πρεσβυτέρας ἐπὶ τὴν τῶν ἐλαττόνων καὶ νεωτέρων θέαν καταβάντες ἐνεγήρασαν αὐτοῖς, ὡς μηκέτ’ἀναδραμεῖν ὅθεν ὥρμησαν ἰσχῦσαι.

52διὰ τοῦτ’οἶμαί φησι · συντέλεσον τὰ ἕβδομα ταύτης, ἴσον τῷ μὴ ἀτελεύτητον ἔστω σοι τὸ τῆς ψυχῆς ἀγαθόν, ἀλλ’ὅρον ἐχέτω καὶ πέρας, ἵνα καὶ τῇ νεωτέρᾳ τάξει τῶν ἀγαθῶν ἐντύχῃς, ἣν σώματος κάλλος καὶ δόξα καὶ πλοῦτος καὶ τὰ ὁμοιότροπα κεκλήρωται.

53 δὲ συντελέσειν μὲν οὐχ ὑπισχνεῖται, ἀναπληρώσειν δ’αὐτὴν ὁμολογεῖ, τουτέστι μηδέποτε ἐπιλείψειν τὰ πρὸς αὔξησιν καὶ συμπλήρωσιν αὐτῆς ἐπιτηδεύων, ἀλλ’ἀεὶ καὶ πανταχοῦ περιέξεσθαι, κἂν μυρία τὰ ἀντισπῶντα καὶ ἀνθέλκοντα .

54πάνυ δ’ἐκδήλως τὸ τὰ ἔθη γυναιξὶ μᾶλλον ἀνδράσιν ἐπιτηδεύεσθαι δοκεῖ μοι παρίστασθαι διὰ τῶν Ῥαχὴλ τῆς μόνα τὰ αἰσθητὰ θαυμαζούσης λόγων · φησὶ γὰρ πρὸς τὸν πατέρα ἑαυτῆς · μὴ βαρέως φέρε, κύριε · οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ’ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν.

55οὐκοῦν γυναικῶν ἴδιον τὸ ἔθεσι πείθεσθαι · καὶ γὰρ τῷ ὄντι ἀσθενεστέρας καὶ θηλυτέρας ψυχῆς τὸ ἔθος · ἀνδρῶν γάρ τοι φύσις, καὶ ἐρρωμένου καὶ ἄρρενος ὡς ἀληθῶς λογισμοῦ ἕπεσθαι φύσει.

14

56καταπέπληγμαι δὲ τὸ ἀψευδὲς τῆς ψυχῆς τῆς ἐν τοῖς ἑαυτῆς διαλόγοις ὁμολογούσης, ὅτι οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξαναστῆναι, ἀλλ’ἕκαστον αὐτῶν τέθηπε καὶ τιμᾷ καὶ μονονοὺχ ἑαυτῆς προκέκρικεν.

57ἐπεὶ τίς ἡμῶν ἀντιστατεῖ πλούτῳ; τίς δὲ πρὸς δόξαν κονίεται; τίς δὲ τιμῆς ἀρχῆς καταπεφρόνηκε σχεδὸν τῶν ἔτι φυρομένων ἐν κεναῖς δόξαις; οὐ δὲ εἷς τὸ παράπαν.

58ἀλλ’ἕως μὲν οὐδὲν τούτων πάρεστιν, ὑψηγοροῦμεν ὡς ὀλιγοδεΐας ἑταῖροι τὸν αὐταρκέστατον καὶ δικαιότατον καὶ ἐλευθέροις καὶ εὐγενέσιν ἁρμόττοντα περιποιούσης βίον · ἐπειδὰν δέ τινος τῶν εἰρημένων ἐλπὶς ἐλπίδος αὐτὸ μόνον αὔρα βραχεῖα καταπνεύσῃ, διελεγχόμεθα · ὑπείκοντες γὰρ εὐθὺς ἐνδίδομεν καὶ ἀντιβῆναι καὶ ἀντισχεῖν οὐ δυνάμεθα, προδοθέντες δ’ὑπὸ τῶν φίλων αἰσθήσεων ὅλην τὴν ψυχῆς συμμαχίαν ἐκλείπομεν καὶ οὐκέτι λανθάνοντες ἀλλ’ἤδη φανερῶς αὐτομολοῦμεν · καὶ μήποτ’εἰκότως ·

59ἔτι γὰρ ἡμῖν ἔθη τὰ γυναικῶν ἐπιπεπόλακεν οὔπω δυνηθεῖσι τὰ μὲν ἐκνίψασθαι, πρὸς δὲ τὴν ἀνδρωνῖτιν μεταδραμεῖν ἑστίαν, καθάπερ λόγος ἔχει τὴν φιλάρετον διάνοιαν, ὄνομα Σάρραν ·

60αὕτη γὰρ εἰσάγεται διὰ τῶν χρησμῶν τὰ γυναικεῖα πάντ’ἐκλιποῦσα, ἡνίκα τὸ αὐτομαθὲς γένος ὠδίνειν καὶ ἀποτίκτειν ἔμελλεν, ἐπίκλησιν Ἰσαάκ.

61λέγεται δὲ καὶ ἀμήτωρ γενέσθαι τὴν ἐκ πατρός, οὐ πρὸς μητρός, αὐτὸ μόνον κληρωσαμένη συγγένειαν, θήλεος γενεᾶς ἀμέτοχος. εἶπε γάρ πού τις · καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’οὐκ ἐκ μητρός · οὐ γὰρ ἐξ ὕλης τῆς αἰσθητῆς συνισταμένης ἀεὶ καὶ λυομένης, ἣν μητέρα καὶ τροφὸν καὶ τιθήνην τῶν ποιητῶν ἔφασαν, οἷς πρώτοις σοφίας ἀνεβλάστησεν ἔρνος, ἀλλ’ἐκ τοῦ πάντων αἰτίου καὶ πατρός.

62αὕτη μὲν οὖν ὑπερκύψασα τὸν σωματοειδῆ πάντα κόσμον ὑπὸ τῆς ἐν θεῷ χαρᾶς γανωθεῖσα γέλωτα τὰς ἀνθρώπων θήσεται σπουδάς, ὅσαι περὶ τῶν κατὰ πόλεμον κατ’εἰρήνην πραγμάτων εἰσίν.

15

63ἡμεῖς δὲ ἔτι ὑπὸ τῆς ἀνάνδρου καὶ γυναικώδους συνηθείας τῆς περὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη καὶ τὰ αἰσθητὰ νικώμενοι τῶν φανέντων οὐδενὸς κατεξαναστῆναι δυνάμεθα, πρὸς πάντων δὲ καὶ τῶν ἐπιτυχόντων οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἑλκόμεθα.

64 κἂν τὸ στῖφος ἡμῶν τοῖς τοῦ πατρὸς ἐπιτάγμασιν ἀδυνατοῦν ὑπηρετεῖν ἁλίσκηται, σύμμαχον οὐδὲν ἧττον ἕξει τὴν μητέρα, παιδείαν μέσην τὰ νομιζόμενα καὶ δοκοῦντα εἶναι δίκαια γράφουσαν κατὰ πόλεις καὶ ἄλλα ἄλλοις νομοθετοῦσαν.

65εἰσὶ δέ τινες, οἳ τῶν μητρῴων ὑπερορῶντες περιέχονται παντὶ σθένει τῶν πατρῴων, οὓς καὶ τῆς μεγίστης τιμῆς, ἱερωσύνης, ὀρθὸς λόγος ἠξίωσε. κἂν τὰς πράξεις αὐτῶν διέλθωμεν, ἐφ’αἷς τὸ γέρας τοῦτο εὕραντο, χλεύην ἴσως παρὰ πολλοῖς ὀφλήσομεν τοῖς ταῖς προχείροις φαντασίαις ἀπατωμένοις, τὰς δὲ ἀφανεῖς καὶ συνεσκιασμένας δυνάμεις οὐ κατανοοῦσιν ·

66οἱ γὰρ εὐχὰς καὶ θυσίας καὶ πᾶσαν τὴν περὶ τὸ ἱερὸν ἁγιστείαν ἐγχειρισθέντες εἰσί, τὸ παραδοξότατον, ἀνδροφόνοι, ἀδελφοκτόνοι, τῶν οἰκειοτάτων καὶ φιλτάτων σωμάτων αὐτόχειρες, οὓς ἐχρῆν καθαροὺς καὶ ἐκ καθαρῶν, μηδενὸς ἄγους προσαψαμένους, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ μη δ’ἀκουσίου χειροτονεῖσθαι ·

67λέγεται γάρ · ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. καὶ ἐποίησαν οἱ υἱοὶ Λευί, καθὰ ἐλάλησε Μωυσῆς, καὶ ἔπεσον ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας. καὶ τοὺς τοσαύτην ἀνῃρηκότας πληθὺν ἐπαινεῖ φάσκων · ἐπληρώσατε τὰς χεῖρας σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’ὑμᾶς εὐλογίαν.

16

68τί οὖν λεκτέον ὅτι οἱ τοιοῦτοι τοῖς μὲν κοινοῖς ἀνθρώπων ἔθεσιν ἁλίσκονται κατήγορον ἔχοντες τὴν πολιτευομένην καὶ δημαγωγὸν μητέρα συνήθειαν, τοῖς δὲ τῆς φύσεως διασῴζονται συμμάχῳ χρώμενοι ὀρθῷ λόγῳ, τῷ πατρί;

69καὶ γὰρ οὐ δ’, ὥσπερ νομίζουσί τινες, ἀνθρώπους ἀναιροῦσιν οἱ ἱερεῖς, ζῷα λογικὰ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτα, ἀλλ’ὅσα οἰκεῖα καὶ φίλα τῇ σαρκὶ ἀποκόπτουσι τῆς διανοίας ἑαυτῶν, εὐπρεπὲς εἶναι νομίζοντες τοῖς θεραπευταῖς τοῦ μόνου σοφοῦ γενησομένοις πάντων ὅσα γένεσιν εἴληχεν ἀλλοτριοῦσθαι καὶ πᾶσιν ὡς ἐχθροῖς καὶ δυσμενεστάτοις προσφέρεσθαι.

70διὰ τοῦτο καὶ ἀδελφόν, οὐκ ἄνθρωπον, ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν σῶμα ἀποκτενοῦμεν, τουτέστι τοῦ φιλαρέτου καὶ θείου τὸ φιλοπαθὲς καὶ θνητὸν διαζεύξομεν. ἀποκτενοῦμεν καὶ τὸν πλησίον, πάλιν οὐκ ἄνθρωπον, ἀλλὰ τὸν αἰσθήσεων χορὸν καὶ θίασον · οὗτος γὰρ ψυχῆς ἐστιν ὁμοῦ καὶ οἰκεῖος καὶ δυσμενής, δελέατα καὶ παγίδας ἐπ’αὐτῇ τιθείς, ἵνα τοῖς ἐπιρρέουσιν αἰσθητοῖς κατακλυζομένη μηδέποτε πρὸς οὐρανὸν ἀνακύψῃ μη δὲ τὰς νοητὰς καὶ θεοειδεῖς φύσεις ἀσπάσηται. ἀποκτενοῦμεν καὶ τὸν ἔγγιστα · δ’ἐγγυτάτω διανοίας κατὰ προφοράν ἐστι λόγος, εὐλόγοις καὶ εἰκόσι καὶ πιθανότησι δόξας ψευδεῖς ἐντιθεὶς ἐπ’ὀλέθρῳ τοῦ κρατίστου κτήματος, ἀληθείας.

17

71διὰ τί οὖν οὐχὶ καὶ τοῦτον σοφιστὴν ὄντα καὶ μιαρὸν ἀμυνούμεθα τὸν ἁρμόττοντα αὐτῷ καταψηφισάμενοι θάνατον, ἡσυχίαν λόγου γὰρ ἡσυχία θάνατος , ἵνα μηκέτ’ἐνσοφιστεύοντος νοῦς μεθέλκηται, δύνηται δ’ἀπηλλαγμένος πάντως τῶν κατὰ τὸ ἀδελφὸν σῶμα ἡδονῶν, τῶν κατὰ τὰς πλησίον καὶ ἀγχιθύρους αἰσθήσεις γοητειῶν, τῶν κατὰ τὸν ἔγγιστα λόγον σοφιστειῶν ἐλεύθερος καὶ ἄφετος ἐαθεὶς καθαρῶς τοῖς νοητοῖς ἅπασιν ἐπιβάλλειν;

72οὗτός ἐστιν λέγων τῷ πατρὶ καὶ τῇ μητρί, τοῖς θνητοῖς γονεῦσιν, οὐχ ἑώρακα ὑμᾶς, ἀφ’οὗ τὰ θεῖα εἶδον, μὴ γνωρίζων τοὺς υἱούς, ἀφ’οὗ γνώριμος σοφίας ἐγένετο, ἀπογινώσκων τοὺς ἀδελφούς, ἀφ’οὗ μὴ ἀπεγνώσθη παρὰ θεῷ, ἀλλὰ σωτηρίας ἠξιώθη παντελοῦς.

73οὗτός ἐστιν τὸν σειρομάστην λαβών, τουτέστιν μαστεύσας καὶ ἀναζητήσας τὰ τῆς φθαρτῆς γενέσεως, ἧς ἐν σιτίοις καὶ ποτοῖς τὸ εὔδαιμον τεθησαύρισται, καὶ εἰς τὴν κάμινον, ὥς φησι Μωυσῆς, εἰσελθών, τὸν καιόμενον καὶ φλεγόμενον ὑπερβολαῖς ἀδικημάτων καὶ μηδέποτε σβεσθῆναι δυνάμενον ἀνθρώπων βίον, κἄπειτα ἰσχύσας καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας ἀνατεμεῖν, ὅτι αἰτία τοῦ γεννᾶν ἔδοξεν εἶναι πάσχουσα πρὸς ἀλήθειαν μᾶλλον δρῶσα, καὶ πάντα ἄνθρωπον καὶ λογισμὸν τὸν ἐπακολουθήσαντα τῇδε τῇ δόξῃ τῇ τὰ τοῦ μόνου τῶν γινομένων αἰτίου θεοῦ περιαπτούσῃ παθηταῖς οὐσίαις.

18

74ἆρ’οὐχὶ καὶ οὗτος ἀνδροφόνος παρὰ πολλοῖς ἂν εἶναι νομισθείη τοῖς τρόπον γυναικῶν ἔθεσιν ἁλισκομένοις; ἀλλὰ παρά γε θεῷ τῷ πανηγεμόνι καὶ πατρὶ μυρίων ἐπαίνων καὶ ἐγκωμίων καὶ ἀναφαιρέτων ἄθλων ἀξιωθήσεται · τὰ δ’ἆθλα μεγάλα καὶ ἀδελφά, εἰρήνη καὶ ἱερωσύνη.

75τότε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τότε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μη δ’αὖ γῆν οὐρανὸν τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον.

76ἀδελφὰ δ’ἔφην τὰ ἆθλα οὐκ ἀπὸ σκοποῦ, ἀλλ’εἰδὼς ὅτι οὔτ’ἂν ἱερεὺς γένοιτο πρὸς ἀλήθειαν ἔτι τὴν ἀνθρωπίνην καὶ θνητὴν στρατευόμενος στρατείαν, ἐν ταγματαρχοῦσιν αἱ κεναὶ δόξαι, οὔτ’ἂν εἰρηνικὸς ἀνὴρ μὴ τὸ μόνον ἀμέτοχον πολέμου καὶ τὴν αἰώνιον εἰρήνην ἄγον ἀψευδῶς καὶ ἁπλῶς θεραπεύων.

19

77τοιοῦτοι μέν εἰσιν οἱ τὸν πατέρα καὶ τὰ τοῦ πατρὸς τιμῶντες, μητρὸς δὲ καὶ τῶν ἐκείνης ἥκιστα φροντίζοντες. τὸν δ’ἀμφοτέροις πολεμωθέντα τοῖς γονεῦσι διασυνίστησιν εἰσαγαγὼν λέγοντα · οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω · οὗτος γὰρ ἔοικε καὶ τοῖς πρὸς θεὸν ὀρθῷ λόγῳ βραβευομένοις καὶ τοῖς πρὸς γένεσιν παιδείᾳ βεβαιουμένοις ἐναντιοῦσθαι καὶ συγχεῖν πάντα διὰ πάντων.

78εἰσὶ δὲ καὶ ἔτι νῦν οὔπω γὰρ τὸ ἀνθρώπων γένος τὴν ἄκρατον κακίαν ἐκαθήρατο μήτε τῶν εἰς εὐσέβειαν μήτε τῶν εἰς κοινωνίαν μηδὲν ἁπλῶς δρᾶν ἐγνωκότες, ἀλλὰ τοὐναντίον ἀσεβείας μὲν καὶ ἀθεότητος ἑταῖροι, πρὸς δὲ τοὺς ὁμοίους ἄπιστοι.

79καὶ περινοστοῦσιν αἱ μέγισται τῶν πόλεων κῆρες οὗτοι, τὰ ἴδια καὶ τὰ κοινὰ ὑπὸ φιλοπραγμοσύνης διέποντες, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀνατρέποντες · οὓς ἐχρῆν ὥσπερ μεγάλην νόσον, λιμὸν λοιμὸν τι κακὸν ἄλλο θεήλατον, εὐχαῖς καὶ θυσίαις ἀποτρέπεσθαι · φθοραὶ γὰρ οὗτοι μεγάλαι τοῖς ἐντυχοῦσι. παρὸ καὶ Μωυσῆς τὸν ὄλεθρον αὐτῶν ᾄδει πρὸς τῆς ἰδίου συμμαχίας ἁλόντων καὶ ὥσπερ τρικυμίαις ταῖς ἰδίαις δόξαις ἐγκαταποθέντων.

20

80λέγωμεν τοίνυν ἑξῆς καὶ περὶ τῶν τούτοις μὲν ἐχθρῶν, παιδείαν δὲ καὶ ὀρθὸν λόγον ἐκτετιμηκότων, ὧν ἦσαν οἱ τῷ ἑτέρῳ τῶν γονέων προσκείμενοι, τῆς Ἀρετῆς ἡμιτελεῖς χορευταί. οὗτοι τοίνυν καὶ νόμων, οὓς πατήρ, ὀρθὸς λόγος, ἔθηκεν, ἄριστοι φύλακες καὶ ἐθῶν πιστοὶ ταμίαι, ἅπερ παιδεία, μήτηρ αὐτῶν, εἰσηγήσατο.

81ἐδιδάχθησαν δὲ ὑπὸ μὲν ὀρθοῦ λόγου, πατρός, τὸν πατέρα τῶν ὅλων τιμᾶν, ὑπὸ δὲ παιδείας, τῆς μητρός, τῶν θέσει καὶ νομιζομένων παρὰ πᾶσιν εἶναι δικαίων μὴ ὀλιγωρεῖν.

82ἡνίκα γοῦν ἀσκητὴς Ἰακὼβ καὶ τοὺς ἀρετῆς ἄθλους διαθλῶν ἔμελλεν ἀκοὰς ὀφθαλμῶν ἀντιδιδόναι καὶ λόγους ἔργων καὶ προκοπὰς τελειότητος, τοῦ φιλοδώρου θεοῦ βουληθέντος αὐτοῦ τὴν διάνοιαν ἐνομματῶσαι, ἵνα ταῦτ’ἐναργῶς ἴδῃ πρότερον ἀκοῇ παρελάμβανε πιστοτέρα γὰρ ὄψις ὤτων , ἐπήχησαν οἱ χρησμοί · οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’Ἰσραὴλ ἔσται σου τὸ ὄνομα, ὅτι ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός. Ἰακὼβ μὲν οὖν μαθήσεως καὶ προκοπῆς ὄνομα, ἀκοῆς ἐξηρτημένων δυνάμεων, Ἰσραὴλ δὲ τελειότητος · ὅρασιν γὰρ θεοῦ μηνύει τοὔνομα.

83τελειότερον δὲ τί ἂν εἴη τῶν ἐν ἀρεταῖς τὸ ὄντως ὂν ἰδεῖν; δὴ κατιδὼν τἀγαθὸν τοῦτο παρ’ἀμφοτέροις ἀνωμολόγηται τοῖς γονεῦσιν εὐδόκιμος, ἰσχὺν μὲν τὴν ἐν θεῷ, δύναμιν δὲ τὴν παρὰ ἀνθρώποις εὑράμενος.

84εὖ μοι δοκεῖ καὶ ἐν Παροιμίαις εἰρῆσθαι προνοούντων καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων, ἐπειδὴ δι’ἀμφοτέρων παντελὴς κτῆσις τἀγαθοῦ περιγίνεται · διδαχθεὶς γὰρ φυλάσσειν νόμους πατρὸς καὶ μὴ ἀπωθεῖσθαι θεσμοὺς μητρὸς θαρρήσεις ἐπισεμνυνόμενος εἰπεῖν · υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός.

21

84ἀλλ’οὐκ ἔμελλες, εἴποιμ’ἂν αὐτῷ, στέργεσθαι φυλάττων μὲν τὰ παρὰ γενητοῖς καθεστῶτα νόμιμα διὰ πόθον κοινωνίας, φυλάττων δὲ καὶ τοὺς τοῦ ἀγενήτου θεσμοὺς δι’εὐσεβείας ἔρωτα καὶ ζῆλον;

85τοιγάρτοι καὶ θεοπρόπος Μωυσῆς διὰ τῆς τῶν κατὰ τὸν νεὼν δημιουργίας ἱερῶν τὴν ἐν ἀμφοτέροις τελειότητα διαδείξει · οὐ γὰρ ἀπερισκέπτως ἡμῖν τὴν κιβωτὸν ἔνδοθέντε καὶ ἔξωθεν χρυσῷ περιαμπίσχει, οὐ δὲ στολὰς τῷ ἀρχιερεῖ διττὰς ἀναδίδωσιν, οὐ δὲ βωμοὺς δύο, τὸν μὲν ἔξω πρὸς τὰ ἱερεῖα, τὸν δὲ πρὸς τὸ ἐπιθυμιᾶν ἔνδον δημιουργεῖ, ἀλλὰ βουλόμενος διὰ συμβόλων τούτων τὰς καθ’ἑκάτερον εἶδος ἀρετὰς παραστῆσαι.

86τὸν γὰρ σοφὸν κἀν τοῖς κατὰ ψυχὴν ἔνδον ἀοράτοις κἀν τοῖς ἔξω περιφαινομένοις δεῖ τῇ παντὸς τιμιωτέρᾳ χρυσοῦ φρονήσει κεκοσμῆσθαι, καὶ ὁπότε μὲν τῶν ἀνθρωπείων σπουδασμάτων ὑποκεχώρηκε τὸ ὂν θεραπεύων μόνον, τὴν ἀποίκιλον ἀληθείας ἐνδύεσθαι στολήν, ἧς οὐδὲν ἐφάψεται θνητόν καὶ γάρ ἐστι λινῆς ὕλης ἐξ οὐδενὸς τῶν πεφυκότων ἀποθνῄσκειν γεννωμένης , ὁπότε δὲ μέτεισι πρὸς πολιτείαν, τὴν μὲν ἔνδον ἀποτίθεσθαι, ποικιλωτάτην δὲ καὶ ὀφθῆναι θαυμασιωτάτην ἑτέραν ἀναλαμβάνειν · πολύτροπος γὰρ ὢν βίος ποικιλωτάτου δεῖται τὴν σοφίαν τοῦ πηδαλιουχήσοντος κυβερνήτου.

87οὗτος κατὰ μὲν τὸν περιφανῆ βωμὸν βίον καὶ δορᾶς καὶ σαρκῶν καὶ αἵματος καὶ πάντων ὅσα περὶ σῶμα δόξει πολλὴν ποιεῖσθαι πρόνοιαν, ὡς μὴ μυρίοις ἀπέχθοιτο κρίνουσιν ἀγαθὰ μετὰ τὰ ψυχῆς δευτερείοις τετιμημένα τὰ περὶ σῶμα, κατὰ δὲ τὸν ἔνδον πᾶσιν ἀναίμοις, ἀσάρκοις, ἀσωμάτοις, τοῖς ἐκ λογισμοῦ μόνοις χρήσεται, λιβανωτῷ καὶ τοῖς ἐπιθυμιωμένοις ἀπεικάζεται · ὡς γὰρ ταῦτα ῥῖνας, ἐκεῖνα τὸν ψυχῆς ἅπαντα χῶρον εὐωδίας ἀναπίμπλησι.

22

88χρὴ μέντοι μη δὲ τοῦτ’ἀγνοεῖν, ὅτι σοφία τέχνη τεχνῶν οὖσα δοκεῖ μὲν ταῖς διαφόροις ὕλαις ἐναλλάττεσθαι, τὸ δ’αὑτῆς ἀληθὲς εἶδος ἄτρεπτον ἐμφαίνει τοῖς ὀξυδορκοῦσι καὶ μὴ τῷ περικεχυμένῳ τῆς οὐσίας ὄγκῳ μεθελκομένοις, ἀλλὰ τὸν ἐνεσφραγισμένον ὑπὸ τῆς τέχνης αὐτῆς χαρακτῆρα διορῶσι.

89τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας, ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι ·

90καθάπερ γὰρ ἐπὶ τῶν διδύμων φύσις χρησαμένη τῷ αὐτῷ πολλάκις χαρακτῆρι παρὰ μικρὸν ἀπαραλλάκτους ὁμοιότητας ἐτύπωσε, τὸν αὐτὸν τρόπον καὶ τελεία τέχνη, μίμημα καὶ ἀπεικόνισμα φύσεως οὖσα, ὅταν διαφόρους ὕλας παραλάβῃ, σχηματίζει καὶ ἐνσφραγίζεται τὴν αὐτὴν ἁπάσαις ἰδέαν, ὡς ταύτῃ μάλιστα συγγενῆ · καὶ ἀδελφὰ καὶ δίδυμα τὰ δημιουργηθέντα γενέσθαι.

91 ταὐτὸν οὖν καὶ ἐν τῷ σοφῷ δύναμις ἐπιδείξεται · πραγματευομένη γὰρ τὰ περὶ τοῦ ὄντος εὐσέβεια καὶ ὁσιότης ὀνομάζεται, τὰ δὲ περὶ οὐρανοῦ καὶ τῶν κατ’αὐτὸν φυσιολογία, μετεωρολογικὴ δὲ τὰ περὶ τὸν ἀέρα καὶ ὅσα κατὰ τὰς τροπὰς αὐτοῦ καὶ μεταβολὰς ἔντε ταῖς ὁλοσχερέσιν ἐτησίοις ὥραις καὶ ταῖς ἐν μέρει κατάτε μηνῶν καὶ ἡμερῶν περιόδους πέφυκε συνίστασθαι, ἠθικὴ δὲ τὰ πρὸς ἀνθρωπίνων ἐπανόρθωσιν ἠθῶν, ἧς ἰδέαι πολιτικήτε περὶ πόλιν καὶ περὶ οἰκίας ἐπιμέλειαν οἰκονομική, συμποτικήτε περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας, ἔτι δ’αὖ μὲν περὶ ἀνθρώπων ἐπιστασίαν βασιλική, δὲ περὶ προστάξεις καὶ ἀπαγορεύσεις νομοθετική ·

92πάντα γὰρ ταῦτα πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν, εὐσέβειαν, ὁσιότητα, φυσιολογίαν, μετεωρολογίαν, ἠθοποιίαν, πολιτείαν, οἰκονομίαν, βασιλικήν, νομοθετικήν, ἄλλας μυρίας δυνάμεις, καὶ ἐν ἁπάσαις ἓν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται.

23

93διειλεγμένοι δὲ περὶ τῶν ἐν τοῖς ἐκγόνοις τεττάρων τάξεων οὐκ ἂν οὐ δὲ ἐκεῖνο παρίδοιμεν, γένοιτ’ἂν τῆς διαιρέσεως καὶ τομῆς τῶν κεφαλαίων ἐναργεστάτη πίστις · τοῦ γὰρ μετεωρισθέντος καὶ φυσηθέντος ὑπ’ἀνοίας παιδὸς οἱ γονεῖς τὸν τρόπον τοῦτον κατηγόρησαν εἰπόντες υἱὸς ἡμῶν οὗτος, δεικνύντες τὸν ἀπειθῆ καὶ ἀπαυχενίζοντα.

94διὰ γὰρ τῆς δείξεως τῆς οὗτος ἐμφαίνουσιν ὅτι καὶ ἑτέρους ἐγέννησαν, τοὺς μὲν τῷ ἑτέρῳ, τοὺς δ’ἀμφοτέροις καταπειθεῖς, λογισμοὺς εὐφυεῖς, ὧν παράδειγμα Ῥουβήν · φιληκόους καὶ φιλομαθεῖς ἑτέρους, ὧν ἐστι Συμεών, ἀκοὴ γὰρ οὗτος ἑρμηνεύεται · πρόσφυγας καὶ ἱκέτας θεοῦ, Λευιτῶν θίασος οὗτος · τὸν εὐχαριστητικὸν ὕμνον ᾄδοντας οὐ γεγωνῷ φωνῇ μᾶλλον διανοίᾳ, ὧν ἔξαρχος Ἰούδας · διὰ τὴν μετὰ πόνων ἀρετῆς κτῆσιν ἑκούσιον μισθῶν καὶ δωρεῶν ἀξιωθέντας, ὥσπερ Ἰσσάχαρ · μετανάστας ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογικῆς θεωρίας γεγονότας εἰς τὴν περὶ τοῦ ἀγενήτου σκέψιν, ὡς Ἀβραάμ · αὐτήκοον καὶ αὐτομαθῆ κτησαμένους ἀρετήν, ὥσπερ Ἰσαάκ · λήματος καὶ ἰσχύος πλήρεις καὶ φίλους τῷ θεῷ, καθάπερ Μωυσῆν τὸν τελειότατον.

24

95εἰκότως οὖν τὸν ἀπειθῆ καὶ ἐρεθιστὴν καὶ συμβολὰς εἰσφέροντα, τουτέστι συμβάλλοντα καὶ συνάπτοντα ἁμαρτήματα ἁμαρτήμασι, μεγάλα μικροῖς, νέα παλαιοῖς, ἑκούσια ἀκουσίοις, καὶ ὥσπερ ὑπ’οἴνου φλεγόμενον ἄληκτον καὶ ἀνεπίσχετον μέθην τοῦ βίου παντὸς καταμεθύοντα καὶ παροινοῦντα διὰ τὸ τοῦ τῆς ἀφροσύνης πόματος ἀκράτου καὶ πολλοῦ σπάσαι καταλεύειν ἱερὸς λόγος δικαιοῖ, ὅτι καὶ τὰς ὀρθοῦ λόγου προστάξεις τοῦ πατρὸς καὶ τὰς παιδείας τῆς μητρὸς νομίμους ὑφηγήσεις ἀνεῖλε καὶ παράδειγμα ἔχων τὸ καλοκἀγαθίας, τοὺς τοῖς γονεῦσιν εὐδοκίμους ἀδελφούς, τὴν τούτων ἀρετὴν οὐκ ἐμιμήσατο, τοὐναντίον δὲ καὶ προσεπιβαίνειν ἠξίωσεν, ὡς θεοπλαστεῖν μὲν τὸ σῶμα, θεοπλαστεῖν δὲ τὸν παρ’Αἰγυπτίοις μάλιστα τιμώμενον τῦφον, οὗ σύμβολον τοῦ χρυσοῦ Ταύρου κατασκευή, περὶ ὃν χοροὺς ἱστάντες οἱ φρενοβλαβεῖς ᾄδουσι καὶ ἐξάρχουσιν, οὐ παροίνιον καὶ κωμαστικὸν οἷα ἐν ἑορταῖς καὶ θαλίαις ἥδιστον μέλος, ἀλλὰ τὸν ὡς ἐπὶ τεθνεῶσιν ἀληθῆ θρῆνον αὑτοῖς, ὥσπερ ἔξοινοι καὶ τῆς ψυχῆς τὸν τόνον ὑπεκλύσαντέςτε καὶ φθείραντες ·

96λέγεται γὰρ ὅτι ἀκούσας Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων εἶπε πρὸς Μωυσῆν · φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. καὶ λέγει · οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ἰσχὺν οὐ δὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω. καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς. δὲ διὰ τούτων αἰνίττεται, παραστήσωμεν, ὡς ἂν οἷοίτε ὦμεν ·

25

97τὰ περὶ ἡμᾶς τοτὲ μὲν ἠρεμεῖ, τοτὲ δὲ ὁρμαῖς καὶ ἐκβοήσεσιν ἀκαίροις ὡσανεὶ χρῆται · καὶ ἔστιν μὲν ἡσυχία τούτων εἰρήνη βαθεῖα, τὰ δὲ ἐναντία πόλεμος ἄσπονδος.

98μάρτυς δ’ πεπονθὼς ἀψευδέστατος · ἀκούσας γὰρ τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων λέγει πρὸς τὸν σκεπτικὸν καὶ ἐπίσκοπον τῶν πραγμάτων · φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. ἕως μὲν γὰρ οὐκ ἐκινοῦντο καὶ ἐκεκράγεσαν ἐν ἡμῖν αἱ ἄλογοι ὁρμαί, σταθερώτερον νοῦς ἵδρυτο · ἐπειδὴ δὲ ἤρξαντο πολύφωνον καὶ πολύηχον ἀπεργάζεσθαι τὸ ψυχῆς χωρίον τὰ πάθη συγκαλοῦσαι καὶ ἀνεγείρουσαι, στάσιν ἐμφύλιον ἐγέννησαν.

99ἐν δὲ τῷ στρατοπέδῳ πόλεμος, φυσικώτατα · ποῦ γὰρ ἀλλαχόθι ἔριδες, μάχαι, φιλονεικίαι, πάνθ’ὅσα ἔργα ἀκαθαιρέτου πολέμου, πλὴν ἐν τῷ μετὰ σώματος βίῳ, ὃν ἀλληγορῶν καλεῖ στρατόπεδον; τοῦτον εἴωθεν ἀπολιπεῖν νοῦς, ὅταν θεοφορηθεὶς πρὸς αὐτῷ τῷ ὄντι γένηται καταθεώμενος τὰς ἀσωμάτους ἰδέας ·

100λαβὼν γάρ φησι Μωυσῆς τὴν ἑαυτοῦ σκηνὴν ἔπηξεν ἔξω τῆς παρεμβολῆς, καὶ οὐ πλησίον, ἀλλὰ πορρωτάτω καὶ μακρὰν ἀπὸ τῆς παρεμβολῆς. αἰνίττεται δὲ διὰ τούτων, ὅτι σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν ἀπὸ πολέμου πρὸς εἰρήνην καὶ ἀπὸ τοῦ θνητοῦ καὶ πεφυρμένου στρατοπέδου πρὸς τὸν ἀπόλεμον καὶ εἰρηναῖον λογικῶν καὶ εὐδαιμόνων ψυχῶν βίον θεῖον.

26

101λέγει δὲ καὶ ἑτέρωθι ὅτι ἐπειδὰν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς τὸν κύριον, καὶ αἱ φωναὶ παύσονται. μὴ νομίσῃς δὲ τὸν διαλεγόμενον ἄνθρωπον εἶναι, τὸ ψυχῆς καὶ σώματος ὕφασμα πλέγμα κρᾶμα τι ποτὲ χρὴ καλεῖν τουτὶ τὸ σύνθετον ζῷον, ἀλλὰ νοῦν εἱλικρινέστατον καὶ καθαρώτατον, ὃς ἐν μὲν τῇ πόλει τοῦ σώματος καὶ τοῦ θνητοῦ βίου περιεχόμενος ἔσταλται καὶ συνείληπται καὶ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένος μη δὲ ἐλευθέρου δύνασθαι σπᾶν ἀέρος ἄντικρυς ὁμολογεῖ, ἐπειδὰν δὲ ἐξέλθῃ τὴν πόλιν ταύτην, καθάπερ πόδας καὶ χεῖρας οἱ δεσμῶται τὰς ἐννοίας αὐτὸς καὶ διανοήσεις λυθεὶς ἀφέτοις καὶ ἀπελευθεριαζούσαις χρήσεται ταῖς ἐνεργείαις, ὡς τὰς ἐπικελεύσεις τῶν παθῶν εὐθὺς ἐπισχεθῆναι.

102 οὐχ ἡδονῆς μὲν ἀνατεταμέναι αἱ ἐκβοήσεις, δι’ὧν τὰ ἑαυτῇ φίλα εἴωθε προστάττειν, ἐπιθυμίας δὲ ἄρρηκτος φωνὴ χαλεπὰς ἀπειλὰς κατὰ τῶν μὴ ὑπηρετούντων ἀπειλούσης, καὶ τῶν ἄλλων ἑκάστου πολύηχος καὶ μεγαλόφωνός τις γῆρυς;

103ἀλλὰ γὰρ οὐ δ’εἰ μυρίοις στόμασι καὶ γλώτταις ἕκαστον τῶν παθῶν τῷ κατὰ τοὺς ποιητὰς λεγομένῳ χρήσαιτο ὁμάδῳ, τὰς τοῦ τελείου δύναιτ’ἂν ἀκοὰς συγχέαι μετεληλυθότος ἤδη καὶ τὴν αὐτὴν ἐκείνοις πόλιν μηκέτ’οἰκεῖν ἐγνωκότος.

27

104φαμένου δὴ τοῦ πεπονθότος, ὅτι ἐν τῷ σωματικῷ στρατοπέδῳ τὰς τοῦ πολέμου φωνὰς εἶναι πάσας συμβέβηκε τῆς εἰρήνῃ φίλης ἡσυχίας μακρὰν ἀπεληλαμένης, ἱερὸς συναινεῖ λόγος · οὐ γὰρ λέγει μὴ εἶναι πολέμου φωνήν, ἀλλὰ μὴ τοιαύτην, ὁποίαν ἔνιοι νομίζουσιν νενικηκότων κεκρατημένων, ἀλλ’ἥτις ἂν γένοιτο βεβαρημένων καὶ πεπιεσμένων οἴνῳ ·

105τὸ γὰρ οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ἰσχὺν ἴσον ἐστὶ τῷ περιγεγενημένων τῷ πολέμῳ · ἰσχὺς γὰρ τοῦ κρατεῖν αἴτιον. οὕτως τὸν σοφὸν Ἀβραὰμ μετὰ τὴν τῶν ἐννέα καθαίρεσιν βασιλέων, παθῶν μὲν τεττάρων, πέντε δὲ αἰσθητικῶν δυνάμεων, αἳ παρὰ φύσιν ἐκινοῦντο, εἰσάγει τὸν εὐχαριστητικὸν ὕμνον ἐξάρχοντα καὶ φάσκοντα ταυτί · ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν.

106δείκνυσι δ’, ὥς γ’ἐμοὶ δοκεῖ, τὸ γεγονὸς πᾶν, οὐρανόν, γῆν, ὕδωρ, πνεῦμα, ζῷα ὁμοῦ καὶ φυτά · ἑκάστῳ γὰρ αὐτῶν τὰς τῆς ψυχῆς ἐνεργείας πρὸς θεὸν τείνας καὶ παρ’αὐτοῦ μόνου τὰς ὠφελείας ἐπελπίζων δεόντως ἂν εἴποι · παρ’οὐδενὸς λήψομαι τῶν σῶν, οὐ παρ’ἡλίου τὸ μεθημερινόν, οὐ παρὰ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὸ νυκτὶ φέγγος, οὐ παρὰ ἀέρος καὶ νεφελῶν ὑετούς, οὐ παρὰ ὕδατος καὶ γῆς ποτὰ καὶ σιτία, οὐ παρὰ ὀφθαλμῶν τὸ ὁρᾶν, οὐ τὸ ἀκούειν παρὰ ὤτων, οὐ παρὰ μυκτήρων ὀσμάς, οὐ παρ’ἐνστομίου χυλοῦ τὸ γεύεσθαι, οὐ παρὰ γλώττης τὸ λέγειν, οὐ παρὰ χειρῶν τὸ διδόναι καὶ λαμβάνειν, οὐ τὸ προσέρχεσθαι καὶ ἐξαναχωρεῖν παρὰ ποδῶν, οὐκ ἀναπνοὴν παρὰ πνεύμονος, οὐ πέψιν παρ’ἥπατος, οὐ παρὰ τῶν ἄλλων σπλάγχνων τὰς καθ’ἕκαστον οἰκείους ἐνεργείας, οὐ παρὰ δένδρων καὶ σπαρτῶν τοὺς ἐτησίους καρπούς, ἀλλὰ πάντα παρὰ τοῦ μόνου σοφοῦ τὰς αὑτοῦ χαριστηρίους δυνάμεις πάντῃ τείναντος καὶ διὰ τούτων ὠφελοῦντος.

28

107 μὲν οὖν τοῦ ὄντος ὁρατικὸς τὸν αἴτιον ἐπιστάμενος τὰ ὧν ἐστιν αἴτιος δεύτερα μετ’ἐκεῖνον τετίμηκεν ὁμολογῶν ἀκολακεύτως τὰ προσόντα αὐτοῖς. δὲ ὁμολογία δικαιοτάτη · παρ’ὑμῶν μὲν οὐδέν, παρὰ δὲ τοῦ θεοῦ λήψομαι, οὗ κτήματα τὰ πάντα, δι’ὑμῶν δὲ ἴσως · ὄργανα γὰρ ὑπηρετήσοντα ταῖς ἀθανάτοις αὐτοῦ χάρισι γεγένησθε.

108 δὲ ἀπερίσκεπτος διάνοιαν τυφλωθείς, τὸ ὂν μόνῃ καταληπτόν ἐστιν, αὐτὸ μὲν οὐδαμῇ οὐδαμῶς εἶδε, τὰ δὲ ἐν κόσμῳ σώματα αἰσθήσεσι ταῖς ἑαυτοῦ, δὴ πάντων ἐνόμισε γινομένων αἴτια.

109παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους νομοθέτης τῆς κατ’αὐτὸν πολιτείας ἤλασεν, ἆθλάτε μεγάλα καὶ τιμὰς ὑπερβαλλούσας ἰδίᾳτε καὶ κοινῇ ψηφισάμενος, καὶ κατειργάσατο τοὐναντίον οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν ·

110τὸ γὰρ πολύθεον ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθεότητα κατασκευάζει, καὶ θεοῦ τιμῆς ἀλογοῦσιν οἱ τὰ θνητὰ θειώσαντες · οἷς οὐκ ἐξήρκεσεν ἡλίου καὶ σελήνης, εἰ δὲ ἐβούλοντο, καὶ γῆς ἁπάσης καὶ παντὸς ὕδατος εἰκόνας διαπλάσασθαι, ἀλλ’ἤδη καὶ ἀλόγοις ζῴοις καὶ φυτοῖς τῆς τῶν ἀφθάρτων τιμῆς μετέδοσαν. δὴ τούτοις ἐπιτιμῶν τὸν ἐπινίκιον ὕμνον ἐξάρχων ἐδείχθη.

29

111καὶ Μωυσῆς μέντοι κατὰ ταῦτα, ἐπειδὰν ἴδῃ τὸν βασιλέα τῆς Αἰγύπτου, τὸν ὑπέραυχον νοῦν, σὺν τοῖς ἑξακοσίοις ἅρμασι, ταῖς τοῦ ὀργανικοῦ σώματος ἓξ κινήσεσιν ἡρμοσμέναις τοῖς ἐπιβεβηκόσι τριστάταις, οἳ μηδενὸς τῶν κατὰ γένεσιν πεφυκότος ἑστάναι περὶ πάντων οἴονται δεῖν ὡς ἂν παγίως ἱδρυμένων καὶ μηδεμίαν δεχομένων μεταβολὴν ἀποφαίνεσθαι, δίκην ἀξίαν τῆς ἀσεβείας ὑποσχόντα καὶ τὸν ἀσκητικὸν ἔμπαλιν τὰς ἐπιδρομὰς τῶν πολεμίων ἐκφυγόντα καὶ ἀνὰ κράτος ἀπροσδοκήτως διασωθέντα, τὸν δίκαιον καὶ ἀληθῆ βραβευτὴν ὑμνεῖ θεὸν τὰ πρεπωδέστατα καὶ οἰκειότατα ταῖς συντυχίαις ἐξάρχων ᾄσματα, διότι ἵππον καὶ ἀναβάτην ῥίψας εἰς θάλασσαν, τὸν ἐποχούμενον νοῦν ταῖς τοῦ τετράποδος καὶ ἀφηνιαστοῦ πάθους ἀλόγοις ὁρμαῖς ἀφανίσας, βοηθὸς καὶ ὑπερασπιστὴς ἐγένετο τῆς ὁρατικῆς ψυχῆς, ὡς χαρίσασθαι παντελῆ σωτηρίαν αὐτῇ.

112 δὲ αὐτὸς καὶ ἐπὶ τοῦ φρέατος ἐξάρχει, οὐκέτι μόνον ἐπὶ καθαιρέσει τῶν παθῶν, ἀλλὰ καὶ ἐπὶ τῷ τὸ κάλλιστον κτημάτων, σοφίαν, ἀνανταγώνιστον ἰσχῦσαι λαβεῖν, ἣν ἀπεικάζει φρέατι · βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος, γλυκὺ ἀναδιδοῦσα νᾶμα καλοκἀγαθίας διψώσαις ψυχαῖς, ἀναγκαιότατον ὁμοῦ καὶ ἥδιστον ποτόν ·

113ἰδιώτῃ δὲ οὐδενὶ παιδείας ἐφεῖται τοῦτο τὸ φρέαρ ὀρύττειν, μόνοις δὲ βασιλεῦσιν, φησιν · ἐλατόμησαν αὐτὸ βασιλεῖς · μεγάλων γὰρ ἡγεμόνων ἀναζητῆσαι καὶ κατεργάσασθαι σοφίαν, οὐχὶ τῶν ὅπλοις γῆν καὶ θάλατταν ὑπηγμένων, ἀλλὰ τῶν ψυχῆς δυνάμεσι τὸν πολύτροπον αὐτῆς καὶ μιγάδα καὶ πεφορημένον ὄχλον κατηγωνισμένων.

30

114τούτων φοιτητὰς καὶ γνωρίμους εἶναι συμβέβηκε τοὺς λέγοντας · οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ἡμῶν, οὐ διαπεφώνηκεν ἀπ’αὐτῶν οὐ δὲ εἷς · προσαγηόχαμεν τὸ δῶρον κυρίῳ ἀνήρ, εὗρεν ·

115ἐοίκασι γὰρ καὶ οὗτοι πάλιν ἐπινίκιον ᾆσμα ἐξάρχειν τελείων καὶ ἡγεμονικῶν δυνάμεων ἐφιέμενοι τὸν γὰρ συντιθέντα τὸ κεφάλαιον καὶ πλεῖστον ἀριθμὸν τῶν κατ’ἀνδρείαν λόγων φασὶ λαβεῖν , οὓς ἐκ φύσεως εἶναι πολεμικοὺς συμβέβηκε δυσὶν ἀντιτεταγμένους τέλεσιν, ἑνὶ μὲν οὗ δυσθεράπευτος ἀφηγεῖται δειλία, ἑτέρῳ δὲ οὗ ἀρειμάνιος θρασύτης · ἀμφότεραι δὲ γνώμης ἀγαθῆς ἀμέτοχοι.

116παγκάλως δ’εἴρηται τὸ μηδένα διαπεφωνηκέναι πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν ἀνδρείας · καθάπερ γὰρ λύρα καὶ πᾶν μουσικῆς ὄργανον ἐκμελὲς μέν, κἂν εἷς αὐτὸ μόνον ἀπῳδὸς φθόγγος, ἡρμοσμένον δ’, ὅταν μιᾷ πλήξει συνηχῶσι τὴν αὐτὴν συμφωνίαν ἀποτελοῦντες, τὸν αὐτὸν τρόπον καὶ τὸ ψυχῆς ὄργανον ἀσύμφωνον μέν, ὅταν θράσει σφόδρα ἐπιτεινόμενον πρὸς τὸ ὀξύτατον βιάζηται δειλίᾳ πλέον τοῦ μετρίου ἀνιέμενον πρὸς τὸ βαρύτατον χαλᾶται, σύμφωνον δ’, ὅταν οἱ τῆς ἀνδρείας καὶ πάσης ἀρετῆς τόνοι πάντες ἀνακραθέντες ἓν εὐάρμοστον ἀπογεννήσωσι μέλος.

117τῆς δὲ συμφωνίας καὶ εὐαρμοστίας μέγα τεκμήριον τὸ προσαγηοχέναι τὸ δῶρον τῷ θεῷ, τοῦτο δ’ἐστὶ τιμῆσαι πρεπόντως τὸ ὂν διὰ τοῦ σαφέστατα ὡμολογηκέναι, ὅτι δῶρόν ἐστιν αὐτοῦ τόδε τὸ πᾶν ·

118λέγει γὰρ φυσικώτατα · ἀνὴρ εὗρε, τοῦτο προσήνεγκε δῶρον. ἕκαστος δ’ἡμῶν γενόμενος εὐθὺς εὑρίσκει τὸ μέγα δῶρον θεοῦ τὸν παντελῆ κόσμον, αὐτὸν ἑαυτῷ καὶ τοῖς ἀρίστοις μέρεσιν ἐχαρίσατο.

31

119εἰσὶ δὲ καὶ ἐν μέρει δωρεαί, ἃς θεῷτε δοῦναι καὶ λαβεῖν ἀνθρώποις ἐμπρεπές. αὗται δ’ἂν εἶεν ἀρεταὶ καὶ αἱ κατ’αὐτὰς ἐνέργειαι, ὧν τὴν εὕρεσιν σχεδὸν ἄχρονον οὖσαν διὰ τὸ ὑπερβάλλον τοῦ χαριζομένου τάχος ἐν οἷς εἴωθε δωρεῖσθαι πᾶς καταπέπληκται, καὶ ὅτῳ μηδὲν μέγα τῶν ἄλλων ὑπείληπται.

120διὸ καὶ πυνθάνεται · τί τοῦτο ταχὺ εὗρες, τέκνον; τεθαυμακὼς τῆς σπουδαίας διαθέσεως τὴν ὀξύτητα · δὲ εὖ παθὼν εὐθυβόλως ἀποκρίνεται · παρέδωκε κύριος θεός · παραδόσεις γὰρ καὶ ὑφηγήσεις βραδεῖαι μὲν αἱ δι’ἀνθρώπων, ὀξύταται δ’αἱ διὰ θεοῦ, φθάνουσαι καὶ τὴν ὀξυτάτην χρόνου κίνησιν.

121οἱ μὲν οὖν κατ’ἰσχὺν καὶ δύναμιν ἔξαρχοι καὶ ἡγεμόνες τοῦ τὸν ἐπινίκιον καὶ εὐχαριστικὸν ὕμνον ᾄδοντος χοροῦ οἱ λεχθέντες εἰσίν, οἱ δὲ κατὰ τροπὴν καὶ ἀσθένειαν τοῦ τὸν ἐφ’ἥτταις θρῆνον σφαδάζοντος ἕτεροι, οὓς οὐ κακίζειν μᾶλλον οἰκτίζεσθαι χρὴ καθάπερ τοὺς τὰ σώματα ἐκ φύσεως ἐπικήρως ἔχοντας, οἷς καὶ τυχοῦσα νόσου πρόφασις μέγα ἐμπόδιον πρὸς τὸ σῴζεσθαι.

122ἔνιοι δ’οὐ τῷ μαλθακωτέροις τοῖς ψυχῆς κεχρῆσθαι τόνοις ἀνέπεσον ἄκοντες ὑπ’ἐρρωμενεστέρας τῶν ἀντιπάλων ἰσχύος πιεσθέντες, ἀλλὰ μιμησάμενοι τοὺς ἐθελοδούλους ἑκόντες ἑαυτοὺς πικροῖς δεσπόταις ὑπέρριψαν γένος ὄντες ἐλεύθεροι · διὸ μὴ δυνάμενοι πεπρᾶσθαι, τὸ παραλογώτατον, αὐτοὶ δεσπότας ὠνούμενοι προσεκτῶντο, ταὐτὸ δρῶντες τοῖς ἐμφορουμένοις ἀπλήστως πρὸς μέθην οἴνου ·

123καὶ γὰρ ἐκεῖνοι γνώμῃ τὸν ἄκρατον, οὐ βιασθέντες προσφέρονται, ὥστε καὶ γνώμῃ τὸ μὲν νηφάλιον ἐκτέμνουσι τῆς ψυχῆς, τὸ δὲ παράληρον αἱροῦνται · φωνὴν γάρ φησιν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω, τουτέστιν οὐκ ἀκούσιον ἐνδεδεγμένων μανίαν, ἀλλ’ἑκουσίῳ φρενοβλαβείᾳ βεβακχευμένων.

32

124πᾶς δ’ συνεγγίζων τῇ παρεμβολῇ τὸν μόσχον ὁρᾷ καὶ τοὺς χορούς, καὶ αὐτὸς διασυνίστησι · τύφῳ γὰρ καὶ τοῖς τύφου χορευταῖς ἐντυγχάνομεν, ὅσοι πλησίον ἵστασθαι τοῦ σωματικοῦ στρατοπέδου διανοούμεθα γνώμῃ · ἐπεὶ τοῖςτε φιλοθεάμοσι καὶ τὰ ἀσώματα ὁρᾶν γλιχομένοις, ἅτε ἀτυφίας οὖσιν ἀσκηταῖς, πορρωτάτω τοῦ σώματος ἔθος διοικίζεσθαι.

125εὔχου δὴ τῷ θεῷ μηδέποτε ἔξαρχος οἴνου γενέσθαι, τουτέστι μηδέποτε ἑκὼν ἀφηγήσασθαι τῆς εἰς ἀπαιδευσίαν καὶ ἀφροσύνην ἀγούσης ὁδοῦ · τὰ γὰρ ἀκούσια ἡμίσεα κακῶν καὶ κουφότερα, καθαρῷ τῷ τοῦ συνειδότος ἐλέγχῳ μὴ βαρυνόμενα.

126τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον νηφάλια θύειν, οἴνου καὶ παντὸς τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων ·

127ἐλάλησε γάρ φησι κύριος τῷ Ἀαρὼν λέγων · οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου προσπορεύησθε τῷ θυσιαστηρίῳ, καὶ οὐ μὴ ἀποθάνητε · νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀνὰ μέσον ἁγίων καὶ βεβήλων καὶ ἀνὰ μέσον καθαρῶν καὶ ἀκαθάρτων.

128Ἀαρὼν δέ ἐστιν ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, τὸ φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος δ’οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε προσήσεται.

129ἀνάγκη γάρ ἐστιν ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς τῷ βωμῷ προσιόντα θυσίας ὑπέρτε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν · νήψεως δὲ καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται.

33

130θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον;

131 δεσπόταις μὲν καὶ γονεῦσι καὶ ἄρχουσιν οἰκέται καὶ υἱοὶ καὶ ὑπήκοοι μέλλοντες προσέρχεσθαι πρόνοιαν ἕξουσι τοῦ νήφειν, ὡς μήτε ἐν τοῖς λεγομένοις καὶ πραττομένοις διαμάρτοιεν μήθ’ὡς καταπεφρονηκότες τῆς ἐκείνων ἀξιώσεως κολασθεῖεν , τὸ γοῦν ἐπιεικέστατον, χλεύην ὄφλοιεν · τὸν δὲ τοῦ παντὸς ἡγεμόνα καὶ πατέρα τις θεραπεύειν δικαιῶν οὐ καὶ σιτίων καὶ ποτῶν καὶ ὕπνου καὶ πάντων ὅσα ἀναγκαῖα τῇ φύσει περιέσται, ἀλλὰ πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνας τὸν τῶν ἀσώτων ζηλώσει βίον, καὶ βεβαρημένος τοὺς ὀφθαλμοὺς ἀπ’οἴνου καὶ τὴν κεφαλὴν παραβάλλων καὶ τὸν αὐχένα ἐγκάρσιον πλαγιάζων καὶ ὑπ’ἀμετρίας ἐρευγόμενος καὶ ὅλῳ διαρρέων τῷ σώματι χέρνιβος βωμῶν θυσιῶν προσάψεται; ἀλλ’οὐ δὲ τὴν ἱερὰν ἐξ ἀπόπτου φλόγα θεάσασθαι τῷ τοιούτῳ θέμις.

132εἰ μέντοι μήτε σκηνὴν μήτε θυσιαστήριον ὑπολάβοι τις λέγεσθαι τὰ ὁρώμενα ἐκ τῆς ἀψύχου καὶ φθαρτῆς δημιουργηθέντα ὕλης, ἀλλὰ τὰ ἀόρατα καὶ νοητὰ θεωρήματα, ὧν αἰσθηταὶ ταῦτα εἰκόνες, καταπλαγήσεται μᾶλλον τὴν ὑφήγησιν.

133ἐπειδὴ γὰρ παντὸς τὸ μὲν παράδειγμα, τὸ δὲ μίμημα ποιῶν ἐποίει, καὶ ἀρετῆς τὴν μὲν ἀρχέτυπον σφραγῖδα εἰργάζετο, τὸν δὲ ἀπὸ ταύτης ἐνεσημαίνετο ἐμφερέστατον χαρακτῆρα · μὲν οὖν ἀρχέτυπος σφραγὶς ἀσώματός ἐστιν ἰδέα, δὲ χαραχθεῖσα εἰκὼν σῶμα ἤδη, φύσει μὲν αἰσθητόν, οὐ μὴν εἰς αἴσθησιν ἐρχόμενον · καθάπερ καὶ τὸ ἐν τῷ βαθυτάτῳ τοῦ Ἀτλαντικοῦ πελάγους ξύλον εἴποι τις ἂν πεφυκέναι μὲν πρὸς τὸ καίεσθαι, μηδέποτε δ’ὑπὸ πυρὸς ἀναλωθήσεσθαι διὰ τὴν τῆς θαλάττης ἀνάχυσιν.

34

134τὴν οὖν σκηνὴν καὶ τὸν βωμὸν ἐννοήσωμεν ἰδέας, τὴν μὲν ἀρετῆς ἀσωμάτου, τὸν δὲ αἰσθητῆς εἰκόνος εἶναι σύμβολον. τὸν μέν γε βωμὸν καὶ τὰ ἐπ’αὐτοῦ ῥᾴδιον ἰδεῖν ἔξωτε γὰρ ἔχει τὴν κατασκευὴν καὶ ἀσβέστῳ πυρὶ […] ἀναλίσκεται, ὡς μὴ μεθ’ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ περιλάμπεσθαι , δὲ σκηνὴ καὶ τὰ ἐν αὐτῇ πάντα ἀθέατα, οὐχὶ τῷ μόνον ἐσωτάτω καὶ ἐν ἀδύτοις ἱδρῦσθαι, ἀλλὰ καὶ τῷ τὸν προσαψάμενον διὰ περιεργίαν ὀφθαλμῶν ἰδόντα ἀπαραιτήτῳ δίκῃ θανάτου κατὰ πρόσταξιν νόμου κολάζεσθαι, πλὴν εἰ μή τις ὁλόκληρος καὶ παντελὴς εἴη, περὶ μηδέν, μὴ μέγα, μὴ μικρόν, ἁπλῶς κηραίνων πάθος, ἀλλ’ἀρτίῳ καὶ πλήρει καὶ πάντα τελειοτάτῃ κεχρημένος τῇ φύσει.

136τούτῳ γὰρ ἐπιτέτραπται δι’ἔτους ἅπαξ εἰσιόντι ἐπισκοπεῖν τὰ ἀθέατα ἄλλοις, ἐπειδὴ καὶ ἐξ ἁπάντων μόνῳ τῶν ἀσωμάτων καὶ ἀφθάρτων ἀγαθῶν πτηνὸς καὶ οὐράνιος ἔρως ἐνδιαιτᾶται.

137ὅταν οὖν ὑπὸ τῆς ἰδέας πληχθεὶς ἕπηται τῇ τὰς κατὰ μέρος ἀρετὰς τυπούσῃ σφραγῖδι κατανοῶν καὶ καταπληττόμενος αὐτῆς τὸ θεοειδέστατον κάλλος τινι προσέρχηται δεξαμένῃ τὸν ἐκείνης χαρακτῆρα, λήθη μὲν ἀμαθίας καὶ ἀπαιδευσίας, μνήμη δὲ παιδείας καὶ ἐπιστήμης εὐθὺς ἐγγίνεται.

138διὸ λέγει · οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου προσπορεύησθε τῷ θυσιαστηρίῳ. ταῦτα δ’οὐκ ἀπαγορεύων μᾶλλον γνώμην ἀποφαινόμενος διεξέρχεται · τῷ μέν γε ἀπαγορεύοντι οἰκεῖον ἦν εἰπεῖν · οἶνον, ὅταν ἱερουργῆτε, μὴ πίνετε, τῷ δὲ γνώμην ἀποφαινομένῳ τὸ οὐ πίεσθε. καὶ γάρ ἐστιν ἀμήχανον τὸ μέθης καὶ παροινίας ψυχῆς αἴτιον, ἀπαιδευσίαν, προσίεσθαι τὸν ταῖς γενικαῖς καὶ κατ’εἶδος ἀρεταῖς ἐμμελετῶντα καὶ ἐγχορεύοντα.

139τὴν δὲ σκηνὴν μαρτυρίου καλεῖ πολλάκις, ἤτοι παρόσον ἀψευδὴς θεὸς ἀρετῆς ἐστι μάρτυς, καλὸν καὶ σύμφορον προσέχειν, παρόσον ἀρετὴ βεβαιότητα ταῖς ψυχαῖς ἐντίθησι τοὺς ἐνδοιάζοντας καὶ ἐπαμφοτερίζοντας λογισμοὺς ἀνὰ κράτος ἐκτέμνουσα καὶ ὥσπερ ἐν δικαστηρίῳ τῷ βίῳ τἀληθὲς ἀνακαλύπτουσα.

35

140λέγει δὲ ὅτι οὐ δ’ἀποθανεῖται νηφάλια θύων, ὡς ἀπαιδευσίας μὲν θάνατον ἐπιφερούσης, παιδείας δὲ ἀφθαρσίαν · καθάπερ γὰρ ἐν τοῖς σώμασιν ἡμῶν νόσος μὲν διαλύσεως, ὑγεία δὲ σωτηρίας αἰτία, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς ψυχαῖς τὸ μὲν σῷζόν ἐστι φρόνησις ὑγεία γάρ τις αὕτη διανοίας , τὸ δὲ φθεῖρον ἀφροσύνη νόσον ἀνίατον κατασκήπτουσα.

141τοῦτο δὲ νόμιμον αἰώνιον εἶναί φησιν, ἄντικρυς ἀποφαινόμενος · ὑπολαμβάνει γὰρ νόμον ἀθάνατον ἐν τῇ τοῦ παντὸς ἐστηλιτεῦσθαι φύσει ταυτὶ περιέχοντα, ὅτι ὑγιεινὸν μὲν καὶ σωτήριον χρῆμα παιδεία, νόσου δὲ καὶ φθορᾶς αἴτιον ἀπαιδευσία.

142παρεμφαίνει δέ τι καὶ τοιοῦτον · τὸ πρὸς ἀλήθειαν νόμιμον εὐθύς ἐστιν αἰώνιον, ἐπεὶ καὶ ὀρθὸς λόγος, ὃς δὴ νόμος ἐστίν, οὐ φθαρτός · καὶ γὰρ αὖ τοὐναντίον τὸ παράνομον ἐφήμερόντε καὶ εὐδιάλυτον ἐξ ἑαυτοῦ παρὰ τοῖς εὖ φρονοῦσιν ἀνωμολόγηται.

143νόμου δὲ καὶ παιδείας ἴδιον βέβηλα ἁγίων καὶ ἀκάθαρτα καθαρῶν διαστέλλειν, ὡς ἔμπαλιν ἀνομίας καὶ ἀπαιδευσίας εἰς ταὐτὸν ἄγειν τὰ μαχόμενα βιάζεσθαι φυρούσης τὰ πάντα καὶ συγχεούσης.

36

143διὰ τοῦτο καὶ βασιλέων καὶ προφητῶν μέγιστος Σαμουὴλ οἶνον καὶ μέθυσμα, ὡς ἱερὸς λόγος φησίν, ἄχρι τελευτῆς οὐ πίεται · τέτακται γὰρ ἐν τῇ τοῦ θείου στρατοπέδου τάξει, ἣν οὐδέποτε λείψει προμηθείᾳ τοῦ σοφοῦ ταξιάρχου.

144Σαμουὴλ δὲ γέγονε μὲν ἴσως ἄνθρωπος, παρείληπται δ’οὐχ ὡς σύνθετον ζῷον, ἀλλ’ὡς νοῦς λατρείᾳ καὶ θεραπείᾳ θεοῦ μόνῃ χαίρων · ἑρμηνεύεται γὰρ τεταγμένος θεῷ διὰ τὸ τὰς πράξεις ὅσαι κατὰ κενὰς δόξας συνίστανται χαλεπὴν ἀταξίαν εἶναι νομίζειν.

145οὗτος μητρὸς γέγονεν Ἄννης, ἧς τοὔνομα μεταληφθέν ἐστι χάρις · ἄνευ γὰρ θείας χάριτος ἀμήχανον λιποτακτῆσαι τὰ θνητὰ τοῖς ἀφθάρτοις ἀεὶ παραμεῖναι ·

146χάριτος δ’ἥτις ἂν πληρωθῇ ψυχή, γέγηθεν εὐθὺς καὶ μειδιᾷ καὶ ἀνορχεῖται · βεβάκχευται γάρ, ὡς πολλοῖς τῶν ἀνοργιάστων μεθύειν καὶ παροινεῖν καὶ ἐξεστάναι ἂν δόξαι. διὸ καὶ λέγεται πρὸς αὐτὴν ὑπὸ παιδαρίου τινός, οὐχ ἑνός, ἀλλ’ὑπὸ παντὸς τοῦ νεωτερίζειν καὶ τὰ καλὰ χλευάζειν ἀκμὴν ἔχοντος · ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου ·

147φιλεῖ γὰρ τοῖς θεοφορήτοις οὐχ ψυχὴ μόνον ἐγείρεσθαι καὶ ὥσπερ ἐξοιστρᾶν, ἀλλὰ καὶ τὸ σῶμα ἐνερευθὲς εἶναι καὶ πεπυρωμένον τῆς ἔνδον ἀναχεούσης καὶ χλιαινούσης χαρᾶς τὸ πάθος εἰς τὸ ἔξω διαδιδούσης · ὑφ’οὗ πολλοὶ τῶν ἀφρόνων ἀπατηθέντες τοὺς νήφοντας μεθύειν ὑπετόπασαν.

148καίτοι γε ἐκεῖνοι μὲν τρόπον τινὰ μεθύουσιν οἱ νήφοντες τὰ ἀγαθὰ ἀθρόα ἠκρατισμένοι καὶ τὰς προπόσεις παρὰ τελείας ἀρετῆς δεξάμενοι, οἱ δὲ τὴν ἀπὸ οἴνου μεθύοντες μέθην ἄγευστοι φρονήσεως διετέλεσαν νηστείαν συνεχῆ καὶ λιμὸν αὐτῆς ἄγοντες.

149εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον · θαυμάσιε, γυνὴ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον κυρίου · παμπόλλη γε παρρησία τῆς ψυχῆς, τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται.

150πρῶτον μέν γε σκληρὰν ἡμέραν εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον τούτῳ γὰρ καὶ παντὶ ἄφρονι τραχεῖα καὶ δύσβατος καὶ ἀργαλεωτάτη νενόμισται ἐπ’ἀρετὴν ἄγουσα ὁδός, καθὰ καὶ τῶν παλαιῶν τις ἐμαρτύρησεν εἰπών · τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῆς δ’ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν ἀθάνατος, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον · ἐπὴν δ’εἰς ἄκρον ἵκηαι. ῥηιδίη δὴ ’πειτα πέλει χαλεπή περ ἐοῦσα .

37

151εἶτα οἶνον καὶ μέθυσμα οὔ φησι προσενέγκασθαι τῷ συνεχῶς καὶ παρὰ πάντα τὸν βίον νήφειν ἐπαυχοῦσα · καὶ γὰρ ὄντως ἀφέτῳ καὶ ἐλευθεριάζοντι καὶ καθαρῷ χρῆσθαι λογισμῷ πρὸς μηδενὸς πάθους παροινουμένῳ μέγα καὶ θαυμαστὸν ἦν ἔργον.

152ἐκ τούτου δὲ συμβαίνει νήψεως ἀκράτου τὸν νοῦν ἐμφορηθέντα σπονδὴν ὅλον δι’ὅλων γίνεσθαίτε καὶ σπένδεσθαι θεῷ · τί γὰρ ἦν τὸ ἐκχεῶ τὴν ψυχήν μου ἐναντίον κυρίου σύμπασαν αὐτὴν ἀνιερώσω, δεσμὰ μὲν οἷς πρότερον ἐσφίγγετο, περιῆψαν αἱ τοῦ θνητοῦ βίου κεναὶ σπουδαί, πάντα λύσας, προαγαγὼν δὲ ἔξω καὶ τείνας καὶ ἀναχέας τοσοῦτον, ὡς καὶ τῶν τοῦ παντὸς ἅψασθαι περάτων καὶ πρὸς τὴν τοῦ ἀγενήτου παγκάλην καὶ ἀοίδιμον θέαν ἐπειχθῆναι;

153νηφόντων μὲν οὖν χορὸς οὗτος παιδείαν προστησαμένων ἡγεμονίδα, μεθυόντων δ’ πρότερος, οὗπερ ἦν ἔξαρχος ἀπαιδευσία.

38

154ἐπεὶ δὲ τὸ μεθύειν οὐ μόνον ἐδήλου τὸ ληρεῖν, δημιουργὸν ἀπαιδευσίαν εἶχεν, ἀλλὰ καὶ τὸ παντελῶς ἀναισθητεῖν, ἀναισθησίας δὲ τῆς μὲν κατὰ τὸ σῶμα δημιουργὸς οἶνος, τῆς δὲ κατὰ ψυχὴν ἄγνοια τούτων ὧν εἰκὸς ἦν ἐπιστήμην ἀνειληφέναι, λεκτέον καὶ περὶ ἀγνοίας βραχέα αὐτὰ τὰ καίρια ὑπομιμνῄσκοντας.

155τίνι οὖν ἀπεικάσωμεν τῶν ἐν τῷ σώματι τὸ ἐν ψυχῇ πάθος κέκληται ἄγνοια τῇ τῶν αἰσθητηρίων πηρώσει; οὐκοῦν ὅσοι ὀφθαλμοὺς καὶ ὦτα ἐβλάβησαν, οὐδὲν ἔτι οὔτ’ἰδεῖν οὔτ’ἀκοῦσαι δύνανται, ἡμέραν μὲν καὶ φῶς, ὧν ἕνεκα μόνων, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ ζῆν αἱρετόν, οὐκ εἰδότες, μακρῷ δὲ σκότῳ καὶ νυκτὶ αἰωνίῳ συνοικοῦντες, πρὸς πάντα καὶ μικρὰ καὶ μείζω κεκωφημένοι, οὓς εἰκότως βίος ἀδυνάτους εἴωθε καλεῖν ·

156 κἂν γὰρ αἱ τοῦ ἄλλου σώματος ἅπασαι δυνάμεις ἐπ’αὐτὸ δὴ τὸ πέρας ἰσχύος ἔλθωσι καὶ ῥώμης, ὑποσκελισθεῖσαι πρὸς ὀφθαλμῶν καὶ ὤτων πηρώσεως μέγα πτῶμα πίπτουσιν, ὡς μηκέτ’ἀναστῆναι δύνασθαι · τὰ γὰρ ὑπερείδοντα καὶ στηρίζοντα ἄνθρωπον λόγῳ μὲν αἱ βάσεις εἰσίν, ἔργῳ δὲ ἀκοαίτε καὶ ὄψεις, ἃς ἔχων μέν τις ὁλοκλήρους ἐγήγερται καὶ ἀνωρθίασται, στερόμενος δὲ αὐτῶν κλίνεται καὶ εἰσάπαν καθαιρεῖται.

157τὸ παραπλήσιον οὖν ἐν ψυχῇ πάντως ἄγνοια ἐργάζεται τὰ βλέποντα καὶ ἀκούοντα αὐτῆς λυμαινομένη καὶ μήτε φῶς μήτε λόγον παρεισελθεῖν ἐῶσα, τὸν μέν, ἵνα μὴ διδάξῃ, τὸ δέ, ἵνα μὴ δείξῃ τὰ ὄντα, βαθὺ δὲ σκότος καὶ πολλὴν ἀλογίαν καταχέασα κωφὴν λίθον τὸ περικαλλέστατον εἶδος ψυχῆς εἰργάσατο.

39158

157καὶ γὰρ τῇ ἀγνοίᾳ τὸ ἐναντίον, ἐπιστήμη, τρόπον τινὰ ψυχῆς καὶ ὀφθαλμοὶ καὶ ὦτά ἐστι · καὶ γὰρ τοῖς λεγομένοις προσέχει τὸν νοῦν καὶ καταθεᾶται τὰ ὄντα καὶ οὐδὲν οὔτε παρορᾶν οὔτε παρακούειν ὑπομένει, πάντα δ’ὅσα ἀκοῆς καὶ θέας ἄξια περισκοπεῖ καὶ περιβλέπεται, κἂν εἰ πεζεύειν καὶ πλεῖν δεῖ, γῆς καὶ θαλάττης ἄχρι τῶν περάτων ἀφικνεῖται, ἵνα ἴδῃ τι πλέον ἀκούσῃ καινότερον.

159ἀοκνότατον γὰρ ἐπιστήμης ἔρως, ἐχθρὸς μὲν ὕπνου, φίλος δὲ ἐγρηγόρσεως · διανιστὰς οὖν καὶ ἀνεγείρων καὶ παραθήγων ἀεὶ διάνοιαν πανταχόσε περιφοιτᾶν ἀναγκάζει λίχνον ἀκοῆς ἐργαζόμενος καὶ μαθήσεως δίψαν ἄληκτον ἐντήκων.

160οὐκοῦν ἐπιστήμη μὲν τὸ βλέπειν καὶ ἀκούειν περιποιεῖ, δι’ὧν αἱ κατορθώσεις · γὰρ ἰδὼν καὶ ἀκούσας, γνοὺς τὸ συμφέρον, τὸ μὲν ἑλόμενος, τὸ δὲ ἐναντίον ἀποστραφεὶς ὠφέληται. ἄγνοια δὲ χαλεπωτέραν τῆς ἐν τῷ σώματι πήρωσιν ἐπιφέρουσα τῇ ψυχῇ πάντων ἁμαρτημάτων αἰτία γίνεται, μηδὲν μήτ’ἐκ τοῦ προϊδέσθαι μήτ’ἐκ τοῦ προακοῦσαι δυναμένη λαβεῖν ἔξωθεν βοήθημα · διὰ γοῦν τὴν πολλὴν ἐρημίαν ἑαυτῆς ἀφρούρητος καὶ ἀφύλακτος ἐαθεῖσα πρὸς τῶν ἐπιτυχόντων ἀνθρώπωντε ὁμοῦ καὶ πραγμάτων ἐπιβουλεύεται.

161μηδέποτ’οὖν μήτ’ἄκρατον προσενεγκώμεθα τοσοῦτον, ὡς ἀπραξίαν ἐμποιῆσαι ταῖς αἰσθήσεσι, μήτε τοσοῦτον ἐπιστήμης ἀλλοτριωθῶμεν, ὡς ἄγνοιαν, τὸ μέγα καὶ βαθὺ σκότος, τῆς ἑαυτῶν ψυχῆς κατασκεδάσαι.

40

162διττὸν δὲ τὸ ἀγνοίας γένος, τὸ μὲν ἁπλοῦν, παντελὴς ἀναισθησία, τὸ δὲ διπλοῦν, ὅταν μὴ μόνον ἀνεπιστημοσύνῃ τις συνέχηται, ἀλλὰ καὶ οἴηται εἰδέναι μηδαμῶς οἶδε δόξῃ ψευδεῖ σοφίας ἐπαιρόμενος.

163τὸ μὲν οὖν πρότερον κακὸν ἔλαττον κουφοτέρων γὰρ ἁμαρτημάτων καὶ τάχα ἀκουσίων αἴτιον , τὸ δὲ δεύτερον μεῖζον · μεγάλα γὰρ ἀποτίκτει καὶ οὐκ ἀκούσια μόνον ἀλλ’ἤδη κἀκ προνοίας ἀδικήματα.

164περὶ ταῦτά μοι δοκεῖ Λὼτ θυγατροποιὸς μάλιστα κηραίνειν ἄρρεν καὶ τέλειον ἐν ψυχῇ φυτὸν ἀναθρέψαι μὴ δυνάμενος · δύο γὰρ θυγατέρας ἐκ τῆς λιθουμένης γυναικὸς ἔσχηκεν, ἣν εὐθυβόλῳ χρησάμενος ὀνόματι καλέσειεν ἄν τις συνήθειαν, ἐχθρὰν φύσιν ἀληθείας, καὶ ὁπότε ἄγοι τις αὐτήν, ὑστερίζουσαν καὶ περιβλεπομένην τὰ ἀρχαῖα καὶ σύντροφα καὶ ἀψύχου τρόπον στήλης ἐν μέσοις αὐτοῖς καταμένουσαν.

165τῶν δὲ θυγατέρων μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ νεωτέρα · τῷ μὲν γὰρ βουλεύσασθαι τὸ συναινεῖν ἕπεται, συναινέσας δ’οὐ δὲ εἷς ἔτι βουλεύεται. καθίσας οὖν νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαίτε καὶ διερευνᾶν ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς αὐτὸ μόνον ἀφ’ἑαυτῶν ἐνδιδῴη.

166ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν ·

41

166διὸ λέγεται · ἐπότισαν τὸν πατέρα οἶνον. ἀναισθησία παντελής, ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ἑαυτοῦ τὰ συμφέροντα τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα ἑλέσθαι, τὰ δ’ὡς ψευδῆ καὶ βλάβης αἴτια ἀποστραφῆναι.

167πολὺ γὰρ σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος.

168οὐ δὲ γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ἂν μᾶλλον βλάψαι · τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος δὲ ἀνωφελὴς πᾶσα ὄψις.

169τὸν μέντοι σεμνυνόμενον ἐπὶ τῷ βουλεύεσθαι ἐπὶ τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν ἱκανῶς δύνασθαι διὰ τούτων ὑπομνηστέον · εἰ μὲν ἀπὸ τῶν αὐτῶν τὰς αὐτὰς ἀεὶ συνέβαινε προσπίπτειν ἀπαραλλάκτους φαντασίας, ἦν ἴσως ἀναγκαῖον τάτε ἐν ἡμῖν αὐτοῖς φύσει κατασκευασθέντα διττὰ κριτήρια, αἴσθησίντε καὶ νοῦν, ὡς ἀψευδῆ καὶ ἀδέκαστα θαυμάζειν καὶ περὶ μηδενὸς ἐνδοιάζοντας ἐπέχειν, ἀλλὰ τοῖς ἅπαξ φανεῖσι πιστεύοντας τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἔμπαλιν ἀποστρέφεσθαι.

170ἐπειδὴ δὲ διαφόρως ἀπ’αὐτῶν εὑρισκόμεθα κινούμενοι, βέβαιον περὶ οὐδενὸς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν, ἅτε μὴ ἑστῶτος τοῦ φανέντος, ἀλλὰ πολυτρόποις καὶ πολυμόρφοις χρωμένου ταῖς μεταβολαῖς ·

42

170ἀνάγκη γὰρ ἀνιδρύτου τῆς φαντασίας οὔσης ἀνίδρυτον εἶναι καὶ τὴν ἐπ’αὐτῇ κρίσιν.

171αἴτια δὲ τούτου πολλά · πρῶτον μὲν αἱ ἐν τοῖς ζῴοις οὐ καθ’ἓν μέρος ἀλλὰ σχεδὸν περὶ πάντα ἀμύθητοι διαφοραί, αἱ περὶ τὴν γένεσιν καὶ κατασκευὴν αὐτῶν, αἱ περὶ τὰς τροφὰς καὶ διαίτας, αἱ περὶ τὰς αἱρέσεις καὶ φυγάς, αἱ περὶ τὰς αἰσθητικὰς ἐνεργείαςτε καὶ κινήσεις, αἱ περὶ τὰς τῶν κατὰ σῶμα καὶ ψυχὴν ἀμυθήτων παθῶν ἰδιότητας.

172χωρὶς γὰρ τῶν κρινόντων ἴδε καὶ τῶν κρινομένων ἔνια, οἷα τὸν χαμαιλέοντα, τὸν πολύποδα · τὸν μέν γέ φασι τὴν χρόαν ἀλλάττοντα τοῖς ἐδάφεσιν ὁμοιοῦσθαι καθ’ὧν εἴωθεν ἕρπειν, τὸν δὲ ταῖς κατὰ θαλάττης πέτραις, ὧν ἂν περιδράξηται, τάχα που τῆς σωτηρίου φύσεως ἀλεξίκακον συλλήψεως δωρησαμένης τὴν εἰς τὸ πολυχρώματον αὐτοῖς τροπὴν φάρμακον.

173τὸν δὲ αὐχένα τῆς περιστερᾶς ἐν ἡλιακαῖς αὐγαῖς οὐ κατενόησας μυρίας χρωμάτων ἀλλάττοντα ἰδέας; οὐχὶ φοινικοῦν καὶ κυανοῦν, πυρωπόντε αὖ καὶ ἀνθρακοειδές, ἔτι δὲ ὠχρὸν καὶ ἐρυθρὸν καὶ ἄλλα παντοδαπὰ ἴσχει χρώματα, ὧν οὐ δὲ τὰς κλήσεις ῥᾴδιον ἀπομνημονεῦσαι;

174φασὶ μέντοι καὶ ἐν Σκύθαις τοῖς καλουμένοις Γελώοις θαυμασιώτατόν τι γίνεσθαι σπανίως μέν, γίνεσθαι δ’ὅμως θηρίον, καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς οὐκ ἀποδέον, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον · λόγος ἔχει τοῦτο μεταβάλλειν ἀεὶ τὰς τρίχας πρόςτε τὰ χωρία καὶ τὰ δένδρα καὶ πάνθ’ἁπλῶς οἷς ἂν ἐγγὺς ἱστῆται, ὡς διὰ τὴν τῆς χρόας ὁμοιότητα λανθάνειν τοὺς ἐντυγχάνοντας καὶ ταύτῃ μᾶλλον τῇ περὶ σῶμα ἀλκῇ δυσθήρατον εἶναι.

175ταῦτα δὴ καὶ τὰ τούτοις ὅμοια πίστεις ἐναργεῖς ἀκαταληψίας εἰσίν.

43

175ἔπειτα δὲ αἱ μηκέτι τῶν ζῴων ἁπάντων, ἀλλὰ καὶ ἀνθρώπων ἰδίᾳ πρὸς ἀλλήλους περὶ πάντα ποικιλίαι.

176οὐ γὰρ μόνον ἄλλοτε ἄλλως τὰ αὐτὰ κρίνουσιν, ἀλλὰ καὶ ἑτέρως ἕτεροι ἡδονάςτε καὶ ἀηδίας ἔμπαλιν τῶν αὐτῶν λαμβάνοντες · οἷς γὰρ δυσηρέστησαν ἔνιοι, ἐτέρφθησαν ἄλλοι, καὶ κατὰ τοὐναντίον ἅπερ ὡς φίλα καὶ οἰκεῖα ἐπισπασάμενοί τινες ἐδεξιώσαντο, ταῦθ’ἕτεροι ὡς ἀλλότρια καὶ δυσμενῆ μακρὰν ἀφ’ἑαυτῶν ἐσκοράκισαν.

177ἤδη γοῦν ἐν θεάτρῳ πολλάκις παρατυχὼν εἶδον ὑφ’ἑνὸς μέλους τῶν ἀγωνιζομένων ἐπὶ τῆς σκηνῆς τραγῳδῶν κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας, ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν ἂν νομισθῆναι, ἐνίους δ’οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ δυσαρέστοις ψυχαῖς ἐργάσηται.

178καίτοι τί ταῦτά φαμεν; αὐτός τις εἷς ὢν ἕκαστος ἐφ’ἑαυτοῦ, τὸ παραδοξότατον, μυρίας μεταβολὰς καὶ τροπὰς δεχόμενος κατάτε σῶμα καὶ ψυχὴν τοτὲ μὲν αἱρεῖται, τοτὲ δ’ἀποστρέφεται οὐδαμῶς μεταβάλλοντα, μένειν δ’ἐπὶ τῆς αὐτῆς πεφυκότα κατασκευῆς ·

179οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐ δὲ ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐ δὲ ἡβῶσι καὶ γεγηρακόσι · καὶ ἑστὼς μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενόςτε καὶ χαίρων, καὶ φιλῶν καὶ τοὐναντίον μισῶν.

180καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν; συνελόντι γὰρ φράσαι πᾶσα σώματος καὶ ψυχῆς κατὰ φύσιντε αὖ καὶ παρὰ φύσιν κίνησις αἰτία τῆς περὶ τὰ φαινόμενα ἀστάτου φορᾶς γίνεται μαχόμενα καὶ ἀσύμφωνα προσβαλλούσης ὀνείρατα.

44

181γίνεται δ’οὐχ ἥκιστα τὸ περὶ τὰς φαντασίας ἄστατον καὶ παρὰ τὰς θέσεις καὶ παρὰ τὰ διαστήματα καὶ παρὰ τοὺς τόπους, οἷς ἕκαστα ἐμπεριέχεται.

182 τοὺς κατὰ θαλάττης ἰχθῦς οὐχ ὁρῶμεν, ὁπότε τὰς πτέρυγας διατείνοντες ἐννήχοιντο, μείζους ἀεὶ τῆς φύσεως προφαινομένους; καὶ τὰς εἰρεσίας μέντοι, κἂν σφόδρα ὦσιν εὐθυτενεῖς, κεκλασμένας ὁρᾶσθαι συμβαίνει καθ’ὕδατος.

183τά γε μὴν πορρωτάτω ψευδεῖς προσβάλλοντα φαντασίας τὸν νοῦν εἴωθεν ἀπατᾶν · ἄψυχα γὰρ ἔστιν ὅτε ὄντα ὑπετοπήθη ζῷα εἶναι καὶ τοὐναντίον τὰ ἔμψυχα ἄψυχα, ἔτι δὲ τὰ ἑστῶτα κινεῖσθαι καὶ τὰ κινούμενα ἑστάναι, καὶ τὰ μὲν προσιόντα ἐξαναχωρεῖν, τὰ δὲ ἀπιόντα πάλιν προσέρχεσθαι, καὶ βραχύτατα μὲν τὰ περιμηκέστατα, περιφερῆ δ’αὖ τὰ πολυγώνια. καὶ μυρία ἄλλα ὑπὸ τῆς φανερᾶς ὄψεως ψευδογραφεῖται, οἷς οὐκ ἄν τις εὖ φρονῶν ὡς βεβαίοις συνεπιγράψαιτο.

45

184τί δ’αἱ ἐν τοῖς σκευαζομένοις ποσότητες; παρὰ γὰρ τὸ πλέον ἔλαττον αἵτε βλάβαι καὶ ὠφέλειαι συνίστανται, καθάπερ ἐπὶ μυρίων ἄλλων καὶ μάλιστα τῶν κατὰ τὴν ἰατρικὴν ἐπιστήμην ἔχει φαρμάκων ·

185 γὰρ ἐν ταῖς συνθέσεσι ποσότης ὅροις καὶ κανόσι μεμέτρηται, ὧν οὔτε ἐντὸς κάμψαι οὔτε περαιτέρω προελθεῖν ἀσφαλές τὸ μὲν γὰρ ἔλαττον χαλᾷ, τὸ δὲ πλέον ἐπιτείνει τὰς δυνάμεις · βλαβερὸν δ’ἑκάτερον, τὸ μὲν ἀδυνατοῦν ἐνεργῆσαι δι’ἀσθένειαν, τὸ δὲ βλάψαι βιαζόμενον διὰ καρτερωτάτην ἰσχύν , λειότησίτε αὖ καὶ τραχύτησι, πυκνότησίτε αὖ καὶ πιλήσεσι καὶ τοὐναντίον μανότησι καὶ ἐξαπλώσεσι τὸν εἰς βοήθειαν καὶ βλάβην ἔλεγχον ἐναργῶς διασυνίστησιν.

186ἀλλὰ μὴν οὐ δὲ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι τῶν ὄντων σχεδὸν ἐξ αὑτοῦ καὶ καθ’αὑτὸ νενόηται τὸ παράπαν οὐδέν, τῇ δὲ πρὸς τὸ ἐναντίον παραθέσει δοκιμάζεται, οἷον τὸ μικρὸν παρὰ τὸ μέγα, τὸ ξηρὸν παρὰ τὸ ὑγρόν, παρὰ τὸ ψυχρὸν τὸ θερμόν, παρὰ τὸ βαρὺ τὸ κοῦφον, τὸ μέλαν παρὰ τὸ λευκόν, τὸ ἀσθενὲς παρὰ τὸ ἰσχυρόν, τὰ ὀλίγα παρὰ τὰ πολλά.

187κατὰ τὸ παραπλήσιον μέντοι καὶ ὅσα ἐπ’ἀρετὴν κακίαν ἀναφέρεται, τὰ ὠφέλιμα διὰ τῶν βλαβερῶν γνωρίζεται, τὰ καλὰ τῇ τῶν αἰσχρῶν ἀντιθέσει, τὰ δίκαια καὶ κοινῶς ἀγαθὰ τῇ τῶν ἀδίκων καὶ κακῶν παραθέσει, καὶ πάντα μέντοι τὰ ἄλλα ὅσα ἐν κόσμῳ σκοπῶν ἄν τις εὕροι κατὰ τὸν αὐτὸν τύπον λαμβάνοντα τὴν ἐπίκρισιν · ἐξ ἑαυτοῦ μὲν γὰρ ἕκαστον ἀκατάληπτον, ἐκ δὲ τῆς πρὸς ἕτερον συγκρίσεως γνωρίζεσθαι δοκεῖ.

188τὸ δὲ μὴ ἑαυτῷ μαρτυρεῖν ἱκανόν, τῆς δὲ ἀφ’ἑτέρου χρῇζον συνηγορίας, ἀβέβαιον εἰς πίστιν · ὥστε καὶ ταύτῃ τοὺς εὐχερῶς ὁμολογοῦντας ἀρνουμένους περὶ παντὸς οὑτινοσοῦν ἐλέγχεσθαι.

189καὶ τί θαυμαστόν; προσωτέρω γάρ τις χωρήσας τῶν πραγμάτων καὶ εἱλικρινέστερον αὐτὰ αὐγασάμενος εἴσεται τοῦθ’, ὅτι ἓν οὐδὲν καθ’ἁπλῆν ἡμῖν τὴν ἑαυτοῦ προσπίπτει φύσιν, ἀλλὰ πάντα μίξεις πολυπλοκωτάτας ἔχοντα καὶ κράσεις.

46

190αὐτίκα τῶν χρωμάτων ἀντιλαμβανόμεθα πῶς; ἆρ’οὐ σὺν ἀέρι καὶ φωτί, τοῖς ἐκτός, καὶ τῷ κατ’αὐτὴν τὴν ὄψιν ὑγρῷ; γλυκὺ δὲ καὶ πικρὸν τίνα τρόπον δοκιμάζεται; μὴ δίχα τῶν καθ’ἡμᾶς αὐτοὺς ἐνστομίων χυλῶν ὅσοι κατὰ φύσιν παρὰ φύσιν; οὐ δήπου; τί δ’; αἱ ἀπὸ τῶν ἐπιθυμιωμένων ὀσμαὶ μὴ τὰς ἁπλᾶς καὶ εἱλικρινεῖς τῶν σωμάτων φύσεις παριστᾶσιν; τὰς κεκραμένας ἔκτε αὐτῶν καὶ ἀέρος, ἔστι δ’ὅτε καὶ τοῦ τήκοντος τὰ σώματα πυρὸς καὶ τῆς κατὰ τοὺς μυκτῆρας δυνάμεως;

191ἐκ δὴ τούτων συνάγεται, ὅτι οὔτε χρωμάτων ἀντιλαμβανόμεθα, ἀλλὰ τοῦ συνισταμένου κράματος ἔκτε τῶν ὑποκειμένων καὶ φωτός, οὔτε ὀσμῶν, ἀλλὰ μίγματος, ὅπερ συνέστη διάτε τοῦ ῥυέντος ἀπὸ τῶν σωμάτων καὶ τοῦ πανδεχοῦς ἀέρος, οὔτε χυλῶν, ἀλλὰ τοῦ γενομένου διάτε τοῦ προσιόντος γευστοῦ καὶ τῆς κατὰ τὸ στόμα ὑγρᾶς οὐσίας.

47

192τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον εὐήθειαν προπέτειαν ἀλαζονείαν ἄξιον καταγινώσκειν τῶν ὁμολογεῖν ἀρνεῖσθαι περὶ παντὸς οὑτινοσοῦν ῥᾳδίως ὑπομενόντων. εἰ μὲν γὰρ αἱ ἁπλαῖ δυνάμεις ἐκποδών, αἱ δὲ μικταὶ καὶ ἐκ πλειόνων συνηρανισμέναι προῦπτοι, ἀμήχανον δὲ καὶ τὰς ἀοράτους ἰδεῖν καὶ διὰ τῶν κεκραμένων τὸν ἑκάστης τῶν συνερανισθεισῶν τύπον ἰδίᾳ κατανοῆσαι, τί ἂν εἴη λοιπὸν τὸ ἐπέχειν;

193ἐκεῖνα δ’ἡμᾶς οὐ παρακαλεῖ μὴ λίαν τοῖς ἀφανέσι προπιστεύειν, σχεδὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνακέχυται κοινὸν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις ἐπάγοντα τὸν ἐκ τοῦ κρίνειν ὄλισθον; τίνα οὖν ταῦτ’ἐστίν; ἀγωγαὶ δήπουθεν αἱ ἐκ παίδων καὶ ἔθη πάτρια καὶ παλαιοὶ νόμοι, ὧν ἓν οὐδὲν ὁμολογεῖται ταὐτὸν εἶναι παρὰ πᾶσιν, ἀλλὰ κατὰ χώρας καὶ ἔθνη καὶ πόλεις, μᾶλλον δὲ καὶ κατὰ κώμην καὶ οἰκίαν ἑκάστην, ἄνδρα μὲν οὖν καὶ γυναῖκα καὶ νήπιον παῖδα τοῖς ὅλοις διακέκριται ·

194τὰ γοῦν αἰσχρὰ παρ’ἡμῖν ἑτέροις καλά, καὶ τὰ πρέποντα ἀπρεπῆ, καὶ τὰ δίκαια ἄδικα, καὶ ἀνόσια μὲν τὰ ὅσια, νόμιμα δ’αὖ τὰ παράνομα, ἔτι δὲ ψεκτὰ τὰ ἐπαινετὰ καὶ ὑπόδικα τὰ τιμῆς ἄξια καὶ ὅσα ἄλλα ἐναντία ταῦτα νομίζουσι.

195καὶ τί δεῖ μακρηγορεῖν τὸν ὑπὸ ἑτέρων ἀναγκαιοτέρων μεθελκόμενον; εἰ μέντοι βουληθείη τις ὑπὸ μηδεμιᾶς ἄλλης καινοτέρας θέας ἀγόμενος, ἐνευκαιρήσας τῷ προτεθέντι κεφαλαίῳ τὰς ἑκάστων ἀγωγὰς καὶ ἔθη καὶ νόμους ἐπιέναι χωρῶν, ἐθνῶν, πόλεων, τόπων, ὑπηκόων ἡγεμόνων, ἐνδόξων ἀδόξων, ἐλευθέρων οἰκετῶν, ἰδιωτῶν ἐπιστημόνων, οὐχ ἡμέραν μίαν οὐ δὲ δύο, ἀλλὰ οὐ δὲ μῆνα ἐνιαυτόν, τὸν δὲ ἅπαντα ἑαυτοῦ κατατρίψει βίον, κἂν αἰῶνι χρήσηται μακρῷ, καὶ οὐδὲν ἧττον πολλὰ ἀδιερεύνητα καὶ ἀπερίσκεπτα καὶ ἄφωνα λήσει καταλιπών.

196οὐκοῦν ἄλλων παρ’ἄλλοις οὐ βραχεῖ μόνον διεστηκότων, ἀλλὰ καὶ τοῖς ὅλοις ἀπᾳδόντων, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀνάγκη καὶ τὰς προσπιπτούσας διαφέρειν φαντασίας καὶ τὰς κρίσεις ἀλλήλαις πεπολεμῶσθαι.

48

197ὧν ὑπαρχόντων τίς οὕτως ἔκφρων ἐστὶ καὶ παράληρος, ὡς φάναι παγίως, ὅτι τὸ τοιόνδε ἐστὶ δίκαιον φρόνιμον καλὸν συμφέρον; γὰρ ἂν οὗτος ὁρίσῃ, τἀναντία μεμελετηκὼς ἐκ παίδων ἕτερος ἀκυρώσει.

198ἐγὼ δ’οὐ τεθαύμακα, εἰ πεφορημένος καὶ μιγὰς ὄχλος, ἐθῶν καὶ νόμων τῶν ὁπωσοῦν εἰσηγμένων ἀκλεὴς δοῦλος, ἀπ’αὐτῶν ἔτι σπαργάνων ὑπακούειν ὡς ἂν δεσποτῶν τυράννων ἐκμαθών, κατακεκονδυλισμένος τὴν ψυχὴν καὶ μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μὴ δυνάμενος πιστεύει τοῖς ἅπαξ παραδοθεῖσι καὶ τὸν νοῦν ἐάσας ἀγύμναστον ἀδιερευνήτοις καὶ ἀνεξετάστοις συναινέσεσίτε καὶ ἀρνήσεσι χρῆται, ἀλλ’εἰ καὶ τῶν λεγομένων φιλοσόφων πληθὺς τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδὲς ἐπιμορφάζουσα θηρᾶν κατὰ στίφη καὶ λόχους διακέκριται καὶ δόγματα ἀσύμφωνα, πολλάκις δὲ καὶ ἐναντία οὐ περὶ ἑνὸς τίθεται τοῦ τυχόντος, ἀλλὰ σχεδὸν περὶ πάντων μικρῶντε καὶ μεγάλων, ἐν οἷς αἱ ζητήσεις συνίστανται ·

199οἱ γὰρ ἄπειρον τὸ πᾶν εἰσηγούμενοι τοῖς πεπερασμένον εἶναι λέγουσιν οἱ τὸν κόσμον ἀγένητον τοῖς γενητὸν ἀποφαινομένοις οἱ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἀλόγου καὶ ἀπαυτοματιζούσης ἐξάψαντες φορᾶς τοῖς ὑπολαμβάνουσι πρόνοιαν καὶ ἐπιμέλειαν ὅλου καὶ τῶν μερῶν θαυμαστήν τιν’εἶναι ἡνιοχοῦντος καὶ κυβερνῶντος ἀπταίστως καὶ σωτηρίως θεοῦ πῶς ἂν δύναιντο τὰς αὐτὰς καταλήψεις τῶν ὑποκειμένων ποιεῖσθαι πραγμάτων;

200αἱ δὲ περὶ τὴν τἀγαθοῦ σκέψιν φαντασίαι ἆρ’οὐκ ἐπέχειν μᾶλλον ὁμολογεῖν βιάζονται τῶν μὲν ἀγαθὸν εἶναι νομιζόντων μόνον τὸ καλὸν καὶ θησαυριζομένων αὐτὸ ἐν ψυχῇ, τῶν δὲ πρὸς πλείω κατακερματιζόντων καὶ ἄχρι σώματος καὶ τῶν ἐκτὸς ἀποτεινόντων;

201οὗτοι λέγουσι τὰς μὲν τυχηρὰς εὐπραγίας δορυφόρους εἶναι σώματος, ὑγείαν δὲ καὶ ἰσχὺν καὶ τὸ ὁλόκληρον καὶ ἀκρίβειαν αἰσθητηρίων καὶ ὅσα ὁμοιότροπα τῆς βασιλίδος ψυχῆς · τρισὶ γὰρ τῆς τἀγαθοῦ φύσεως κεχρημένης τάξεσι τὴν μὲν τρίτην καὶ ἐξωτάτην τῆς δευτέρας καὶ ὑπεικούσης πρόμαχον εἶναι, τὴν δὲ δευτέραν τῆς πρώτης μέγα πρόβλημα καὶ φυλακτήριον γεγενῆσθαι.

202καὶ περὶ αὐτῶν τούτων μέντοι καὶ βίων διαφορᾶς καὶ τελῶν πρὸς χρὴ τὰς πράξεις ἁπάσας ἀναφέρεσθαι καὶ μυρίων ἄλλων ὅσατε λογικὴ καὶ ἠθικὴ καὶ φυσικὴ πραγματεία περιέχει γεγόνασι σκέψεις ἀμύθητοι, ὧν ἄχρι τοῦ παρόντος οὐδεμία παρὰ πᾶσι τοῖς σκεπτικοῖς συμπεφώνηται.

49

203οὐκ εἰκότως οὖν τῶν δυεῖν θυγατέρων, βουλῆςτε καὶ συναινέσεως, ἁρμοσθεισῶν καὶ συνευνασθεισῶν νοῦς ἀγνοίᾳ ἐπιστήμης χρώμενος εἰσάγεται; λέγεται γὰρ ὅτι οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὰς καὶ ἀναστῆναι ·

204οὔτε γὰρ ὕπνον οὔτε ἐγρήγορσιν οὔτε σχέσιν οὔτε κίνησιν ἔοικε σαφῶς καὶ παγίως καταλαμβάνειν, ἀλλὰ καὶ ὁπότε ἄριστα βεβουλεῦσθαι δοκεῖ, τότε μάλιστα ἀβουλότατος ὢν εὑρίσκεται τῶν πραγμάτων μὴ ὅμοιον τοῖς προσδοκηθεῖσι λαβόντων τὸ τέλος ·

205καὶ ὁπότε συνεπιγράφεσθαί τισιν ὡς ἀληθέσιν ἔδοξε, τὴν ἐπ’εὐχερείᾳ καρποῦται κατάγνωσιν, ἀπίστων καὶ ἀβεβαίων, οἷς πρότερον ὡς βεβαιοτάτοις ἐπίστευε, φαινομένων · ὥστε εἰς τὰ ἐναντία, ὧν ὑπετόπησέ τις, εἰωθότων περιίστασθαι τῶν πραγμάτων ἀσφαλέστατον τὸ ἐπέχειν εἶναι.

50

206διειλεγμένοι δὴ περὶ τούτων ἱκανῶς ἐπὶ τὰ ἀκόλουθα τῷ λόγῳ τρεψώμεθα. ἔφαμεν τοίνυν ἐκ τοῦ μεθύειν καὶ τὴν πολλοὺς πολλάκις μεγάλα βλάπτουσαν γαστριμαργίαν δηλοῦσθαι, τοὺς χρωμένους ἔστιν ἰδεῖν, κἂν τὰς τοῦ σώματος δεξαμενὰς ἀποπληρωθῶσι πάσας, ἔτι κενοὺς τὰς ἐπιθυμίας ὄντας ·

207οὗτοι κἂν ὑπὸ πλήθους ὧν ἐνεφορήσαντο διακορεῖς γενόμενοι πρὸς ὀλίγον χρόνον καθάπερ οἱ πεπονηκότες ἀθληταὶ τὰ σώματα διαπνεύσωσι, πάλιν ἐπαποδύονται τοῖς αὐτοῖς ἀγωνίσμασιν.

208 γοῦν βασιλεὺς τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, τῷ μέθης ὑπηρέτῃ δόξας οἰνοχόῳ δυσχερᾶναι πάλιν οὐκ εἰς μακρὰν καταλλαττόμενος ἐν ταῖς ἱεραῖς βίβλοις εἰσάγεται τοῦ τὰς ἐπιθυμίας ἀναρρηγνύντος πάθους ὑπομνησθεὶς ἐν ἡμέρᾳ γενέσεως φθαρτῆς, οὐκ ἐν ἀφθάρτῳ τοῦ ἀγενήτου φωτός · λέγεται γὰρ ὅτι ἡμέρα γενέσεως ἦν Φαραώ, ἡνίκα ἐκ τοῦ δεσμωτηρίου τὸν ἀρχιοινοχόον ἐπὶ σπονδαῖς μετεπέμψατο ·

209τοῦ γὰρ φιλοπαθοῦς ἴδιον λαμπρὰ τὰ γενητὰ καὶ φθαρτὰ ἡγεῖσθαι διὰ τὸ νυκτὶ καὶ σκότῳ κεχρῆσθαι βαθεῖ πρὸς τὴν τῶν ἀφθάρτων ἐπιστήμην · οὗ χάριν εὐθὺς τὴν ἐξάρχουσαν ἡδονῆς μέθην καὶ τὸν ὑπηρέτην αὐτῆς δεξιοῦται.

51

210τρεῖς δ’εἰσὶν οἱ τῆς ἀκολάστου καὶ ἀκράτορος ψυχῆς ἑστιοῦχοίτε καὶ θεραπευταί, ἀρχισιτοποιός, ἀρχιοινοχόος, ἀρχιμάγειρος, ὧν θαυμασιώτατος μέμνηται Μωυσῆς διὰ τούτων · καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι. ἔστι δὲ καὶ ἀρχιμάγειρος εὐνοῦχος · λέγεται γὰρ ἑτέρωθι · κατήχθη δὲ Ἰωσὴφ εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν εὐνοῦχος Φαραώ, ἀρχιμάγειρος, καὶ πάλιν · ἀπέδοντο τὸν Ἰωσὴφ τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ.

211τίνος δὴ χάριν οὔτ’ἀνὴρ οὔτε γυνὴ τῶν λεχθέντων οὐδὲν ἁπλῶς ἐπιτέτραπται; ὅτι σπείρειν μὲν ἄνδρες γονὰς ὑποδέχεσθαι δὲ γυναῖκες ἐκ φύσεως πεπαίδευνται, ὧν τὴν εἰς ταὐτὸ σύνοδον αἰτίαν γενέσεως καὶ τῆς τοῦ παντὸς διαμονῆς εἶναι συμβέβηκεν, ἀγόνου δὲ καὶ ἐστειρωμένης, μᾶλλον δὲ ἐξευνουχισμένης ψυχῆς σιτίοις πολυτελέσι καὶ ποτοῖς καὶ ὄψων περιέργοις παραρτύσεσι χαίρειν μήτε τὰ ἀρετῆς ἄρρενα ὡς ἀληθῶς σπέρματα καταβάλλεσθαι δυναμένης μήτε τὰ καταβληθέντα παραδέξασθαι καὶ ἀναθρέψασθαι, ἀλλ’οἷα λυπρὰν ἄρουραν καὶ λιθώδη πρὸς διαφθορὰν μόνον πεφυκέναι τῶν ἀεὶ ζῆν ὀφειλόντων;

212δόγμα δὴ τίθεται κοινωφελέστατον, ὅτι πᾶς δημιουργὸς ἡδονῆς σοφίας ἐστὶν ἄγονος οὔτε ἄρρην ὢν οὔτε θήλεια, διὰ τὸ μήτε διδόναι μήτε λαμβάνειν τὰ πρὸς ἀφθαρσίαν ἱκανὸς εἶναι σπέρματα, μελετᾶν δ’αἰσχίστην κατὰ τοῦ βίου μελέτην, φθείρειν τὰ ἄφθαρτα καὶ σβεννύναι τὰ μένοντα τῆς φύσεως λαμπάδια ἄσβεστα.

213τῶν τοιούτων οὐδενὶ ἐπιτρέπει Μωυσῆς εἰς ἐκκλησίαν ἀφικνεῖσθαι θεοῦ · λέγει γὰρ ὅτι θλαδίας καὶ ἀποκεκομμένος οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου.

52

213τί γὰρ τῷ σοφίας ἀγόνῳ λόγων ἀκροάσεως ἱερῶν ὄφελος ἐκτετμημένῳ πίστιν καὶ παρακαταθήκην βιωφελεστάτων δογμάτων φυλάξαι μὴ δυναμένῳ;

214τρεῖς δ’ἄρ’εἰσὶν ἀνθρώπων γένους ἑστιάτορες, ἀρχισιτοποιός, οἰνοχόος, ὀψαρτυτής, εἰκότως, ἐπειδὴ τριῶν χρήσεώςτε καὶ ἀπολαύσεως ἐφιέμεθα, σιτίων, ὄψου, ποτῶν · ἀλλ’οἱ μὲν μόνων τῶν ἀναγκαίων, οἷς πρόςτε τὸ ὑγιεινῶς καὶ μὴ ἀνελευθέρως ζῆν ἐξ ἀνάγκης χρώμεθα, οἱ δὲ ἀμέτρων καὶ σφόδρα περιττῶν, τὰς ὀρέξεις ἀναρρηγνύντα καὶ τὰς τοῦ σώματος δεξαμενὰς πλήθει βαρύνοντα καὶ πιέζοντα μεγάλα καὶ παντοδαπὰ τίκτειν νοσήματα φιλεῖ.

215οἱ μὲν οὖν ἡδονῆς καὶ ἐπιθυμίας καὶ παθῶν ἰδιῶται καθάπερ οἱ ἐν ταῖς πόλεσι δημοτικοὶ ἀμισῆ καὶ ἀνεπαχθῆ βίον ζῶντες, ἅτε ὀλιγοδεεῖς ὄντες, οὐ ποικίλων καὶ περιέργων τὴν τέχνην δέονται ὑπηρετῶν, ἀλλ’ἀποικίλῳ χρωμένων ὑπηρεσίᾳ, μαγείρων, οἰνοχόων, σιτοποιῶν ·

216οἱ δὲ ἡγεμονίαν καὶ βασιλείαν νομίζοντες εἶναι τὸ ἡδέως ζῆν καὶ πάντα καὶ μικρὰ καὶ μείζω πρὸς τοῦτ’ἀναφέροντες ἀρχιμαγείροις καὶ ἀρχιοινοχόοις καὶ ἀρχισιτοποιοῖς ὑπηρέταις ἀξιοῦσι χρῆσθαι, τουτέστιν ἄκρως ἐκπεπονηκόσιν ἕκαστον ὧν ἐπετήδευσαν ·

217τὰ μὲν γὰρ ἀμήτων καὶ μελιπήκτων καὶ ἄλλων ἀμυθήτων πεμμάτων ποικιλώτατα γένη οὐ μόνον ταῖς τῆς ὕλης διαφοραῖς, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς κατασκευῆς καὶ τοῖς σχήμασι πρὸς οὐ μόνον τὴν γεύσεως ἀλλὰ καὶ τὴν ὄψεως ἀπάτην περιειργασμένα οἱ περὶ σιτοποιίαν ἄκροι μελετῶσι ·

218τὰ δὲ περὶ ἐξέτασιν οἴνου θᾶττον ἀναδιδομένου καὶ μὴ κεφαλαλγοῦς καὶ τοὐναντίον ἀνθίμου καὶ εὐωδεστάτου, πολλὴν ὀλίγην ἀναδεχομένου τὴν μεθ’ὕδατος κρᾶσιν εἰς σφοδρὸν καὶ σύντονον πρᾷον καὶ ἀνειμένον ἐπιτηδείου πότον καὶ ὅσα τοιουτότροπα ἀρχιοινοχόων ἐπιτηδεύματα ἐπ’αὐτὸ δὴ τῆς τέχνης ἀφιγμένων τὸ τέλος ·

219ἰχθύας δὲ καὶ ὄρνεις καὶ τὰ παραπλήσια ποικίλως ἀρτῦσαι καὶ κατασκευάσαι καὶ ὅσα ἄλλα ὄψα ἡδῦναι περιττοὶ τὴν ἐπιστήμην εἰσὶν εὐτρεπεῖς ὀψαρτυταί, μυρία χωρὶς ὧν ἤκουσαν εἶδον ἄλλ’ἐκ τῆς συνεχοῦς μελέτης καὶ τριβῆς τῶν εἰς ἁβροδίαιτον καὶ τεθρυμμένον τὸν ἀβίωτον βίον ἐπινοῆσαι δεινοί.

53

220ἀλλὰ γὰρ οὗτοι πάντες ἐδείχθησαν εὐνοῦχοι, σοφίας ἄγονοι · πρὸς ὃν δὲ συμβατηρίους τίθεται σπονδὰς γαστρὸς βασιλεύς, νοῦς, οἰνοχόος ἦν · φίλοινον γὰρ ὑπερφυῶς τὸ ἀνθρώπων γένος καὶ πρὸς μόνον τοῦτο διαφερόντως ἀκόρεστον, εἴ γε ὕπνου μὲν καὶ ἐδωδῆς καὶ συνουσίας καὶ τῶν ὁμοίων ἀπλήρωτος οὐδείς, ἀκράτου δὲ σχεδὸν ἅπαντες καὶ μάλισθ’οἷς τὸ πρᾶγμα ἀσκεῖται ·

221πιόντες γὰρ ἔτι διψῶσι καὶ ἄρχονται μὲν ἀπὸ τῶν βραχυτέρων κυάθων, προϊόντες δὲ ταῖς μείζοσιν οἰνοχόαις ἐγχεῖν παραγγέλλουσιν · ἐπειδὰν δ’ἀκροθώρακες γενόμενοι χλιανθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δυνάμενοι τὰς οἰνηρύσεις καὶ τὰς ἀμύστεις καὶ τοὺς κρατῆρας ὅλους προσενεγκάμενοι ἀκράτου σπῶσιν ἀθρόως, μέχρις ἂν βαθεῖ ὕπνῳ δαμασθῶσιν τῶν ὄγκων ἀποπληρωθέντων ὑπερβλύσῃ τὸ ἐπεισχεόμενον.

222ἀλλὰ καὶ τότε ὅμως ἄπληστος ἐν αὐτοῖς ὄρεξις ὥσπερ ἔτι λιμώττουσα μαιμάζει · ἐκ γὰρ τῆς ἀμπέλου Σοδόμων ἄμπελος αὐτῶν φησι Μωυσῆς καὶ κληματὶς αὐτῶν ἐκ Γομόρρας · σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς · θυμὸς δρακόντων οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος · Σόδομα μέντοι στείρωσις καὶ τύφλωσις ἑρμηνεύεται, ἀμπέλῳ δὲ καὶ τοῖς ἐξ αὐτῆς γινομένοις ἀπεικάζει τοὺς οἰνοφλυγίας καὶ λαιμαργίας καὶ τῶν αἰσχίστων ἡδονῶν ἥττους.

223 δὲ αἰνίττεται, τοιαῦτ’ἐστίν · εὐφροσύνης μὲν ἀληθοῦς οὐδὲν ἐμπέφυκε τῇ τοῦ φαύλου ψυχῇ φυτὸν ἅτε οὐχ ὑγιαινούσαις κεχρημένῃ ῥίζαις, ἀλλὰ ἐμπεπρησμέναις καὶ τεφρωθείσαις, ὁπότε ἀνθ’ὕδατος τὰς κεραυνίους φλόγας θεοῦ τὴν κατὰ ἀσεβῶν καλῶς δικάσαντος δίκην οὐρανὸς ἀσβέστους ἔνιφεν, ἀκράτορος δὲ ἐπιθυμίας τῆς ἐστειρωμένης τὰ καλὰ καὶ πεπηρωμένης πρὸς πάντα τὰ θέας ἄξια, ἣν ἀμπέλῳ παραβέβληκεν, οὐχὶ τῇ καρπῶν ἡμέρων μητρί, ἀλλὰ ἥτις πικρίας καὶ πονηρίας καὶ πανουργίας ὀργῆςτε καὶ θυμοῦ καὶ ἀκραχολωτάτων ἠθῶν οἰστικὴ γέγονε, δάκνουσα τὴν ψυχὴν ἔχεων καὶ ἀσπίδων τρόπον ἰοβόλων καὶ παντελῶς ἀνίατα.

224ὧν ἀποτροπὴν εὐχώμεθα γενέσθαι τὸν πάντα ἵλεω ποτνιώμενοι θεόν, ἵνα καὶ τὴν ἀγρίαν ταύτην ἄμπελον διολέσῃ καὶ τοῖς εὐνούχοις καὶ πᾶσιν ἀγόνοις ἀρετῆς ἀίδιον ψηφίσηται φυγήν, ἀντὶ δὲ τούτων ἥμερα μὲν ταῖς ψυχαῖς ἡμῶν δένδρα τὰ παιδείας ὀρθῆς ἐμφυτεύσῃ, γενναίους δὲ καὶ ἄρρενας ὡς ἀληθῶς καρποὺς καὶ λόγους χαρίσηται δυναμένους μὲν σπείρειν καλὰς πράξεις, δυναμένους δὲ συναύξειν ἀρετάς, ἱκανοὺς δὲ τὴν εὐδαιμονίας ἅπασαν συνέχειν καὶ διαφυλάττειν εἰς ἀεὶ συγγένειαν.