Isaeus
On the Estate of Pyrrhus
hypothesisΠύρρου τὸν ἕτερον τῶν τῆς ἀδελφῆς υἱῶν υἱοποιησαμένου Ἔνδιον, καὶ τούτου πλέον ἢ εἴκοσιν ἔτη τὸν κλῆρον κατασχόντος, εἶτα ἀποθανόντος, Ξενοκλῆς λαχὼν τῶν χρημάτων ὑπὲρ Φίλης, τῆς ἑαυτοῦ γυναικός, διεμαρτύρησεν εἶναι αὐτὴν γνησίαν Πύρρου θυγατέρα, ἀμφισβητούσης τοῦ κλήρου τῆς Ἐνδίου μητρός · καὶ ἑάλω ψευδομαρτυριῶν, Νικοδήμου καὶ αὐτοῦ μαρτυρήσαντος ἐγγυῆσαι Πύρρῳ τὴν ἀδελφὴν κατὰ τοὺς νόμους, ἐξ ἧς γεγονέναι τὴν Φίλην. ὁ Ἐνδίου δὲ ἀδελφὸς νόθην εἶναί φησιν, ἐξ ἑταίρας Πύρρῳ γενομένην, καὶ οὕτως ὑπὸ Ἐνδίου ἐκδοθῆναι Ξενοκλεῖ. ἡ στάσις στοχασμός, τὸ δὲ ἔγκλημα ψευδομαρτυριῶν κατὰ τοῦ Νικοδήμου. 1ἄνδρες δικασταί, ὁ ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς Πύρρος, ἄπαις ὢν γνησίων παίδων, ἐποιήσατο Ἔνδιον τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν ἑαυτῷ · ὃς κληρονόμος ὢν τῶν ἐκείνου ἐπεβίω πλείω ἔτη ἢ εἴκοσι, καὶ ἐν χρόνῳ τοσούτῳ ἔχοντος ἐκείνου τὸν κλῆρον οὐδεὶς πώποτε προσεποιήσατο οὐ δ’ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνῳ. 2τελευτήσαντος δὲ τοῦ ἀδελφοῦ πέρυσιν, ὑπερβᾶσα τὸν τελευταῖον κληρονόμον, γνησία θυγάτηρ τοῦ ἡμετέρου θείου ἥκει φάσκουσα εἶναι Φίλη, καὶ κύριος Ξενοκλῆς Κόπρειος τοῦ Πύρρου κλήρου λαχεῖν τὴν λῆξιν ἠξίωσεν, ὃς τετελεύτηκε πλείω ἢ εἴκοσιν ἔτη, τρία τάλαντα τίμημα τῷ κλήρῳ ἐπιγραψάμενος. 3ἀμφισβητούσης δὲ τῆς μητρὸς τῆς ἡμετέρας, ἀδελφῆς δὲ τοῦ Πύρρου, ὁ κύριος τῆς εἰληχυίας τοῦ κλήρου γυναικὸς ἐτόλμησε διαμαρτυρῆσαι μὴ ἐπίδικον τῇ ἡμετέρᾳ μητρὶ τὸν τοῦ ἀδελφοῦ κλῆρον εἶναι, ὡς οὔσης γνησίας θυγατρὸς Πύρρῳ, οὗ ἦν ἐξ ἀρχῆς ὁ κλῆρος. ἐπισκηψάμενοι δὲ ἡμεῖς, καὶ εἰς ὑμᾶς εἰσαγαγόντες τὸν διαμαρτυρῆσαι τολμήσαντα κατὰ ταῦτα, ἐκεῖνόντε ἐξελέγξαντες περιφανῶς τὰ ψευδῆ μεμαρτυρηκότα τὴν τῶν ψευδομαρτυρίων δίκην εἵλομεν παρ’ὑμῖν, καὶ τουτονὶ Νικόδημον παραχρῆμα ἐξηλέγξαμεν ἐν τοῖς αὐτοῖς δικασταῖς ἀναισχυντότατον τῇ μαρτυρίᾳ ὄντα ταύτῃ, ὅς γε ἐτόλμησε μαρτυρῆσαι ἐγγυῆσαι τῷ θείῳ τῷ ἡμετέρῳ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ γυναῖκα εἶναι κατὰ τοὺς νόμους. 5ὅτι μὲν οὖν καὶ ἐν τῇ προτέρᾳ δίκῃ ἡ τούτου μαρτυρία ψευδὴς ἔδοξεν εἶναι, ὁ τόθ’ἑαλωκὼς μάρτυς σαφέστατα τοῦτον ἐξελέγχει. εἰ γὰρ μὴ ἐδόκει οὗτος τὰ ψευδῆ τότε μαρτυρῆσαι, δῆλον ὅτι ἐκεῖνόςτ’ἂν ἀποφυγὼν τὴν διαμαρτυρίαν ἀπῆλθε, καὶ κληρονόμος ἂν τῶν τοῦ θείου ἡ διαμαρτυρηθεῖσα γνησία θυγάτηρ εἶναι, ἀλλ’οὐκ ἂν ἡ ἡμετέρα κατέστη μήτηρ. 6ἁλόντος δὲ τοῦ μάρτυρος καὶ ἀποστάσης τοῦ κλήρου τῆς ἀμφισβητούσης σβητούσης γνησίας θυγατρὸς Πύρρῳ εἶναι, μεγάλη ἀνάγκη ἅμα καὶ τὴν τούτου μαρτυρίαν ἑαλωκέναι · περὶ γὰρ αὐτοῦ τούτου διαμαρτυρήσας τὴν τῶν ψευδομαρτυρίων δίκην ἠγωνίζετο, πότερον ἐξ ἐγγυητῆς ἢ ἐξ ἑταίρας ἡ ἀμφισβητοῦσα τοῦ κλήρου τῷ θείῳ γυναικὸς εἴη · γνώσεσθε δ’ἀκούσαντες καὶ ὑμεῖς τῆςτε ἀντωμοσίας τῆς ἡμετέρας καὶ τῆς τούτου μαρτυρίας καὶ τῆς ἁλούσης διαμαρτυρίας. 7ἀναγίγνωσκε λαβὼν τασδὶ αὐτοῖς. ὡς μὲν ἔδοξε παραχρῆμα εὐθὺς τότε πᾶσι τὰ ψευδῆ μαρτυρῆσαι Νικόδημος ἐπιδέδεικται τότε πᾶσι · προσήκει δὲ καὶ παρ’ὑμῖν τοῖς περὶ αὐτοῦ τούτου τὴν δίκην μέλλουσι ψηφιεῖσθαι ἐξελεγχθῆναι τὴν τούτου μαρτυρίαν. 8ἐπιθυμῶ δὲ πρῶτον μὲν περὶ αὐτοῦ τούτου πυθέσθαι, ἥν τινά ποτε προῖκά φησιν ἐπιδοὺς ἐκδοῦναι τὴν ἀδελφὴν ὁ μεμαρτυρηκὼς τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ, εἶτα πότερον ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ζῶντα ἢ τελευτήσαντος τὸν οἶκον αὐτοῦ, καὶ παρ’ὅτου ἐκομίσατο τὴν τῆς ἀδελφῆς προῖκα οὗτος, ἐπειδὴ τετελευτηκὼς ἦν ᾧ μεμαρτύρηκεν οὗτος αὐτὴν ἐγγυῆσαι, ἢ εἰ μὴ ἐκομίζετο, ὁποίαν δίκην σίτου ἢ τῆς προικὸς αὐτῆς ἐν εἴκοσιν ἔτεσι τῷ ἔχοντι τὸν κλῆρον δικάσασθαι ἠξίωσεν, ἢ εἴ του ἀνθρώπων ἐναντίον προσῆλθεν ἐγκαλῶν τῷ κληρονόμῳ περὶ τῆς προικὸς τῆς ἀδελφῆς ἐν χρόνῳ τοσούτῳ. 9περίτε οὖν τούτων ἡδέως ἂν πυθοίμην, ὅ τι ποτ’ἦν τὸ αἴτιον τοῦ μηδὲν τούτων γεγενῆσθαι περὶ τῆς ἐγγυητῆς (ὡς μεμαρτύρηκεν οὗτος) γυναικός, καὶ πρὸς τούτοις εἴ τις ἄλλος ἐγγυητὴν ἔσχε τὴν τούτου ἀδελφὴν γυναῖκα, ἢ τῶν πρότερον χρησαμένων πρὶν γνῶναι τὸν ἡμέτερον θεῖον αὐτήν, ἢ ὅσοι ἐκείνου γιγνώσκοντος ἐπλησίαζον αὐτῇ, ἢ ὅσοι ὕστερον ἐπλησίαζον τετελευτηκότος ἐκείνου · 10δῆλον γὰρ ὅτι τὸν αὐτὸν τρόπον ὁ ἀδελφὸς αὐτὴν ἅπασι τοῖς πλησιάζουσιν ἐκδέδωκεν. 11περὶ ὧν εἰ δεήσειε καθ’ἕκαστον διελθεῖν, οὐκ ἂν πάνυ μικρὸν ἔργον γένοιτο. ἐὰν μὲν οὖν ὑμεῖς κελεύητε, περὶ ἐνίων μνησθείην ἂν αὐτῶν · εἰ δέ τισιν ὑμῶν ἀηδὲς ἀκούειν ἐστίν, ὥσπερ ἐμοὶ λέγειν τι περὶ τούτων, αὐτὰς τὰς μαρτυρίας ὑμῖν παρέξομαι τὰς μαρτυρηθείσας ἐν τῇ προτέρᾳ δίκῃ, ὧν οὐδεμιᾷ ἐπισκήψασθαι ἠξίωσαν οὗτοι. καίτοι ὅπου κοινὴν αὐτοὶ ὡμολογήκασιν εἶναι τοῦ βουλομένου τὴν γυναῖκα, πῶς ἂν εἰκότως ἡ αὐτὴ γυνὴ ἐγγυητὴ δόξειεν εἶναι; 12ἀλλὰ μὴν ὁπότε μὴ ἐπεσκημμένοι εἰσὶ ταῖς περὶ αὐτοῦ τούτου μαρτυρίαις, ὡμολογηκότες εἰσὶ ταῦτα. ἀκούσαντες δὲ καὶ ὑμεῖς αὐτῶν τῶν μαρτυριῶν, γνώσεσθε ὡς οὗτόςτε περιφανῶς τὰ ψευδῆ μεμαρτύρηκε, καὶ ὀρθῶς καὶ κατὰ τοὺς νόμους οἱ δικάσαντες τὴν δίκην ἔγνωσαν τὴν κληρονομίαν μὴ προσήκειν τῇ μὴ ὀρθῶς γεγενημένῃ γυναικί. ἀναγίγνωσκε. σὺ δ’ἐπίλαβε τὸ ὕδωρ. 13ὡς μὲν ἑταίρα ἦν τῷ βουλομένῳ καὶ οὐ γυνὴ τοῦ ἡμετέρου θείου, ἣν οὗτος ἐγγυῆσαι ἐκείνῳ μεμαρτύρηκεν, ὑπὸ τῶν ἄλλων οἰκείων καὶ ὑπὸ τῶν γειτόνων τῶν ἐκείνου μεμαρτύρηται πρὸς ὑμᾶς · οἳ μάχας καὶ κώμους καὶ ἀσέλγειαν πολλήν, ὁπότε ἡ τούτου ἀδελφὴ εἴη παρ’αὐτῷ, μεμαρτυρήκασι γίγνεσθαι περὶ αὐτῆς. 14καίτοι οὐ δή πού γε ἐπὶ γαμετὰς γυναῖκας οὐδεὶς ἂν κωμάζειν τολμήσειεν · οὐ δὲ αἱ γαμεταὶ γυναῖκες ἔρχονται μετὰ τῶν ἀνδρῶν ἐπὶ τὰ δεῖπνα, οὐ δὲ συνδειπνεῖν ἀξιοῦσι μετὰ τῶν ἀλλοτρίων, καὶ ταῦτα μετὰ τῶν ἐπιτυχόντων. ἀλλὰ μὴν τῶν γε μεμαρτυρηκότων οὐδενὶ ἐπισκήψασθαι οὗτοι ἠξίωσαν. καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε πάλιν αὐτοῖς τὴν μαρτυρίαν. 15ἀνάγνωθι δὴ καὶ τὰς περὶ τῶν πλησιασάντων αὐτῇ μαρτυρίας, ἵνα εἰδῶσιν ὅτι ἑταίρατε ἦν τοῦ βουλομένου, καὶ ὅτι οὐ δ’ἐξ ἑνὸς ἄλλου φαίνεται τεκοῦσα. ἀναγίγνωσκε αὐτοῖς. 16ὡς μὲν τοίνυν ἦν κοινὴ τῷ βουλομένῳ, ἣν οὗτος ἐγγυῆσαι τῷ ἡμετέρῳ θείῳ μεμαρτύρηκε, μνημονεύειν χρὴ ὑφ’ὅσων ὑμῖν μεμαρτύρηται, καὶ ὅτι οὐδενὶ ἄλλῳ ἐγγυηθεῖσα οὐ δὲ συνοικήσασα φαίνεται · σκεψώμεθα δὲ καὶ ἐξ ὧν ἄν τις ὑπονοήσειεν ἐγγύην γενέσθαι τοιαύτης γυναικός, εἰ ἄρα καὶ τῷ ἡμετέρῳ θείῳ τοιοῦτόν τι συμβέβηκεν. 17ἤδη γάρ τινες νέοι ἄνθρωποι ἐπιθυμήσαντες τοιούτων γυναικῶν, καὶ ἀκρατῶς ἔχοντες αὑτῶν, ἐπείσθησαν ὑπ’ἀνοίας εἰς αὑτοὺς τοιοῦτόν τι ἐξαμαρτεῖν. πόθεν οὖν ἄν τις σαφέστερον γνοίη περὶ τούτων, ἢ ἔκτε τῶν μαρτυριῶν τῶν τούτοις μεμαρτυρημένων ἐν τῇ προτέρᾳ δίκῃ καὶ ἐκ τῶν εἰκότων τῶν περὶ αὐτὸ τὸ πρᾶγμα σκεψάμενος; 18ἐνθυμεῖσθε δὲ τὴν ἀναίδειαν ὧν λέγουσιν. ὁ μὲν γὰρ ἐγγυᾶν μέλλων εἰς τὸν τριτάλαντον οἶκον, ὥς φησι, τὴν ἀδελφήν, διαπραττόμενος τηλικαῦτα ἕνα μάρτυρα παρεῖναι αὑτῷ Πυρετίδην προσεποιήσατο, καὶ τούτου ἐκμαρτυρίαν ἐπ’ἐκείνῃ τῇ δίκῃ παρέσχοντο οὗτοι · ἣν Πυρετίδης οὐκ ἀναδέδεκται αὐτοῖς, οὐ δὲ ὁμολογεῖ μαρτυρῆσαι οὐ δὲ εἰδέναι τούτων ἀληθὲς ὂν οὐδέν. 19μέγα δὲ τεκμήριον ὡς περιφανῶς ψευδῆ τὴν μαρτυρίαν οὗτοι παρέσχοντο ταύτην · ἴστε γὰρ πάντες ὡς ὅταν μὲν ἐπὶ προδήλους πράξεις ἴωμεν, ἃς δεῖ μετὰ μαρτύρων γενέσθαι, τοὺς οἰκειοτάτους καὶ οἷς ἂν τυγχάνωμεν χρώμενοι μάλιστα, τούτους παραλαμβάνειν εἰώθαμεν ἐπὶ τὰς πράξεις τὰς τοιαύτας, τῶν δὲ ἀδήλων καὶ ἐξαίφνης γιγνομένων τοὺς προστυχόντας ἕκαστοι μάρτυρας ποιούμεθα. 20καὶ ἐπὶ μὲν ταῖς μαρτυρίαις αὐταῖς τοῖς παραγενομένοις αὐτοῖς, ὁποῖοί τινες ἂν ὦσι, τούτοις μάρτυσι χρῆσθαι ἀναγκαῖόν ἐστιν ἡμῖν · παρὰ δὲ τῶν ἀσθενούντων ἢ τῶν ἀποδημεῖν μελλόντων ὅταν τις ἐκμαρτυρίαν ποιῆται, τοὺς ἐπιεικεστάτους τῶν πολιτῶν καὶ τοὺς ἡμῖν γνωριμωτάτους ἕκαστος ἡμῶν παρακαλεῖ μάλιστα, καὶ οὐ μεθ’ἑνὸς οὐ δὲ μετὰ δυοῖν, ἀλλ’ὡς ἂν μετὰ πλείστων δυνώμεθα τὰς ἐκμαρτυρίας πάντες ποιούμεθα, ἵνα τῷτε ἐκμαρτυρήσαντι μὴ ἐξείη ὕστερον ἐξάρνῳ γενέσθαι τὴν μαρτυρίαν, ὑμεῖςτε πολλοῖς καὶ καλοῖς κα- κἀγαθοῖς τα- ταὐτὰ μαρτυροῦσι πιστεύοιτε μᾶλλον. 22Ξενοκλῆς τοίνυν Βήσαζε μὲν ἰὼν εἰς τὸ ἐργαστήριον τὸ ἡμέτερον εἰς τὰ ἔργα, οὐχ ἡγήσατο δεῖν τοῖς ἀπὸ τοῦ αὐτομάτου ἐκεῖ ἐντυχοῦσι μάρτυσι χρῆσθαι περὶ τῆς ἐξαγωγῆς, ἀλλ’ἧκεν ἔχων ἐνθένδε Διόφαντον τὸν Σφήττιον μεθ’ἑαυτοῦ, ὃς ἔλεγε τὴν δίκην ὑπὲρ τούτου, καὶ Δωρόθεον τὸν Ἐλευσίνιον καὶ τὸι ἀδελφὸν αὐτοῦ Φιλοχάρη καὶ ἄλλους πολλοὺς μάρτυρας, παρακεκληκὼς ἐνθένδε σταδίους ἐγγὺς τριακοσίους ἐκεῖσε · 23περὶ δὲ τῆς ἐγγύης τῆς τήθης τῶν παίδων τῶν ἑαυτοῦ ἐν τῷ ἄστει ἐκμαρτυρίαν (ὥς φησι) ποιούμενος τῶν μὲν οἰκείων οὐδένα τῶν ἑαυτοῦ παρακεκληκὼς φαίνεται, Διονύσιον δὲ τὸν Ἐρχιέα καὶ τὸν Ἀριστόλοχον τὸν Αἰθαλίδην · μετὰ δυοῖν τούτοιν ἐν τῷ ἄστει αὐτοῦ τὴν ἐκμαρτυρίαν ποιήσασθαί φασιν οὗτοι, — τοιαύτην μετὰ τούτων · οἷς οὐ δ’ἂν περὶ ὁτουοῦν πιστεύσειεν ἄλλος οὐδείς. 24ἴσως γὰρ ἦν νὴ Δία πάρεργον καὶ φαῦλον, περὶ οὗ τὴν ἐκμαρτυρίαν παρὰ τοῦ Πυρετίδου φασὶ ποιήσασθαι οὗτοι, ὥστε οὐδὲν θαυμαστὸν ὀλιγωρηθῆναι ἦν τὸ πρᾶγμα. καὶ πῶς; οἷς γε περὶ αὐτοῦ τούτου ὁ ἀγὼν ἦν ὁ τῶν ψευδομαρτυρίων, ὃν Ξενοκλῆς ἔφευγεν, ἢ ἐξ ἑταίρας ἢ ἐξ ἐγγυητῆς τὴν ἑαυτοῦ γυναῖκα εἶναι. εἶτα ἐπὶ ταύτην ἂν τὴν μαρτυρίαν, εἰ ἦν ἀληθής, οὐκ ἂν ἅπαντας τοὺς οἰκείους τοὺς ἑαυτοῦ παρακαλεῖν ἐκεῖνος ἠξίωσεν; 25ναὶ μὰ Δία, ὡς ἔγωγε ᾤμην, εἴ γε ἦν ἀληθὲς τὸ πρᾶγμα. οὐ τοίνυν φαίνεται, ἀλλ’ὁ μὲν Ξενοκλῆς πρὸς τοὺς ἐπιτυχόντας δύο ἐκμαρτυρησάμενος τὴν μαρτυρίαν ταύτην, Νικόδημος δὲ οὑτοσὶ ἕνα μόνον μάρτυρα παρακαλέσας μεθ’ἑαυτοῦ τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ ἐγγυῆσαί φησι τὴν ἀδελφήν. 26καὶ οὗτος μὲν τὸν Πυρετίδην μόνον, οὐχ ὁμολογοῦντα, προσεποιήσατο μεθ’ἑαυτοῦ παραγενέσθαι · ὑπὸ δὲ τοῦ ἐγγυήσασθαι μέλλοντος τὴν τοιαύτην Λυσιμένης καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Χαίρων καὶ Πυλάδης, φασὶ παρακληθέντες τῇ ἐγγύῃ παραγενέσθαι, καὶ ταῦτα θεῖοι ὄντες τῷ ἐγγυωμένῳ. 27ὑμέτερον οὖν ἔργον σκέψασθαι νῦν, εἰ δοκεῖ πιστὸν εἶναι τὸ πρᾶγμα. ἐγὼ μὲν γὰρ νομίζω, ἐκ τῶν εἰκότων σκοπούμενος, πολὺ ἂν μᾶλλον τὸν Πύρρον πάντας ἂν τοὺς οἰκείους βούλεσθαι λεληθέναι, εἴ τι παρεσκευάζετο ὁμολογεῖν ἢ πράττειν ἀνάξιον τῶν αὑτοῦ, ἢ παρακαλέσαι μάρτυρας τοὺς θείους τοὺς ἑαυτοῦ ἐπὶ ἁμάρτημα τηλικοῦτον. 28ἔτι δὲ καὶ περὶ ἐκείνου θαυμάζω, εἰ μηδεμίαν προῖκα μήθ’ὁ διδοὺς μήθ’ὁ λαμβάνων διωμολογήσαντο ἕξειν ἐπὶ τῇ γυναικί. τοῦτο μὲν γὰρ εἴ τινα ἐδίδου, εἰκὸς ἦν καὶ τὴν δοθεῖσαν ὑπὸ τῶν παραγενέσθαι φασκόντων μαρτυρεῖσθαι · τοῦτο δ’εἰ δι’ἐπιθυμίαν τὴν ἐγγύην ὁ θεῖος ἡμῶν ἐποιεῖτο τῆς τοιαύτης γυναικός, δῆλον ὅτι κα- κἂν ἀργύριον πολλῷ μᾶλλον ἢ ὁ ἐγγυῶν διωμολογήσατο ἔχειν αὐτὸν ἐπὶ τῇ γυναικί, ἵνα μὴ ἐπ’ἐκείνῳ γένοιτο ῥᾳδίως ἀπαλλάττεσθαι, ὁπότε βούλοιτο, τῆς γυναικός · 29καὶ μάρτυράς γε πολλῷ πλείους εἰκὸς ἦν τὸν ἐγγυῶντα παρακαλεῖν ἢ τὸν ἐγγυώμενον τὴν τοιαύτην · οὐδεὶς γὰρ ὑμῶν ἀγνοεῖ ὅτι ὀλίγα διαμένειν εἴωθε τῶν τοιούτων. ὁ μὲν τοίνυν ἐγγυῆσαι φάσκων μετὰ ἑνὸς μάρτυρος καὶ ἄνευ ὁμολογίας προικὸς εἰς τὸν τριτάλαντον οἶκον ἐγγυῆσαί φησι τὴν ἀδελφήν · οἱ δὲ θεῖοι τῷ ἀδελφιδῷ ἄπροικον τὴν τοιαύτην ἐγγυωμένῳ μεμαρτυρήκασι παραγενέσθαι. 30καὶ οἱ αὐτοὶ θεῖοι οὗτοι ἐν τῇ δεκάτῃ τῆς θυγατρὸς ἀποφανθείσης εἶναι ὑπὸ τοῦ ἀδελφιδοῦ κληθέντες μεμαρτυρήκασι παραγενέσθαι. ἐφ’ᾧ δὴ καὶ δεινῶς ἀγανακτῶ, ὅτι ὁ μὲν ἀνὴρ λαγχάνων ὑπὲρ τῆς γυναικὸς τῆς αὑτοῦ τοῦ κλήρου τοῦ πατρῴου Φίλην ὄνομα εἶναι ἐπεγράψατο τῇ γυναικί, οἱ δὲ τοῦ Πύρρου θεῖοι ἐν τῇ δεκάτῃ φάσκοντες παραγενέσθαι τὸ τῆς τήθης ὄνομα Κλειταρέτην τὸν πατέρα ἐμαρτύρησαν θέσθαι αὐτῇ. 31θαυμάζω οὖν εἰ ὁ ἀνὴρ ὁ συνοικῶν πλείω ἢ ὀκτὼ ἔτη ἤδη μὴ ᾔδει το- τοὔνομα τῆς ἑαυτοῦ γυναικός. εἶτα οὐ δὲ παρὰ τῶν αὑτοῦ μαρτύρων πρότερον ἐδυνήθη πυθέσθαι, οὐ δ’ἡ μήτηρ τῆς γυναικὸς τὸ τῆς θυγατρὸς ὄνομα τῆς αὑτῆς ἐν χρόνῳ τοσούτῳ ἔφρασεν αὐτῷ, οὐ δ’ὁ θεῖος αὐτός, Νικόδημος; 32ἀλλ’ἀντὶ τοῦ τῆς τήθης ὀνόματος, εἴ τις ᾔδει τοῦθ’ὑπὸ τοῦ πατρὸς κείμενον ταύτῃ, Φίλην ὁ ἀνὴρ ὄνομα ἐπεγράψατο εἶναι αὐτῇ, καὶ ταῦτα λαγχάνων αὐτῇ τοῦ κλήρου τοῦ πατρῴου. τίνος ἕνεκα; ἢ ἵνα καὶ τοῦ τῆς τήθης ὀνόματος τοῦ ὑπὸ τοῦ πατρὸς τεθέντος ἄκληρον ὁ ἀνὴρ καταστήσειεν εἶναι τὴν αὑτοῦ γυναῖκα; 33ἆρά γε οὐχὶ δῆλον, ὦ ἄνδρες, ὅτι ἃ πάλαι οὗτοι μαρτυροῦσι γενέσθαι, πολλῷ ὕστερον τῆς λήξεως τοῦ κλήρου ἕνεκα σύγκειται αὐτοῖς; οὐ γὰρ ἄν ποτε οἱ μὲν εἰς τὴν δεκάτην (ὥς φασι) κληθέντες τῆς τοῦ Πύρρου θυγατρός, ἀδελφιδῆς τούτου, ἐξ ἐκείνης τῆς ἡμέρας, ἥτις ἦν ποτε, ἀκριβῶς εἰς τὸ δικαστήριον ἧκον μεμνημένοι ὅτι Κλειταρέτην ὁ πατὴρ ἐν τῇ δεκάτῃ ὠνόμηνεν, οἱ δ’οἰκειότατοι τῶν ἁπάντων, ὁ πατὴρ καὶ ὁ θεῖος καὶ ἡ μήτηρ οὐκ ἂν ᾔδει τὸ ὄνομα τῆς θυγατρός, ὥς φασι, τῆς αὐτοῦ. 34πολύ γε μάλιστ’ἄν, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα. ἀλλὰ περὶ μὲν τούτων καὶ ὕστερον ἐγχωρήσει εἰπεῖν. 35περὶ δὲ τῆς τούτου μαρτυρίας οὐ χαλεπὸν καὶ ἐξ αὐτῶν τῶν νόμων ἐστὶ γνῶναι ὅτι φαίνεται περιφανῶς τὰ ψευδῆ μεμαρτυρηκὼς οὗτος. ὅπου γάρ, ἐάν τίς τι ἀτίμητον δῷ, ἕνεκα τοῦ νόμου, ἐὰν ἀπολίπῃ ἡ γυνὴ τὸν ἄνδρα ἢ ἐὰν ὁ ἀνὴρ ἐκπέμψῃ τὴν γυναῖκα, οὐκ ἔξεστι πράξασθαι τῷ δόντι ὃ μὴ ἐν προικὶ τιμήσας ἔδωκεν, ἦ που ὅστις γέ φησιν ἄνευ ὁμολογίας προικὸς τὴν ἀδελφὴν ἐγγυῆσαι, περιφανῶς ἀναίσχυντος ὢν ἐλέγχεται. 36τί γὰρ ἔμελλεν ὄφελος εἶναι αὐτῷ τῆς ἐγγύης, εἰ ἐπὶ τῷ ἐγγυησαμένῳ ἐκπέμψαι ὁπότε βούλοιτο τὴν γυναῖκα ἦν; ἦν δ’ἂν ἐπ’ἐκείνῳ, ὦ ἄνδρες, δῆλον ὅτι, εἰ μηδεμίαν προῖκα διωμολογήσατο ἕξειν ἐπ’αὐτῇ. εἶτ’ἐπὶ τούτοις ἂν Νικόδημος ἠγγύησε τῷ ἡμετέρῳ θείῳ τὴν ἀδελφήν; καὶ ταῦτα εἰδὼς τὸν ἅπαντα χρόνον ἄτοκον οὖσαν αὐτήν, καὶ τῆς ὁμολογηθείσης προικὸς ἐκ τῶν νόμων γιγνομένης εἰς αὐτόν, εἴ τι ἔπαθεν ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ; 37ἆρ’οὖν δοκεῖ τῳ ὑμῶν ὀλιγώρως οὕτως ἔχειν χρημάτων Νικόδημος, ὥστε παραλιπεῖν ἄν τι τῶν τοιούτων; ἐγὼ μὲν γὰρ οὐ νομίζω. εἶτα παρὰ τούτου ὁ ἡμέτερος θεῖος ἠξίωσεν ἂν ἐγγυήσασθαι τὴν ἀδελφήν, ὃς αὐτὸς ξενίας φεύγων ὑπὸ ἑνὸς τῶν φρατόρων ὧν φησιν αὑτοῦ εἶναι, παρὰ τέτταρας ψήφους μετέσχε τῆς πόλεως; καὶ ὡς ἀληθῆ λέγω, ἀναγίγνωσκε τὴν μαρτυρίαν. 38οὗτος τοίνυν τῷ ἡμετέρῳ θείῳ ἄπροικον τὴν ἀδελφὴν τὴν ἑαυτοῦ μεμαρτύρηκεν ἐγγυῆσαι, καὶ ταῦτα τῆς προικὸς εἰς αὐτὸν γιγνομένης, εἴ τι ἔπαθεν ἡ γυνὴ πρὶν γενέσθαι παῖδας αὐτῇ. λαβὲ δὴ καὶ ἀνάγνωθι τοὺς νόμους τουσδὶ αὐτοῖς. 39δοκεῖ ἂν ὑμῖν οὕτως ὀλιγώρως ἔχειν χρημάτων Νικόδημος, ὥστε, εἰ ἦν ἀληθὲς τὸ πρᾶγμα, οὐκ ἂν σφόδρα διακριβώσασθαι περὶ τῶν ἑαυτῷ συμφερόντων; ναὶ μὰ Δία, ὡς ἔγωγ’οἶμαι, ἐπεὶ καὶ οἱ ἐπὶ παλλακίᾳ διδόντες τὰς ἑαυτῶν πάντες πρότερον διομολογοῦνται περὶ τῶν δοθησομένων ταῖς παλλακαῖς · Νικόδημος δὲ ἐγγυᾶν μέλλων, ὥς φησι, τὴν ἀδελφὴν τὴν αὑτοῦ μόνον τὸ κατὰ τοὺς νόμους ἐγγυῆσαι διεπράξατο; ὃς ἐπ’ὀλίγῳ ἀργυρίῳ, οὗ ἐπιθυμῶν λέγει πρὸς ὑμᾶς, σφόδρα βούλεται πονηρὸς εἶναι; 40περὶ μὲν οὖν τῆς τούτου πονηρίας καὶ σιωπῶντος ἐμοῦ οἱ πολλοὶ γιγνώσκουσιν ὑμῶν, ὥστε οὐκ ἀπορῶ γε μαρτύρων, ὅταν τι λέγω περὶ αὐτοῦ · βούλομαι δὲ πρῶτον ἐκ τῶν τοιῶνδε ἐξελέγξαι τοῦτον ἀναισχυντότατον τῇ μαρτυρίᾳ ὄντα ταύτῃ. φέρε γάρ, ὦ Νικόδημε, εἰ ἦσθα ἠγγυηκὼς τῷ Πύρρῳ τὴν ἀδελφὴν καὶ εἰ ᾔδεις ἐξ αὐτῆς θυγατέρα γνησίαν καταλειπομένην, πῶς ἐπέτρεψας τῷ ἡμετέρῳ ἀδελφῷ ἐπιδικάσασθαι τοῦ κλήρου ἄνευ τῆς γνησίας θυγατρός, ἣν φῂς τῷ ἡμετέρῳ θείῳ καταλειφθῆναι; 41ἢ οὐκ ᾔδεις ἐν τῇ ἐπιδικασίᾳ τοῦ κλήρου νόθην καθισταμένην τὴν ἀδελφιδῆν τὴν σαυτοῦ; ὁπότε γάρ τις ἐπεδικάζετο τοῦ κλήρου, νόθην τὴν θυγατέρα τοῦ καταλιπόντος τὸν κλῆρον καθίστη. 42ἔτι δὲ πρότερον ὁ Πύρρος ὁ ποιησάμενος τὸν ἀδελφὸν τὸν ἐμὸν ὑὸν αὑτῷ · οὔτε γὰρ διαθέσθαι οὔτε δοῦναι οὐδενὶ οὐδὲν ἔξεστι τῶν ἑαυτοῦ ἄνευ τῶν θυγατέρων, ἐάν τις καταλιπὼν γνησίας τελευτᾷ. γνώσεσθε δὲ αὐτῶν ἀκούσαντες τῶν νόμων ἀναγιγνωσκομένων. ἀναγίγνωσκε τούσδε αὐτοῖς. 43δοκεῖ ἂν ὑμῖν ὁ μεμαρτυρηκὼς ἐγγυῆσαι ἐπιτρέψαι ἄν τι τούτων γίγνεσθαι, καὶ οὐκ ἂν ἐπὶ τοῦ κλήρου τῇ λήξει, ἣν ὁ Ἔνδιος λαχὼν ἐπεδικάζετο, ἀμφισβητῆσαι ἂν ὑπὲρ τῆς ἀδελφιδῆς τῆς ἑαυτοῦ, καὶ οὐκ ἂν διαμαρτυρῆσαι μὴ ἐπίδικον τῷ Ἐνδίῳ τὸν ἐκείνης πατρῷον κλῆρον εἶναι; ἀλλὰ μὴν ὥς γε ἐπεδικάσατο ὁ ἡμέτερος ἀδελφὸς τοῦ κλήρου καὶ οὐκ ἠμφισβήτησεν οὐδεὶς ἐκείνῳ, ἀναγίγνωσκε τὴν μαρτυρίαν. 44γενομένης τοίνυν τῆς ἐπιδικασίας ταύτης οὐκ ἐτόλμησεν ἀμφισβητῆσαι τοῦ κλήρου Νικόδημος, οὐ δὲ διαμαρτυρῆσαι τὴν ἀδελφιδῆν τὴν ἑαυτοῦ γνησίαν θυγατέρα Πύρρῳ καταλειφθῆναι. 45περὶ μὲν οὖν τῆς ἐπιδικασίας ἔχοι ἄν τις ψεῦδος προφασίσασθαι πρὸς ὑμᾶς · ἢ γὰρ λαθεῖν σφᾶς προσποιήσαιτ’ἂν οὗτος, ἢ καὶ ψεύδεσθαι αἰτιῷτ’ἂν ἡμᾶς. τοῦτο μὲν οὖν παρῶμεν · ἐπειδὴ δὲ τῷ Ξενοκλεῖ ἠγγύα ὁ Ἔνδιος τὴν ἀδελφιδῆν σου, ἐπέτρεψας, ὦ Νικόδημε, τὴν ἐκ τῆς ἐγγυητῆς τῷ Πύρρῳ γεγενημένην ὡς ἐξ ἑταίρας ἐκείνῳ οὖσαν ἐγγυᾶσθαι; 46καὶ οὐκ ἂν εἰσήγγειλας πρὸς τὸν ἄρχοντα κακοῦσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ εἰσποιήτου οὕτως ὑβριζομένην καὶ ἄκληρον τῶν ἑαυτῆς πατρῴων καθισταμένην, ἄλλωςτε καὶ μόνων τούτων τῶν δικῶν ἀκινδύνων τοῖς διώκουσιν οὐσῶν καὶ ἐξὸν τῷ βουλομένῳ βοηθεῖν ταῖς ἐπικλήροις; 47οὔτε γὰρ ἐπιτίμιον ταῖς πρὸς τὸν ἄρχοντα εἰσαγγελίαις ἔπεστιν, οὐ δ’ἐὰν μηδεμίαν τῶν ψήφων οἱ εἰσαγγείλαντες μεταλάβωσιν, οὔτε πρυτανεῖα οὔτε παράστασις οὐδεμίᾳ τίθεται τῶν εἰσαγγελιῶν · ἀλλὰ τοῖς μὲν διώκουσιν ἀκινδύνως εἰσαγγέλλειν ἔξεστι, τῷ βουλομένῳ, τοῖς δ’ἁλισκομένοις ἔσχαται τιμωρίαι ἐπὶ ταῖς εἰσαγγελίαις ἔπεισιν. 48ἔπειτα εἰ ἦν ἐξ ἐγγυητῆς ἡ τούτου ἀδελφιδῆ τῷ ἡμετέρῳ θείῳ γεγενημένη, ἐπέτρεψεν ἂν Νικόδημος ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶσθαι; καὶ γενομένων αὐτῶν οὐκ ἂν εἰσήγγειλε πρὸς τὸν ἄρχοντα ὑβρίζεσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ οὕτως ἐγγυήσαντος αὐτήν; καὶ, εἰ ἦν ἀληθῆ ἃ νυνὶ τετόλμηκας μαρτυρῆσαι, παραχρῆμα εὐθὺς τότε ἐτιμωρήσω ἂν τὸν ἀδικοῦντα. ἢ καὶ ταῦτα λαθεῖν σεαυτὸν προσποιήσει; 49ἔπειτ’οὐ δ’ἐκ τῆς ἐπιδοθείσης αὐτῇ προικὸς ᾔσθου; ὥστε καὶ δι’αὐτὸ τοῦτο ἀγανακτήσαντι δήπου σοι εἰσαγγεῖλαι τὸν Ἔνδιον προσῆκεν, εἰ αὐτὸς μὲν τριτάλαντον οἶκον ἔχειν ἠξίου ὡς προσῆκον αὑτῷ, τῇ δὲ γνησίᾳ οὔσῃ θυγατρὶ τρισχιλίας δραχμὰς προῖκα ἐπιδοὺς ἐκδοῦναι ἠξίωσεν ἄλλῳ. εἶτ’ἐπὶ τούτοις οὐκ ἀγανακτήσας εἰσήγγειλεν ἂν τὸν Ἔνδιον οὗτος; ναὶ μὰ Δία, εἴ γ’ἦν ἀληθὲς τὸ πρᾶγμα. 50οἶμαι δὲ οὐ δ’ἂν τὴν ἀρχὴν ἐκεῖνον οὐ δ’ἄλλον γε τῶν εἰσποιήτων οὐδένα οὕτως εὐήθη οὐ δ’αὖ ὀλίγωρον τῶν νόμων τῶν κειμένων γίγνεσθαι, ὥσθ’ὑπαρχούσης γνησίας θυγατρὸς τῷ τὸν κλῆρον καταλιπόντι ἑτέρῳ δοῦναι ταύτην ἀνθ’ἑαυτοῦ. ἀκριβῶς γὰρ ᾔδει διότι τοῖς γε ἐκ τῆς γνησίας θυγατρὸς παισὶ γεγονόσιν ἁπάντων τῶν παππῴων κληρονομία προσήκει. εἶτα εἰδὼς ἄν τις ταῦτα ἑτέρῳ παραδοίη τὰ αὑτοῦ, καὶ ταῦτα τηλικαῦτα ὄντα ὅσων ἠμφισβήτησαν οὗτοι; 51δοκεῖ δ’ἄν τις ὑμῖν οὕτως ἀναιδὴς ἢ τολμηρὸς εἰσποίητος γενέσθαι, ὥστε μη δὲ τὸ δέκατον μέρος ἐπιδοὺς ἐκδοῦναι τῇ γνησίᾳ θυγατρὶ τῶν πατρῴων; γενομένων δὲ τούτων δοκεῖ ἂν ὑμῖν ὁ θεῖος ἐπιτρέψαι, ὁ ἐγγυῆσαι μεμαρτυρηκὼς αὐτῆς τὴν μητέρα; ἐγὼ μὲν γὰρ οὐ νομίζω, ἀλλὰ καὶ ἠμφισβήτησεν ἂν τοῦ κλήρου καὶ διεμαρτύρησε καὶ εἰσήγγειλεν ἂν πρὸς τὸν ἄρχοντα, καὶ ἄλλο εἴ τι ἦν ἰσχυρότερον τούτων, ἅπαντ’ἂν διεπράξατο. 52ὁ μὲν τοίνυν Ἔνδιος ὡς ἐξ ἑταίρας οὖσαν ἠγγύησεν, ἥν φησιν ἀδελφιδῆν Νικόδημος εἶναι αὑτῷ · οὗτος δὲ οὔτε τῷ Ἐνδίῳ τοῦ Πύρρου κλήρου ἀμφισβητῆσαι ἠξίωσεν, οὔτ’ἐγγυήσαντα τὴν ἀδελφιδῆν ὡς οὖσαν ἐξ ἑταίρας εἰσαγγεῖλαι πρὸς τὸν ἄρχοντα ἠξίωσεν, οὔτ’ἐπὶ τῇ δοθείσῃ προικὶ αὐτῇ ἠγανάκτησεν οὐδέν, ἀλλὰ πάντα ταῦτα εἴασε γενέσθαι. οἱ δὲ νόμοι περὶ ἁπάντων διορίζουσι τούτων. 53ἀναγνώσεται οὖν πρῶτον ὑμῖν τὴν περὶ τῆς ἐπιδικασίας τοῦ κλήρου μαρτυρίαν πάλιν, ἔπειτα τὴν περὶ τῆς ἐγγυήσεως τῆς γυναικός. ἀναγίγνωσκε αὐτοῖς. ἀνάγνωθι δὴ καὶ τοὺς νόμους. λαβὲ δὴ καὶ τὴν τούτου μαρτυρίαν. 54πῶς οὖν ἄν τις σαφέστερον ἐξελέγχοι ψευδομαρτυρίων διώκων ἢ ἔκτε τῶν πεπραγμένων αὐτοῖς τούτοις ἐπιδεικνύων καὶ ἐκ τῶν νόμων ἁπάντων τῶν ἡμετέρων ;περὶ μὲν οὖν τούτου σχεδὸν εἴρηται τὰ πολλά · σκέψασθε δὲ καὶ περὶ τοῦ ἔχοντος τὴν ἀδελφιδῆν τὴν τούτου γυναῖκα, ἐὰν ἄρα τι γένηται καὶ ἐκ τούτου τεκμήριον ὡς ἔστι ψευδῆ τὰ μεμαρτυρημένα Νικοδήμῳ. 55ὡς μὲν οὖν ἠγγυήσατο καὶ ἔλαβεν ὡς οὖσαν ἐξ ἑταίρας τὴν γυναῖκα, ἐπιδέδεικται καὶ μεμαρτύρηται · ὡς δ’ἀληθὴς ἡ μαρτυρία ἐστὶν αὕτη, ὁ Ξενοκλῆς αὐτὸς ἔργῳ οὐκ ὀλίγον χρόνον ἤδη ἀληθῆ ταῦτα μεμαρτύρηκε. δῆλον γὰρ ὅτι εἰ μὴ ἠγγύητο παρὰ τοῦ Ἐνδίου ὡς ἐξ ἑταίρας οὖσαν τὴν γυναῖκα, ὄντων αὐτῷ παίδων ἤδη τηλικούτων ἐκ τῆς γυναικός, ζῶντι ἂν τῷ Ἐνδίῳ ἠμφισβήτησεν ὑπὲρ τῆς γνησίας θυγατρὸς τῶν πατρῴων, ἄλλωςτε καὶ παρεσκευασμένος μὴ ὁμολογεῖν τὴν τοῦ Ἐνδίου ποίησιν τῷ Πύρρῳ γενέσθαι · 56ὡς δὲ οὐχ ὁμολογῶν πῶς ἐπεσκήπτετο τοῖς μεμαρτυρηκόσιν ἐπὶ τῇ διαθήκῃ τοῦ Πύρρου παραγενέσθαι. καὶ ὡς ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὴν μαρτυρίαν τὴν μαρτυρηθεῖσαν. ἀναγίγνωσκε αὐτοῖς. 57ἀλλὰ μὴν κα- κἀκεῖνό γε δηλοῖ, ὡς οὐχ ὁμολογοῦσι τὴν τοῦ Ἐνδίου ποίησιν ὑπὸ τοῦ Πύρρου γενέσθαι. οὐ γὰρ ἂν ὑπερβάντες τὸν τελευταῖον τοῦ οἴκου γεγενημένον κληρονόμον ὑπὲρ τῆς γυναικὸς τοῦ Πύρρου κλήρου λαχεῖν τὴν λῆξιν ἠξίωσαν οὗτοι. ὁ μὲν γὰρ Πύρρος πλείω ἢ εἴκοσιν ἔτη τετελεύτηκεν ἤδη, ὁ δὲ Ἔνδιος τοῦ Μεταγειτνιῶνος μηνὸς πέρυσιν, ἐν ᾧ ἔλαχον τοῦ κλήρου τὴν λῆξιν τρίτῃ ἡμέρᾳ εὐθέως οὗτοι. 58ὁ δὲ νόμος πέντε ἐτῶν κελεύει δικάσασθαι τοῦ κλήρου, ἐπειδὰν τελευτήσῃ ὁ κληρονόμος. οὐκοῦν δυοῖν τὰ ἕτερα προσῆκε τῇ γυναικί, ἢ γυναικί ἢ ζῶντι τῷ Ἐνδίῳ ἀμφισβητῆσαι τῶν πατρῴων, ἢ ἐπειδὴ τετελευτηκὼς ἦν ὁ εἰσποίητος, τῶν τοῦ ἀδελφοῦ τὴν ἐπιδικασίαν ἀξιοῦν ποιεῖσθαι, ἄλλωςτε καὶ εἰ, ὥς φασιν οὗτοι, ἠγγυήκει αὐτὴν τῷ Ξενοκλεῖ ὡς γνησίαν ἀδελφὴν οὖσαν αὑτοῦ. 59ἀκριβῶς γὰρ ἐπιστάμεθα πάντες ὅτι ἀδελφῶν μὲν κλήρων ἐπιδικασία πᾶσίν ἐστιν ἡμῖν, ὅτῳ δὲ γόνῳ γεγόνασι γνήσιοι παῖδες, οὐδενὶ ἐπιδικάζεσθαι τῶν πατρῴων προσήκει. καὶ περὶ τούτων οὐδένα λόγον λεχθῆναι δεῖ · ἅπαντες γὰρ ὑμεῖς καὶ οἱ ἄλλοι πολῖται ἀνεπίδικα ἔχουσι τὰ ἑαυτῶν ἕκαστοι πατρῷα. 60οὗτοι τοίνυν εἰς τοῦτο τόλμης ἀφιγμένοι εἰσίν, ὥστε τῷ μὲν εἰσποιήτῳ οὐκ ἔφασαν ἐπιδικάσασθαι προσήκειν τῶν δοθέντων, τῇ δὲ Φίλῃ, ἥν φασι θυγατέρα γνησίαν τῷ Πύρρῳ καταλελεῖφθαι, λαχεῖν τοῦ κλήρου τοῦ πατρῴου τὴν λῆξιν ἠξίωσαν. καίτοι (ὅπερ εἶπον καὶ πρότερον) ὅσοι μὲν ἂν καταλίπωσι γνησίους παῖδας ἐξ αὑτῶν, οὐ προσήκει τοῖς παισὶν ἐπιδικάσασθαι τῶν πατρῴων · ὅσοι δὲ διαθήκαις αὑτοῖς εἰσποιοῦνται, τούτοις ἐπιδικάζεσθαι προσήκει τῶν δοθέντων. 61τοῖς μὲν γάρ, ὅτι γόνῳ γεγόνασιν, οὐδεὶς ἂν δήπου ἀμφισβητήσειε περὶ τῶν πατρῴων · πρὸς δὲ τοὺς εἰσποιήτους ἅπαντες οἱ κατὰ γένος προσήκοντες ἀμφισβητεῖν ἀξιοῦσιν. ἵνα οὖν μὴ παρὰ τοῦ ἐντυχόντος τῶν κλήρων αἱ λήξεις τοῖς ἀμφισβητεῖν βουλομένοις γίγνωνται, καὶ μὴ ὡς ἐρήμων τῶν κλήρων ἐπιδικάζεσθαί τινες τολμῶσι, τούτου ἕνεκα τὰς ἐπιδικασίας οἱ εἰσποίητοι πάντες ποιοῦνται. 62μηδεὶς οὖν ὑμῶν ἡγείσθω, εἰ ἐνόμιζε γνησίαν εἶναι τὴν ἑαυτοῦ γυναῖκα Ξενοκλῆς, λαχεῖν ἂν ὑπὲρ αὐτῆς τὴν λῆξιν τοῦ κλήρου τοῦ πατρῴου, ἀλλ’ἐβάδιζεν ἂν ἡ γνησία εἰς τὰ ἑαυτῆς πατρῷα, καὶ εἴ τις αὐτὴν ἀφῃρεῖτο ἢ ἐβιάζετο, ἐξῆγεν ἂν ἐκ τῶν πατρῴων, καὶ οὐκ ἂν ἰδίας μόνον δίκας ἔφευγεν ὁ βιαζόμενος, ἀλλὰ καὶ δημοσίᾳ εἰσαγγελθεὶς πρὸς τὸν ἄρχοντα ἐκινδύνευεν ἂν περὶ τοῦ σώματος καὶ τῆς οὐσίας ἁπάσης τῆς ἑαυτοῦ. 63ἔτι δ’ἂν πρότερον τοῦ Ξενοκλέους οἱ τοῦ Πύρρου θεῖοι, εἰ ᾔδεσαν γνησίαν θυγατέρα τῷ ἑαυτῶν ἀδελφιδῷ καταλειπομένην καὶ ἡμῶν μηδένα λαμβάνειν ἐθέλοντα αὐτήν, οὐκ ἄν ποτε ἐπέτρεψαν Ξενοκλέα, τὸν μηδαμόθεν μηδὲν γένει προσήκοντα Πύρρῳ, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα. ἢ δεινόν γ’ἂν εἴη. 64τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας καὶ συνοικούσας ἀνδράσι γυναῖκας (περὶ ὧν τίς ἂν ἄμεινον ἢ ὁ πατὴρ βουλεύσαιτο); καὶ τὰς οὕτω δοθείσας, ἂν ὁ πατὴρ αὐτῶν τελευτήσῃ μὴ καταλιπὼν αὐταῖς γνησίους ἀδελφούς, τοῖς ἐγγύτατα γένους ἐπιδίκους ὁ νόμος εἶναι κελεύει, καὶ πολλοὶ συνοικοῦντες ἤδη ἀφῄρηνται τὰς ἑαυτῶν γυναῖκας. 65εἶτα τὰς μὲν ὑπὸ τῶν πατέρων ἐκδοθείσας διὰ τὸν νόμον ἐξ ἀνάγκης ἐπιδίκους εἶναι προσήκει · Ξενοκλεῖ δὲ ἄν τις τόδ’ἐπέτρεψε τῶν τοῦ Πύρρου θείων, εἰ ἦν γνησία θυγάτηρ ἐκείνῳ καταλειπομένη, λαβόντα ἔχειν τὴν κατὰ γένος προσήκουσαν αὑτοῖς γυναῖκα, καὶ τοσαύτης οὐσίας τοῦτον καταστῆναι κληρονόμον ἀνθ’ἑαυτῶν; μὴ νομίσητε ὑμεῖς, ὦ ἄνδρες · 66οὐδεὶς γὰρ ἀνθρώπων μισεῖ τὸ λυσιτελοῦν, οὐ δὲ περὶ πλείονος τοὺς ἀλλοτρίους ἑαυτοῦ ποιεῖται. ἐὰν οὖν προφασίζωνται διὰ τὴν τοῦ Ἐνδίου ποίησιν μὴ ἐπίδικον εἶναι τὴν γυναῖκα, καὶ διὰ ταῦτα μὴ φῶσιν ἀμφισβητῆσαι αὐτῆς, πρῶτον μὲν ἐκεῖνα αὐτοὺς ἐρέσθαι χρή, τί ὁμολογοῦντες τὴν τοῦ Ἐνδίου ποίησιν ὑπὸ τοῦ Πύρρου γενέσθαι ἐπεσκημμένοι εἰσὶ τοῖς μεμαρτυρηκόσι ταῦτα, εἶτα τί παρελθόντες τὸν τελευταῖον τοῦ οἴκου γεγενημένον κληρονόμον τοῦ Πύρρου κλήρου τὴν λῆξιν λαχεῖν ἠξίωσαν παρὰ τὸν νόμον. 67πρὸς δὲ τούτοις ἐκεῖνο αὐτοὺς ἔρεσθε, εἴ τις τῶν γνησίων τῶν αὑτοῦ ἐπιδικάζεσθαι ἀξιοῖ. ταῦτα πρὸς τὴν ἀναίδειαν αὐτῶν πυνθάνεσθε. ὡς δ’ἦν ἐπίδικος ἡ γυνή, εἴ περ γνησία κατελείφθη, ἐκ τῶν νόμων σαφέστατα μαθεῖν ἔστι τοῦτο. 68ὁ γὰρ νόμος διαρρήδην λέγει ἐξεῖναι διαθέσθαι ὅπως ἂν ἐθέλῃ τις τὰ αὑτοῦ, ἐὰν μὴ παῖδας γνησίους καταλίπῃ ἄρρενας · ἂν δὲ θηλείας καταλίπῃ, σὺν ταύταις. οὐκοῦν μετὰ τῶν θυγατέρων ἔστι δοῦναι καὶ διαθέσθαι τὰ αὑτοῦ · ἄνευ δὲ τῶν γνησίων θυγατέρων οὐχ οἷόντε οὔτε ποιήσασθαι οὔτε δοῦναι οὐδενὶ οὐδὲν τῶν ἑαυτοῦ. 69οὐκοῦν εἰ μὲν ἄνευ τῆς γνησίας θυγατρὸς τὸν Ἔνδιον Πύρρος ἐποιεῖτο ὑὸν αὑτῷ, ἄκυρος ἂν ἦν αὐτοῦ ἡ ποίησις κατὰ τὸν νόμον · εἰ δὲ τὴν θυγατέρα ἐδίδου καὶ ἐπὶ τούτῳ ποιησάμενος κατέλιπε, πῶς ἂν ὑμεῖς ἐπετρέψατε ἐπιδικάζεσθαι οἱ τοῦ Πύρρου θεῖοι τὸν Ἔνδιον τοῦ Πύρρου κλήρου ἄνευ τῆς γνησίας θυγατρός, εἰ ἦν ἐκείνῳ, ἄλλωςτε εἰ καὶ ἐμαρτυρήσατε ὡς ἐπέσκηψεν ὑμῖν ὁ ἀδελφιδοῦς ἐπιμελεῖσθαι τούτου τοῦ παιδίου; 70ἀλλ’ὦ ’γαθοί, τοῦτο μὲν καὶ λαθεῖν φήσαιτ’ἂν ὑμᾶς · ὅτε δ’ἠγγύα καὶ ἐξεδίδου ὁ Ἔνδιος τὴν γυναῖκα, ἐπετρέπετε ὑμεῖς οἱ θεῖοι τὴν τοῦ ἀδελφιδοῦ τοῦ ὑμετέρου αὐτῶν ὡς ἐξ ἑταίρας οὖσαν ἐκείνῳ ἐγγυᾶσθαι, ἄλλωςτε καὶ παραγενέσθαι φάσκοντες, ὅτε ὁ ἀδελφιδοῦς ὑμῶν ἠγγυᾶτο τὴν μητέρα τὴν ταύτης κατὰ τοὺς νόμους ἕξειν γυναῖκα, ἔτι δὲ καὶ ἐν τῇ δεκάτῃ τῇ ταύτης κληθέντες συνεστιᾶσθαι; 71πρὸς δὲ τούτοις (τουτὶ γὰρ τὸ δεινόν ἐστιν) ἐπισκῆψαι φάσκοντες ὑμῖν τὸν ἀδελφιδοῦν ἐπιμελεῖσθαι τούτου τοῦ παιδίου, οὕτως ἐπεμελήθητε ὥστ’ἐᾶσαι ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶσθαι, ἄλλωςτε καὶ ἔχουσαν το- τοὔνομα τῆς ὑμετέρας αὐτῶν ἀδελφῆς, ὡς ἐμαρτυρεῖτε; 72ἐκ τοίνυν τούτων, ὦ ἄνδρες, καὶ ἐξ αὐτοῦ τοῦ πράγματος ῥᾴδιόν ἐστι γνῶναι ὅσον ἀναισχυντότατοι ἀνθρώπων εἰσὶν οὗτοι. τίνος γὰρ ἕνεκα, εἰ ἦν γνησία θυγάτηρ τῷ ἡμετέρῳ θείῳ καταλειπομένη, ποιησάμενος ὁ θεῖος κατέλιπε τὸν ἐμὸν ἀδελφὸν ὑὸν ἑαυτῷ; πότερον ὅτι προσήκοντες αὐτῷ ἐγγυτέρω γένους ἡμῶν ἦσαν ἄλλοι, οὓς βουλόμενος τὴν ἐπιδικασίαν τῆς θυγατρὸς ἀποστερῆσαι ἐποιεῖτο τὸν ἐμὸν ἀδελφὸν ὑὸν αὑτῷ; ἀλλ’οὔτε ἐγένετο οὔτ’ἔστι, μὴ γενομένων δὲ παίδων γνησίων ἐκείνῳ, ἐγγυτέρω ἡμῶν οὐ δὲ εἷς · ἀδελφὸς μὲν γὰρ οὐκ ἦν αὐτῷ οὐ δ’ἀδελφοῦ παῖδες, ἐκ δὲ τῆς ἀδελφῆς ἡμεῖς ἦμεν αὐτῷ. 73ἀλλὰ νὴ Δία ἄλλον τινὰ ποιησάμενος τῶν συγγενῶν ἔδωκεν ἂν ἔχειν τὸν κλῆρον καὶ τὴν θυγατέρα τὴν ἑαυτοῦ. καὶ τί αὐτὸν ἔδει καταφανῶς καὶ ὁτῳοῦν ἀπέχθεσθαι τῶν οἰκείων, ἐξόν, εἴπερ ἦν ἠγγυημένος τὴν ἀδελφὴν τὴν Νικοδήμου, τὴν θυγατέρα τὴν ἐκ ταύτης ἀποφανθεῖσαν εἶναι εἰς τοὺς φράτορας εἰσαγαγόντι ὡς οὖσαν γνησίαν ἑαυτῷ, ἐπὶ ἅπαντι τῷ κλήρῳ ἐπίδικον καταλιπεῖν αὐτήν, καὶ ἐπισκῆψαι τῶν γιγνομένων ἐκ τῆς θυγατρὸς παίδων εἰσαγαγεῖν ὑὸν ἑαυτῷ; 74δῆλον μὲν γὰρ ὅτι ἐπίκληρον καταλιπὼν ἀκριβῶς ἂν ἤδει ὅτι δυοῖν τα- θάτερον ἔμελλεν ὑπάρχειν αὐτῇ · ἢ γὰρ ἡμῶν τινα τῶν ἐγγύτατα γένους ἐπιδικασάμενον ἕξειν γυναῖκα, ἢ εἰ μηδεὶς ἡμῶν ἐβούλετο λαμβάνειν, τῶν θείων τινὰ τούτων τῶν μαρτυρούντων, εἰ δὲ μή, τῶν ἄλλων τινὰ συγγενῶν τὸν αὐτὸν τρόπον ἐπὶ πάσῃ τῇ οὐσίᾳ ἐπιδικασάμενον κατὰ τοὺς νόμους ἕξειν ταύτην γυναῖκα. 75οὐκοῦν ἐκ μὲν τοῦ τὴν θυγατέρα εἰς τοὺς φράτορας εἰσαγαγεῖν καὶ μὴ ποιήσασθαι τὸν ἐμὸν ἀδελφὸν ὑὸν αὑτῷ ταῦτ’ἂν διεπράξατο · ἐκ δὲ τοῦ τοῦτον μὲν ποιήσασθαι τὴν δὲ μὴ εἰσαγαγεῖν τὴν μὲν νόθην, ὥσπερ αὐτῷ προσῆκε, καὶ ἄκληρον κατέστησε, τὸν δὲ κληρονόμον κατέλιπε τῶν ἑαυτοῦ. 76ἀλλὰ μὴν ὥς γε οὔτε γαμηλίαν εἰσήνεγκεν ὁ θεῖος ἡμῶν, οὔτε τὴν θυγατέρα, ἥν φασι γνησίαν αὐτῷ εἶναι οὗτοι, εἰσαγαγεῖν εἰς τοὺς φράτορας ἠξίωσε, καὶ ταῦτα νόμου ὄντος αὐτοῖς, ἀναγνώσεται δὲ ὑμῖν τὴν τῶν φρατόρων τῶν ἐκείνου μαρτυρίαν. ἀναγίγνωσκε · σὺ δ’ἐπίλαβε τὸ ὕδωρ. λαβὲ δὲ καὶ ὡς ἐποιήσατο τὸν ἐμὸν ἀδελφὸν ὑὸν αὑτῷ. 77εἶτα ὑμεῖς τὴν Νικοδήμου μαρτυρίαν τῶν αὐτοῦ τοῦ θείου ἐκμαρτυριῶν πιστοτέραν ἡγήσεσθε εἶναι, καὶ τὴν οὕτω κοινὴν τοῖς βουλομένοις γεγενημένην, ταύτην ἐπιχειρήσει τις ὑμᾶς πείθειν ὅτι ἐγγυητὴν γυναῖκα ὁ ἡμέτερος θεῖος ἔσχεν; ἀλλ’ὑμεῖς, ὡς ἔγωγ’οἶμαι, οὐ πιστεύσετε, ἐὰν μὴ ἀποφαίνῃ ὑμῖν, ὅπερ ἀρχόμενος εἶπον τοῦ λόγου, πρῶτον μὲν ἐπὶ τίνι προικὶ οὗτος ἐγγυῆσαι τῷ Πύρρῳ φησὶ τὴν ἀδελφήν, ἔπειτα πρὸς ὁποῖον ἄρχοντα ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ἢ τὸν οἶκον τὸν αὐτοῦ, εἶτα παρ’ὅτου ἐκομίσατο τὴν προῖκα αὐτῆς, ἐπειδὴ τετελευτηκὼς ἦν ᾧ φησιν αὐτὴν ἐγγυῆσαι · 78ἢ εἰ ἀπαιτῶν μὴ ἐδύνατο κομίσασθαι ἐν εἴκοσιν ἔτεσιν, ὁποίαν δίκην σίτου ἢ τῆς προικὸς αὐτῆς ὑπὲρ τῆς ἐγγυητῆς γυναικὸς ἐδικάσατο τῷ ἔχοντι τὸν Πύρρου κλῆρον οὗτος. 79ἔτι δὲ πρὸς τούτοις ἐπιδειξάτω ὅτῳ πρότερον ἢ ὕστερον ἠγγύησεν οὗτος τὴν ἀδελφήν, ἢ εἰ ἐξ ἄλλου τινὸς γεγενημένοι εἰσὶ παῖδες αὐτῇ. ταῦτα οὖν ἀξιοῦτε πυνθάνεσθαι παρ’αὐτοῦ, καὶ περὶ τῆς τοῖς φράτορσι γαμηλίας μὴ ἀμνημονεῖτε. οὐ γὰρ τῶν ἐλαχίστων πρὸς τὴν τούτου μαρτυρίαν τεκμήριόν ἐστι τοῦτο. δῆλον γὰρ ὅτι, εἰ ἐπείσθη ἐγγυήσασθαι, ἐπείσθη ἂν καὶ γαμηλίαν ὑπὲρ αὐτῆς τοῖς φράτερσιν εἰσενεγκεῖν καὶ εἰσαγαγεῖν τὴν ἐκ ταύτης ἀποφανθεῖσαν θυγατέρα ὡς γνησίαν οὖσαν αὑτῷ. 80καὶ ἔντε τῷ δήμῳ κεκτημένος τὸν τριτάλαντον οἶκον, εἰ ἦν γεγαμηκώς, ἠναγκάζετο ἂν ὑπὲρ τῆς γαμετῆς γυναικὸς καὶ θεσμοφόρια ἑστιᾶν τὰς γυναῖκας, καὶ τα- τἆλλα ὅσα προσῆκε λῃτουργεῖν ἐν τῷ δήμῳ ὑπὲρ τῆς γυναικὸς ἀπό γε οὐσίας τηλικαύτης. οὐ τοίνυν φανεῖται οὐδὲν τούτων γεγενημένον οὐδεπώποτε. οἱ μὲν οὖν φράτορες μεμαρτυρήκασιν ὑμῖν · λαβὲ δὲ καὶ τὴν τῶν δημοτῶν τῶν ἐκείνου μαρτυρίαν.