Demosthenes
Letters
1.1παντὸς ἀρχομένῳ σπουδαίου καὶ λόγου καὶ ἔργου ἀπὸ τῶν θεῶν ὑπολαμβάνω προσήκειν πρῶτον ἄρχεσθαι. εὔχομαι δὴ τοῖς θεοῖς πᾶσι καὶ πάσαις, ὅ τι τῷ δήμῳ τῷ Ἀθηναίων ἄριστόν ἐστι καὶ τοῖς εὐνοοῦσι τῷ δήμῳ καὶ νῦν καὶ εἰς τὸν ἔπειτα χρόνον, τοῦτ’ἐμοὶ μὲν ἐπὶ νοῦν ἐλθεῖν γράψαι, τοῖς δ’ἐκκλησιάσασιν Ἀθηναίων ἑλέσθαι. εὐξάμενος δὲ ταῦτα, τῆς ἀγαθῆς ἐπινοίας ἐλπίδ’ἔχων παρὰ τῶν θεῶν, τάδ’ἐπιστέλλω. 1.2Δημοσθένης τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν. περὶ μὲν τῆς ἐμῆς οἴκαδ’ἀφίξεως ἀεὶ νομίζω πᾶσιν ὑμῖν ἔσεσθαι βουλεύσασθαι, διόπερ νῦν οὐδὲν περὶ αὐτῆς γέγραφα · τὸν δὲ παρόντα καιρὸν ὁρῶν ἑλομένων μὲν ὑμῶν τὰ δέοντα ἅμα δόξαν καὶ σωτηρίαν καὶ ἐλευθερίαν δυνάμενον κτήσασθαι οὐ μόνον ὑμῖν ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν Ἕλλησιν, ἀγνοησάντων δ’ἢ παρακρουσθέντων οὐ ῥᾴδιον αὖθις τὸν αὐτὸν ἀναλαβεῖν, ᾠήθην χρῆναι τὴν ἐμαυτοῦ γνώμην ὡς ἔχω περὶ τούτων εἰς μέσον θεῖναι. 1.3ἔστι μὲν οὖν ἔργον ἐξ ἐπιστολῆς ἐμμεῖναι συμβουλῇ · πολλοῖς γὰρ εἰώθατ’ἀπαντᾶν ὑμεῖς πρὸ τοῦ περιμεῖναι μαθεῖν. λέγοντι μὲν οὖν ἔστιν αἰσθέσθαι τί βούλεσθε καὶ διορθώσασθαι τα- τἀγνοούμενα ῥᾴδιον · τὸ δὲ βιβλίον οὐδεμίαν ἔχει βοήθειαν τοιαύτην πρὸς τοὺς θορυβοῦντας. οὐ μὴν ἀλλ’ἐὰν ἐθελήσητ’ἀκοῦσαι σιγῇ καὶ περιμείνητε πάντα μαθεῖν, οἴομαι, ὡς σὺν θεοῖς εἰρῆσθαι, καίπερ βραχέων τῶν γεγραμμένων ὄντων, αὐτόςτε φανήσεσθαι μετὰ πάσης εὐνοίας τὰ δέονθ’ὑπὲρ ὑμῶν πράττων καὶ τὰ συμφέρονθ’ὑμῖν ἐμφανῆ δείξειν. 1.4οὐχ ὡς ἀπορούντων δ’ὑμῶν ῥητόρων, οὐ δὲ τῶν ἄνευ λογισμοῦ ῥᾳδίως ὅ τι ἂν τύχωσιν ἐρούντων, ἔδοξέ μοι τὴν ἐπιστολὴν πέμπειν · ἀλλ’ὅσα τυγχάνω δι’ἐμπειρίαν καὶ τὸ παρηκολουθηκέναι τοῖς πράγμασιν εἰδώς, ταῦτ’ἐβουλήθην τοῖς μὲν προαιρουμένοις λέγειν ἐμφανῆ ποιήσας ἀφθόνους ἀφορμὰς ὧν ὑπολαμβάνω συμφέρειν ὑμῖν δοῦναι, τοῖς δὲ πολλοῖς ῥᾳδίαν τὴν τῶν βελτίστων αἵρεσιν καταστῆσαι. ὧν μὲν οὖν ἕνεκ’ἐπῆλθέ μοι τὴν ἐπιστολὴν γράφειν, ταῦτ’ἐστίν. 1.5δεῖ δ’ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἁπάντων πρὸς ὑμᾶς αὐτοὺς ὁμόνοιαν εἰς τὸ κοινῇ συμφέρον τῇ πόλει παρασχέσθαι καὶ τὰς ἐκ τῶν προτέρων ἐκκλησιῶν ἀμφισβητήσεις ἐᾶσαι, δεύτερον δὲ πάντας ἐκ μιᾶς γνώμης τοῖς δόξασι προθύμως συναγωνίζεσθαι · ὡς τὸ μήθ’ἓν μήθ’ἁπλῶς πράττειν οὐ μόνον ἐστὶν ἀνάξιον ὑμῶν καὶ ἀγεννές, ἀλλὰ καὶ τοὺς μεγίστους κινδύνους ἔχει. 1.6δεῖ δὲ μη δὲ ταῦτα λαθεῖν ὑμᾶς, ἃ καθ’αὑτὰ μὲν οὐκ ἔστιν αὐτάρκη κατασχεῖν πράγματα, προστεθέντα δὲ ταῖς δυνάμεσι πολλῷ πάντ’εὐκατεργαστότερ’ὑμῖν ποιήσει. τίν’οὖν ἐστιν ταῦτα; μήτε πόλει μηδεμιᾷ μήτε τῶν ἐν ἑκάστῃ τῶν πόλεων συνηγωνισμένων τοῖς καθεστηκόσι μηδενὶ μήτε πικραίνεσθαι μήτε μνησικακεῖν. 1.7ὁ γὰρ τοιοῦτος φόβος τοὺς συνειδότας αὑτοῖς, ὡς ἀναγκαίοις τοῖς καθεστηκόσι καὶ κίνδυνον ἔχουσι πρόδηλον προθύμους συναγωνιστὰς ποιεῖ · ἀφεθέντες δὲ τοῦ δέους τούτου πάντες ἠπιώτεροι γενήσονται. τοῦτο δ’οὐ μικρὰν ὠφέλειαν ἔχει. κατὰ μὲν δὴ πόλεις τὰ τοιαῦτ’εὔηθες προλέγειν, μᾶλλον δ’οὐ δ’ἐν δυνατῷ · ὡς δ’ἂν ὑμῖν αὐτοῖς ὀφθῆτε χρώμενοι, τοιαύτην καὶ κατὰ τῶν ἄλλων προσδοκίαν παραστήσεθ’ἑκάστοις. 1.8φημὶ δὴ χρῆναι μήτε στρατηγῷ μήτε ῥήτορι μήτ’ἰδιώτῃ μηδενὶ τῶν τὰ πρὸ τοῦ γε δοκούντων συνηγωνίσθαι τοῖς καθεστηκόσι μήτε μέμφεσθαι μήτ’ἐπιτιμᾶν μηδένα μηδὲν ὅλως, ἀλλὰ συγχωρῆσαι πᾶσιν τοῖς ἐν τῇ πόλει πεπολιτεῦσθαι τὰ δέοντα, ἐπειδήπερ οἱ θεοί, καλῶς ποιοῦντες, σῴσαντες τὴν πόλιν ἀποδεδώκασιν ὑμῖν ὅ τι ἂν βούλησθ’ἐξ ἀρχῆς βουλεύσασθαι, καὶ νομίζειν, ὥσπερ ἂν ἐν πλοίῳ τῶν μὲν ἱστίῳ, τῶν δὲ κώπαις ἀποφαινομένων κομίζεσθαι, λέγεσθαι μὲν ὑπ’ἀμφοτέρων ἅπαντ’ἐπὶ σωτηρίᾳ, γεγενῆσθαι δὲ τὴν χρείαν πρὸς τὰ συμβάντ’ἀπὸ τῶν θεῶν. 1.9ἐὰν τοῦτον τὸν τρόπον περὶ τῶν παρεληλυθότων ἐγνωκότες ἦτε, καὶ πιστοὶ πᾶσι γενήσεσθε, καὶ καλῶν κα- κἀγαθῶν ἀνδρῶν ἔργα πράξετε, καὶ τὰ πράγματ’ὠφελήσετ’οὐ μικρά, καὶ τοὺς ἐναντιωθέντας ἐν ταῖς πόλεσιν ἢ μεταγνῶναι ποιήσετε πάντας ἢ κομιδῇ ὀλίγους τινὰς αὐτοὺς τοὺς αἰτίους καταλειφθῆναι. μεγαλοψύχως τοίνυν καὶ πολιτικῶς τὰ κοινῇ συμφέροντα πράττετε, καὶ τῶν ἰδίων μὴ μέμνησθε. 1.10παρακαλῶ δ’εἰς ταῦτ’οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρ’ἐνίων, ἀλλ’ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέρων χάριν προποθείς. ἀλλ’οὔτε τὴν ἰδίαν ὀργὴν ἀποπληρῶν τὸ κοινῇ συμφέρον οἶμαι δεῖν βλάπτειν, οὔτε μείγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντ’οὐδέν, ἀλλ’ἐφ’ἃ τοὺς ἄλλους παρακαλῶ, ταῦτ’αὐτὸς οἴομαι δεῖν πρῶτος ποιεῖν. 1.11αἱ μὲν οὖν παρασκευαὶ καὶ ἃ δεῖ φυλάξασθαι, καὶ ἃ πράττων τις ἂν κατ’ἀνθρώπινον λογισμὸν μάλιστα κατορθοίη, σχεδὸν εἴρηταί μοι · τοῖς δὲ καθ’ἡμέραν ἐπιστατῆσαι, καὶ τοῖς ἐκ τοῦ παραχρῆμα συμβαίνουσιν ὀρθῶς χρῆσθαι, καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων ἔργον ἐστίν. 1.12διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν · τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη. 1.13νῦν μέντοι πάνθ’ἕξειν καλῶς ἐλπίζω. καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει. νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας ἡ τύχη μεθ’ὧν ἔσται. 1.14τούτους δ’ὑμᾶς δεῖ γενέσθαι. τούςθ’ἡγεμόνας, δι’ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε · καὶ ὅ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω. καὶ τοῦθ’ὅπως μὴ ψεύσεται, μη δ’ἐξηπατῆσθαι μη δὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται. 1.15ὡς τὴν ἔκδειαν ὧν ἂν ἐλλίπηθ’ὑμεῖς, οὐχ εὑρήσετε τοὺς ἀναπληρώσοντας · οὐ δὲ τὸν αὐτὸν ἔχει κίνδυνον, περὶ ὧν ἐφ’ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι μεταβουλεύεσθαι πολλάκις, καὶ περὶ ὧν ἂν ἐνστῇ πόλεμος · ἀλλ’ἡ περὶ τούτων μετάγνωσις ἧττα τῆς προαιρέσεως γίγνεται. μὴ δὴ ποιήσητε τοιοῦτο μηδέν, ἀλλ’ὅ τι πράξετε γενναίως καὶ ἑτοίμως ταῖς ψυχαῖς, τοῦτο χειροτονεῖτε, κα- κἂν ἅπαξ ψηφίσησθε, τὸν Δία τὸν Δωδωναῖον καὶ τοὺς ἄλλους θεούς, οἳ πολλὰς καὶ καλὰς κα- κἀγαθὰς καὶ ἀληθεῖς ὑμῖν μαντείας ἀνῃρήκασιν, ἡγεμόνας ποιησάμενοι καὶ παρακαλέσαντες, καὶ κατὰ τῶν νικητηρίων ἅπασιν αὐτοῖς εὐξάμενοι, μετὰ τῆς ἀγαθῆς τύχης ἐλευθεροῦτε τοὺς Ἕλληνας. 2.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἐνόμιζον μὲν ἀφ’ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι, ἀλλὰ καὶ μέτρι’ἐξαμαρτὼν συγγνώμης τεύξεσθαι. ἐπειδὴ δ’οὕτως γέγονεν, ἕως μὲν ἑώρων ὑμᾶς, οὐδεμιᾶς ἀποδείξεως φανερᾶς οὐ δ’ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς, πρὸς τὰ ταύτης ἀπόρρητα καταψηφιζομένους ἁπάντων, οὐδὲν ἐλαττόνων παραχωρεῖν ὑμᾶς ἡγούμενος ἢ ἐμαυτὸν ἀποστερεῖσθαι, στέργειν ᾑρούμην · τὸ γὰρ οἷς ἂν ἡ βουλὴ φήσῃ τοὺς ὀμωμοκότας δικαστὰς προστίθεσθαι μηδεμιᾶς ἀποδείξεως ῥηθείσης, τῆς πολιτείας παραχωρεῖν ἦν. 2.2ἐπειδὴ δὲ καλῶς ποιοῦντες ᾔσθησθε τὴν δυναστείαν ἥν τινες τῶν ἐν τῇ βουλῇ κατεσκευάζονθ’ἑαυτοῖς, καὶ πρὸς τὰς ἀποδείξεις τοὺς ἀγῶνας κρίνετε, τὰ δ’ἀπόρρητα τὰ τούτων ἐπιτιμήσεως ἄξι’ηὑρήκατε, οἶμαι δεῖν, ἐὰν καὶ ὑμῖν βουλομένοις ᾖ, τῆς ὁμοίας τυχεῖν σωτηρίας τοῖς τῶν ὁμοίων αἰτιῶν τετυχηκόσιν, καὶ μὴ μόνος δι’αἰτίαν ψευδῆ τῆς πατρίδος καὶ τῶν ὄντων καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀποστερηθῆναι. 2.3εἰκότως δ’ἂν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μέλοι τῆς ἐμῆς σωτηρίας οὐ μόνον κατὰ τοῦθ’ὅτι οὐδὲν ὑμᾶς ἀδικῶν δεινὰ πέπονθα, ἀλλὰ καὶ τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἕνεκ’εὐδοξίας. μὴ γάρ, εἰ μηδεὶς ὑμᾶς ἀναμιμνῄσκει τοὺς χρόνους μη δὲ τοὺς καιροὺς ἐν οἷς τὰ μέγιστ’ἐγὼ χρήσιμος ἦν τῇ πόλει, τοὺς ἄλλους Ἕλληνας ἀγνοεῖν νομίζετε, μη δ’ἐπιλελῆσθαι τῶν ἐμοὶ πεπραγμένων ὑπὲρ ὑμῶν, ἃ ἐγὼ δυοῖν ἕνεκα νῦν ὀκνῶ γράφειν καθ’ἕκαστον, ἑνὸς μέν, τὸν φθόνον δεδιώς, πρὸς ὃν οὐδέν ἐστιν προ- προὔργου τα- τἀληθῆ λέγειν, ἑτέρου δέ, ὅτι πολλὰ καὶ ἀνάξι’ἐκείνων διὰ τὴν τῶν ἄλλων Ἑλλήνων κακίαν νῦν πράττειν ἀναγκαζόμεθα. 2.5ἐν κεφαλαίῳ δὲ τοιαῦτ’ἐστὶν ἐφ’οἷς ἐξηταζόμην ὑπὲρ ὑμῶν ἐγώ, ὥσθ’ὑμᾶς μὲν ἐπ’αὐτοῖς ὑπὸ πάντων ζηλοῦσθαι, ἐμοὶ δ’ἐλπίδα τῶν μεγίστων δωρεῶν προσδοκᾶσθαι παρ’ὑμῶν. τῆς δ’ἀναγκαίας μέν, ἀγνώμονος δὲ τύχης οὐχ ὡς δίκαιον ἦν, ἀλλ’ὡς ἐβούλετο, κρινάσης τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα, ὃν ὑμεῖς ἠγωνίσασθε, οὐ δ’ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπέστην τῆς εἰς ὑμᾶς εὐνοίας, οὐ δ’ἀντηλλαξάμην ἀντὶ ταύτης οὐδέν, οὐ χάριν, οὐκ ἐλπίδας, οὐ πλοῦτον, οὐ δυναστείαν, οὐκ ἀσφάλειαν. 2.6καίτοι πάντα ταῦθ’ἑώρων ὑπάρχοντα τοῖς καθ’ὑμῶν βουλομένοις πολιτεύεσθαι. 2.7ὃ δέ, πολλῶν ὄντων καὶ μεγάλων ἐφ’οἷς εἰκότως ἐπέρχεταί μοι παρρησιάζεσθαι, μέγιστον ἡγοῦμαι, οὐκ ὀκνήσω γράψαι πρὸς ὑμᾶς, ὅτι ἐν ἅπαντι τῷ αἰῶνι τῶν μνημονευομένων ἀνθρώπων δεινοτάτου γεγενημένου Φιλίππου καὶ δι’ὁμιλίας πεῖσαι προσέχειν αὑτῷ τὸν νοῦν ὡς βούλοιτο, καὶ διαφθεῖραι χρήμασι τοὺς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων γνωρίμους, ἐγὼ μόνος οὐδετέρου τούτων ἡττήθην, ὃ κοινὴν ὑμῖν φιλοτιμίαν φέρει, πολλὰ μὲν ἐντυχὼν Φιλίππῳ καὶ διαλεχθεὶς ἐφ’οἷς ὑμεῖς ἐπέμπετε πρεσβεύοντά με, πολλῶν δ’ἀποσχόμενος χρημάτων διδόντος ἐκείνου, ἃ τῶν συνειδότων ἔτι πολλοὶ ζῶσιν. 2.8οὓς τίνα γνώμην ἔχειν περὶ ὑμῶν εἰκός, λογίσασθε · τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ’ὅτι συμφορὰ φανείη, κακία δ’οὐδεμία, ὑμετέρα δ’ἀγνωμοσύνη · ἣν τῷ μεταγνῶναι λύσαιτε. 2.9πάντα τοίνυν τὰ προειρημέν’ἐλάττω νομίζω τῆς συνεχοῦς καὶ καθ’ἡμέραν πολιτείας, ἐν ᾗ παρεῖχον ἐμαυτὸν ἐγὼ πολιτευόμενον, οὐδεμιᾶς ὀργῆς οὐ δὲ δυσμενείας οὐ δ’ἀδίκου πλεονεξίας οὔτε κοινῆς οὔτ’ἰδίας προϊστάμενος, οὐ δὲ συκοφαντήσας οὐδένα πώποτ’οὔτε πολίτην οὔτε ξένον, οὐ δὲ καθ’ὑμῶν ἰδίᾳ δεινὸς ὤν, ἀλλ’ὑπὲρ ὑμῶν, εἴ τι δεήσειεν, ἐξεταζόμενος δημοσίᾳ. 2.10εἰδεῖεν δ’ἂν οἱ πρεσβύτεροι, καὶ λέγειν τοῖς νεωτέροις ἐστὲ δίκαιοι τὴν πρὸς Πύθωνα τὸν Βυζάντιον ἐκκλησίαν, ὅτε τοὺς ἀπὸ τῶν Ἑλλήνων ἦλθε πρέσβεις ἔχων ὡς ἀδικοῦσαν δείξων τὴν πόλιν, ἀπῆλθε δὲ τα- τἀναντία τούτων παθών, μόνου τῶν τότε ῥητόρων ἐξετάσαντος ἐμοῦ τὰ ὑπὲρ ὑμῶν δίκαια. καὶ ἐῶ πρεσβείας ὅσας ὑπὲρ ὑμῶν ἐπρέσβευσα, ἐν αἷς οὐδὲν ἠλαττώθητε πώποτ’οὐ δὲ καθ’ἕν. 2.11ἐπολιτευόμην γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅπως ἀλλήλων ὑμεῖς περιγενήσεσθε σκοπῶν, οὐ δ’ἐφ’ἑαυτὴν ἀκονῶν τὴν πόλιν, ἀλλ’ἀφ’ὧν δόξαν καὶ μεγαλοψυχίαν ὑμῖν ὑπάρξειν ἐνόμιζον. ἐφ’οἷς ἅπασι μέν, μάλιστα δὲ τοῖς νέοις, ἄγασθαι προσήκει, καὶ σκοπεῖν μὴ μόνον τὸν διακονήσοντα πρὸς χάριν πάντ’ἐν τῇ πολιτείᾳ (τούτου μὲν γὰρ οὐδέποτ’ἔστ’ἀπορῆσαι), ἀλλὰ καὶ τὸν ἐπ’εὐνοίᾳ περὶ ὧν ἂν ἀγνοῆτ’ἐπιτιμήσοντα. 2.12ἔτι τοίνυν παραλείπω πολλά, ἐφ’οἷς ἕτερος καὶ μηδὲν ἄλλο χρήσιμος γεγονὼς δικαίως ἂν ἠξίου τυγχάνειν σωτηρίας, χορηγίας καὶ τριηραρχίας καὶ χρημάτων ἐπιδόσεις ἐν πᾶσι τοῖς καιροῖς · ἐν οἷς ἐγὼ φανήσομαι οὐ μόνον αὐτὸς ἐξητασμένος πρῶτος, ἀλλὰ καὶ τοὺς ἄλλους παρακεκληκώς. ὧν ἕκαστον, ὦ ἄνδρες Ἀθηναῖοι, λογίσασθε, ὡς ἀνάξιόν ἐστι τῆς περιεστηκυίας νῦν ἐμοὶ συμφορᾶς. 2.13ἀφθόνων δ’ὄντων, ἀπορῶ τί πρῶτον ὀδύρωμαι τῶν παρόντων κακῶν. πότερον τὴν ἡλικίαν ἐν ᾗ φυγῆς ἐπικινδύνου πειρᾶσθαι παρ’ἔθος καὶ παρὰ τὴν ἀξίαν ἀναγκάζομαι; ἢ τὴν αἰσχύνην ἐφ’ᾗ κατ’οὐδέν’ἔλεγχον οὐ δ’ἀπόδειξιν ἁλοὺς ἀπόλωλα; ἢ τὰς ἐλπίδας ὧν διαμαρτών, ὧν ἑτέροις προσῆκε κεκληρονόμηκα κακῶν; 2.14οὔτ’ἐφ’οἷς ἐπολιτεύθην πρότερον δίκην ὀφείλων δοῦναι, οὔτε τῶν ἐφ’οἷς ἐκρινόμην ἐξελεγχθέντων · οὔτε γὰρ ἔγωγε τῶν Ἁρπάλου φίλων φανήσομαι γεγονώς, τῶντε γραφέντων περὶ Ἁρπάλου μόνα τὰ ἐμοὶ πεπραγμέν’ἀνέγκλητον πεποίηκε τὴν πόλιν. ἐξ ὧν πάντων δῆλόν ἐστιν ὅτι καιρῷ τινὶ ληφθεὶς καὶ οὐκ ἀδικήματι, τῇ πρὸς ἅπαντας τοὺς ἐν ταῖς αἰτίαις ὀργῇ περιπέπτωκ’ἀδίκως τῇ πρῶτος εἰσιέναι. 2.15ἐπεὶ τί τῶν δικαίων οὐκ εἶπον ἐγὼ τῶν σεσῳκότων τοὺς ὕστερον κρινομένους; ἢ τίν’ἔλεγχον εἶπεν ἡ βουλὴ κατ’ἐμοῦ; ἢ τίνα νῦν ἂν εἰπεῖν ἔχοι; οὐ γὰρ ἔστιν οὐδείς · τὰ γὰρ μὴ γενόμεν’οὐκ ἔστι ποιῆσαι γεγενῆσθαι. ἀλλὰ περὶ μὲν τούτων παύομαι, πόλλ’ἂν γράφειν ἔχων · τὸ γὰρ μηδὲν ἐμαυτῷ συνειδέναι πεῖράν μοι δέδωκεν εἰς μὲν ὠφέλειαν ἀσθενὲς ὄν, εἰς δὲ τὸ μᾶλλον λυπεῖσθαι πάντων ὀδυνηρότατον. 2.16ἐπειδὴ δὲ καλῶς ποιοῦντες πᾶσι τοῖς ἐν ταῖς αἰτίαις διήλλαχθε, κα- κἀμοὶ διαλλάγητ’, ὦ ἄνδρες Ἀθηναῖοι · οὔτε γὰρ ἠδίκηχ’ὑμᾶς οὐδέν, ὡς ἴστωσαν οἱ θεοὶ καὶ ἥρωες “μαρτυρεῖ δέ μοι πᾶς ὁ πρόσθεν παρεληλυθὼς χρόνος, ὃς δικαιότερον ἂν πιστεύοιθ’ὑφ’ὑμῶν τῆς ἀνελέγκτου νῦν ἐπενεχθείσης αἰτίασ’, οὔτ’ἐγὼ χείριστος οὐ δ’ἀπιστότατος φανήσομαι τῶν διαβληθέντων. 2.17καὶ μὴν τό γ’ἀπελθεῖν οὐκ ἂν εἰκότως ὀργὴν πρός με ποιήσειεν · οὐ γὰρ ἀπεγνωκὼς ὑμᾶς οὐ δ’ἑτέρωσε βλέπων οὐδαμοῖ μετέστην, ἀλλὰ πρῶτον μὲν το- τοὔνειδος τῆς εἱρκτῆς χαλεπῶς τῷ λογισμῷ φέρων, εἶτα διὰ τὴν ἡλικίαν οὐκ ἂν οἷόςτ’ὢν τῷ σώματι τὴν κακοπαθίαν ὑπενεγκεῖν. ἔτι δ’οὐ δ’ὑμᾶς ἐνόμιζον ἀβουλεῖν ἔξω με προπηλακισμοῦ γενέσθαι, ὃς οὐδὲν ὑμᾶς ὠφελῶν ἔμ’ἀπώλλυεν. 2.18ἐπεὶ ὅτι γ’ὑμῖν προσεῖχον τὸν νοῦν καὶ οὐδέσιν ἄλλοις, πόλλ’ἂν ἴδοιτε σημεῖα. εἴςτε γὰρ πόλιν ἦλθον, οὐκ ἐν ᾗ μέγιστα πράξειν αὐτὸς ἔμελλον, ἀλλ’εἰς ἣν καὶ τοὺς προγόνους ἐλθόντας ᾔδειν, ὅθ’ὁ πρὸς τὸν Πέρσην κατελάμβανεν αὐτοὺς κίνδυνος, καὶ παρ’ᾗ πλείστην εὔνοιαν ὑπάρχουσαν ὑμῖν ἠπιστάμην” ἔστι δ’ἡ Τροζηνίων αὕτη, ᾗ μάλιστα μὲν οἱ θεοὶ καὶ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα καὶ τῆς εἰς ἔμ’εὐεργεσίας εὖνοι πάντες εἴησαν, εἶτα κα- κἀγὼ σωθεὶς ὑφ’ὑμῶν δυνηθείην ἀποδοῦναι χάριτασ’· 2.19ἔντε ταύτῃ τινῶν, ὡς ἐμοὶ χαριζομένων, ἐπιτιμᾶν ὑμῖν τι πειρωμένων τῇ κατ’ἔμ’ἀγνοίᾳ, ἐγὼ πᾶσαν εὐφημίαν, ὥσπερ ἐμοὶ προσῆκε, παρειχόμην · ἐξ ὧν καὶ μάλιστα νομίζω πάντας ἀγασθέντας μου δημοσίᾳ τιμῆσαι. 2.20ὁρῶν δὲ τὴν μὲν εὔνοιαν τῶν ἀνδρῶν μεγάλην, τὴν δ’εἰς τὸ παρὸν δύναμιν καταδεεστέραν, μετελθὼν εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐν Καλαυρείᾳ κάθημαι, οὐ μόνον τῆς ἀσφαλείας ἕνεκα, ἣν διὰ τὸν θεὸν ἐλπίζω μοι ὑπάρχειν “οὐ γὰρ εὖ οἶδά γε · ἃ γὰρ ἐφ’ἑτέροις ἐστὶν ὡς ἂν βούλωνται πρᾶξαι, λεπτὴν καὶ ἄδηλον ἔχει τῷ κινδυνεύοντι τὴν ἀσφάλειαν’, ἀλλ’ὅτι καὶ τὴν πατρίδ’ἐντεῦθεν ἑκάστης ἡμέρας ἀφορῶ, εἰς ἣν τοσαύτην εὔνοιαν ἐμαυτῷ σύνοιδα, ὅσης παρ’ὑμῶν εὔχομαι τυχεῖν. 2.21ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθ’ἃ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτ’ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθ’ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι · οὐ δὲ γὰρ ὑμῖν τοῦτο γένοιτ’ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν. 2.22εἰκότως δ’ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι · καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτ’ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλ’ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε · παρ’ὧν γὰρ ἁπάντων καλῶν κα- κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ. 2.23ἐπειδὴ δὲ καλῶς ποιοῦσ’ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μ’, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ. 2.24ἐπ’οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μ’εὑρήσετε, οὐ δ’ἐπιτήδειον ἄτιμον εἶναι οὐ δ’ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθ’ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθ’ὑπάρχοντά μοι κατ’ἐμαυτὸν σύμβολ’εὐνοίας πρὸς ὑμᾶς. 2.25μηδεὶς δ’ὑμῶν ἡγείσθω μ’, ὦ ἄνδρες Ἀθηναῖοι, μήτ’ἀνανδρίᾳ μήτ’ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρ’ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι. ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτ’ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, ἃ πάντα ποιεῖ μ’ὀδύρεσθαι · ἃ ἐπισκοποῦντες δικαίως, ὡς ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτ’ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι. 2.26πρὸς μὲν δὴ πάντας ὑμᾶς τοσαῦτα · ἰδίᾳ δὲ τοῖς ἐμοὶ προσκρούουσιν ἐναντίον ὑμῶν βούλομαι διαλεχθῆναι. ὅσα μὲν γὰρ τοῖς ὑφ’ὑμῶν ἀγνοηθεῖσιν ὑπηρετοῦντες ἐποίουν, ἔστω δι’ὑμᾶς αὐτοῖς πεπρᾶχθαι, καὶ οὐδὲν ἐγκαλῶ. ἐπειδὴ δ’ἐγνώκαθ’ὑμεῖς οἷα ταῦτ’ἐστίν, ἐὰν μέν, ὥσπερ ὑπὲρ τῶν λοιπῶν ἐῶσι, καὶ ἐμοὶ συγχωρήσωσι, καλῶς ποιήσουσιν · ἐὰν δ’ἐπηρεάζειν ἐγχειρῶσιν, ὑμᾶς ἀξιῶ μοι βοηθεῖν ἅπαντας, καὶ μὴ κυριωτέραν τὴν τούτων ἔχθραν τῆς παρ’ὑμῶν χάριτός μοι γενέσθαι. εὐτυχεῖτε. 3.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. περὶ μὲν τῶν κατ’ἐμαυτόν, ἅ μοι παρ’ὑμῶν ἐνόμιζον δίκαιον εἶναι γενέσθαι, τὴν προτέραν ἐπιστολὴν ἔπεμψα πρὸς ὑμᾶς · ὑπὲρ ὧν, ὅταν ὑμῖν δοκῇ, τότε συγχωρήσετε. περὶ δ’ὧν νῦν ἐπέσταλκα, βουλοίμην ἂν ὑμᾶς μὴ παριδεῖν, μη δὲ πρὸς φιλονικίαν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀκοῦσαι. συμβαίνει γάρ μοι, καίπερ ἐκποδὼν διατρίβοντι, πολλῶν ἀκούειν ἐπιτιμώντων ὑμῖν τοῖς περὶ τοὺς Λυκούργου παῖδας γιγνομένοις. 3.2ἐπέστειλα μὲν οὖν ἂν τὴν ἐπιστολὴν καὶ τῶν ἐκείνῳ ζῶντι πεπραγμένων ἕνεκα, ὧν ὁμοίως ἐμοὶ πάντες ἂν αὐτῷ δικαίως ἔχοιτε χάριν, εἰ τὰ προσήκοντα βούλοισθε ποιεῖν. ἐκεῖνος γὰρ αὑτὸν ἐν τῷ περὶ τὴν διοίκησιν μέρει τάξας τῆς πολιτείας τὸ κατ’ἀρχάς, καὶ περὶ τῶν Ἑλληνικῶν καὶ συμμαχικῶν οὐδὲν εἰωθὼς γράφειν, ὅτε καὶ τῶν δημοτικῶν εἶναι προσποιουμένων οἱ πολλοὶ κατέλειπον ὑμᾶς, τότε ταῖς τοῦ δήμου προαιρέσεσιν προσένειμεν ἑαυτόν, οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνειν (ἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτ’ἐγίγνετο), οὐ δ’ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώρα” πολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον’, ἀλλ’ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν. 3.4καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τα- τἀναντία πράττοντας κατὰ πάντ’ἐρρωμένους. ἀλλ’ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθ’ἃ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτ’ἀόκνως καὶ λέγων καὶ πράττων ἃ προσῆκεν ἦν φανερός, ἐφ’οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν. 3.5ἐπέστειλα μὲν οὖν ἄν, ὥσπερ εἶπον ἐν ἀρχῇ, καὶ διὰ τὴν ἐκείνου χάριν · οὐ μὴν ἀλλὰ καὶ ὑμῖν νομίζων συμφέρειν τὰς παρὰ τοῖς ἔξω γιγνομένας ἐπιτιμήσεις εἰδέναι, πολλῷ προθυμότερον πρὸς τὸ πέμψαι τὴν ἐπιστολὴν ἔσχον. παραιτοῦμαι δὲ τοὺς ἰδίᾳ πρὸς ἐκεῖνον ἔχοντας δυσκόλως, ὑπομεῖναι τα- τἀληθῆ καὶ τὰ δίκαι’ἀκούειν ὑπὲρ αὐτοῦ. εὖ γὰρ ἴστ’, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι νῦν ἐκ τῶν περὶ τοὺς παῖδας αὐτοῦ γεγενημένων φαύλην δόξαν ἡ πόλις λαμβάνει. 3.6οὐδεὶς γὰρ τῶν Ἑλλήνων ἀγνοεῖ ὅτι ζῶντα Λυκοῦργον ἐτιμᾶθ’ὑμεῖς εἰς ὑπερβολήν, καὶ πολλῶν αἰτιῶν ἐπενεχθεισῶν ὑπὸ τῶν φθονούντων αὐτῷ οὐδεμίαν πώποθ’ηὕρετ’ἀληθῆ, οὕτω δ’ἐπιστεύετ’αὐτῷ καὶ δημοτικὸν παρὰ πάντας ἡγεῖσθε, ὥστε πολλὰ τῶν δικαίων ἐν τῷ φῆσαι Λυκοῦργον ἐκρίνετε καὶ τοῦθ’ὑμῖν ἐξήρκει · οὐ γὰρ ἂν ἦν τοιοῦτον μὴ δοκοῦν ὑμῖν. 3.7νῦν τοίνυν ἅπαντες ἀκούοντες τοὺς υἱεῖς αὐτοῦ δεδέσθαι τὸν μὲν τεθνεῶτ’ἐλεοῦσιν, τοῖς παισὶν δ’ὡς ἀνάξια πάσχουσιν συνάχθονται, ὑμῖν δ’ἐπιτιμῶσιν πικρῶς, ὡς οὐκ ἂν τολμήσαιμι γράφειν ἐγώ · ἃ γὰρ ἄχθομαι τοῖς λέγουσι καὶ ἀντιλέγω καθ’ὅσον δύναμαι βοηθῶν ὑμῖν, ταῦτ’ἄχρι μὲν τοῦ δῆλον ὑμῖν ποιῆσαι ὅτι πολλοὶ μέμφονται, συμφέρειν ὑμῖν νομίζων εἰδέναι, γέγραφα, ἀκριβῶς δὲ διεξιέναι δυσχερὲς κρίνω. 3.8ὅσα μέντοι λοιδορίας χωρίς ἐστιν ὧν λέγουσίν τινες, καὶ ἀκηκοέναι συμφέρειν ὑμῖν ἡγοῦμαι, ταῦτα δηλώσω. οὐδεὶς γὰρ ὑπείληφεν ὡς ἄρ’ἠγνοήκατε καὶ διεψεύσθητε τῆς ἀληθείας περὶ αὐτοῦ Λυκούργου. τότε γὰρ τοῦ χρόνου πλῆθος, ὃν ἐξεταζόμενος οὐδὲν πώποθ’ηὑρέθη περὶ ὑμᾶς οὔτε φρονῶν οὔτε ποιῶν ἄδικον, καὶ τὸ μηδέν’ἀνθρώπων εἰς μηδὲν τῶν ἄλλων ἀναισθησίαν ὑμῶν καταγνῶναι, εἰκότως ἀναιρεῖ τὴν ὑπὲρ τῆς ἀγνοίας σκῆψιν. 3.9λείπεται τοίνυν ὃ πάντες ἂν εἶναι φαύλων ἀνθρώπων φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδέν’ἔχειν λόγον. εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρ’ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τα- τἀναντί’ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει; 3.10καὶ μὴν οὐ δὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν ἐστιν. οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη. εἰ γὰρ ὑμᾶς λύσασθαι παρ’ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι · τίμημα δ’ὁρῶν ὀκνοῦντας ἀφεῖναι, ὃ λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε. εἰ δὲ τοῦτ’ἔστιν, οὔτ’ὀρθῶς οὔτε συμφερόντως ἐγνώκατε. 3.11θαυμάζω δ’εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως, τραφείς γ’ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκ’ηὐτύχησεν μάλιστα, τότ’ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας · 3.12οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρ’ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαι’ἂν εἶναι πρὸς ἅπαντας τα- ταὔτ’οὔτε κάλ’ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτ’ἐπέκρινεν. 3.13ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες ἣ καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, ὃ πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρ’αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν ἢ μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλ’οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι, ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπ’εὐνοίᾳ τὰ Λυκούργῳ πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστιν τυγχάνειν παρ’ὑμῶν · 3.14εἰ δὲ τα- τἀναντία τούτων, ἐκεῖνον, ὅτ’ἔζη, ἔδει δίκην διδόναι, τούτους δὲ μη δ’οὕτως, ἐφ’οἷς ἐκείνῳ τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς · πᾶσι γὰρ πάντων τῶν ἁμαρτημάτων ὅρος ἐστὶ τελευτή. 3.15ἐπεὶ εἴ γ’οὕτως ἕξετε, ὥσθ’οἱ μὲν ἀχθεσθέντες τι τοῖς ὑπὲρ τοῦ δήμου πολιτευομένοις μη δὲ πρὸς τελευτήσαντας διαλλαγήσονται, ἀλλὰ καὶ τοῖς παισὶ τὴν ἔχθραν διαφυλάξουσιν, ὁ δὲ δῆμος, ᾧ συναγωνίζεται τῶν δημοτικῶν ἕκαστος, μέχρι τοῦ παρόντι χρῆσθαι μνημονεύσει τὰς χάριτας, μετὰ ταῦτα δὲ μηδὲν φροντιεῖ, οὐδὲν ἀθλιώτερον ἔσται τοῦ τὴν ὑπὲρ τοῦ δήμου τάξιν αἱρεῖσθαι. 3.16εἰ δὲ Μοιροκλῆς ἀποκρίνεται ταῦτα μὲν σοφώτερ’ἢ καθ’ἑαυτὸν εἶναι, ἵνα δὲ μὴ ἀποδρῶσιν, αὐτὸς αὐτοὺς δῆσαι, ἐρωτήσατ’αὐτόν, ἡνίκα Ταυρέας καὶ Πάταικος καὶ Ἀριστογείτων καὶ αὐτὸς εἰς τὸ δεσμωτήριον παραδοθέντες οὐ μόνον οὐκ ἐδέδεντο, ἀλλὰ καὶ ἐδημηγόρουν, τί δήποτ’οὐχ ἑώρα τὰ δίκαια ταῦτα. 3.17εἰ δὲ μὴ φήσει τότ’ἄρχειν, οὐ δὲ λέγειν ἔκ γε τῶν νόμων αὐτῷ προσῆκεν. ὥστε πῶς ἴσον ἐστὶν τοὺς μὲν ἄρχειν, οἷς μη δὲ λέγειν ἔξεστιν, τοὺς δὲ δεδέσθαι, ὧν πολλὰ χρήσιμος ἦν ὑμῖν ὁ πατήρ; ἐγὼ μὲν οὐκ ἔχω συλλογίσασθαι, εἰ μὴ τοῦτο δεῖξαι δημοσίᾳ βούλεσθε, ὅτι βδελυρία καὶ ἀναίδεια καὶ προαίρεσις πονηρίας ἐν τῇ πόλει ἰσχύει καὶ διασωθῆναι πλείω προσδοκίαν ἔχει, κα- κἄν τι συμβῇ χαλεπὸν τοῖς τοιούτοις, ἀπόλυσις γίγνεται, ἐν δὲ προαιρέσει χρηστῇ καὶ βίῳ σώφρονι καὶ δημοτικῷ προελέσθαι ζῆν σφαλερόν, κα- κἄν τι γένηται πταῖσμα, ἄφυκτον ἔσται. 3.19ἔτι τοίνυν τὸ μὲν μὴ δίκαιον εἶναι τὴν ἐναντίαν δόξαν ἔχειν ὧς περὶ ζῶντος εἴχετ’ἐκείνου, καὶ τὸ τῶν τετελευτηκότων ἢ τῶν παρόντων πλείω ποιεῖσθαι λόγον δίκαιον εἶναι, καὶ πάντα τὰ τοιαῦτα, ἐάσω · παρὰ γὰρ πᾶσιν ὁμολογεῖσθαι ταῦθ’ὑπείληφα · ὅσοις μέντοι πατρικὰς εὐεργεσίας ἀπεμνημονεύσατε τῶν ἄλλων, ἡδέως ἂν ἴδοιμ’ὑμᾶς ἀναμνησθέντας, οἷον τοῖς Ἀριστείδου καὶ τοῖς Θρασυβούλου καὶ τοῖς Ἀρχίνου καὶ πολλῶν ἑτέρων ἀπογόνοις. 3.20οὐχ ὡς ἐπιτιμῶν δὲ ταῦτα παρήνεγκα. τοσούτου γὰρ δέω τοῦτο ποιεῖν ὥστε συμφέρειν μάλιστα τῇ πόλει τὰ τοιαῦτα κρίνω · προκαλεῖσθε γὰρ πάντας ἐκ τούτων δημοτικοὺς εἶναι, ὁρῶντας ὅτι κα- κἂν ἐν τῷ καθ’ἑαυτοὺς βίῳ ταῖς προσηκούσαις αὐτῶν τιμαῖς ὁ φθόνος ἀντιστῇ, τοῖς γε παισὶν ὑπάρξει τὰ προσήκοντα παρ’ὑμῶν κομίσασθαι. 3.21πῶς οὖν οὐκ ἄτοπον, μᾶλλον δὲ καὶ αἰσχρόν, τῶν μὲν ἄλλων τισί, καὶ παλαιῶν ὄντων τῶν χρόνων καθ’οὓς ἐγένοντο χρήσιμοι, καὶ δι’ὧν ἀκούετε τὰς εὐεργεσίας, οὐκ ἐξ ὧν ἑοράκαθ’ὑπειληφότας, ὅμως τὴν δικαίαν εὔνοιαν διασῴζειν, Λυκούργῳ δ’οὕτως ὑπογύου καὶ τῆς πολιτείας καὶ τῆς τελευτῆς γεγονυίας, μη δ’εἰς ἃ καὶ τοῖς ἀγνῶσιν καὶ ὑφ’ὧν ἀδικοῖσθ’ἕτοιμοι τὸν ἄλλον ἦτε χρόνον, εἰς ἔλεον καὶ φιλανθρωπίαν, μη δ’εἰς ταῦθ’ὑμᾶς αὐτοὺς ὁμοίους παρέχειν, καὶ ταῦτ’εἰς τοὺς παῖδας αὐτοῦ γιγνομένης τῆς τιμωρίας, οὓς κα- κἂν ἐχθρός, εἴπερ μέτριος εἴη καὶ λογισμὸν ἔχων, ἐλεήσαι; 3.23θαυμάζω τοίνυν καὶ τοῦτ’εἴ τις ὑμῶν ἀγνοεῖ, ὡς οὐ δὲ τοῦτο συμφέρει τῇ πολιτείᾳ φανερὸν γιγνόμενον, ὅτι τοῖς μὲν ἄλλην τινὰ κτησαμένοις φιλίαν καὶ κατορθοῦσιν ἐν πᾶσιν πλεονεκτεῖν ὑπάρχει, κα- κἂν ἀτυχήσωσίν τι, ῥᾳδίους εἶναι τὰς λύσεις, τοῖς δ’εἰς τὸν δῆμον ἀναρτήσασιν ἑαυτοὺς οὐ μόνον κατὰ τα- τἄλλ’ἔλαττον ἔχειν ὑπάρξει, ἀλλὰ καὶ τὰς συμφορὰς βεβαίους τούτοις μόνοις τῶν ἄλλων μένειν. ἀλλὰ μὴν ὅτι τοῦθ’οὕτως γίγνεται ῥᾴδιον δεῖξαι. 3.24τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπου ἁλῶναι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβὰν ὡς καὶ νῦν τοῖς Λυκούργου παισίν, ἀφεθῆναι δὲ πᾶν τὸ ὄφλημ’ἐπιστείλαντος Ἀλεξάνδρου; καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἁλῶναι μὲν ὁμοίως καταγνόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιοῦντι; 3.25ἄξιος γὰρ ἁνήρ. καὶ οὐδεὶς ἐπὶ τούτοις τοὺς νόμους ἔφη καταλύεσθαι τῶν νῦν βοώντων. εἰκότως · οὐ δὲ γὰρ κατελύοντο, εἴπερ ἅπαντες οἱ νόμοι τῶν δικαίων εἵνεκα καὶ σωτηρίας τῶν χρηστῶν ἀνθρώπων τίθενται, καὶ μήτ’ἀϊδίους τοῖς ἀτυχήσασι καθιστάναι τὰς συμφορὰς συμφέρει, μήτ’ἀχαρίστους ὄντας φαίνεσθαι. 3.26ἀλλὰ μὴν εἴ γε ταῦθ’οὕτως, ὥσπερ ἂν φήσαιμεν, ἔχειν συμφέρει, οὐ μόνον τοὺς νόμους οὐ κατελύετε, ἡνίκ’ἐκείνους ἀφίετε, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐσῴζετε τῶν τοὺς νόμους θεμένων ἀνθρώπων, Λάχητα μὲν πρὸς χάριν δεηθέντος Ἀλεξάνδρου ἀφέντες, Μνησίβουλον δὲ τῇ τοῦ βίου σωφροσύνῃ σῴσαντες. 3.27μὴ τοίνυν τὸ κτήσασθαί τιν’ἔξωθεν φιλίαν λυσιτελέστερον δείκνυτ’ἢ τὸ τῷ δήμῳ παρακαταθέσθαι ἑαυτόν, μη δὲ τὸ τῶν ἀγνώτων εἶναι κρεῖττον ἢ τοῖς πολλοῖς ὑμῖν τὰ συμφέροντα πολιτευόμενον γιγνώσκεσθαι. τὸ μὲν γὰρ πᾶσιν ἀρέσκειν τὸν συμβουλεύοντα καὶ τὰ κοινὰ πράττοντ’ἀδύνατον · ἐὰν δ’ἐπ’εὐνοίᾳ τα- ταὐτὰ τῷ δήμῳ τις φρονῇ, δίκαιός ἐστιν σῴζεσθαι. εἰ δὲ μή, καὶ θεραπεύειν ἑτέρους μᾶλλον ἢ τὸν δῆμον ἅπαντας διδάξετε, καὶ φεύγειν τὸ τῶν ὑμῖν συμφερόντων ποιοῦντά τι γνωσθῆναι. 3.28ὅλως δὲ κοινόν ἐστιν ὄνειδος ἁπάντων, ἄνδρες Ἀθηναῖοι, καὶ ὅλης τῆς πόλεως συμφορά, τὸν φθόνον δοκεῖν μεῖζον ἰσχύειν παρ’ὑμῖν ἢ τὰς τῶν εὐεργεσιῶν χάριτας, καὶ ταῦτα τοῦ μὲν νοσήματος ὄντος, τῶν δ’ἐν τοῖς θεοῖς ἀποδεδειγμένων. 3.29καὶ μὴν οὐ δὲ τὸν Πυθέαν παραλείψω τὸν μέχρι τῆς παρόδου δημοτικόν, μετὰ ταῦτα δ’ἕτοιμον εἰς τὰ καθ’ὑμῶν πάντα. τίς γὰρ οὐκ οἶδεν τοῦτον, ὅτε μὲν τὴν ὑπὲρ ὑμῶν τάξιν ἔχων εἰς τὸ πολιτεύεσθαι παρῄει, ὡς δοῦλον ἐλαυνόμενον καὶ γραφὴν ξενίας φεύγοντα καὶ μικροῦ πραθένθ’ὑπὸ τούτων οἷς νῦν ὑπηρετῶν τοὺς κατ’ἐμοῦ λόγους ἔγραφεν, ἐπειδὴ δ’ἃ κατηγόρει τότε τῶν ἄλλων, νῦν αὐτὸς πράττει, εὐποροῦντα μὲν οὕτως ὥστε δύ’ἔχειν ἑταίρας, αἳ μέχρι φθόης καλῶς ποιοῦσαι προπεπόμφασιν αὐτόν, πέντε τάλαντα δ’ὀφλόντα ῥᾷον ἐκτεῖσαι ἢ πέντε δραχμὰς ἂν ἔδειξε πρότερον, πρὸς δὲ τούτοις παρ’ὑμῶν, τοῦ δήμου, οὐ μόνον τῆς πολιτείας μετειληφότα, ὃ κοινὸν ὄνειδός ἐστιν ἅπασιν, ἀλλὰ καὶ θύονθ’ὑπὲρ ὑμῶν τὰς πατρίους θυσίας ἐν Δελφοῖς; 3.31ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν ᾖ παραδείγματα, ἀφ’ὧν ἃ λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτ’ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλωςτε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν ἡ καθήκουσα μοῖρα καὶ ἡ τύχη καὶ ὁ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δ’Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δ’ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ. 3.32ὧν ἑτέρους εὐνουστέρους οὐ δ’αὐτοὶ νομίζετε · εἰ δ’ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δ’ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ τα- ταὔθ’ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλ’ὅταν γε τοιαῦθ’οἷα τὰ νῦν, παραδείγματ’ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι; 3.33ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε · οὐ δὲ γὰρ πρότερον. μὴ γένοιτο δ’ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς ἃ τότ’ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδέν’ὑμῶν οὔτε δεδοίκασιν οὔτ’αἰσχύνονται. ἃ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι. 3.34πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθ’ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, ἃ μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, ἃ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπ’ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται; 3.35ταῦτ’εἰ μὲν παρῆν, λέγων ἂν ὑμᾶς ἐδίδασκον · ἐπειδὴ δ’ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἴ τις ἐμοῦ κατέψευσται ἐφ’οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλκα, πρώτου μὲν καὶ πλεῖστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δ’ὅτι τὴν αὐτὴν εὔνοιαν ἣν πρὸς ζῶντα Λυκοῦργον εἶχον, δίκαιον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων. 3.36εἰ δέ τῳ παρέστηκεν ὡς πολύ μοι περίεστιν τῶν ἐμαυτοῦ πραγμάτων, οὐκ ἂν ὀκνήσαιμι πρὸς τοῦτον εἰπεῖν ὅτι τῶν συμφερόντων ὑμῖν καὶ τοῦ μηδένα τῶν φίλων ἐγκαταλείπειν ὁμοίως ὥσπερ τῆς ἐμαυτοῦ σωτηρίας φροντίζω. οὔκουν ἐκ τοῦ περιόντος ταῦτα ποιῶ, ἀλλ’ἀπὸ τῆς αὐτῆς σπουδῆς καὶ προαιρέσεως καὶ ταῦτα κα- κἀκεῖνα μιᾷ γνώμῃ πραγματεύομαι. περίεστιν δέ μοι τοιαῦτα, οἷα τοῖς κακόν τι νοοῦσιν ὑμῖν περιγένοιτο. καὶ περὶ μὲν τούτων ἱκανά. 3.37ἡδέως δ’ἂν ὑμῖν ἐπ’εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δ’ὕστερον δι’ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρ’ὑμῶν πρότερον · οἵτινες, ὦ “τί ἂν εἰπὼν μήθ’ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην ;’λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθ’ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφ’οἷς Ἀριστογείτον’ἀφείκατε, ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες, καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μη δὲ λαβοῦσι παρ’ὑμῶν ἔξεστιν ἔχειν, ταῦτ’οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷόςτ’ὦ, τάτ’ὀφειλόμεν’εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι. 3.39βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ,” τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν “; 3.40τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντ’ἀπολωλεκέναι διὰ τούτους οἷς, ἵνα μὴ διπλᾶ καταθῶνται ἃ οὐκ ἠδύνανθ’ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι πρὸς τὴν ἀρχὴν τὰς καταβολάς · παρ’ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δ’ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μ’ἔλθω, ἅμ’ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι. 3.41ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, δι’ὑμᾶς περιόψεσθ’ἀπολόμενον · οὐ γὰρ ἂν δεηθείην ἄλλων ἢ ὑμῶν. καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτ’οὔτ’ἐμοὶ πλέον οὐδὲν οὔθ’ὑμῖν ἔσται. οὐ γὰρ δὴ χρήματά γ’εἶναι μοι προσδοκᾶτ’ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι. καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλ’ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι. 3.42οὐ μὴν οὐ δὲ παρ’Ἁρπάλου με λαβόντα δείξετε · οὔτε γὰρ ἠλέγχθην οὔτ’ἔλαβον. εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε · οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτ’ἐξημαρτηκόσιν εἰς ἐμέ. 3.43οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντ’ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δ’ἀπολωλέναι · οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε. οὔτε γὰρ ἄξιος οὔτ’ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι δι’ὑμᾶς, ὁμολογῶ · πῶς γὰρ οὐκ ἀτυχής, ᾧ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτον’ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτ’ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα; 3.44καὶ μή μ’ὑπολαμβάνετ’ὀργίζεσθαι τοῖς λόγοις τούτοις · οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ · ἀλλ’ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν ἃ πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γ’εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ. καὶ τοῦτ’ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν. 3.45ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ ᾖ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς · ἡ γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται. εὐτυχεῖτε. 4.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἀκούω περὶ ἐμοῦ Θηραμένην ἄλλουςτε λόγους βλασφήμους εἰρηκέναι καὶ δυστυχίαν προφέρειν. τὸ μὲν οὖν τοῦτον ἀγνοεῖν ὅτι λοιδορίας, ἣ μηδεμίαν κακίαν, καθ’ὅτου λέγεται, δείκνυσιν, οὐδέν ἐστ’ὄφελος παρ’εὖ φρονοῦσιν ἀνθρώποις, οὐχὶ θαυμάζω · τὸν γὰρ θρασὺν μὲν τῷ βίῳ, μὴ πολίτην δὲ τὴν φύσιν, ἐν ἐργαστηρίῳ δὲ τεθραμμένον ἐκ παιδός, αἰσθάνεσθαί τι τῶν τοιούτων ἀλογώτερον ἦν ἢ μὴ συνιέναι. 4.2τούτῳ μὲν οὖν, ἐὰν ἀφίκωμαί ποτε καὶ σωθῶ, πειράσομαι διαλεχθῆναι περὶ ὧν εἰς ἐμὲ καὶ περὶ ὧν εἰς ὑμᾶς παροινεῖ, καὶ νομίζω, καίπερ οὐδὲν μετέχοντα τοῦ αἰσχύνεσθαι, μετριώτερον αὐτὸν ποιήσειν · ὑμῖν δὲ τοῦ κοινῇ συμφέροντος ἕνεκα βούλομαι δι’ἐπιστολῆς, οὓς περὶ τούτων ἔχω λόγους, δηλῶσαι. οἷς πάνυ τὸν νοῦν προσέχοντες ἀκούσατε · οἴομαι γὰρ αὐτοὺς οὐκ ἀκοῆς μόνον, ἀλλὰ καὶ μνήμης ἀξίους εἶναι. 4.3ἐγὼ τὴν πόλιν τὴν ὑμετέραν εὐτυχεστάτην πασῶν πόλεων ὑπολαμβάνω καὶ θεοφιλεστάτην, καὶ ταῦτ’οἶδα καὶ τὸν Δία τὸν Δωδωναῖον καὶ τὴν Διώνην καὶ τὸν Ἀπόλλω τὸν Πύθιον ἀεὶ λέγοντας ἐν ταῖς μαντείαις καὶ προσεπισφραγιζομένους τὴν ἀγαθὴν τύχην ἐν τῇ πόλει εἶναι παρ’ὑμῖν. ὅσα τοίνυν περὶ τῶν ἐπιόντων δηλοῦσιν οἱ θεοί, δῆλον ὡς προλέγουσιν · τὰς δ’ἀπὸ τῶν παρεληλυθότων προσηγορίας ἐπὶ ταῖς γεγονυίαις πράξεσι τίθενται. 4.4ἃ τοίνυν ἐγὼ πεπολίτευμαι παρ’ὑμῖν, τῶν ἤδη γεγενημένων ἐστίν, ἀφ’ὧν εὐτυχεῖς ὑμᾶς προσηγορεύκασιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς μὲν πεισθέντας εὐτυχεῖς ὀνομάζεσθαι, τὸν δὲ πείσαντα τῆς ἐναντίας προσηγορίας τυγχάνειν; πλὴν εἰ τοῦτό τις εἴποι, τὴν μὲν κοινὴν εὐτυχίαν, ἧς ἐγὼ σύμβουλος, θεοὺς τοὺς λέγοντας εἶναι, οἷς οὐ θέμις ψεύδεσθαι, τὴν δ’ἰδίαν βλασφημίαν, ᾗ κατ’ἐμοῦ κέχρηται Θηραμένης, θρασὺν καὶ ἀναιδῆ καὶ οὐ δὲ νοῦν ἔχοντ’ἄνθρωπον εἰρηκέναι. 4.5οὐ τοίνυν μόνον ταῖς παρὰ τῶν θεῶν μαντείαις ἀγαθὴν οὖσαν εὑρήσεθ’ᾗ κέχρησθε τύχῃ, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων θεωροῦντες, ἂν ἐξετάζητ’ὀρθῶς. ὑμεῖς γὰρ εἰ μὲν ὡς ἄνθρωποι τὰ πράγματα βούλεσθε θεωρεῖν, εὐτυχεστάτην εὑρήσετ’ἀφ’ὧν ἐγὼ συνεβούλευσα τὴν πόλιν γεγονυῖαν · εἰ δ’ἃ τοῖς θεοῖς ἐξαίρεθ’ὑπάρχει μόνοις, τούτων ἀξιώσετε τυγχάνειν, ἀδυνάτων ἐφίεσθε. 4.6τί οὖν ἐστιν θεοῖς ἐξαίρετον, ἀνθρώποις δ’οὐ δυνατόν; ἁπάντων τῶν ἀγαθῶν ἐγκρατεῖς ὄντας κυρίους εἶναι καὶ αὐτοὺς ἔχειν καὶ δοῦναι τοῖς ἄλλοις, φλαῦρον δὲ μηδὲν μηδέποτ’ἐν παντὶ τῷ αἰῶνι μήτε παθεῖν μήτε μελλῆσαι. καὶ μὴν ὑποκειμένων τούτων, ὥσπερ προσήκει, σκοπεῖτε τὰ ὑμέτερ’αὐτῶν πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. 4.7οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀγνώμων, ὅστις ἂν ἢ τὰ Λακεδαιμονίοις συμβεβηκότα, οἷς οὐκ ἐγὼ συνεβούλευον, ἢ τὰ Πέρσαις, πρὸς οὓς οὐ δ’ἀφικόμην πώποτε, αἱρετώτερα φήσειεν εἶναι τῶν ὑμῖν παρόντων. καὶ ἐῶ Καππαδόκας καὶ Σύρους καὶ τοὺς τὴν Ἰνδικὴν χώραν κατοικοῦντας ἀνθρώπους ἐπ’ἔσχατα γῆς · οἷς ἅπασι συμβέβηκε πολλὰ καὶ δεινὰ πεπονθέναι καὶ χαλεπά. 4.8ἀλλὰ νὴ Δία τούτων μὲν ἄμεινον ὑμᾶς πράττειν ἅπαντες ὁμολογήσουσι, Θετταλῶν δὲ καὶ Ἀργείων καὶ Ἀρκάδων χεῖρον, ἤ τινων ἄλλων, οἷς ἐν συμμαχίᾳ συνέβη γενέσθαι Φιλίππῳ. ἀλλὰ τούτων καὶ πολὺ βέλτιον ἀπηλλάχατε, οὐ μόνον τῷ μὴ δεδουλευκέναι” καίτοι τί τηλικοῦθ’ἕτερον ;’, ἀλλὰ καὶ τῷ τοὺς μὲν πάντας αἰτίους εἶναι δοκεῖν τῶν τοῖς Ἕλλησι κακῶν συμβεβηκότων διὰ Φιλίππου καὶ τῆς δουλείας, ἐξ ὧν εἰκότως μισοῦνται, ὑμᾶς δ’ὁρᾶσθαι ὑπὲρ τῶν Ἑλλήνων καὶ σώμασι καὶ χρήμασι καὶ πόλει καὶ χώρᾳ καὶ πᾶσιν ἠγωνισμένους, ἀνθ’ὧν εὔκλειαν εἰκὸς ὑπάρχειν καὶ χάριν ἀθάνατον παρὰ τῶν τὰ δίκαια βουλομένων ποιεῖν. 4.9οὐκοῦν ἀφ’ὧν ἐγὼ συνεβούλευσα, τῶν μὲν ἀντιστάντων ἄριστα πράττειν τῇ πόλει συμβέβηκεν, τῶν δὲ συνηγωνισμένων ἐνδοξοτέραν εἶναι περίεστιν. 4.10τοιγαροῦν ἐπὶ τούτοις οἱ θεοὶ τὰς μὲν μαντείας τὰς ἀγαθὰς ὑμῖν διδόασι, τὴν δ’ἄδικον βλασφημίαν εἰς κεφαλὴν τῷ λέγοντι τρέπουσιν. γνοίη δ’ἄν τις, εἰ προέλοιτ’ἐξετάσαι τὰ ἐπιτηδεύματ’ἐν οἷς ζῇ. 4.11ἃ γὰρ ἂν καταράσαιτό τις αὐτῷ, ταῦτ’ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστι τοῖς γονεῦσι, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ · καὶ θρασύνεται μὲν ὡς ἀνήρ, πάσχει δ’ὡς γυνή · καὶ τοῦ μὲν πατρός ἐστι κρείττων, τῶν δ’αἰσχρῶν ἥττων · οἷς δ’ὑπὸ πάντων δυσχεραίνεται, τούτοις τὴν διάνοιαν ἀγάλλεται, αἰσχρορρημοσύνῃ καὶ τῷ διηγεῖσθαι ταῦτ’ἐφ’οἷς ἀλγοῦσιν οἱ ἀκούοντες · ὁ δ’, ὡς ἀφελὴς καὶ παρρησίας μεστός, οὐ παύεται. 4.12καὶ ταῦτ’οὐκ ἂν ἔγραψα, εἰ μὴ κινῆσαι τὴν ἐν ὑμῖν μνήμην τῶν προσόντων αὐτῷ κακῶν ἠβουλόμην. ἃ γὰρ εἰπεῖν ἄν τις ὀκνήσαι καὶ γράψαι φυλάξαιτ’ἄν, οἶμαι δὲ κα- κἂν ἀκούσαντα δυσχερᾶναι, ταῦτ’ἀπὸ τούτων μνησθεὶς οἶδεν ἕκαστος ὑμῶν πολλὰ καὶ δεινὰ καὶ αἰσχρὰ τούτῳ προσόντα, ὥστ’ἐμοίτε μηδὲν ἀναιδὲς εἰρῆσθαι, καὶ τοῦτον ὑπόμνημα τῶν ἑαυτοῦ κακῶν ὀφθέντα πᾶσιν εἶναι. εὐτυχεῖτε. 5.1Δημοσθένης Ἡρακλεοδώρῳ εὖ πράττειν. οὔθ’ὅπως χρὴ πιστεύειν οἷς ἀπήγγελλέ μοι Μενεκράτης οὔθ’ὅπως ἀπιστεῖν, ἔχω. ἔφη γὰρ Ἐπίτιμον ἐνδεδεῖχθαι μὲν καὶ ἀπῆχθαι ὑπ’Ἀράτου, σὲ δ’ἀγωνίζεσθαι καὶ ἁπάντων αὐτῷ χαλεπώτατον εἶναι. δέομαι δή σου πρὸς Διὸς ξενίου καὶ πάντων τῶν θεῶν, μή με καταστήσῃς ἀηδεῖ καὶ δεινῷ μηδενὶ περιπετῆ. 5.2εὖ γὰρ ἴσθι, χωρὶς τοῦ μέλειν μοι τῆς Ἐπιτίμου σωτηρίας καὶ νομίσαι μεγάλην ἂν συμφοράν, εἴ τι πάθοι καὶ τούτου σὺ συναίτιος εἴης, αἰσχύνομαι τοὺς συνειδότας μοι τοὺς λόγους οὓς ἐγὼ περὶ σοῦ πρὸς ἅπαντας ἀνθρώπους ἔλεγον, πεπεικὼς ἐμαυτὸν ἀληθῆ λέγειν, οὐκ ἐκ τοῦ πεπλησιακέναι σοι πεῖραν ἔχων, ἀλλ’ὁρῶν ὅτι δόξης ἐπιτυγχάνων καὶ παιδείαν ἀπεδέχου, καὶ ταῦτα τὴν ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἥπερ ἐστὶν ὡς ἀληθῶς τῶν μὲν πλεονεκτημάτων καὶ τῶν περὶ ταῦτα σοφισμάτων ἔξω, τοῦ βελτίστου δὲ καὶ τοῦ δικαιοτάτου πάνθ’ἕνεκ’ἐξητασμένη · 5.3ἧς μὰ τοὺς θεοὺς τῷ μετασχόντι μὴ οὐχὶ ἀψευδεῖν καὶ πρὸς ἅπαντας ἀγαθῷ εἶναι οὐχ ὅσιον ἡγοῦμαι. 5.4γένοιτο δ’ἄν μοι κα- κἀκεῖνο τῶν χαλεπωτάτων, εἰ παρωρμηκὼς ἐμαυτὸν εὐνοϊκῶς ἔχειν σοι τὴν ἐναντίαν γνώμην μεταλαβεῖν ἀναγκασθείην, οἷα δὴ ὑπολαμβάνων παρεωρᾶσθαι καὶ πεφενακίσθαι. κα- κἂν μὴ φῶ, νόμιζέ μ’οὕτως ἕξειν. 5.5εἰ δ’ἡμῶν καταπεφρόνηκας ὅτι τῶν πρώτων οὐκ ἐσμέν πω, λόγισαι ὅτι καὶ σύ ποτ’ἦσθα νέος καὶ τὴν ἡλικίαν εἶχες ἣν ἡμεῖς νῦν, ἐκ δὲ τοῦ συμβουλεύειν καὶ πράττειν γεγένησαι τηλικοῦτος. κα- κἂν ἡμῖν τοῦτο συμβαίη. τὸ μὲν γὰρ εὖ βουλεύεσθαι πάρεστιν, τῆς δὲ τύχης συλλαμβανούσης καὶ το- τοὔργον γένοιτ’ἄν. καλὸς οὖν ἔρανος χάρις δικαία · ἣν καὶ σὺ ποίησαι πρὸς ἐμέ. 5.6καὶ μη δ’ὑφ’ἑνὸς τῶν σοῦ φρονούντων χεῖρον ἄγου μη δ’ἡττῶ, ἀλλ’ἐκείνους ἄγ’ἐπὶ τὰ σοὶ δοκοῦντα · καὶ πρᾶττε οὕτως ὅπως μηδενὸς τῶν ὁμολογηθέντων στερηθῶμεν, ἀλλ’Ἐπιτίμῳ γένηται σωτηρία τις καὶ ἀπαλλαγὴ τῶν κινδύνων. παρέσομαι δ’εἰς τὸν χρόνον κα- κἀγώ, καθ’ὃν ἂν σὺ φῇς καιρὸν εἶναι. γράψας δέ μοι πέμψον, ἢ καὶ ὡς φίλῳ ἐπίστελλε. εὐτύχει. 6.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἦλθεν ἐπιστολὴ παρ’Ἀντιφίλου πρὸς τοὺς τῶν συμμάχων συνέδρους, τοῖς μὲν βουλομένοις ἀγαθὰ προσδοκᾶν ἱκανῶς γεγραμμένη, τοῖς δ’ὑπηρετοῦσιν Ἀντιπάτρῳ πολλοὺς καὶ δυσχερεῖς ἀπολείπουσα λόγους, οἳ παραλαβόντες τὰ παρ’Ἀντιπάτρου γράμματα πρὸς Δείναρχον εἰς Κόρινθον ἐλθόντα, ἁπάσας τὰς ἐν Πελοποννήσῳ πόλεις τοιούτων λόγων ἔπλησαν οἵων εἰς κεφαλὴν αὐτοῖς τρέψειαν οἱ θεοί. 6.2ἀφικομένου δὲ τοῦ νῦν ἥκοντος μετὰ τοῦ παρ’ἐμοῦ φέροντος γράμματα παρὰ Πολεμαίστου πρὸς τὸν ἀδελφὸν Ἐπίνικον, ἄνδρ’ὑμῖν εὔνουν καὶ ἐμοὶ φίλον, κα- κἀκείνου πρὸς ἔμ’ἀγαγόντος, ἀκούσαντί μοι ἃ ἔλεγεν ἐδόκει πρὸς ὑμᾶς αὐτὸν ἀποστεῖλαι, ὅπως πάντα σαφῶς ἀκούσαντες τὰ ἐν τῷ στρατοπέδῳ γεγονότα τοῦ περὶ τὴν μάχην παραγεγενημένου τότ’εἰς τὸ παρὸν θαρρῆτε, καὶ τὰ λοιπὰ τῶν θεῶν θελόντων ὡς βούλεσθ’ἕξειν ὑπολαμβάνητε. εὐτυχεῖτε.