Philo Judaeus

On the Giants

1

1καὶ δὴ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. ἄξιον οἶμαι διαπορῆσαι, διὰ τί μετὰ τὴν Νῶε καὶ τῶν υἱῶν αὐτοῦ γένεσιν εἰς πολυανθρωπίαν ἐπιδίδωσιν ἡμῶν τὸ γένος. ἀλλ’ἴσως οὐ χαλεπὸν ἀποδοῦναι τὴν αἰτίαν · ἀεὶ γὰρ ἐπειδὰν τὸ σπάνιον φανῇ, πάμπολυ τὸ ἐναντίον εὑρίσκεται.

2ἑνὸς οὖν εὐφυΐα τὴν περὶ μυρίους διαδείκνυσιν ἀφυΐαν, καὶ τὰ τεχνικὰ μέντοι καὶ ἐπιστημονικὰ καὶ ἀγαθὰ καὶ καλὰ ὄντα ὀλίγα τὴν τῶν ἀτέχνων καὶ ἀνεπιστημόνων καὶ ἀδίκων καὶ συνόλως φαύλων ἄπειρον ὅσην πληθὺν ἐπεσκιασμένην ἀποφαίνει.

3οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῷ παντὶ ἥλιος εἷς ὢν τὸ μυρίον καὶ βαθὺ σκότος κατὰ γῆν καὶ κατὰ θάλατταν κεχυμένον ἐπιλάμψας ἀνασκίδνησιν; εἰκότως οὖν καὶ τοῦ δικαίου Νῶε γένεσις καὶ τῶν υἱῶν αὐτοῦ τοὺς ἀδίκους πολλοὺς διασυνίστησι · τῷ γὰρ ἐναντίῳ τὰ ἐναντία πέφυκέ πως μάλιστα γνωρίζεσθαι.

4ἄδικος δὲ οὐδεὶς ἄρρενα γενεὰν ἐν ψυχῇ σπείρει τὸ παράπαν, ἀλλὰ θηλυγονοῦσιν ἐκ φύσεως ἄνανδροι καὶ κατεαγότες καὶ θηλυδρίαι τὰ φρονήματα, δένδρον οὐδὲν ἀρετῆς, οὗ καλοὺς καὶ γενναίους ἐξ ἀνάγκης ἔδει τοὺς καρποὺς γενέσθαι, πάντα δὲ κακίας καὶ παθῶν, ὧν γυναικώδεις αἱ βλάσται, φυτεύσαντες ·

5οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν. ἐπεὶ γὰρ δίκαιος ἀρρενογονεῖ Νῶε τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος κατὰ τοὺς πολλοὺς ἀδικία πάντως ἀναφαίνεται · ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι.

2

6ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. οὓς ἄλλοι φιλόσοφοι δαίμονας, ἀγγέλους Μωυσῆς εἴωθεν ὀνομάζειν · ψυχαὶ δ’εἰσὶ κατὰ τὸν ἀέρα πετόμεναι.

7καὶ μηδεὶς ὑπολάβῃ μῦθον εἶναι τὸ εἰρημένον · ἀνάγκη γὰρ ὅλον δι’ὅλων τὸν κόσμον ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα λόγος δὲ ἔχει ταῦτα κατὰ Μακεδονίαν μάλιστα γίνεσθαι , οὐρανοῦ δὲ τοὺς ἀστέρας.

8καὶ γὰρ οὗτοι ψυχαὶ ὅλαι δι’ὅλων ἀκήρατοίτε καὶ θεῖαι, παρὸ καὶ κύκλῳ κινοῦνται τὴν συγγενεστάτην νῷ κίνησιν · νοῦς γὰρ ἕκαστος αὐτῶν ἀκραιφνέστατος. ἔστιν οὖν ἀναγκαῖον καὶ τὸν ἀέρα ζῴων πεπληρῶσθαι · ταῦτα δὲ ἡμῖν ἐστιν ἀόρατα, ὅτιπερ καὶ αὐτὸς οὐχ ὁρατὸς αἰσθήσει.

9ἀλλ’οὐ παρόσον ἀδύνατος ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ τοῦτ’οὔκ εἰσιν ἐν ἀέρι ψυχαί, καταλαμβάνεσθαι δ’αὐτὰς ἀναγκαῖον ὑπὸ νοῦ, ἵνα πρὸς τῶν ὁμοίων τὸ ὅμοιον θεωρῆται. ἐπεὶ καὶ τί φήσομεν;

10πάνθ’ὅσα χερσαῖα καὶ ἔνυδρα οὐκ ἀέρι καὶ πνεύματι ζῇ; τί δέ; οὐκ ἀέρος κακωθέντος τὰ λοιμικὰ συνίστασθαι παθήματα φιλεῖ, ὡς ἂν αἰτίου τῆς ψυχώσεως ἑκάστοις; τί δέ; ὁπότε ἀπήμων καὶ ἀβλαβὴς εἴη, ὁποῖον ἐν ταῖς βορείοις μάλιστα αὔραις εἴωθε γίνεσθαι, οὐ καθαρωτέρου σπῶντα τοῦ πνεύματος πρὸς πλείονα καὶ κραταιοτέραν διαμονὴν ἐπιδίδωσιν;

11ἆρ’οὖν εἰκὸς δι’οὗ τὰ ἄλλα, ἔνυδράτε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών.

3

12τῶν οὖν ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ οὐδενὶ τῶν γῆς μορίων ἠξίωσάν ποτε συνενεχθῆναι. ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις δημιουργὸς εἴωθε χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν.

13ἐκεῖναι δ’ὥσπερ εἰς ποταμὸν τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν.

14αὗται μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν, αἱ δὲ καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον τῶν ἐν ἡμῖν, ψυχὴν νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ νεκρὸν ἡμῶν, τὸ σῶμα, ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ζωγραφεῖται.

4

16ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν. ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων οὐχ ἁμαρτήσει.

17μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ · ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ἀγγέλων πονηρῶν. οὗτοί εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον μὲν οὐδὲν ἐπιφερομένας κάλλος, διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ εὐμορφίαν, δι’ἧς αἴσθησις ἀπατᾶται.

18λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο ἑαυτοῖς, οἱ μὲν τὰς δι’ὄψεως, ἕτεροι δὲ τὰς δι’ἀκοῆς, τὰς δ’αὖ διὰ γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς τείνοντες ἐπιθυμίας · ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις, ἄλλων ᾠκειωμένων ἄλλαις.

5

19ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς νομοθέτης. εἶπε γάρ φησι κύριος θεός · οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας.

20μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν. τίς γὰρ οὕτως ἄλογος ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ἑκὼν μήτ’ἄκων λαβεῖν; ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις αἰφνίδιος τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’αὐτὴν καὶ φυλάξαι παρ’ἑαυτοῖς ἀδυνατοῦσιν.

21οἴχεται γὰρ εὐθέως μεταναστᾶσα, τοὺς προσεληλυθότας οἰκήτορας νόμον καὶ δίκην ἐκδεδιῃτημένους ἀποστραφεῖσα, πρὸς οὓς οὐ δ’ἄν ποτε ἧκεν, εἰ μὴ τοῦ διελέγξαι χάριν τοὺς ἀντὶ καλῶν αἰσχρὰ αἱρουμένους.

22λέγεται δὲ θεοῦ πνεῦμα καθ’ἕνα μὲν τρόπον ῥέων ἀὴρ ἀπὸ γῆς, τρίτον στοιχεῖον ἐποχούμενον ὕδατι παρό φησιν ἐν τῇ κοσμοποιίᾳ · πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος, ἐπειδήπερ ἐξαιρόμενος ἀὴρ κοῦφος ὢν ἄνω φέρεται ὕδατι βάσει χρώμενος , καθ’ἕτερον δὲ τρόπον ἀκήρατος ἐπιστήμη, ἧς πᾶς σοφὸς εἰκότως μετέχει.

23δηλοῖ δὲ ἐπὶ τοῦ τῶν ἁγίων ἔργων δημιουργοῦ καὶ τεχνίτου φάσκων, ὅτι ἀνεκάλεσεν θεὸς τὸν Βεσελεὴλ καὶ ἐνέπλησεν αὐτὸν πνεύματος θείου, σοφίας, συνέσεως, ἐπιστήμης, ἐπὶ παντὶ ἔργῳ διανοεῖσθαι · ὥστε τὸ τί ἐστι πνεῦμα θεῖον ὁρικῶς διὰ τῶν λεχθέντων ὑπογράφεσθαι.

6

24τοιοῦτόν ἐστι καὶ τὸ Μωυσέως πνεῦμα, ἐπιφοιτᾷ τοῖς ἑβδομήκοντα πρεσβυτέροις τοῦ διενεγκεῖν ἑτέρων καὶ βελτιωθῆναι χάριν · οἷς οὐ δὲ πρεσβυτέροις πρὸς ἀλήθειαν ἔνεστι γενέσθαι μὴ μεταλαβοῦσι τοῦ πανσόφου πνεύματος ἐκείνου. λέγεται γὰρ ὅτι ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους.

25ἀλλὰ μὴ νομίσῃς οὕτως ἀφαίρεσιν κατὰ ἀποκοπὴν καὶ διάζευξιν γίνεσθαι, ἀλλ’οἵα γένοιτ’ἂν ἀπὸ πυρὸς, , κἂν μυρίας δᾷδας ἐξάψῃ, μένει μήδ’ὁτιοῦν ἐλαττωθὲν ἐν ὁμοίῳ. τοιαύτη τίς ἐστι καὶ τῆς ἐπιστήμης φύσις · τοὺς γὰρ φοιτητὰς καὶ γνωρίμους ἀποφήνασα ἐμπείρους πάντας κατ’οὐδὲν μέρος ἐλαττοῦται, πολλάκις δὲ καὶ πρὸς τὸ ἄμεινον ἐπιδίδωσιν, ὥσπερ φασὶ τὰς ἀπαντλουμένας πηγάς · καὶ γὰρ ἐκείνας λόγος ἔχει τότε μᾶλλον γλυκαίνεσθαι.

26αἱ γὰρ συνεχεῖς πρὸς ἑτέρους ὁμιλίαι μελέτην καὶ ἄσκησιν ἐμποιοῦσαι ὁλόκληρον τελειότητα ἐργάζονται. εἰ μὲν οὖν τὸ ἴδιον αὐτοῦ Μωυσέως πνεῦμα τινος ἄλλου γενητοῦ τοσούτῳ πλήθει γνωρίμων ἔμελλε διανέμεσθαι, κἂν κατακερματισθὲν εἰς μοίρας τοσαύτας ἐμειοῦτο.

27νῦν δὲ τὸ ἐπ’αὐτῷ πνεῦμά ἐστι τὸ σοφόν, τὸ θεῖον, τὸ ἄτμητον, τὸ ἀδιαίρετον, τὸ ἀστεῖον, τὸ πάντῃ δι’ὅλων ἐκπεπληρωμένον · ὅπερ ὠφελοῦν οὐ βλάπτεται οὐ δὲ μεταδοθὲν ἑτέροις οὐ δ’αὖ προστεθὲν ἐλαττοῦται τὴν σύνεσιν καὶ ἐπιστήμην καὶ σοφίαν.

7

28διὸ δὴ πνεῦμα θεῖον μένειν μὲν δυνατὸν ἐν ψυχῇ, διαμένειν δὲ ἀδύνατον, ὡς εἴπομεν. καὶ τί θαυμάζομεν; οὐ δὲ γὰρ ἄλλου τὸ παράπαν οὐδενὸς ἐχυρὰ καὶ βέβαιος ἐγγίνεται κτῆσις ἀντιρρεπόντων καὶ πρὸς ἑκάτερα ταλαντευόντων τῶν ἀνθρωπίνων πραγμάτων καὶ ἄλλοτε ἀλλοίας ἐνδεχομένων μεταβολάς.

29αἴτιον δὲ τῆς ἀνεπιστημοσύνης μέγιστον σὰρξ καὶ πρὸς σάρκα οἰκείωσις · καὶ αὐτὸς δὲ ὁμολογεῖ φάσκων διὰ τὸ εἶναι αὐτοὺς σάρκας μὴ δύνασθαι τὸ θεῖον πνεῦμα καταμεῖναι. καίτοι καὶ γάμος καὶ παιδοτροφία καὶ πορισμὸς τῶν ἀναγκαίων ἀδοξίατε μετὰ ἀχρηματίας καὶ πραγματεῖαι, ὧν αἱ μὲν ἴδιαι αἱ δὲ κοιναί, καὶ μυρία ἄλλα, πρὶν σοφίαν ἀνθῆσαι, κατεμάραναν.

30ἀλλ’οὐδὲν οὕτως ἐμπόδιον πρὸς αὔξησιν αὐτῆς, ὡς σαρκῶν φύσις. αὕτη γὰρ καθάπερ τις θεμέλιος ἀγνοίας καὶ ἀμαθίας πρῶτος καὶ μέγιστος ὑποβέβληται, τῶν εἰρημένων ἕκαστον ἐποικοδομεῖται.

31ψυχαὶ μὲν γὰρ ἄσαρκοι καὶ ἀσώματοι ἐν τῷ τοῦ παντὸς θεάτρῳ διημερεύουσαι θεαμάτων καὶ ἀκουσμάτων θείων, ὧν ἄπληστος αὐτὰς εἰσελήλυθεν ἔρως, μηδενὸς κωλυσιεργοῦντος ἀπολαύουσιν. ὅσαι δὲ τὸν σαρκῶν φόρτον ἀχθοφοροῦσι, βαρυνόμεναι καὶ πιεζόμεναι ἄνω μὲν βλέπειν εἰς τὰς οὐρανίους περιόδους ἀδυνατοῦσι, κάτω δὲ ἑλκυσθεῖσαι τὸν αὐχένα βιαίως δίκην τετραπόδων γῇ προσερρίζωνται.

8

32παρὸ καὶ τὰς ἐκνόμους καὶ ἐκθέσμους ὁμιλίαςτε καὶ μίξεις ἐγνωκὼς νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον · ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην · ἐγὼ κύριος. πῶς ἄν τις προτρέψαιτο μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν τοῦτον τὸν τρόπον;

33καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, ὅτι πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ μελετήσει. τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι ἄνθρωπος ἄνθρωπος σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ κεχρημένον δηλοῦσθαι. ὄντως γὰρ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους ἄνθρωπον ἔφη ζητεῖν.

34τὸ δὲ μὴ πρὸς πάντα οἰκεῖον προσέρχεσθαι τῆς σαρκὸς ἔχει λόγον ἀναγκαῖον. ἔνια γὰρ προσετέον, οἷον αὐτὰ τὰ ἐπιτήδεια, οἷς χρώμενοι ζῆν ἀνόσως καὶ ὑγιεινῶς δυνησόμεθα, τὰ δὲ περιττὰ σκορακιστέον, ὑφ’ὧν ἐξαπτόμεναι αἱ ἐπιθυμίαι τὰ σπουδαῖα πάντα ῥύμῃ μιᾷ καταφλέγουσι.

35μὴ πρὸς πάντα οὖν τὰ τῇ σαρκὶ φίλα αἱ ὀρέξεις ἀνηρεθίσθωσαν · ἡδοναὶ γὰρ αἱ ἀτίθασοι πολλάκις, ὅταν κυνῶν τρόπον προσσαίνωσιν, ἐξ ὑποστροφῆς ἀνίατα ἔδακον. ὥστε τὴν ἀρετῆς φίλην ὀλιγοδεΐαν πρὸ τῶν σώματος οἰκείων ἀσπαζόμενοι τὸν πολὺν καὶ ἀνήνυτον ὄχλον ἀσπόνδων ἐχθρῶν καταλύωμεν. ἐὰν δέ πού τις καιρὸς βιάζηται πλείω τῶν μετρίων καὶ ἱκανῶν λαμβάνειν, αὐτοὶ μὴ προσερχώμεθα · λέγει γάρ · οὐ προσελεύσεται αὐτὸς ἀποκαλύψαι ἀσχημοσύνην.

9

36τί δὲ τοῦτό ἐστιν, ἄξιον ἀναπτύξαι · πολλάκις οὐ γενόμενοί τινες πορισταὶ χρημάτων ἄφθονον ἔσχον περιουσίαν, ἕτεροι δὲ δόξαν οὐκ ἐπιτηδεύσαντες ἐπαίνων δημοσίᾳ καὶ τιμῶν ἠξιώθησαν, τοῖς δὲ οὐ δὲ μικρὰν ἰσχὺν ἐλπίσασι μεγίστη προσεγένετο εὐτονία.

37μαθέτωσαν δὴ πάντες οὗτοι μηδενὶ προσέρχεσθαι γνώμῃ τῶν εἰρημένων, τοῦτο δέ ἐστι μὴ θαυμάζειν αὐτὰ καὶ ἀποδέχεσθαι πλέον τοῦ μετρίου κρίνοντας ἕκαστον αὐτῶν οὐκ ἀγαθὸν, ἀλλὰ καὶ μέγιστον κακόν, τὰ χρήματα, τὴν δόξαν, τὴν σωμάτων δύναμιν. φιλαργύροις μὲν γὰρ πρὸς ἀργύριον, φιλοδόξοις δὲ πρὸς δόξαν, φιλάθλοις δὲ καὶ φιλογυμνασταῖς πρὸς ἰσχὺν πρόσοδος οἰκεία · τὸ γὰρ ἄμεινον, ψυχήν, τοῖς χείροσιν ἐκδεδώκασιν, ἀψύχοις.

38ὅσοι δὲ ἐντὸς ἑαυτῶν εἰσι, τὰς λαμπρὰς καὶ περιμαχήτους εὐπραγίας ὑπηκόους ἀποφαίνουσιν ὡς ἡγεμόνι τῷ νῷ, προσιούσας μὲν δεχόμενοι πρὸς ἐπανόρθωσιν, μακρὰν δὲ ἀφεστηκυίαις οὐ προσερχόμενοι, ὡς καὶ δίχα αὐτῶν δυνηθέντες ἂν εὐδαιμονῆσαι.

39 δὲ μετιὼν καὶ κατ’ἴχνος βαίνειν ἐθέλων αἰσχρᾶς ἀναπίμπλησι δόξης φιλοσοφίαν · οὗ χάριν λέγεται ἀποκαλύψαι τὴν ἀσχημοσύνην. πῶς γὰρ οὐκ ἐναργῆ καὶ πρόδηλα τὰ ὀνείδη τῶν λεγόντων μὲν εἶναι σοφῶν, πωλούντων δὲ σοφίαν καὶ ἐπευωνιζόντων, ὥσπερ φασὶ τοὺς ἐν ἀγορᾷ τὰ ὤνια προκηρύττοντας, τοτὲ μὲν μικροῦ λήμματος, τοτὲ δὲ ἡδέος καὶ εὐπαραγώγου λόγου, τοτὲ δὲ ἀβεβαίου ἐλπίδος ἀπὸ μηδενὸς ἠρτημένης ἐχυροῦ, ἔστι δ’ὅτε καὶ ὑποσχέσεων, αἳ διαφέρουσιν ὀνειράτων οὐδέν;

10

40τὸ δὲ ἐπιφερόμενον ἐγὼ κύριος παγκάλως καὶ σφόδρα παιδευτικῶς εἴρηται. ἀντίθες γάρ, φησίν, γενναῖε, τὸ σαρκὸς ἀγαθὸν τῷ τῆς ψυχῆς καὶ τῷ τοῦ παντὸς ἀγαθῷ · οὐκοῦν τὸ μὲν σαρκός ἐστιν ἄλογος ἡδονή, τὸ δὲ ψυχῆς καὶ τοῦ παντὸς νοῦς τῶν ὅλων, θεός.

41ἐφάμιλλός γε ἀσύγκριτος σύγκρισις, ὡς παρὰ τὴν ἐγγὺς ὁμοιότητα ἀπατηθῆναι · εἰ μὴ καὶ τὰ ἔμψυχα ἀψύχοις ἐρεῖ τις καὶ τὰ λογικὰ ἀλόγοις καὶ ἡρμοσμένα ἀναρμόστοις καὶ περιττοῖς ἄρτια καὶ φωτὶ σκότος καὶ ἡμέραν νυκτὶ καὶ πάντα τἀναντία τοῖς ἐναντίοις τὰ αὐτὰ πρὸς ἀλήθειαν εἶναι.

42καίτοι καὶ εἰ ταῦτα τῷ γένεσιν ἐνδεδέχθαι κοινωνίαν τινὰ ἔχει καὶ συγγένειαν, ἀλλά γε θεὸς οὐ δὲ τῷ ἀρίστῳ τῶν φύντων ὅμοιος, ὅτιπερ τὸ μὲν γέγονέτε καὶ πείσεται, δ’ἐστὶν ἀγένητόςτε καὶ ποιῶν ἀεί.

43καλὸν δὲ μὴ λιποτακτῆσαι μὲν τῆς τοῦ θεοῦ τάξεως, ἐν τοὺς τεταγμένους πάντας ἀριστεύειν ἀνάγκη, αὐτομολῆσαι δὲ πρὸς τὴν ἄνανδρον καὶ κεκλασμένην ἡδονήν, βλάπτει μὲν τοὺς φίλους, ὠφελεῖ δὲ τοὺς ἐχθρούς. καινοτάτη γάρ τις αὐτῆς φύσις · οἷς μὲν ἂν ἐθελήσῃ τῶν ἰδίων ἀγαθῶν μεταδοῦναι, τούτους εὐθὺς ἐζημίωσεν, οὓς δ’ἂν ἀφελέσθαι, τὰ μέγιστα ὤνησε ·βλάπτει μὲν γὰρ ὅταν διδῷ, χαρίζεται δὲ ὅταν ἀφαιρῆται.

44ἐὰν οὖν, ψυχή, προσκαλῆταί σέ τι τῶν ἡδονῆς φίλτρων, μετάκλινε σεαυτὴν καὶ ἀντιπεριάγουσα τὴν ὄψιν κάτιδε τὸ γνήσιον ἀρετῆς κάλλος καὶ ὁρῶσα ἐπίμεινον, ἄχρις ἂν ἵμερος ἐντακῇ σοι καὶ ὡς σιδηρῖτις λίθος ἐπισπάσηταί σε καὶ ἐγγὺς ἀγάγῃ καὶ ἐξαρτήσῃ τοῦ ποθουμένου.

11

45τὸ δὲ ἐγὼ κύριος ἀκουστέον οὐ μόνον ἐν ἴσῳ τῷ ἐγὼ τὸ τέλειον καὶ ἄφθαρτον καὶ πρὸς ἀλήθειαν ἀγαθόν, οὗ περιεχόμενός τις τὸ ἀτελὲς καὶ φθαρτὸν καὶ σαρκῶν ἠρτημένον ἀποστραφήσεται, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐγὼ ἄρχων καὶ βασιλεὺς καὶ δεσπότης.

46οὔτε δὲ ὑπηκόοις παρόντων ἡγεμόνων οὔτε δούλοις δεσποτῶν ἀδικεῖν ἀσφαλές · ἐγγὺς γὰρ ὅταν ὦσιν οἱ κολασταί, φόβῳ σωφρονίζονται οἱ ἐξ ἑαυτῶν μὴ πεφυκότες νουθετεῖσθαι.

47πάντα γὰρ πεπληρωκὼς θεὸς ἐγγύς ἐστιν, ὥστε ἐφορῶντος καὶ πλησίον ὄντος μάλιστα μὲν αἰδεσθέντες, εἰ δὲ μὴ τοῦτο, εὐλαβηθέντες γοῦν τὸ ἀνίκητον τῆς ἀρχῆς αὐτοῦ κράτος καὶ τὸ φοβερὸν καὶ ἀπαραίτητον ἐν ταῖς τιμωρίαις, ὁπότε τῇ κολαστηρίῳ χρῆσθαι δυνάμει διανοηθείη, ἠρεμήσωμεν ἀδικοῦντες, ἵνα καὶ τὸ σοφίας πνεῦμα θεῖον μὴ ῥᾳδίως μεταναστὰν οἴχηται, πάμπολυν δὲ χρόνον καταμείνῃ παρ’ἡμῖν, ἐπεὶ καὶ παρὰ Μωυσεῖ τῷ σοφῷ ·

48χρῆται γὰρ οὗτος ταῖς εἰρηνικωτάταις σχέσεσιν ὡς ἑστὼς ὡς καθεζόμενος, ἥκιστα τρέπεσθαι καὶ μεταβολαῖς χρῆσθαι πεφυκώς · λέγεται γὰρ ὅτι Μωυσῆς καὶ κιβωτὸς οὐκ ἐκινήθησαν, ἤτοι παρόσον σοφὸς ἀχώριστος ἀρετῆς παρόσον οὔτε ἀρετὴ κινητὸν οὔτε σπουδαῖος μεταβλητόν, ἀλλ’ἑκάτερον ὀρθοῦ λόγου βεβαιότητι ἱδρυμένον ·

49καὶ πάλιν ἐν ἑτέροις · σὺ δὲ αὐτοῦ στῆθι μετ’ἐμοῦ. λόγιόν ἐστι τοῦτο χρησθὲν τῷ προφήτῃ ·στάσιςτε καὶ ἠρεμία ἀκλινὴς παρὰ τὸν ἀκλινῶς ἑστῶτα ἀεὶ θεόν ·ἀνάγκη γὰρ ὑγιεῖ κανόνι τὰ παρατιθέμενα εὐθύνεσθαι.

50διὰ τοῦτό μοι δοκεῖ καὶ περισσὸς τῦφος, ἐπίκλησιν Ἰοθόρ, καταπλαγεὶς τὴν ἀρρεπῆ καὶ ἰσαιτάτην καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν προαίρεσιν τοῦ σοφοῦ σχετλιάζειν καὶ ἀναπυνθάνεσθαι τὸν τρόπον τοῦτον · διὰ τί σὺ κάθησαι μόνος;

51ἰδὼν γάρ τις τὸν ἐν εἰρήνῃ συνεχῆ πόλεμον ἀνθρώπων οὐ κατὰ ἔθνη καὶ χώρας καὶ πόλεις αὐτὸ μόνον συνιστάμενον, ἀλλὰ καὶ κατ’οἰκίαν, μᾶλλον δὲ καὶ καθ’ἕνα ἄνδρα ἕκαστον, καὶ τὸν ἐν ταῖς ψυχαῖς ἄλεκτον καὶ βαρὺν χειμῶνα, ὃς ὑπὸ βιαιοτάτης φορᾶς τῶν κατὰ τὸν βίον πραγμάτων ἀναρριπίζεται, τεθαύμακεν εἰκότως, εἴ τις ἐν χειμῶνι εὐδίαν ἐν κλύδωνι κυμαινούσης θαλάττης γαλήνην ἄγειν δύναται.

52ὁρᾷς ὅτι οὐ δὲ ἀρχιερεὺς λόγος ἐνδιατρίβειν ἀεὶ καὶ ἐνσχολάζειν τοῖς ἁγίοις δόγμασι δυνάμενος ἄδειαν ἔσχηκεν ἀνὰ πάντα καιρὸν πρὸς αὐτὰ φοιτᾶν, ἀλλ’ἅπαξ δι’ἐνιαυτοῦ μόλις; τὸ μὲν γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν οὐ βέβαιον, ὅτι δυάς, τὸ δ’ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώτατον, ὅτι κατὰ τὴν ἀδιαίρετον ἵσταται μονάδα.

12

53ὥστε οὖν ἐν μὲν τοῖς πολλοῖς, τουτέστι τοῖς πολλὰ τοῦ βίου τέλη προτεθειμένοις, οὐ καταμένει τὸ θεῖον πνεῦμα, κἂν πρὸς ὀλίγον χρόνον ἀναστραφῇ, μόνῳ δὲ ἀνθρώπων εἴδει ἑνὶ παραγίνεται, πάντα ἀπαμφιασάμενον τὰ ἐν γενέσει καὶ τὸ ἐσωτάτω καταπέτασμα καὶ προκάλυμμα τῆς δόξης ἀνειμένῃ καὶ γυμνῇ τῇ διανοίᾳ πρὸς θεὸν ἀφίξεται.

54οὕτως καὶ Μωυσῆς ἔξω τῆς παρεμβολῆς καὶ τοῦ σωματικοῦ παντὸς στρατοπέδου πήξας τὴν ἑαυτοῦ σκηνήν, τουτέστι τὴν γνώμην ἱδρυσάμενος ἀκλινῆ, προσκυνεῖν τὸν θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον, τὸν ἀειδῆ χῶρον, εἰσελθὼν αὐτοῦ καταμένει τελούμενος τὰς ἱερωτάτας τελετάς. γίνεται δὲ οὐ μόνον μύστης, ἀλλὰ καὶ ἱεροφάντης ὀργίων καὶ διδάσκαλος θείων, τοῖς ὦτα κεκαθαρμένοις ὑφηγήσεται.

55τούτῳ μὲν οὖν τὸ θεῖον ἀεὶ παρίσταται πνεῦμα πάσης ὀρθῆς ἀφηγούμενον ὁδοῦ, τῶν δὲ ἄλλων, ὡς ἔφην, τάχιστα διαζεύγνυται, ὧν καὶ τὸν βίον ἐν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ἀριθμῷ πεπλήρωκε · λέγει γάρ · ἔσονται αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσιν.

56ἀλλὰ καὶ Μωυσῆς τῶν ἴσων γενόμενος ἐτῶν τοῦ θνητοῦ βίου μετανίσταται. πῶς οὖν εἰκὸς ἰσοχρονίους εἶναι τοὺς ὑπαιτίους τῷ πανσόφῳ καὶ προφήτῃ; εἰς μὲν οὖν τὸ παρὸν ἀρκέσει τοῦτο εἰπεῖν, ὅτι τὰ ὁμώνυμα οὐ πάντως ἔσθ’ὅμοια, πολλάκις δὲ καὶ ὅλῳ γένει διέζευκται, καὶ ὅτι τὸ φαῦλον τῷ σπουδαίῳ δύναται μὲν καὶ ἀριθμοὺς καὶ χρόνους ἔχειν τοὺς ἴσους, ἐπεὶ καὶ δίδυμον εἰσάγεται, ἀπηρτημένας δὲ καὶ μακρὰν ἀλλήλων διῳκισμένας δυνάμεις.

57τὸν δὲ ἀκριβῆ λόγον τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὑπερθησόμεθα εἰς τὴν τοῦ προφητικοῦ βίου παντὸς ἐξέτασιν, ὅταν αὐτὸν ἱκανοὶ γενώμεθα μυεῖσθαι, νυνὶ δὲ τὰ ἑξῆς λέγωμεν.

13

58οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. ἴσως τις τὰ παρὰ τοῖς ποιηταῖς μεμυθευμένα περὶ τῶν γιγάντων οἴεται τὸν νομοθέτην αἰνίττεσθαι πλεῖστον ὅσον διεστηκότα τοῦ μυθοπλαστεῖν καὶ τοῖς ἀληθείας ἴχνεσιν αὐτῆς ἐπιβαίνειν ἀξιοῦντα.

59παρὸ καὶ εὐδοκίμους καὶ γλαφυρὰς τέχνας, ζωγραφίαν καὶ ἀνδριαντοποιίαν, ἐκ τῆς καθ’αὑτὸν πολιτείας ἐξήλασεν, ὅτι τὴν τοῦ ἀληθοῦς ψευδόμεναι φύσιν ἀπάτας καὶ σοφίσματα δι’ὀφθαλμῶν ψυχαῖς εὐπαραγώγοις τεχνιτεύουσι.

60μῦθον μὲν οὖν οὐδένα περὶ γιγάντων εἰσηγεῖται τὸ παράπαν, βούλεται δὲ ἐκεῖνό σοι παραστῆσαι, ὅτι οἱ μὲν γῆς, οἱ δὲ οὐρανοῦ, οἱ δὲ θεοῦ γεγόνασιν ἄνθρωποι · γῆς μὲν οἱ θηρευτικοὶ τῶν σώματος ἡδονῶν ἀπόλαυσίντε καὶ χρῆσιν ἐπιτηδεύοντες αὐτῶν καὶ πορισταὶ τῶν συντεινόντων εἰς ἑκάστην, οὐρανοῦ δὲ ὅσοι τεχνῖται καὶ ἐπιστήμονες καὶ φιλομαθεῖς τὸ γὰρ οὐράνιον τῶν ἐν ἡμῖν νοῦς (νοῦς δὲ καὶ τῶν κατ’οὐρανὸν ἕκαστον) τὰ ἐγκύκλια καὶ τὰς ἄλλας ἅπαξ ἁπάσας ἐπιτηδεύει τέχνας, παραθήγων καὶ ἀκονῶν ἔτιτε γυμνάζων καὶ συγκροτῶν ἐν τοῖς νοητοῖς αὑτόν , θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ.

14

62 γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇτε καὶ δόξῃ, πρὶν μετονομασθῆναι, καλούμενος Ἀβρὰμ ἦν ἄνθρωπος οὐρανοῦ τήντε μετάρσιον καὶ τὴν αἰθέριον φύσιν ἐρευνῶν καὶ τάτε συμβαίνοντα καὶ τὰς αἰτίας καὶ εἴ τι ἄλλο ὁμοιότροπον φιλοσοφῶν οὗ χάριν καὶ προσρήσεως οἷς ἐπετήδευσεν ἔτυχεν οἰκείας · Ἀβρὰμ γὰρ ἑρμηνευθεὶς πατήρ ἐστι μετέωρος, ὄνομα τοῦ τὰ μετέωρα καὶ ἐπουράνια περισκοπουμένου πάντα πάντῃ νοῦ πατρός, πατὴρ δὲ τοῦ συγκρίματος νοῦς ἐστιν ἄχρις αἰθέρος καὶ ἔτι περαιτέρω μηκυνόμενος ·

63ὅταν δὲ βελτιωθεὶς μέλλῃ μετονομάζεσθαι, γίνεται ἄνθρωπος θεοῦ κατὰ τὸ χρησθὲν αὐτῷ λόγιον ἐγώ εἰμι θεός σου · εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος.

64εἰ δ’ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ. καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, τοῦ σπουδαίου λογισμός · ἐξειλεγμένοςτε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς συνηχοῦμεν. δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος, ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος.

15

65οἱ δὲ γῆς παῖδες τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι καὶ μεταλλοιώσαντες εἰς τὴν ἄψυχον καὶ ἀκίνητον σαρκῶν φύσιν ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν, φησιν νομοθέτης τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ ·

66λέγει γὰρ νομοθέτης, ὅτι οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς, ἑρμηνεύεται δὲ Νεβρὼδ αὐτομόλησις · οὐ γὰρ ἐξήρκεσε τῇ παναθλίᾳ ψυχῇ μετὰ μηδετέρων στῆναι, ἀλλὰ προσχωρήσασα τοῖς ἐχθροῖς ὅπλα κατὰ τῶν φίλων ἤρατο καὶ φανερῶς ἀνθεστῶσα αὐτοῖς ἐπολέμει. παρὸ καὶ ἀρχὴν τῷ Νεβρὼδ τῆς βασιλείας ὑπογράφει Βαβυλῶνα, μετάθεσις δὲ καλεῖται Βαβυλών, συγγενὲς αὐτομολίᾳ καὶ ὄνομα ὀνόματι καὶ ἔργον ἔργῳ · παντὸς γὰρ αὐτομολοῦντος προοίμια γνώμης μεταβολὴ καὶ μετάθεσις. ἀκόλουθον οὖν ἂν εἴη λέγειν, ὅτι κατὰ τὸν ἱερώτατον Μωυσέα μὲν φαῦλος, ὥσπερ ἄοικος καὶ ἄπολις καὶ ἀνίδρυτος καὶ φυγάς, οὕτως καὶ αὐτόμολος, δὲ σπουδαῖος βεβαιότατος σύμμαχος.

67τοσαῦτα εἴς γε τὸ παρὸν ἀρκούντως περὶ τῶν γιγάντων εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τοῦ λόγου τρεψώμεθα. ἔστι δὲ ταῦτα ·