Demosthenes
Preambles
1.1εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετ’, ὦ ἄνδρες Ἀθηναῖοι, λέγειν, ἐπισχὼν ἂν ἕως οἱ πλεῖστοι τῶν εἰωθότων γνώμην ἀπεφήναντο, εἰ μὲν ἤρεσκέ τί μοι τῶν ῥηθέντων, ἡσυχίαν ἂν ἦγον, εἰ δὲ μή, τότ’ἂν καὶ αὐτὸς ἐπειρώμην ἃ γιγνώσκω λέγειν · ἐπειδὴ δ’ὑπὲρ ὧν πολλάκις εἰρήκασιν οὗτοι πρότερον, περὶ τούτων νυνὶ σκοπεῖτε, ἡγοῦμαι καὶ πρῶτος ἀναστὰς εἰκότως ἂν μετὰ τούτους δοκεῖν λέγειν. 1.2εἰ μὲν οὖν εἶχεν καλῶς τὰ πράγματα, οὐδὲν ἂν ἔδει συμβουλεύειν · ἐπειδὴ δ’ὅσην ἅπαντες ὁρᾶτ’ἔχει δυσκολίαν, ὡς ἐκ τοιούτων πειράσομαι συμβουλεύειν ἃ κράτιστ’εἶναι νομίζω. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖν’ἐγνωκέναι δεῖ, ὡς οὐδὲν ὧν ἐποιεῖτ’ἐπὶ τοῦ πολεμεῖν ὄντες τοῦ λοιποῦ πρακτέον ἐστίν, ἀλλὰ πάντα τα- τἀναντία · εἰ γὰρ ἐκεῖνα φαῦλα πεποίηκε τὰ πράγματα, τα- τἀναντί’εἰκὸς βελτίω ποιῆσαι. 1.3ἔπειτα νομιστέον οὐχ ὃς ἂν ὑμῖν ἢ μηδὲν ἢ μικρὰ προστάττῃ, τοῦτον ὀρθῶς λέγειν (ὁρᾶτε γὰρ ὡς ἐκ τῶν τοιούτων ἐλπίδων καὶ λόγων εἰς πᾶν προελήλυθε μοχθηρίας τὰ παρόντα), ἀλλ’ὃς ἂν τὸ χαρίζεσθαι παρείς, ἃ δεῖ καὶ δι’ὧν παυσαίμεθ’ἂν αἰσχύνην ὀφλισκάνοντες καὶ ζημιούμενοι, ταῦτα λέγῃ. καὶ γὰρ ὡς ἀληθῶς, εἰ μέν, ὅσ’ἂν τῷ λόγῳ τις ὑπερβῇ λυπῆσαι μὴ βουλόμενος, καὶ τὰ πράγμαθ’ὑπερβήσεται, δεῖ πρὸς ἡδονὴν δημηγορεῖν · εἰ δ’ἡ τῶν λόγων χάρις, ἂν ᾖ μὴ προσήκουσα, ἔργῳ ζημία γίγνεται, αἰσχρόν ἐστιν φενακίζειν ἑαυτοὺς καὶ μετὰ τῆς ἐσχάτης ἀνάγκης πρᾶξαι ταῦθ’ἃ πάλαι ’θελοντὰς προσῆκεν ποιεῖν. 2.1οὐχὶ τα- ταὐτὰ γιγνώσκειν, ὦ ἄνδρες Ἀθηναῖοι, παρίσταταί μοι, ὅταντε τὸ τῆς πολιτείας ὄνομ’ὑμῶν ἀκούσω, καὶ ὅταν τὸν τρόπον ὃν προσφέρονταί τινες ὑμῶν τοῖς ὑπὲρ ταύτης λέγουσιν ἴδω. τὴν μὲν γὰρ πολιτείαν δημοκρατίαν, ὥσπερ ἅπαντες ἴστε, ὀνομάζετε, τῶν δὲ τα- τἀναντία ταύτῃ λεγόντων ἐνίους ἥδιον ἀκούοντας ὁρῶ. 2.2ὃ καὶ θαυμάζω τίς ποθ’ἡ πρόφασις. πότερον προῖκα λέγειν ταῦτ’αὐτοὺς οἴεσθε; ἀλλ’οἱ τῶν ὀλιγαρχιῶν, ὑπὲρ ὧν οὗτοι λέγουσιν, κύριοι καὶ πλείω σιωπῆς μᾶλλον ἂν δοῖεν. ἀλλὰ βελτίω ταῦτ’εἶναι τῶν ἑτέρων ὑπειλήφατε; βελτίων ἄρ’ὑμῖν ὀλιγαρχία δημοκρατίας φαίνεται. ἀλλ’αὐτοὺς εἶναι βελτίους ἡγεῖσθε; καὶ τίς ἂν ὑφ’ὑμῶν χρηστὸς νομίζοιτ’εἰκότως, ἐναντία τῇ καθεστώσῃ πολιτείᾳ δημηγορῶν; οὐκοῦν λοιπὸν ἁμαρτάνειν ὑμᾶς, ὅταν οὕτως ἔχητε τὴν γνώμην. τοῦτο τοίνυν φυλάττεσθε μὴ πάσχειν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅπως μή ποτε τοῖς ἐπιβουλεύουσιν λαβὴν δώσετε, εἶτα τότ’αἰσθήσεσθ’ἡμαρτηκότες, ἡνίκ’οὐ δ’ὁτιοῦν ὑμῖν πλέον ἔσται. 2.3τὸ μὲν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ πάνθ’ὡς ἂν ἡμεῖς βουλοίμεθ’ἔχειν μήτε παρ’αὐτοῖς ἡμῖν μήτε παρὰ τοῖς συμμάχοις, ἴσως οὐδέν ἐστι θαυμαστόν · πολλῶν γὰρ τὸ τῆς τύχης αὐτόματον κρατεῖ, καὶ πολλαὶ προφάσεις τοῦ μὴ πάντα κατὰ γνώμην συμβαίνειν ἀνθρώποις οὖσιν. τὸ δὲ μη δ’ὁτιοῦν μεταλαμβάνειν τὸν δῆμον, ἀλλὰ τοὺς ἀντιπράττοντας περιεῖναι, τοῦτο καὶ θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φοβερὸν τοῖς εὖ φρονοῦσιν, ὡς ἐγὼ κρίνω. ἡ μὲν οὖν ἀρχὴ παντός ἐστιν αὕτη μοι τοῦ λόγου. 3.1ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων τὸ μέλλον συνοίσειν ὑμῖν περὶ ὧν νυνὶ τυγχάνετε σκοποῦντες, οἶμαι πάντας ἂν ὑμᾶς ἑλέσθαι. ὅτε τοίνυν τοῦθ’οὕτως ἔχει, προσήκει παρέχειν ἐθέλοντας ἀκούειν ὑμᾶς αὐτοὺς τῶν βουλομένων συμβουλεύειν · οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτ’ἂν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμ’ἐνίοις ἐπελθεῖν ἂν εἰπεῖν, ὥστ’ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι. 4.1ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον, ἐπειδὴ ἐφ’ὑμῖν ἐστιν ἑλέσθαι τῶν ῥηθέντων ὅ τι ἂν βούλησθε, ἁπάντων ἀκοῦσαι. καὶ γὰρ πολλάκις συμβαίνει τὸν αὐτὸν ἄνθρωπον τοῦτο μὲν μὴ λέγειν ὀρθῶς, ἕτερον δέ τι · ἐκ μὲν οὖν τοῦ θορυβεῖν τάχ’ἂν δυσχεράναντες πολλῶν χρησίμων ἀποστερηθείητε, ἐκ δὲ τοῦ μετὰ κόσμου καὶ σιγῆς ἀκοῦσαι καὶ τὰ καλῶς ἔχονθ’ἅπαντα ποιήσετε, κα- κἂν δοκῇ τις ληρεῖν, παραλείψετε. ἐγὼ μὲν οὖν οὔτ’εἴωθα μακρολογεῖν, οὔτ’ἄν, εἰ τὸν ἄλλον εἰώθειν χρόνον, νῦν ἐχρησάμην τούτῳ, ἀλλ’ἃ συμφέρειν ὑμῖν νομίζω, ταῦθ’ὡς ἂν δύνωμαι διὰ βραχυτάτων ἐρῶ πρὸς ὑμᾶς. 5.1ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, παντάπασι πρόδηλον ὂν οὕςτ’ἂν ἀκούσαιτε λόγους ἡδέως καὶ πρὸς οὓς οὐκ οἰκείως ἔχετε · οὐ μὴν ἀλλὰ τὸ μὲν λέγειν ἅ τις οἴεται χαριεῖσθαι τῶν παρακρούσασθαί τι βουλομένων εἶναι νομίζω, τὸ δ’ὑφίστασθαι, περὶ ὧν πέπεικεν ἑαυτὸν συμφέρειν τῇ πόλει, καὶ θορυβηθῆναι κα- κἂν ἄλλο τι βούλησθ’ὑμεῖς, εὔνου καὶ δικαίου τοῦτο πολίτου κρίνω. 5.2βουλοίμην δ’ἂν ὑμᾶς, εἰ καὶ μη δὲ δι’ἓν τῶν ἄλλων, δι’ἐκεῖν’ὑπομεῖναι τοὺς λόγους ἀμφοτέρων, ἵν’ἐὰν μὲν ὀρθότερον φανῇ τις λέγων ὧν ὑμεῖς ὡρμήκατε, χρήσησθε τούτῳ, ἂν δ’ἀπολειφθῇ καὶ μὴ δύνηται διδάξαι, δι’αὑτόν, ἀλλὰ μὴ δι’ὑμᾶς οὐκ ἐθέλοντας ἀκούειν τοῦτο πεπονθέναι δοκῇ. ἔτι δ’οὐ δὲ πάθοιτ’ἂν ἀηδὲς οὐδὲν τοσοῦτον, εἰ πολλά τινος ληροῦντος ἀκούσαιτε, ὅσον εἰ τῶν δεόντων τι λέγειν ἔχοντός τινος εἰπεῖν κωλύσαιτε. 5.3ἡ μὲν οὖν ἀρχὴ τοῦ δοκιμάζειν ὀρθῶς ἅπαντ’ἐστὶν μηδὲν οἴεσθαι πρότερον γιγνώσκειν πρὶν μαθεῖν, ἄλλωςτε καὶ συνειδότας πολλάκις ἤδη πολλοὺς μετεγνωκότας. ἂν τοίνυν ὑμεῖς ταῦθ’ὑπάρξητε νῦν πεπεισμένοι, οἴομαι μετὰ βραχέων λόγων καὶ αὐτὸς ἀντιλέγειν εἰκότως δόξειν καὶ ὑμῖν τὰ βέλτιστα φανεῖσθαι λέγων. 6.1πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων εἰρημένων παρὰ πάντων τῶν συμβεβουλευκότων, οὐδὲν ὑμᾶς νῦν ὁρῶ ὄντας ἐγγυτέρω τοῦ τί πρακτέον ηὑρῆσθαι ἢ πρὶν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι. αἴτιον δὲ τούτου τα- ταὔθ’ὅπερ οἶμαι τοῦ κακῶς ἔχειν τὰ ὅλα · οὐ γὰρ παραινοῦσιν ὑμῖν ὑπὲρ τῶν παρόντων οἱ λέγοντες, ἀλλ’ἑαυτῶν κατηγοροῦσι καὶ λοιδοροῦνται, ὡς μὲν ἐγὼ κρίνω, συνεθίζοντες ὑμᾶς ἄνευ κρίσεως, ὅσων εἰσὶν αἴτιοι κακῶν, ἀκούειν, ἵν’ἄν ποτ’ἄρ’εἰς ἀγῶνα καθιστῶνται, μηδὲν ἡγούμενοι καινὸν ἀκούειν, ἀλλ’ὑπὲρ ὧν ὤργισθε πολλάκις, πραότεροι δικασταὶ καὶ κριταὶ γίγνησθε τῶν πεπραγμένων αὐτοῖς. 6.2τὴν μὲν οὖν αἰτίαν δι’ἣν ταῦτα ποιοῦσιν, ἴσως ἀνόητον ἀκριβῶς ζητεῖν ἐν τῷ παρόντι · ὅτι δ’ὑμῖν οὐχὶ συμφέρει, διὰ τοῦτ’ἐπιτιμῶ. ἐγὼ δ’οὔτε κατηγορήσω τήμερον οὐδενός, οὔθ’ὑποσχήσομαι τοιοῦτ’οὐδὲν ὃ μὴ παραχρῆμ’ἐπιδείξω, οὐ δ’ὅλως τῶν αὐτῶν τούτοις οὐδὲν ποιήσω · ἀλλ’ἃ βέλτιστα μὲν τοῖς πράγμασιν, συμφέροντα δὲ τοῖς βουλευομένοις ὑμῖν ἡγοῦμαι, ταῦθ’ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπὼν καταβήσομαι. 7.1οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γ’ἐκείνοις οὓς ἐγκωμιάζουσιν ποιεῖν. περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐ δ’ἂν εἷς ἀξίως ἐφικέσθαι δύναιτο τῷ λόγῳ, αὐτοὶ μὲν τοῦ δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δ’ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν. ἐγὼ δὲ τῆς μὲν ἐκείνων ἀρετῆς μέγιστον ἔπαινον ἡγοῦμαι τὸν χρόνον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπ’ἐκείνων πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται · 7.2αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει · εἰ μὲν ἡμεῖς ἅπαντες οἱ λέγοντες δεινοὶ φανείημεν, οὐδὲν ἂν τὰ ὑμέτερ’εὖ οἶδ’ὅτι βέλτιον σχοίη · εἰ δὲ παρελθὼν εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν λέλυται φόβος. ἐγὼ δὲ τοῦτο, ἂν ἄρ’οἷόςτ’ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα. 8.1ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ τοῖς Ἀρκάσιν καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες · ὥσπερ γὰρ ἀφ’ἑκατέρων ἥκοντες, οὐχ ὑμῶν ὄντες, πρὸς οὓς ἀμφότεροι πρεσβεύονται, κατηγοροῦσιν καὶ διαβάλλουσιν ἀλλήλους. ἦν δὲ τοῦτο μὲν τῶν ἀφιγμένων ἔργον, τὸ δὲ κοινῶς ὑπὲρ τῶν πραγμάτων λέγειν καὶ τὰ βέλτισθ’ὑπὲρ ὑμῶν σκοπεῖν ἄνευ φιλονικίας τῶν ἐνθάδε συμβουλεύειν ἀξιούντων. 8.2νῦν δ’ἔγωγε, εἴ τις αὐτῶν ἀφέλοι τὸ γιγνώσκεσθαι καὶ τὸ τῇ φωνῇ λέγειν ἀττικιστί, πολλοὺς ἂν οἶμαι τοὺς μὲν Ἀρκάδας, τοὺς δὲ Λάκωνας αὐτῶν εἶναι νομίσαι. ἐγὼ δ’οἶδα μὲν ὡς χαλεπὸν τὸ τὰ βέλτιστα λέγειν ἐστίν · συνεξηπατημένων γὰρ ὑμῶν, καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ βουλομένων, ἐὰν τὰ μεταξύ τις ἐγχειρῇ λέγειν κα- κᾆθ’ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους · 8.3οὐ μὴν ἀλλ’αἱρήσομαι μᾶλλον αὐτός, ἐὰν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρ’ἃ βέλτιστα νομίζω τῇ πόλει, προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι. τὰ μὲν οὖν ἄλλ’ὕστερον, ἐὰν ὑμῖν βουλομένοις ᾖ, λέξω · ἐκ δὲ τῶν ὁμολογουμένων ὑφ’ἁπάντων ἄρξομαι ἃ κράτιστα νομίζω, διδάσκειν. 9.1οὐχὶ τα- ταὐτὰ γιγνώσκων ἐνίοις τῶν εἰρηκότων ἀνέστηκ’, ὦ ἄνδρες Ἀθηναῖοι. οὐ μὴν οὐ δὲ τούτους αἰτιάσομαι κακίᾳ τα- τἀναντία τοῖς βελτίστοις εἰρηκέναι, ἀλλ’ὅτι πολλοὶ τοῦ τὰ πράγματα κρίνειν ἀμελήσαντες τοὺς λόγους σκοπεῖν οὓς ἐροῦσιν εἰώθασιν, κα- κἂν τούτοις ἀφθόνοις ἐντύχωσιν, ἑτοίμως δημηγορεῖν, οὐκ ὀρθῶς ἐγνωκότες, οὐ δὲ λογιζόμενοι παρ’ἑαυτοῖς ὅτι πολλῶν πράξεων ἐν πολλῷ χρόνῳ πᾶσι πεπραγμένων καὶ διὰ τοὺς καιροὺς ἐνίων ὑπεναντίων αὑταῖς, ἂν τὰς ἑτέρας τις ὑπερβαίνων τὰς ἑτέρας λέγῃ, λήσει τὸ ῥᾷστον τῶν ἔργων ποιῶν, αὑτὸν ἐξαπατῶν. 9.2οἱ μὲν οὖν οὕτω χρώμενοι τῷ συμβουλεύειν δοκοῦσί μοι τὴν ἀπὸ τῶν ῥηθέντων τοῦ δύνασθαι λέγειν δόξαν γιγνομένην αὑτοῖς ἱκανὴν φιλοτιμίαν ἡγεῖσθαι · ἐγὼ δὲ νομίζω χρῆναι τὸν πόλει περὶ πραγμάτων ἐπιχειροῦντα συμβουλεύειν μᾶλλον ὅπως τὰ δόξαντα συνοίσει σκοπεῖν, ἢ πῶς οἱ παραχρῆμα λόγοι χάριν ἕξουσι. δεῖ γὰρ τοῖς ἐπὶ τῶν λόγων εὐδοκιμοῦσι συμφέροντός τινος ἔργου πρᾶξιν προσεῖναι, ἵνα μὴ νῦν μόνον, ἀλλ’ἀεὶ τὰ ῥηθέντα καλῶς ἔχῃ. 10.1εἰ μὲν ἐγνώκατ’, ὦ ἄνδρες Ἀθηναῖοι, τί βέλτιστον ὂν τυγχάνει πρᾶξαι περὶ τῶν παρόντων, ἁμάρτημα τὸ συμβουλεύειν προτιθέναι · ἃ γὰρ αὐτοὶ πρὶν ἀκοῦσαι δοκιμάζετε συμφέρειν, τί δεῖ ταῦτ’ἀκούοντας μάτην ἐνοχλεῖσθαι; εἰ δὲ σκοπεῖτε καὶ βουλεύεσθ’ὡς ἐκ τῶν ῥηθησομένων δοκιμάσαι δέον, οὐκ ὀρθῶς ἔχει τὸ κωλύειν τοὺς βουλομένους λέγειν. παρὰ μὲν γὰρ τῶν ὅλως ἀποστερεῖσθ’ἐκ τοῦ τοῦτο ποιεῖν, εἴ τι χρήσιμον ἐντεθύμηνται · τοὺς δ’ἀφέντας ἃ τυγχάνουσιν ἐγνωκότες, ὧν ὑμᾶς ἐπιθυμεῖν οἴονται, ταῦτα ποιεῖτε συμβουλεύειν. 10.2ἔστιν δ’ἁμαρτάνειν μὲν βουλομένων τὸ συναναγκάζειν τὸν παριόνθ’ἃ βούλεσθε λέγειν, βουλευομένων δ’ἀκούσαντας ἃ γιγνώσκει σκοπεῖν, κα- κἄν τι καλῶς ἔχῃ, χρῆσθαι. λέγω δὲ ταῦτ’οὐκ ἐναντία τοῖς ὑμῖν ἀρέσκουσιν μέλλων παραινεῖν, ἀλλ’ἐκεῖν’εἰδώς, ὅτι ἂν μὲν μὴ ’θελήσητε τῶν ἀντιλεγόντων ἀκοῦσαι, ἐξηπατῆσθαι φήσουσιν ὑμᾶς, ἂν δ’ἀκούσαντες μὴ πεισθῆτε, ἐξεληλεγμένοι παραχρῆμ’ἔσονται τὰ χείρω παραινοῦντες. 11.1οἴομαι πάντας ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, γιγνώσκειν ὅτι οὐ κρινοῦντες ἥκετε τήμερον οὐδένα τῶν ἀδικούντων, ἀλλὰ βουλευσόμενοι περὶ τῶν παρόντων. δεῖ τοίνυν τὰς μὲν κατηγορίας ὑπερθέσθαι πάσας, καὶ τότ’ἐν ὑμῖν λέγειν καθ’ὅτου πέπεικεν ἕκαστος ἑαυτόν, ὅταν τινὰ κρίνωμεν · εἰ δέ τίς τι χρήσιμον ἢ συμφέρον εἰπεῖν ἔχει, τοῦτο νῦν ἀποφαίνεσθαι. τὸ μὲν γὰρ κατηγορεῖν τοῖς πεπραγμένοις ἐγκαλούντων ἐστίν, τὸ δὲ συμβουλεύειν περὶ τῶν παρόντων καὶ γενησομένων προτίθεται. οὐκοῦν οὐ λοιδορίας οὐ δὲ μέμψεως ὁ παρὼν καιρός, ἀλλὰ συμβουλῆς εἶναί μοι δοκεῖ. διὸ πειράσομαι μὲν φυλάξασθαι, ὃ τούτοις ἐπιτιμῶ, μὴ παθεῖν αὐτός, συμβουλεύσαι δ’ἃ κράτιστα νομίζω περὶ τῶν παρόντων. 12.1οὐδέν’ἂν ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐ κακοῦ πολίτου καὶ φαύλου τὴν γνώμην ἀνδρός ἐστιν οὕτω τινὰ μισεῖν ἢ φιλεῖν τῶν ἐπὶ τὰ κοινὰ προσιόντων ὥστε τοῦ τῇ πόλει βελτίστου μηδὲν φροντίζειν, ἀλλὰ τὰ μὲν πρὸς ἐπήρειαν, τὰ δὲ πρὸς φιλίαν δημηγορεῖν · ἃ ποιοῦσιν ἔνιοι τῶν δευρὶ παριόντων. ἐγὼ δὲ τούτοις μὲν τοσοῦτον ἂν εἴποιμι, ὅτι μοι δοκοῦσιν οὐ δ’εἴ τι πεποιήκασιν τοιοῦτον μέγισθ’ἡμαρτηκέναι, ἀλλ’ὅτι δηλοῦσιν οὐδέποτ’οὐ δὲ παύσασθαι παρεσκευασμένοι. 12.2ὑμῖν δὲ παραινῶ μὴ προϊεμένους ὑμᾶς αὐτοὺς ἱκανὸν τοῦτο νομίζειν, δίκην, ὅταν ὑμῖν δόξῃ, παρὰ τούτων λαβεῖν, ἀλλὰ καὶ τούτους, ὅσον ἐστὶν ἐν ὑμῖν, κωλύειν, καὶ αὐτούς, ὥσπερ ὑπὲρ πόλεως προσήκει βουλευομένους, τὰς ἰδίας ἀνελόντας φιλονικίας τὸ κοινῇ βέλτιστον σκοπεῖσθαι, ἐνθυμουμένους ὅτι οὐδείς, οὐ δ’ἅμα πάντες οἱ πολιτευόμενοι, τῶν νόμων, ἐφ’οἷς ὑμεῖς ἐστε, ἀξιόχρεῴ εἰσι διαφθαρέντων δίκην δοῦναι. 13.1ἴσως ἐπίφθονον ἄν τισιν, ὦ ἄνδρες Ἀθηναῖοι, δόξειεν εἶναι, εἴ τις ὢν ἰδιώτης καὶ τῶν πολλῶν ὑμῶν εἷς, ἑτέρων συμβεβουλευκότων, οἳ καὶ τῷ πάλαι πολιτεύεσθαι καὶ τῷ παρ’ὑμῖν δόξαν ἔχειν προέχουσιν, παρελθὼν εἴποι, ὅτι οὐ μόνον αὑτῷ δοκοῦσιν οὐκ ὀρθῶς λέγειν, ἀλλ’οὐ δ’ἐγγὺς εἶναι τοῦ τὰ δέοντα γιγνώσκειν. οὐ μὴν ἀλλ’ἔγωγ’οὕτω σφόδρ’οἶμαι μᾶλλον ὑμῖν συμφέροντ’ἐρεῖν τούτων, ὥστ’οὐκ ὀκνήσω πάνθ’ἃ τυγχάνουσιν εἰρηκότες, ἄξια μηδενὸς εἶναι φῆσαι. νομίζω δὲ καὶ ὑμᾶς ὀρθῶς ἂν ποιεῖν, εἰ μὴ τὸν λέγοντα, ἀλλὰ τὰ συμβουλευόμενα σκοποῖτε. δεῖ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν παρ’ὑμῶν εὔνοιαν μή τισιν, ὥσπερ ἐκ γένους, ἀλλὰ τοῖς τὰ βέλτιστ’ἀεὶ λέγουσιν ὑπάρχειν. 14.1βουλοίμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχοντας, ἃ μέλλω λέγειν, ἀκοῦσαι · καὶ γάρ ἐστιν οὐ μικρά. ἐγὼ θαυμάζω τί δή ποτε, πρὶν μὲν εἰς τὴν ἐκκλησίαν ἀναβῆναι, ὅτῳ τις ἂν ὑμῶν ἐντύχῃ, οὗτος εὐπόρως εἰπεῖν ἔχει δι’ὧν ἂν τὰ παρόντα πράγματα βελτίω γένοιτο · καὶ πάλιν αὐτίκα δὴ μάλ’ἐὰν ἀπέλθητε, ὁμοίως ἕκαστος ἐρεῖ τὰ δέοντα · ἐν δὲ τῷ περὶ τούτων σκοπεῖν ὄντες καὶ συνειλεγμένοι πάντα μᾶλλον ἢ ταῦτα λεγόντων τινῶν ἀκούετε. 14.2ἆρά γ’, ὦ ἄνδρες Ἀθηναῖοι, γνῶναι μὲν ἔστιν ἑκάστῳ τὰ δέονθ’ὑμῶν καὶ κατὰ τῶν ἄλλων εἰπεῖν ἐπίσταται, ποιῶν δ’αὐτὸς ἕκαστος οὐ χαίρει, εἶτ’ἰδίᾳ μέν, ὡς ἄρ’αὐτὸς ἑτοίμως τὰ βέλτιστ’ἂν πράττειν δόξων, τοῖς ἄλλοις ἐπιτιμᾷ, κοινῇ δ’εὐλαβεῖσθε τὰ τοιαῦτα ψηφίζεσθαι δι’ὧν ἐν τῷ λῃτουργεῖν τι τῶν καθηκόντων ἅπαντες ἔσεσθε; 14.3εἰ μὲν τοίνυν μηδένα καιρὸν οἴεσθ’ἥξειν ὃς εἴσω τῆς εἰρωνείας ἀφίξεται ταύτης, καλῶς ἂν ἔχοι τοῦτον τὸν τρόπον διάγειν · εἰ δὲ τὰ πράγμαθ’ὁρᾶτ’ἐγγυτέρω προσάγοντα, δεῖ σκοπεῖσθαι ὅπως μὴ πλησίον αὐτοῖς μαχεῖσθε, ἃ πόρρωθεν ἔξεστι φυλάξασθαι, καὶ τοὺς νῦν περιοφθέντας ἐφηδομένους ὕστερον ἕξεθ’οἷς ἂν πάσχητε. 15.1περὶ μὲν τῶν παρόντων, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων τῇ πόλει, καίπερ οὐκ ἐχόντων ὡς δεῖ, οὐ πάνυ μοὶ δοκεῖ τῶν χαλεπῶν εἶναι ζητῆσαι τί ἄν τις πράξας βελτίω ποιήσειεν. ὅντινα μέντοι χρὴ τρόπον πρὸς ὑμᾶς εἰπεῖν περὶ αὐτῶν, τοῦτο παμπόλλην δυσκολίαν ἔχειν νομίζω, οὐχ ὡς οὐ συνησόντων ὅ τι ἄν τις λέγῃ, ἀλλ’οὕτω πολλὰ καὶ ψευδῆ καὶ πάντα μᾶλλον ἢ τὰ βέλτιστα τοῖς πράγμασιν συνειθίσθαι μοι δοκεῖτ’ἀκούειν, ὥστε δέδοικα μὴ τῷ νῦν τὰ βέλτιστ’εἰπόντι, ἣν τοῖς ἐξηπατηκόσιν προσῆκεν ἀπέχθειαν ὑπάρχειν παρ’ὑμῶν, ταύτην ἀπενέγκασθαι συμβῇ. 15.2ὁρῶ γὰρ ὑμᾶς πολλάκις οὐ τοὺς αἰτίους τῶν πραγμάτων μισοῦντας, ἀλλὰ τοὺς ὑστάτους περὶ αὐτῶν εἰπόντας τι πρὸς ὑμᾶς. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀκριβῶς ταῦτα λογιζόμενος, ὅμως οἶμαι δεῖν πάντα παρεὶς τα- τἄλλα περὶ αὐτῶν τῶν παρόντων ἃ κράτιστα νομίζω λέγειν. 16.1ἐβουλόμην ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ᾗ πρὸς τοὺς ἄλλους ἅπαντας εἰώθατε προσφέρεσθαι φιλανθρωπίᾳ, ταύτῃ καὶ πρὸς ὑμᾶς αὐτοὺς χρῆσθαι · νυνὶ δ’ἀμείνους ἐστὲ τὰ τῶν ἄλλων δείν’ἐπανορθοῦν ἢ τῶν ὑμῖν αὐτοῖς συμβαινόντων φροντίζειν. ἴσως μὲν οὖν αὐτὸ τοῦτό τις ἂν φήσειε μέγιστον ἔπαινον φέρειν τῇ πόλει, τὸ μηδενὸς ἕνεκα κέρδους ἰδίου πολλοὺς κινδύνους ὑπὲρ αὐτοῦ τοῦ δικαίου προῃρῆσθαι. ἐγὼ δὲ ταύτηντ’ἀληθῆ τὴν δόξαν εἶναι νομίζω κατὰ τῆς πόλεως καὶ βούλομαι, κα- κἀκεῖνο δ’ὑπολαμβάνω σωφρόνων ἀνθρώπων ἔργον εἶναι, ἴσην πρόνοιαν τῶν αὑτοῖς οἰκείων ὅσηνπερ τῶν ἀλλοτρίων ποιεῖσθαι, ἵνα μὴ φιλάνθρωποι μόνον, ἀλλὰ καὶ νοῦν ἔχοντες φαίνησθε. 17.1ἴσως, ὦ ἄνδρες Ἀθηναῖοι, προσήκει τῷ βουλομένῳ τι παραινεῖν ὑμῖν οὕτω πειρᾶσθαι λέγειν ὡς καὶ δυνήσεσθ’ὑπομεῖναι · εἰ δὲ μὴ τοῦτο, ἀφέντα τοὺς ἄλλους ἅπαντας λόγους, περὶ αὐτῶν ὧν σκοπεῖτε συμβουλεύειν, καὶ ταῦθ’ὡς διὰ βραχυτάτων. οὐ γὰρ ἐνδείᾳ μοι δοκεῖτε λόγων οὐ δὲ νῦν ὁρᾶν τὰ πράγματα πάντα λελυμασμένα, ἀλλὰ τῷ τοὺς μὲν ἑαυτῶν ἕνεκα δημηγορεῖν καὶ πολιτεύεσθαι, τοὺς δὲ μήπω τούτου δεδωκότας πεῖραν μᾶλλον ὅπως εὖ δόξουσι λέγειν σπουδάζειν, ἢ πῶς ἔργον ἐξ ὧν λέγουσί τι συμφέρον πραχθήσεται. ἐγὼ δ’ἵνα μὴ λάθω το- τοὐναντίον οὗ φημὶ δεῖν αὐτὸς ποιῶν, καὶ πλείω περὶ τῶν ἄλλων ἢ περὶ ὧν ἀνέστην λέγων, ἀφεὶς τα- τἄλλα πάντα, ἃ παραινῶ καὶ δὴ πειράσομαι πρὸς ὑμᾶς εἰπεῖν. 18.1δοκεῖτέ μοι δικαίως ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, προσέχειν τὸν νοῦν, εἴ τις ὑπόσχοιθ’ὑμῖν τα- ταὐτὰ δίκαια καὶ συμφέροντα δείξειν ὄνθ’ὑπὲρ ὧν βουλευόμεθα. ἐγὼ τοίνυν οἴομαι τοῦτο ποιήσειν οὐ χαλεπῶς, ἂν ὑμεῖς βραχύ τί μοι πεισθῆτε πάνυ. μὴ πάντα, ὡς ἕκαστος ἔχει γνώμης ὑμῶν περὶ τῶν παρόντων, ὀρθῶς ἐγνωκέναι πεπείσθω, ἀλλ’ἐὰν παρὰ ταῦτά τι συμβαίνῃ λέγεσθαι, σκοπείτω πάνθ’ὑπομείνας ἀκοῦσαι, εἶτ’ἂν ὀρθῶς εἰρῆσθαί τι δοκῇ, χρήσθω. οὐ γὰρ ἧττον ὑμέτερον ἔσται τῶν χρησαμένων τὸ κατορθωθὲν ἢ τοῦ πρὸς ὑμᾶς εἰπόντος. ἡ μὲν οὖν ἀρχὴ τοῦ σκοπεῖν ὀρθῶς ἐστιν μὴ βεβουλεῦσθαι πρὶν ἐξ ὧν δεῖ βουλεύσασθαι ἀκοῦσαι. οὐ γὰρ αὑτὸς οὔτε καιρὸς οὔτε τρόπος τοῦτ’ἐπικυρῶσαι τὰ δοκοῦντα καὶ τοῦ σκέψασθαι τί πρῶτον δοκεῖ συμφέρειν. 19.1μεθ’ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, παρελήλυθα βουλευσόμενος, πότερον χρή με λέγειν ἢ μή. διὸ δ’αὐτὸς τοῦτ’ἀπορῶ κρῖναι, φράσω πρὸς ὑμᾶς. ἀναγκαῖον εἶναί μοι δοκεῖ τῷ μήθ’αὑτῷ μήτε τισὶν χαρίσασθαι βουλομένῳ, ἀλλ’ὑπὲρ ὑμῶν εἰπεῖν ἃ πέπεικεν ἑαυτὸν μάλιστα συμφέρειν, καὶ συνειπεῖν ἃ καλῶς λέγουσιν ἀμφότεροι, καὶ το- τοὐναντίον ἀντειπεῖν ὅσα μὴ δίκαι’ἀξιοῦσιν. εἰ μὲν οὖν ὑμεῖς ὑπομείναιτ’ἀκοῦσαι ταῦτ’ἀμφότερα διὰ βραχέων, πολλῷ βέλτιον ἂν περὶ τῶν λοιπῶν βουλεύσαισθε · εἰ δὲ πρὶν μαθεῖν ἀποσταίητε, γένοιτ’ἂν ἐμοὶ μηδετέρους ἀδικοῦντι πρὸς ἀμφοτέρους διαβεβλῆσθαι. τοῦτο δ’οὐχὶ δίκαιός εἰμι παθεῖν. ἐὰν μὲν οὖν κελεύητε, ἕτοιμός εἰμι λέγειν · εἰ δὲ μή, καὶ σιωπᾶν ἔχει μοι καλῶς. 20.1καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφέρον ὑμῖν ἡγοῦμαι τὰς μὲν αἰτίας καὶ τὰς κατηγορίας, ὅταν βουλεύεσθαι δέῃ, παραλείπειν, περὶ τῶν παρόντων δὲ λέγειν ὅ τι βέλτιστον ἕκαστος ἡγεῖται. ὅτι μὲν γάρ τινων αἰτίων ὄντων κακῶς τὰ πράγματ’ἔχει, πάντες ἐπιστάμεθα · ἐξ ὅτου δὲ τρόπου βελτίω δύναιτ’ἂν γενέσθαι, τοῦτο τοῦ συμβουλεύοντος ἔργον εἰπεῖν. 20.2ἔπειτ’ἔγωγε νομίζω καὶ κατηγόρους εἶναι τῶν ἀδικούντων χαλεποὺς οὐ τοὺς ἐν τοιούτοις καιροῖς ἐξετάζοντας τὰ πεπραγμένα, ὅτ’οὐδεμίαν δώσουσι δίκην, ἀλλὰ τοὺς τοιοῦτό τι συμβουλεῦσαι δυνηθέντας ἀφ’οὗ βελτίω τὰ παρόντα γένοιτ’ἄν · διὰ γὰρ τούτους ἐφ’ἡσυχίας καὶ παρ’ἐκείνων ἐγγένοιτ’ἂν ὑμῖν δίκην λαβεῖν. 20.3τοὺς μὲν οὖν ἄλλους λόγους πάντας περιέργους ἡγοῦμαι, ἃ δ’ἂν οἶμαι συνενεγκεῖν περὶ ὧν νυνὶ σκοπεῖτε, ταῦτ’εἰπεῖν πειράσομαι, τοσοῦτον ἀξιώσας μόνον · ἂν ἄρα του μεμνῶμαι τῶν πεπραγμένων, μὴ κατηγορίας μ’ἕνεχ’ἡγεῖσθε λέγειν, ἀλλ’ἵνα δείξας ἃ τόθ’ἡμάρτετε, νῦν ἀποτρέψω τα- ταὐτὰ παθεῖν. 21.1εἰ καὶ τὸν ἄλλον χρόνον, ὦ ἄνδρες Ἀθηναῖοι, μηδενὶ συμπολιτευόμενοι τοσαύτην ἤγομεν ἡσυχίαν ὅσηνπερ ἐν τῷ παρόντι, οὔτε τὰ νῦν ἂν γεγενημένα συμβῆναι νομίζω, τῶντ’ἄλλων οἶμαι πολλὰ βέλτιον ἂν ἡμῖν ἔχειν. νῦν δ’ὑπὸ τῆς ἐνίων ἀσελγείας οὔτε παρελθεῖν οὔτ’εἰπεῖν οὔθ’ὅλως λόγου τυχεῖν ἔστιν. 21.2ὅθεν συμβαίνει πολλὰ καὶ οὐκ ἐπιτήδει’ἴσως. εἰ μὲν οὖν ἀεὶ τα- ταὐτά, πυνθάνεσθαι, καὶ σκοπεῖν ὅ τι χρὴ ποιῆσαι, καὶ πάσχειν οἷάπερ νυνὶ βούλεσθε, ψηφιεῖσθ’ἅπερ ἐκ τῶν παρεληλυθότων χρόνων, καθέλκειν τριήρεις, ἐμβαίνειν, εἰσφέρειν, πάντα ταῦτ’ἤδη · ἃ τριῶν ἡμερῶν ἢ πέντε, ἂν σιωπηθῇ τὰ παρὰ τῶν πολεμίων καὶ σχῶσιν ἡσυχίαν ἐκεῖνοι, πάλιν οὐκέτι καιρὸν εἶναι πράττειν ὑπολήψεσθε. ὅπερ, ἡνίκ’ἐν Ἑλλησπόντῳ Φίλιππον ἠκούσαμεν, συνέβη, καὶ πάλιν ἡνίκ’εἰς Μαραθῶνα τριήρεις αἱ λῃστρίδες προσέσχον. 21.3ὡς γὰρ ἂν χρήσαιτό τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς δυνάμει παρεσκευασμένῃ, οὕτως ὑμεῖς εἰώθατε τῷ βουλεύεσθαι χρῆσθαι, ὀξέως. δεῖ δὲ βουλεύεσθαι μὲν ἐφ’ἡσυχίας, ποιεῖν δὲ τὰ δόξαντα μετὰ σπουδῆς, καὶ λογίσασθαι τοῦθ’ὅτι εἰ μὴ καὶ τροφὴν ἱκανὴν ποριεῖτε καὶ στρατηγόν τινα τοῦ πολέμου νοῦν ἔχοντα προστήσεσθε καὶ μένειν ἐπὶ τῶν οὕτω δοξάντων ἐθελήσετε, ψηφίσμαθ’ὑμῖν περιέσται, καὶ παραναλώσετε μὲν πάνθ’ὅσ’ἂν δαπανήσητε, βελτίω δ’οὐ δ’ὁτιοῦν τὰ πράγματ’ἔσται, κρινεῖτε δ’ὃν ἂν βούλησθ’ὀργισθέντες. ἐγὼ δὲ βούλομαι τοὺς ἐχθροὺς ὑμᾶς ἀμυνομένους ὀφθῆναι πρότερον ἢ τοὺς πολίτας κρίνοντας · οὐ γὰρ ἡμῖν αὐτοῖς πολεμεῖν μᾶλλον ἢ ’κείνοις ἐσμὲν δίκαιοι. 21.4ἵν’οὖν μή, τὸ ῥᾷστον ἁπάντων, ἐπιτιμήσω μόνον, ὃν τρόπον ἄν μοι δοκεῖτε ταῦτα ποιῆσαι διδάξω, δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι μη δ’ἀναβάλλειν νομίσαι με καὶ χρόνον ἐμποιεῖν. οὐ γὰρ οἱ ταχὺ καὶ τήμερον εἰπόντες μάλιστ’εἰς δέον λέγουσιν (οὐ γὰρ ἂν τά γ’ἤδη γεγενημένα κωλῦσαι δυνηθείημεν τῇ νυνὶ βοηθείᾳ), ἀλλ’ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ διαμεῖναι δυνήσεται, τέως ἂν ἢ περιγενώμεθα τῶν ἐχθρῶν ἢ πεισθέντες διαλυσώμεθα τὸν πόλεμον · οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς. 22.1οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ὁμολογῆσαι, ὅτι δεῖ τὴν πόλιν ἡμῶν, ὅταν μὲν περὶ τῶν ἰδίων τινὸς τῶν αὑτῆς βουλεύηται, ἴσην πρόνοιαν ἔχειν τοῦ συμφέροντος ὅσηνπερ τοῦ δικαίου, ὅταν δ’ὑπὲρ τῶν συμμαχικῶν ἢ τῶν κοινῶν, οἷον καὶ τὸ νυνὶ παρόν, μηδενὸς οὕτως ὡς τοῦ δικαίου φροντίζειν. ἐν μὲν γὰρ ἐκείνοις τὸ λυσιτελὲς ἐξαρκεῖ, ἐν δὲ τοῖς τοιούτοις καὶ τὸ καλὸν προσεῖναι δεῖ. 22.2τῶν μὲν γὰρ πράξεων, εἰς οὓς ἂν ἥκωσι, κύριοι καθίστανται · τῆς δ’ὑπὲρ τούτων δόξης οὐδεὶς τηλικοῦτός ἐσθ’ὅστις ἔσται κύριος, ἀλλ’ὁποίαν τιν’ἂν τὰ πραχθέντ’ἔχῃ δόξαν, τοιαύτην οἱ πολλοὶ περὶ τῶν πραξάντων διήγγειλαν. διὸ δεῖ σκοπεῖν καὶ προσέχειν ὅπως δίκαια φανεῖται. 22.3χρῆν μὲν οὖν οὕτως ἅπαντας ἔχειν τὴν διάνοιαν περὶ τῶν ἀδικουμένων ὥσπερ ἄν, εἴ τι γένοιτο, ὃ μὴ συμβαίη, τοὺς ἄλλους ἀξιώσειε πρὸς αὑτὸν ἕκαστος ἔχειν. ἐπειδὴ δὲ καὶ παρὰ τὴν αὑτῶν γνώμην ἐναντιοῦνταί τινες, μικρὰ πρὸς τούτους εἰπών, ἃ βέλτισθ’ὑμῖν ὑπολαμβάνω, ταῦτ’ἤδη συμβουλεύσω. 23.1οὐ μικρὰν ἄν μοι δοκεῖτ’, ὦ ἄνδρες Ἀθηναῖοι, ζημίαν νομίσαι, εἴ τις ἀηδὴς δόξα καὶ μὴ προσήκουσα τῇ πόλει παρὰ τοῖς πολλοῖς περιγίγνοιτο. τοῦτο τοίνυν οὕτω καλῶς ἐγνωκότες οὐκ ἀκόλουθα ποιεῖτε τὰ λοιπά, ἀλλ’ὑπάγεσθ’ἑκάστοτε πράττειν ἔνια, ἃ οὐ δ’ἂν αὐτοὶ φήσαιτε καλῶς ἔχειν. ἐγὼ δ’οἶδα μὲν τοῦθ’ὅτι τοὺς ἐπαινοῦντας ἥδιον προσδέχονται πάντες τῶν ἐπιτιμώντων · οὐ μὴν οἴομαι δεῖν, ταύτην τὴν φιλανθρωπίαν διώκων, λέγειν παρ’ἃ συμφέρειν ὑμῖν ἡγοῦμαι. 23.2τὴν μὲν ἀρχὴν εἰ καλῶς ἐγιγνώσκετε, οὐδὲν δεῖν κοινῇ ποιεῖν ὑποληπτέον ἦν ὧν ἰδίᾳ μέμφεσθε, ἵνα μὴ συνέβαινεν ὅπερ νυνὶ γίγνεται · περιιὼν μὲν ἕκαστος “ὡς αἰσχρὰ καὶ δεινά” λέγει καὶ “μέχρι τοῦ προβήσεται τὰ πράγματα”; συγκαθεζόμενος δ’αὐτὸς ἕκαστός ἐστι τῶν τὰ τοιαῦτα ποιούντων. ἐγὼ μὲν οὖν ἐβουλόμην ἄν, ὥσπερ ὅτι ὑμῖν συμφέρει τοῦ τὰ βέλτιστα λέγοντος ἀκούειν οἶδα, οὕτως εἰδέναι συνοῖσον καὶ τῷ τὰ βέλτιστ’εἰπόντι · πολλῷ γὰρ ἂν ἥδιον εἶχον. νῦν δὲ φοβοῦμαι μέν, ὅμως δ’ἅ γε πιστεύω χρηστὰ φανεῖσθαι, κα- κἂν ὑμεῖς μὴ πεισθῆτε, οὐκ ἀποτρέψομαι λέγειν. 24.1εἰ καὶ μηδὲν ἄλλο τις, ὦ ἄνδρες Ἀθηναῖοι, πρότερον παρ’ὑμῖν εἰρηκὼς εἴη, νῦν γε λέγων περὶ ὧν οὐκ ὀρθῶς ἐγκαλοῦσιν οἱ πρέσβεις τῇ πόλει, παρὰ πάντων ἄν μοι δοκεῖ δικαίως συγγνώμης τυχεῖν. καὶ γὰρ ἐν ἄλλοις μέν τισιν ἡττᾶσθαι τῶν ἐναντίων οὐχ οὕτως ὄνειδος ὡς ἀτύχημ’ἂν φανείη · καὶ γὰρ τῇ τύχῃ καὶ τοῖς ἐφεστηκόσι καὶ πολλοῖς μέτεστι τοῦ καλῶς ἢ μὴ ἀγωνίσασθαι · ἐν δὲ τῷ τὰ δίκαι’ὑπὲρ αὑτῶν μὴ ἔχειν ἀξίως τῶν ὑπαρχόντων εἰπεῖν αὐτῆς τῆς γνώμης τῆς τῶν τοῦτο παθόντων τὸ ὄνειδος εὑρήσομεν. 24.2εἰ μὲν οὖν ἕτεροί τινες ἦσαν ἐν οἷς ἐγίγνονθ’οἱ λόγοι περὶ ὑμῶν, οὔτε τούτους ἂν οἶμαι ῥᾳδίως οὕτω ψεύδεσθαι, οὔτε τοὺς ἀκούοντας πολλὰ τῶν εἰρημένων ἀνασχέσθαι. νῦν δὲ τα- τἄλλατ’οἶμαι τῆς ὑμετέρας πλεονεκτοῦσιν εὐηθείας ἅπαντες, καὶ δὴ καὶ τοῦτο νῦν οὗτοι · ἀκροαταῖς γὰρ ἐχρήσαντο καθ’ὑμῶν ὑμῖν οἵοις οὐδέσιν ἂν τῶν ἄλλων, ἀκριβῶς οἶδα τοῦτ’ἐγώ. 24.3ἄξιον δ’εἶναί μοι δοκεῖ διὰ ταῦτα τοῖς θεοῖς χάριν ὑμᾶς ἔχειν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τούτους μισεῖν. τὸ μὲν γὰρ ὁρᾶν τούτους τὸν Ῥοδίων δῆμον, τὸν πολὺ τούτων ποτ’ἀσελγεστέρους λόγους λέγοντα πρὸς ὑμᾶς, ἱκέτην ὑμέτερον γεγενημένον εὐτύχημ’εἶναι νομίζω τῆς πόλεως · τὸ δὲ τοὺς ἀνοήτους τούτους μήτε τοῦτο λογίζεσθαι, παρὸν οὕτως ἐναργὲς ἰδεῖν, μήθ’ὅτι πολλάκις καθ’ἕν’αὐτῶν ἕκαστον ὑμεῖς σεσῴκατε, καὶ πλείω πράγματ’ἐσχήκατε τὴν τούτων θρασύτητα καὶ κακοδαιμονίαν ἐπανορθοῦντες, ἐπειδὰν δι’ἑαυτοὺς ἀνέλωνται πόλεμον, ἢ τὰ ὑμέτερ’αὐτῶν πράττοντες, τοῦτο παμπόλλην ὑμῖν ὀργὴν εἰκότως ἂν παραστῆσαί μοι δοκεῖ. 24.4οὐ μὴν ἀλλ’ἴσως τούτοις μὲν εἵμαρται μηδέποτ’εὖ πράττουσιν εὖ φρονῆσαι · ἡμῖν δὲ προσήκει καὶ δι’ἡμᾶς αὐτοὺς καὶ διὰ τα- τἄλλ’ἃ πέπρακται τῇ πόλει, σπουδάσαι δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ πρότερον καὶ νῦν καὶ ἀεὶ ἡμεῖς μὲν τὰ δίκαια προαιρούμεθα πράττειν, ἕτεροι δέ τινες καταδουλοῦσθαι βουλόμενοι τοὺς αὑτῶν πολίτας διαβάλλουσιν πρὸς ἡμᾶς. 25.1εἰ μετὰ τῆς αὐτῆς γνώμης, ὦ ἄνδρες Ἀθηναῖοι, τούςτε λόγους ἠκούετε τῶν συμβουλευόντων καὶ τὰ πράγματ’ἐκρίνετε, πάντων ἀσφαλέστατον ἦν ἂν τὸ συμβουλεύειν. καὶ γὰρ εὐτυχῶς καὶ ἄλλως πράξασι (λέγειν γὰρ εὐφήμως πάντα δεῖ) κοίν’ἂν ἦν τὰ τῆς αἰτίας ὑμῖν καὶ τῷ πείσαντι. νῦν δ’ἀκούετε μὲν τῶν ἃ βούλεσθε λεγόντων ἥδιστα, αἰτιᾶσθε δὲ πολλάκις ἐξαπατᾶν ὑμᾶς αὐτούς, ἐὰν μὴ πάνθ’ὃν ἂν ὑμεῖς τρόπον βούλησθε γένηται, οὐ λογιζόμενοι τοῦθ’ὅτι τοῦ μὲν ζητῆσαι καὶ λογίσασθαι τὰ βέλτιστα, ὡς ἄνθρωπος, καὶ πρὸς ὑμᾶς εἰπεῖν αὐτὸς ἕκαστός ἐστιν κύριος, τοῦ δὲ πραχθῆναι ταῦτα καὶ συνενεγκεῖν ἐν τῇ τύχῃ τὸ πλεῖστον μέρος γίγνεται. 25.2ἔστιν δ’ἄνθρωπον ὄντ’ἀγαπητὸν τῆς αὑτοῦ διανοίας λόγον ὑπέχειν · τῆς δὲ τύχης πρὸς ὑποσχεῖν ἕν τι τῶν ἀδυνάτων. 25.3εἰ μὲν οὖν ηὑρημένον ἦν πῶς ἄν τις ἀσφαλῶς ἄνευ κινδύνου δημηγοροίη, μανία παραλείπειν τοῦτον ἂν ἦν τὸν τρόπον · ἐπεὶ δ’ἀνάγκη τὸν περὶ τῶν μελλόντων πραγμάτων γνώμην ἀποφαινόμενον καὶ μετέχειν τῆς ἀπὸ τούτων αἰτίας, αἰσχρὸν ἡγοῦμαι λέγειν μὲν ὡς εὔνους, μὴ ὑπομένειν δέ, εἴ τις ἐκ τούτου κίνδυνος ἔσται. εὔχομαι δὲ τοῖς θεοῖς, ἃ καὶ τῇ πόλει κα- κἀμοὶ συμφέρειν μέλλει, ταῦτ’ἐμοίτ’εἰπεῖν ἐλθεῖν ἐπὶ νοῦν καὶ ὑμῖν ἑλέσθαι. τὸ γὰρ πάντα τρόπον ζητεῖν νικῆσαι, δυοῖν τα- θάτερον, ἢ μανίας ἢ κέρδους ἕνεκ’ἐσπουδακότος φήσαιμ’ἂν εἶναι. 26.1εἴη μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ περὶ ὧν νυνὶ τυγχάνετ’ἐκκλησιάζοντες καὶ περὶ τῶν ἄλλων ἁπάντων τα- ταὐτὰ καὶ δοκοῦντα βέλτισθ’ὑμῖν εἶναι καὶ ὄνθ’ὡς ἀληθῶς. δεῖ μέντοι περὶ πραγμάτων μεγάλων βουλευομένους καὶ κοινῶν, ἁπάντων ἐθέλειν ἀκούειν τῶν συμβουλευόντων, ὡς ἐμοὶ δοκεῖ, ἐνθυμουμένους ὅτι αἰσχρόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν μὲν βουλομένων τι παραινεῖν ἐνίων θορυβεῖν, ὕστερον δὲ κατηγορούντων τῶν αὐτῶν τούτων τῶν πεπραγμένων ἡδέως ἀκούειν. 26.2ἐγὼ γὰρ οἶδα, νομίζω δὲ καὶ ὑμᾶς, ὅτι νῦν μὲν ἀρέσκουσι μάλισθ’ὑμῖν οἱ τα- ταὔθ’οἷς ὑμεῖς βούλεσθε λέγοντες · ἂν δέ τι συμβῇ παρ’ἃ νῦν οἴεσθε, ὃ μὴ συμβαίη, τούτους μὲν ἐξηπατηκέναι νομιεῖθ’ὑμᾶς, ὧν δὲ νῦν οὐκ ἀνέχεσθε, τότ’ὀρθῶς δόξουσι λέγειν. ἔστι δὲ τοῖς μάλιστα πεπεικόσιν ὑμᾶς ταῦτ’ἐφ’ὧν νῦν ἐστε, τούτοις καὶ μάλιστα συμφέρον τὸ λόγου τυχεῖν τοὺς ἀντιλέγοντας. 26.3ἂν μὲν γὰρ διδάξαι δυνηθῶσιν ὡς οὐκ ἔστιν ἄρισθ’ἃ τούτοις δοκεῖ, ὅτ’οὐδὲν ἡμάρτηταί πω, τοῦτο πράξαντες ἀθῴους τοῦ κινδύνου ποιήσουσιν αὐτούς. ἐὰν δὲ μὴ δυνηθῶσιν, οὔκουν ὕστερόν γ’ἐπιτιμᾶν ἕξουσιν, ἀλλ’ὅσ’ἀνθρώπων ἦν ἔργον, ἀκοῦσαι, τούτων τετυχηκότες, ἂν ἡττῶνται δικαίως στέρξουσιν, καὶ μεθ’ἁπάντων τῶν ἀποβαινόντων, ὁποῖ’ἄττ’ἂν ᾖ, κοινωνήσουσιν. 27.1οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τηλικούτων βουλευομένους διδόναι παρρησίαν ἑκάστῳ τῶν συμβουλευόντων. ἐγὼ δ’οὐδεπώποθ’ἡγησάμην χαλεπὸν τὸ διδάξαι τὰ βέλτισθ’ὑμᾶς (ὡς γὰρ ἁπλῶς εἰπεῖν, πάντες ὑπάρχειν ἐγνωκότες ἔμοιγε δοκεῖτε), ἀλλὰ τὸ πεῖσαι πράττειν ταῦτα · ἐπειδὰν γάρ τι δόξῃ καὶ ψηφισθῇ, τότ’ἴσον τοῦ πραχθῆναι ἀπέχει ὅσονπερ πρὶν δόξαι. 27.2ἔστιν μὲν οὖν ὧν ἐγὼ νομίζω χάριν ὑμᾶς τοῖς θεοῖς ὀφείλειν, τὸ τοὺς διὰ τὴν αὑτῶν ὕβριν ὑμῖν πολεμήσαντας οὐ πάλαι, νῦν ἐν ὑμῖν μόνοις τῆς αὑτῶν σωτηρίας ἔχειν τὰς ἐλπίδας. ἄξιον δ’ἡσθῆναι τῷ παρόντι καιρῷ · συμβήσεται γὰρ ὑμῖν, ἂν ἃ χρὴ βουλεύσησθ’ὑπὲρ αὐτοῦ, τὰς παρὰ τῶν διαβαλλόντων τὴν πόλιν ἡμῶν βλασφημίας ἔργῳ μετὰ δόξης καλῆς ἀπολύσασθαι. 28.1αἱ μὲν ἐλπίδες, ὦ ἄνδρες Ἀθηναῖοι, μεγάλαι καὶ καλαὶ τῶν προειρημένων, πρὸς ἃς οἴομαι τοὺς πολλοὺς ἄνευ λογισμοῦ τι πεπονθέναι. ἐγὼ δ’οὐδεπώποτ’ἔγνων ἕνεκα τοῦ παραχρῆμ’ἀρέσαι λέγειν τι πρὸς ὑμᾶς, ὅ τι ἂν μὴ καὶ μετὰ ταῦτα συνοίσειν ἡγῶμαι. ἔστι μὲν οὖν τὸ κοινὸν ἔθος τῶν πλείστων τοὺς μὲν συνεπαινοῦντας ἑαυτοῖς ὅ τι ἂν πράττωσι φιλεῖν, πρὸς δὲ τοὺς ἐπιτιμῶντας ἀηδῶς ἔχειν. οὐ μὴν ἀλλὰ δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν. 28.2ἐγὼ δ’ἡδέως μὲν ἂν ἑώρων, ἃ καὶ συνοίσειν ἔμελλε, ταῦτ’ἐν ἡδονῇ πράττειν ὄνθ’ὑμῖν, ἵνα καὶ χαριζόμενος καὶ χρηστὰ λέγων ἐφαινόμην. ἐπειδὴ δὲ τα- τἀναντί’ὁρῶ τούτων ἐπιχειροῦντας ὑμᾶς, οἴομαι δεῖν ἀντειπεῖν, εἰ καί τισιν μέλλω ἀπεχθήσεσθαι. ἂν μὲν οὖν μη δ’ὑπομείνητ’ἀκοῦσαι μη δὲ ἕν, οὐ τῷ δοκιμάζοντες διαμαρτεῖν, ἀλλὰ τῷ φύσει πονήρ’ἐπιθυμεῖν πράττειν τοιαῦτα προαιρεῖσθαι δόξετε. ἐὰν δ’ἀκούσητε, τυχὸν μὲν ἴσως κα- κἂν μεταπεισθείητε, ὃ μάλιστ’ἐγὼ νομίζω συνενεγκεῖν ἂν ὑμῖν · εἰ δὲ μή, οἱ μὲν ἀγνοεῖν τὸ συμφέρον, οἱ δὲ — ὅ τι ἄν τις βούληται, τοῦτ’ἐρεῖ. 29.1πρῶτον μὲν οὐδέν ἐστιν καινόν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς δόξασιν παρ’ὑμῖν εἶναί τινας οἵτινες ἀντεροῦσιν, ἐπειδὰν πράττειν τι δέῃ. εἰ μὲν οὖν ἀποδόντων ὑμῶν λόγον αὐτοῖς, ὅτ’ἐβουλεύεσθε, τοῦτ’ἐποίουν, τούτων ἂν ἦν ἄξιον κατηγορεῖν, εἰ περὶ ὧν ἥττηντ’ἐβιάζοντο πάλιν λέγειν · νῦν δὲ τούτους μὲν οὐδέν ἐστ’ἄτοπον εἰπεῖν βουληθῆναι ταῦθ’ἃ τότ’οὐχ ὑπεμείνατ’ἀκοῦσαι, ὑμῖν δ’ἄν τις εἰκότως ἐπιτιμήσειεν, ἄνδρες Ἀθηναῖοι, ὅτι ὁπόταν περί του βουλεύησθε, οὐκ ἐᾶτε λέγειν ἕκαστον ἃ γιγνώσκει, ἀλλ’ἂν ἕτεροι τῷ λόγῳ προλάβωσιν ὑμᾶς, οὐδὲν ἂν τῶν ἑτέρων ἀκούσαιτε. 29.2ἐκ δὲ τούτου συμβαίνει πρᾶγμ’ἀηδὲς ὑμῖν. οἷς γὰρ πρὶν ἁμαρτεῖν ὑμῖν ἐξῆν συμβουλεύουσιν πείθεσθαι, τούτους ὕστερον κατηγοροῦντας ἐπαινεῖτε. 29.3τα- ταὐτὸ δὴ τοῦτό μοι πάλιν δοκεῖτε πείσεσθαι, εἰ μὴ παρασχόντες ἴσους ἀκροατὰς πάντων ὑμᾶς αὐτοὺς ἐν τῷ παρόντι, καὶ τοῦτον τὸν πόνον ὑπομείναντες, ἑλόμενοι τὰ κράτιστα τοὺς ὁτιοῦν τούτοις ἐπιτιμῶντας φαύλους νομιεῖτε. ἐγὼ μὲν δὴ δίκαιον ὑπείληφα πρῶτον ἁπάντων αὐτὸς εἰπεῖν, τί μοι δοκεῖ περὶ ὧν σκοπεῖσθε, ἵνα, ἂν μὲν ὑμῖν ἀρέσκῃ, καὶ τὰ λοιπὰ διδάσκω, εἰ δὲ μή, μήθ’ὑμῖν ἐνοχλῶ μήτ’ἐμαυτὸν κόπτω. 30.1ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸ τοῦ πολεμεῖν ἐσκέφθαι τίς ὑπάρξει παρασκευὴ τῷ γενησομένῳ πολέμῳ · εἰ δ’ἄρα μὴ πρόδηλος ἦν, ὅτε πρῶτον ἐβουλεύεσθ’ὑπὲρ αὐτοῦ φανεροῦ γενομένου, τότε καὶ περὶ τῆς παρασκευῆς ἐσκέφθαι. εἰ δὲ φήσετε πολλὰς ἐγκεχειρικέναι δυνάμεις, ἃς λελυμάνθαι τοὺς ἐπιστάντας, οὐκ ἀποδέξεται τοῦθ’ὑμῶν οὐδείς · οὐ γάρ ἐστι τῶν αὐτῶν τούςτ’ἐπὶ τῶν πραγμάτων ἀπολύειν, καὶ λέγειν ὡς διὰ τούτους κακῶς ταῦτ’ἔχει. 30.2ἐπειδὴ δὲ τὰ μὲν παρεληλυθότ’οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δ’ἐκ τῶν παρόντων ἐπαμῦναι τοῖς πράγμασιν, τοῦ μὲν κατηγορεῖν οὐδένα καιρὸν ὁρῶ, πειράσομαι δ’ἃ κράτιστα νομίζω, συμβουλεῦσαι. πρῶτον μὲν οὖν ὑμᾶς ἐκεῖν’ἐγνωκέναι δεῖ, ὅτι τὴν ἴσην ὑπερβολὴν τῆς σπουδῆς καὶ φιλονικίας ἐπὶ τοῖς πράγμασι πάντ’ἄνδρα παρασχέσθαι δεῖ, ὅσηνπερ ἐκ τῶν ἄνωθεν χρόνων ἀμελείας · μόλις γὰρ οὕτως ἐλπὶς ἐκ πολλοῦ διώκοντας τὰ προειμέν’ἑλεῖν δυνηθῆναι. 30.3ἔπειτ’οὐκ ἀθυμητέον τοῖς γεγενημένοις · ὃ γάρ ἐστιν τῶν παρεληλυθότων χείριστον, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. τί οὖν τοῦτ’ἔστιν; ὅτι οὐδὲν ὑμῶν τῶν δεόντων ποιούντων κακῶς ἔχει τὰ πράγματα · ἐπεὶ εἴ γε πάνθ’ἃ προσῆκε πραττόντων οὕτως εἶχεν, οὐ δ’ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω. 31.1οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπώτερον ἢ τοῖς αὐτοῖς ἔθεσιν ἐπιτιμᾶντε καὶ χρῆσθαι τοὺς δημηγοροῦντας. τὸ γὰρ στασιάζειν πρὸς αὑτοὺς καὶ κατηγορεῖν ἀλλήλων ἄνευ κρίσεως, οὐδείς ἐστιν οὕτως ἀγνώμων ὅστις οὐ φήσειεν ἂν βλάβην εἶναι τοῖς πράγμασιν. ἐγὼ δ’οἴομαι τούτους μὲν ἂν εἶναι βελτίους, εἰ τὴν πρὸς αὑτοὺς φιλονικίαν ἐπὶ τοὺς τῆς πόλεως ἐχθροὺς τρέψαντες ἐδημηγόρουν · ὑμῖν δὲ παραινῶ μὴ συστασιάζειν μηδετέροις τούτων, μη δ’ὅπως ἅτεροι κρατήσουσι σκοπεῖν, ἀλλ’ὅπως ὑμεῖς ἅπαντες τῶν ἐχθρῶν περιέσεσθε. 31.2εὔχομαι δὲ τοῖς θεοῖς τοὺς ἢ φιλονικίας ἢ ἐπηρείας ἤ τινος ἄλλης ἕνεκ’αἰτίας ἄλλο τι, πλὴν ἅ ποθ’ἡγοῦνται συμφέρειν, λέγοντας παύσασθαι · τὸ γὰρ καταρᾶσθαι συμβουλεύοντ’ἴσως ἔστ’ἄτοπον. αἰτιασαίμην μὲν οὖν ἔγωγ’ἂν οὐδέν’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ κακῶς τὰ πράγματ’ἔχειν ἀλλ’ἢ πάντας τούτους · οἴομαι δὲ δεῖν παρὰ μὲν τούτων ἐφ’ἡσυχίας λόγον ὑμᾶς λαβεῖν, νῦν δ’ὑπὲρ τῶν παρόντων, ὅπως ἔσται βελτίω, σκοπεῖν. 32.1ἐβουλόμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην σπουδὴν ἐνίους τῶν λεγόντων ποιεῖσθαι ὅπως τὰ βέλτιστ’ἐροῦσιν, ὅσηνπερ ὅπως εὖ δόξουσι λέγειν, ἵν’οὗτοι μὲν ἀντὶ τοῦ δεινοὶ λέγειν ἐπιεικεῖς ἐνομίζοντ’εἶναι, τὰ δ’ὑμέτερα, ὥσπερ ἐστὶν προσῆκον, βέλτιον εἶχεν. νῦν δ’ἔνιοί μοι δοκοῦσι παντάπασι τὴν ἀπὸ τοῦ λόγου δόξαν ἠγαπηκότες τῶν μετὰ ταῦτα συμβησομένων ὑμῖν μηδὲν φροντίζειν. 32.2καὶ δῆτα θαυμάζω, πότερά ποθ’οἱ τοιοῦτοι λόγοι τὸν λέγονθ’ὁμοίως πεφύκασιν ἐξαπατᾶν ὥσπερ πρὸς οὓς ἂν λέγωνται, ἢ συνιέντες οὗτοι τα- τἀναντία τοῖς δοκοῦσιν ἑαυτοῖς εἶναι βελτίστοις δημηγοροῦσιν. εἰ μὲν γὰρ ἀγνοοῦσιν ὅτι τὸν μέλλοντα πράξειν τὰ δέοντα οὐκ ἐπὶ τῶν λόγων θρασύν, ἀλλ’ἐπὶ τῆς παρασκευῆς ἰσχυρὸν εἶναι δεῖ, οὐ δ’ἐπὶ τῷ τοὺς ἐχθροὺς μὴ δυνήσεσθαι θαρρεῖν, ἀλλ’ἐπὶ τῷ κα- κἂν δύνωνται κρατήσειν, τὰ τῶν λόγων ἀστεῖ’ὡς ἔοικεν τοῦ τὰ μέγιστ’αἰσθάνεσθαι κεκώλυκεν αὐτούς. εἰ δὲ ταῦτα μὲν μη δ’ἂν φήσαιεν ἀγνοεῖν, πρόφασις δ’ἄλλη τις ὕπεστι δι’ἣν ταῦτα προαιροῦνται, πῶς οὐ χρὴ φαύλην ταύτην ὑπολαμβάνειν, ἥτις ποτ’ἐστίν; 32.3ἐγὼ δ’οὐκ ἀποτρέψομαι λέγειν ἃ δοκεῖ μοι, καίπερ οὕτως ὁρῶν ἠγμένους ὑμᾶς · καὶ γὰρ εὔηθες, λόγῳ ψυχαγωγηθέντων ὑμῶν οὐκ ὀρθῶς, λόγον αὖ τὸν μέλλοντα βελτίω λέγειν καὶ μᾶλλον συμφέρονθ’ὑμῖν καταδεῖσαι. ἀξιῶ δὲ καὶ ὑμᾶς ὑπομεῖναι, ἐνθυμηθέντας ὅτι οὐ δὲ τὰ νῦν δοκοῦντ’ἔδοξεν ἂν ὑμῖν, εἰ μὴ τοὺς λόγους ἠκούσατ’ἐξ ὧν ἐπείσθητε. 32.4ὥσπερ ἂν τοίνυν, εἰ νόμισμ’ἐκρίνεθ’ὁποῖόν τί ποτ’ἐστίν, δοκιμάσαι δεῖν ἂν ᾠήθητε, οὕτω καὶ τὸν λόγον ἀξιῶ τὸν εἰρημένον ἐξ ὧν ἀντειπεῖν ἡμεῖς ἔχομεν σκεψαμένους, ἐὰν μὲν συμφέρονθ’εὕρητε, ἀγαθῇ τύχῃ πείθεσθαι, ἂν δ’ἄρ’ἕκαστα λογιζομένοις ἀλλοιότερος φανῇ, πρὶν ἁμαρτεῖν μεταβουλευσαμένους, τοῖς ὀρθῶς ἔχουσιν χρήσασθαι. 33.1μάλιστα μέν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλοίμην ἂν ὑμᾶς ἃ μέλλω λέγειν πεισθῆναι · εἰ δ’ἄρα τοῦτ’ἄλλῃ πῃ συμβαίνοι, ἐμαυτῷ γ’ἂν εἰρῆσθαι πρὸ παντὸς αὐτὰ δεξαίμην. ἔστι δ’οὐ μόνον, ὡς δοκεῖ, τὸ πρὸς ὑμᾶς εἰπεῖν χαλεπὸν τὰ δέοντα, ἀλλὰ καὶ καθ’αὑτὸν σκοπούμενον εὑρεῖν. γνοίη δ’ἄν τις, εἰ μὴ τὸν λόγον ὑμᾶς, ἀλλὰ τὰ πράγματ’ἐφ’ὧν ἐστε σκέψεσθαι νομίσαι, καὶ πλείω σπουδὴν τοῦ δοκεῖν ἐπιεικὴς εἶναι ἢ τοῦ δεινὸς εἰπεῖν φανῆναι ποιοῖτο. 33.2ἐγὼ γοῦν (οὕτω τί μοι ἀγαθὸν γένοιτο) ἐπειδὴ περὶ τῶν παρόντων ἐπῄει μοι σκοπεῖν, λόγοις μὲν καὶ μάλ’ἀφθόνοις, οὓς οὐκ ἂν ἀηδῶς ἠκούεθ’ὑμεῖς, ἐνετύγχανον. καὶ γὰρ ὡς δικαιότατοι τῶν Ἑλλήνων ἐστέ, πόλλ’ὄντ’εἰπεῖν καὶ ἑώρων καὶ ὁρῶ, καὶ ὡς ἀρίστων προγόνων, καὶ πολλὰ τοιαῦτα. ἀλλὰ ταῦτα μὲν τὸν χρόνον ἡσθῆναι ποιήσανθ’ὅσον ἂν ῥηθῇ, μετὰ ταῦτ’οἴχεται · 33.3δεῖ δὲ πράξεώς τινος τὸν λέγοντα φανῆναι σύμβουλον, δι’ἣν καὶ μετὰ ταῦτ’ἀγαθοῦ τινος ὑμῖν ἔσται παρουσία. τοῦτο δ’ἤδη καὶ σπάνιον καὶ χαλεπὸν πεπειραμένος οἶδ’ὂν εὑρεῖν. οὐ δὲ γὰρ αὔταρκες τὸ ἰδεῖν ἐστι τὰ τοιαῦτα, ἂν μὴ καὶ πεῖσαί τις τοὺς συναρουμένους ὑμᾶς δυνηθῇ. οὐ μὴν ἀλλ’ἐμὸν μὲν ἔργον εἰπεῖν ἴσως ἃ πέπεικ’ἐμαυτὸν συμφέρειν, ὑμέτερον δ’ἀκούσαντας κρῖναι, κα- κἂν ἀρέσκῃ, χρῆσθαι. 34.1οὐκ ἄδηλον ἦν, ὦ ἄνδρες Ἀθηναῖοι, πρῴην, ὅτε τῶν ἀντιλέγειν βουλομένων οἷς ὁ δεῖν’ἔλεγεν οὐκ ᾤεσθ’ἀκούειν χρῆναι, ὅτι συμβήσεται τοῦθ’ὃ νυνὶ γίγνεται, ὅτι οἱ τότε κωλυθέντες ἐροῖεν εἰς ἑτέραν ἐκκλησίαν. ἂν τοίνυν τα- ταὔθ’ἅπερ πρότερον ποιήσητε, καὶ τῶν τοῖς τότε δόξασι συνειπεῖν βουλομένων μὴ ’θελήσητ’ἀκοῦσαι, πάλιν ταῦτ’εἰς τὴν ἑτέραν ἐκκλησίαν οὗτοι λαβόντες τούτων κατηγορήσουσιν. 34.2οὐδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε τὰ πράγματα χείρω γένοιτ’ἄν, οὔθ’ὑμεῖς ἀτοπώτεροι φανείητε, ἢ εἰ μήτε τῶν δοξάντων ὑμῖν πέρας μηδὲν ἔχειν δοκοίη, μήτ’ἀφέντες ἃ μὴ συμφέρει, τῶν πρὸ ὁδοῦ τι περαίνοιτε, εἴητε δ’ὥσπερ τὰ θέατρα τῶν προκαταλαμβανόντων. μηδαμῶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀλλὰ πονήσαντες τὸν πόνον τοῦτον καὶ παρασχόντες ἴσους ἀκροατὰς ἀμφοτέροις ὑμᾶς αὐτοὺς πρῶτον μὲν ἕλεσθ’ὅ τι καὶ ποιήσετε, ἔπειθ’ὑπολαμβάνετε, ἐάν τις ἐναντιῶται τοῖς ἅπαξ οὕτω δοκιμασθεῖσι, πονηρὸν καὶ κακόνουν ὑμῖν. 34.3τὸ μὲν γὰρ λόγου μὴ τυχόντα πεπεῖσθαι βέλτιον τῶν ὑμῖν δοκούντων αὐτὸν ἐντεθυμῆσθαι συγγνώμη · τὸ δ’ἀκουσάντων ὑμῶν καὶ διακρινάντων ἔτ’ἀναισχυντεῖν, καὶ μὴ συγχωρεῖν ἐνδόντα τῇ τῶν πλειόνων γνώμῃ, ἄλλην τιν’ἂν ὑποψίαν οὐχὶ δικαίαν ἔχειν φανείη. ἐγὼ μὲν δὴ σιωπᾶν ἂν ᾤμην δεῖν ἐν τῷ παρόντι, εἰ μένοντας ὑμᾶς ἑώρων ἐφ’ὧν ἔδοξεν · εἰμὶ γὰρ τῶν ἐκεῖνα πεπεισμένων συμφέρειν ὑμῖν · ἐπειδὴ δ’ὑπὸ τῶν παρὰ τούτων λόγων μεταβεβλῆσθαί μοί τινες δοκοῦσιν, ὡς οὔτ’ἀληθῆ λέγουσιν οὔθ’ὑμῖν συμφέροντα, ἴσως μὲν εἰδότας, οὐ μὴν ἀλλ’εἰ καὶ τυγχάνετ’ἀγνοοῦντες, διδάξω. 35.1ἔδει μέν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δίκαιον ἦν τότε πείθειν ὑμᾶς ὅ τι ἄριστον ἕκαστος ἡγεῖτο, ὅτ’ἐβουλεύεσθε τὸ πρῶτον περὶ τούτων, ἵνα μὴ συνέβαινεν ἃ δὴ δύο πάντων ἐστὶν ἀλυσιτελέστατα τῇ πόλει, μήτε πέρας μηδὲν εἶχεν τῶν ὑμῖν δοξάντων, παρανοίαςθ’ὑμεῖς κατεγιγνώσκεθ’ὑμῶν αὐτῶν μεταβουλευόμενοι. ἐπειδὴ δὲ σιωπήσαντες τότε νῦν ἐπιτιμῶσί τινες, βούλομαι μικρὰ πρὸς αὐτοὺς εἰπεῖν. 35.2ἐγὼ γὰρ θαυμάζω τὸν τρόπον τῆς πολιτείας τῆς τούτων, μᾶλλον δ’ἡγοῦμαι φαῦλον. εἰ γὰρ ἐξὸν παραινεῖν ὅταν σκοπῆτε, βεβουλευμένων κατηγορεῖν αἱροῦνται, συκοφαντῶν ἔργον, οὐχ, ὡς φασίν, εὔνων ποιοῦσιν ἀνθρώπων. ἡδέως δ’ἂν ἐροίμην αὐτούς (καὶ μηδεμιᾶς λοιδορίας ὃ μέλλω λέγειν ἀρχὴ γενέσθω) τί δὴ τα- τἄλλ’ἐπαινοῦντες Λακεδαιμονίους, ὃ μάλιστ’ἄξιόν ἐστιν τῶν παρ’ἐκείνοις ἄγασθαι, τοῦτ’οὐ μιμοῦνται, μᾶλλον δ’αὐτὸ το- τοὐναντίον ποιοῦσιν; 35.3φασὶ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παρ’ἐκείνοις μέχρι μὲν τοῦ δόξαι γνώμην, ἣν ἂν ἕκαστος ἔχῃ, λέγειν, ἐπειδὰν δ’ἐπικυρωθῇ, ταῦθ’ἅπαντας ἐπαινεῖν καὶ συμπράττειν, καὶ τοὺς ἀντειπόντας. τοιγάρτοι πολλῶν μὲν ὄντες οὐ πολλοὶ περιγίγνονται, λαμβάνουσι δέ, ὅσ’ἂν μὴ τῷ πολέμῳ δύνωνται, τοῖς καιροῖς, οὐδεὶς δ’αὐτοὺς ἐκφεύγει χρόνος οὐ δὲ τρόπος τοῦ τὰ συμφέρονθ’ἑαυτοῖς περαίνειν, οὐ μὰ Δί’οὐχ ὥσπερ ἡμεῖς καὶ διὰ τούτους καὶ τοὺς ὁμοίους τούτοις, ἀλλήλων περιγιγνόμενοι καὶ οὐχὶ τῶν ἐχθρῶν, πάντ’ἀνηλώκαμεν τὸν χρόνον, κα- κἂν μὲν εἰρήνην τις ἐκ πολέμου ποιήσῃ, τοῦτον μισοῦντες, ἂν δ’ἐξ εἰρήνης πόλεμόν τις λέγῃ, τούτῳ μαχόμενοι, ἂν δ’ἔχειν ἡσυχίαν τις παραινῇ καὶ τὰ ἡμέτερ’αὐτῶν πράττειν, οὐ δὲ τοῦτον ὀρθῶς λέγειν φάσκοντες, ὅλως δ’αἰτιῶν καὶ κενῶν ἐλπίδων ὄντες πλήρεις. 35.4“τί οὖν”, ἄν τις εἴποι, “σὺ παραινεῖς, ἐπειδὴ ταῦτ’ἐπιτιμᾷς”; ἐγὼ νὴ Δί’ἐρῶ. 36.1πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ πάνυ μοι δοκεῖ τις ἂν εἰκότως περὶ ὑμῶν δεῖσαι, μὴ παρὰ τὸ τῶν συμβουλευόντων οὐκ ἐθέλειν ἀκούειν χεῖρον βουλεύσησθε. πρῶτον μὲν γὰρ ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ τῶν πραγμάτων ὑμῖν αὐτόματα, ὡς ἂν εὔξαισθε, παρίστησιν, ἐπεὶ τῇ γε τῶν προεστηκότων προνοίᾳ βραχέ’αὐτῶν εἶχεν ἂν καλῶς. ἔπειθ’ὑμεῖς οὐ μόνον τοὺς λόγους οὓς ἂν ἕκαστος εἴποι πρόϊστε, ἀλλὰ καὶ ὧν ἕνεκ’αὐτῶν ἕκαστος δημηγορεῖ, εἰ δὲ μὴ φιλαπέχθημον ἦν, εἶπον ἂν καὶ πόσου. 36.2τὸν δὴ τοῦ φενακίζεσθαι χρόνον ὡς εἰς μικρότατον συνάγοντες σωφρονεῖν ἔμοιγε δοκεῖτε. εἰ μὲν δή τι τῶν αὐτῶν ἔμελλον τοῖς ἄλλοις ἐρεῖν, οὐκ ἂν ᾤμην δεῖν λέγων ἐνοχλεῖν. νῦν δὲ συμφέροντα μὲν ὑμῖν ἀκοῦσαι, παντάπασι δ’ἀφεστηκότα τῶν ὑπὸ τῶν πολλῶν προσδοκωμένων οἴομαι λόγον ἐρεῖν. βραχὺς δ’ἔσται. σκέψασθε δ’ἀκούσαντες, κα- κἂν ὑμῖν ἀρέσκῃ, χρήσασθε. 37.1καὶ βραχεῖαν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ δικαίαν ποιήσομαι τὴν ἀρχὴν τοῦ λόγου · καὶ οὕτω δὲ τὰ πάντ’ἐρῶ. ἡγοῦμαι γὰρ ἐξαπατᾶν μὲν εἶναι βουλομένου σκοπεῖν ὅντιν’ὑμᾶς τρόπον τοὺς ἀκούοντας τὰ τοῦ πράγματος δυσχερῆ τῷ λόγῳ συγκρύψεται, ἁπλῶς δὲ πεπεικότος αὑτὸν ὑμῖν προσφέρεσθαι τοῦτο πρῶτον εἶναι, εἰπεῖν πότερ’ἐγνωκὼς παρελήλυθεν, ἵν’ἐὰν μὲν ἀκούσαντες τοῦτο τοὺς μετὰ ταῦτα λόγους βούλησθ’ἀκούειν, καὶ διδάσκῃ καὶ φράζῃ τὰ βέλτισθ’αὑτῷ δοκοῦντα, ἂν δ’ἀποδοκιμάσητε, ἀπηλλαγμένος ᾖ καὶ μήθ’ὑμῖν ἐνοχλῇ μήθ’αὑτὸν κόπτῃ. 37.2ἐγὼ δὴ τοῦτο πρῶτον ἐρῶ. ἐμοὶ δοκεῖ Μυτιληναίων ὁ δῆμος ἠδικῆσθαι, καὶ δίκην ὑμῖν ὑπὲρ αὐτοῦ προσήκειν λαβεῖν. καὶ ὅπως λήψεσθ’ἔχω λέγειν, ἐπειδὰν ὡς ἠδίκηνται καὶ ὑμῖν προσήκει βοηθεῖν ἐπιδείξω. 38.1πρῶτον μὲν οὐ πάνυ θαυμαστόν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ μὴ ῥᾳδίους τοῖς συμβουλεύειν βουλομένοις εἶναι τοὺς λόγους · ὅταν γὰρ τὰ πράγματ’ἔχῃ φαύλως περὶ ὧν δεῖ σκοπεῖν, δυσχερεῖς ἀνάγκη περὶ αὐτῶν εἶναι καὶ τὰς συμβουλίας. εἰ μὲν οὖν ἐκ τοῦ μὴ ’θέλειν ἀκούειν ἐλπὶς ταῦτα γενέσθαι βελτίω, τοῦτο χρὴ πράττειν · εἰ δὲ χείρω μὲν ἅπαντα, βέλτιον δ’οὐδὲν ἐκ τούτου γενήσεται, τί δεῖ, πρὸς τὸ φαυλότατον ἐλθεῖν ἐάσαντας, ἐκ πλείονος ἢ νῦν καὶ χαλεπωτέρως σῴζειν πειρᾶσθαι, ἐξὸν ἐκ τῶν παρόντων ἔτι καὶ νῦν ἐπανορθώσασθαι καὶ προαγαγεῖν ἐπὶ τὸ βέλτιον; 38.2τὸ μὲν οὖν ὀργίλως ὑμᾶς ἔχειν εἰκός ἐστιν ταῦτα πάσχοντας · τὸ δὲ μὴ τοῖς αἰτίοις, ἀλλὰ πᾶσιν ἐφεξῆς ὀργίζεσθαι, τοῦτ’οὐκέτ’εἰκὸς οὐ δ’ὀρθῶς ἔχον ἐστίν. οἱ γὰρ μηδενὸς μὲν αἴτιοι τῶν παρεληλυθότων, τὰ δὲ λοιπὰ πῶς ἔσται βελτίω λέγειν ἔχοντες, χάριν, οὐκ ἀπέχθειαν κομίσαιντ’ἂν δικαίως παρ’ὑμῶς · οὕς, ἐὰν ἀκαίρως δυσκολαίνητε, ὀκνεῖν ἀνίστασθαι ποιήσετε. 38.3καίτοι ἔγωγ’οὐκ ἀγνοῶ, ὅτι πολλάκις οὐ τοῖς αἰτίοις, ἀλλὰ τοῖς ἐμποδὼν οὖσι τοῖς ὀργιζομένοις ἀηδές τι παθεῖν συνέβη · ὅμως δ’ἀνέστην συμβουλεύσων · πιστεύω γὰρ ἔγωγ’, ὦ ἄνδρες Ἀθηναῖοι, φλαύρου μὲν μηδενὸς αἴτιος ὢν εὑρεθήσεσθαι, βελτίω δ’ἑτέρων ὑμῖν ἔχειν συμβουλεῦσαι. 39.1τὰ μὲν γεγενημέν’, ὦ ἄνδρες Ἀθηναῖοι, τοιαῦθ’οἷα πάντες ἀκηκόατε · δεῖ δ’ὑμᾶς μηδὲν ἐκπεπληγμένως διακεῖσθαι, λογιζομένους ὅτι πρὸς μὲν τὰ παρόντ’ἀθύμως ἔχειν οὔτε τοῖς πράγμασι συμφέρον οὔθ’ὑμῶν ἄξιόν ἐστιν, τὸ δὲ ταῦτ’ἐπανορθοῦν αὑτοῖς ἡγεῖσθαι προσῆκον τῆς ὑμετέρας δόξης ἄξιον ἂν φανείη. χρὴ δὲ τοὺς ὄντας οἷοι φήσαιτ’ἂν ὑμεῖς εἶναι, ἐν τοῖς δεινοῖς ἑτέρων διαφέροντας φαίνεσθαι. 39.2ἐγὼ δ’οὐδαμῶς μὲν ἂν ἐβουλόμην ταῦτα συμβῆναι τῇ πόλει, οὐ δ’ἀτυχεῖν ὑμᾶς οὐδέν · εἰ δ’ἄρ’ἔδει γενέσθαι καί τι δαιμόνιον τοῦτ’ἀπέκειτο, ὥσπερ πέπρακται τὰ γεγενημένα, λυσιτελεῖν οἴομαι. τὰ μὲν γὰρ τῆς τύχης ὀξείας ἔχει τὰς μεταβολὰς καὶ κοινὰς ἀμφοτέροις τὰς παρουσίας · ἃ δ’ἂν δι’ἀνδρῶν κακίαν πραχθῇ, βεβαίους ποιεῖ τὰς ἥττας. 39.3οἴομαι μὲν οὖν οὐ δὲ τοὺς κεκρατηκότας ἀγνοεῖν ὅτι βουληθέντων ὑμῶν καὶ παροξυνθέντων τῷ γεγενημένῳ, οὐ πάνυ πω δῆλον πότερον εὐτύχημ’ἢ καὶ το- τοὐναντίον αὐτοῖς ἐστιν τὸ πεπραγμένον · εἰ δ’ἄρ’ἐπῆρκε τὸ πρᾶγμ’αὐτοὺς θρασύνεσθαι, κα- κἂν τοῦτο πρὸς ὑμῶν ἤδη γίγνοιτο. ὅσῳ γὰρ ἂν μᾶλλον καταφρονήσωσι, τοσούτῳ θᾶττον ἁμαρτήσονται. 40.1οὔ μοι δοκεῖτ’, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ἧς οἴεσθε πόλεως νυνὶ μόνον βουλεύεσθαι, ἀλλ’ὑπὲρ πασῶν τῶν συμμαχίδων. ὅπως γὰρ ἂν περὶ ταύτης γνῶτε, πρὸς ταῦτ’εἰκὸς ἀποβλέποντας τοὺς ἄλλους καὶ αὑτοὺς τῶν αὐτῶν τεύξεσθαι νομίζειν. ὥστε δεῖ καὶ τοῦ βελτίστου καὶ τῆς ὑμετέρας αὐτῶν ἕνεκα δόξης σπουδάσαι, ὅπως ἅμα καὶ συμφέροντα καὶ δίκαια φανήσεσθε βουλευόμενοι. 40.2ἡ μὲν οὖν ἀρχὴ τῶν τοιούτων πραγμάτων ἁπάντων ἐστὶν τῶν στρατηγῶν · ὧν οἱ πλεῖστοι τῶν παρ’ὑμῶν ἐκπλεόντων οὐ τοὺς ὑμετέρους φίλους, οὓς διὰ παντὸς τοῦ χρόνου τῶν αὐτῶν κινδύνων μετεσχηκότας παρειλήφασιν, τούτους θεραπεύειν οἴονται δεῖν, ἀλλ’ἰδίους φίλους ἕκαστος ἑαυτῷ κατασκευάσας ὑμᾶς ἀξιοῖ τοὺς αὑτῶν κόλακας καὶ ὑμετέρους ἡγεῖσθαι φίλους · οὗ πᾶν ἐστι το- τοὐναντίον. 40.3οὔτε γὰρ ἐχθροτέρους οὔτ’ἀναγκαίους μᾶλλον ἐχθροὺς ἂν τούτων εὕροιτε. ὅσῳ γὰρ πλείω παρακρουόμενοι πλεονεκτοῦσιν, τοσούτῳ πλειόνων ὀφείλειν ἡγοῦνται δίκην δοῦναι · οὐδεὶς δ’ἂν γένοιτ’εὔνους τούτοις ὑφ’ὧν ἄν τι κακὸν πείσεσθαι προσδοκᾷ. τοῦ μὲν οὖν κατηγορεῖν ἴσως οὐχ ὁ παρὼν καιρός · ἃ δ’ἡγοῦμαι συμφέρειν ὑμῖν, ταῦτα συμβουλεύσω. 41.1οὐδέν’, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν πάντων ὑμῶν οὕτως οἴομαι κακόνουν εἶναι τῇ πόλει ὥστε μὴ χαλεπῶς φέρειν μη δὲ λυπεῖσθαι τοῖς γεγενημένοις. εἰ μὲν τοίνυν ἀγανακτοῦντας ἦν ἄπρακτόν τι ποιῆσαι τούτων, τοῦτ’ἂν ἔγωγε παρῄνουν ὑμῖν ἅπασιν · ἐπειδὴ δὲ ταῦτα μὲν οὐκ ἂν ἄλλως ἔχοι, δεῖ δ’ὑπὲρ τῶν λοιπῶν προνοηθῆναι ὅπως μὴ τα- ταὐτὰ πείσεσθε, ὥσπερ, ὦ ἄνδρες Ἀθηναῖοι, νῦν γεγενημένων ἀγανακτεῖτε, οὕτω χρὴ σπουδάσαι ὑπὲρ τοῦ μὴ πάλιν τα- ταὐτὰ συμβῆναι, καὶ νομίζειν μηδέν’ἔχειν λόγον εἰπεῖν τῶν συμβουλευόντων τοιοῦτον, ὃς δυνήσεται σῷσαι τὰ παρόντα μηδενὸς ὑμῶν μηδὲν συναραμένου · οὐ γὰρ ἂν λόγος, ἀλλὰ θεός τις ὁ τοιοῦτος εἴη. 41.2ἡ μὲν οὖν ἀρχὴ τοῦ ταῦθ’οὕτως ἔχειν ἐκεῖθεν ἤρτηται, ἐκ τοῦ τῆς παραχρῆμα πρὸς ὑμᾶς ἕνεκα χάριτος ἐνίους τῶν λεγόντων ἐνταυθοῖ δημηγορεῖν, ὡς οὔτ’εἰσφέρειν οὔτε στρατεύεσθαι δεῖ, πάντα δ’αὐτόματ’ἔσται. ἔδει μὲν οὖν ταῦθ’ὑπ’ἄλλου τινὸς ἐξελέγχεσθαι μετὰ τοῦ λυσιτελοῦντος τῇ πόλει · δοκεῖ δέ μοι τρόπον τινὰ καὶ νῦν ἀμείνων ἡ τύχη περὶ ὑμᾶς τῶν ἐφεστηκότων εἶναι. 41.3τὸ μὲν γὰρ ἕκαστ’ἀπόλλυσθαι τῆς τῶν ἐπιμελουμένων κακίας σημεῖον προσήκει ποιεῖσθαι · τὸ δὲ μὴ πάλαι πάντ’ἀπολωλέναι τῆς ὑμετέρας τύχης εὐεργέτημ’ἔγωγε κρίνω. ἐν ᾧ τοίνυν ἡ τύχη διαλείπει καὶ τοὺς ἐχθροὺς ἀνέχει, τῶν λοιπῶν ἐπιμελήθητε. εἰ δὲ μή, σκοπεῖθ’ὅπως μὴ ἅμα τούςτ’ἐφεστῶτας ἑκάστοις ὑμεῖς κρινεῖτε, καὶ τὰ πράγμαθ’ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, κλινεῖ. οὐ γὰρ ἔσθ’ὅπως ταῦτ’ἄνευ μεγάλου τινὸς κακοῦ στήσεται, μηδενὸς ἀντιλαμβανομένου. 42.1οὐδέν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτ’ἄλογον, τοὺς ἀεὶ καὶ συνεχῶς ὑπὲρ τῶν ὀλιγαρχιῶν πολιτευομένους καὶ νῦν ταῦτα ποιοῦντας ἐξελέγχεσθαι. ἀλλ’ἐκεῖνο μᾶλλον ἄν τις εἰκότως θαυμάσαι, τὸ τοὺς εἰδότας ὑμᾶς ταῦτα πολλάκις ἥδιον τούτων ἀκούειν ἢ τῶν ὑπὲρ ὑμῶν λεγόντων. ἴσως μὲν οὖν ὥσπερ οὐ δ’ἰδίᾳ ῥᾴδιόν ἐστιν ἅπαντ’ὀρθῶς πράττειν, οὕτως οὐ δὲ κοινῇ · 42.2ἀλλ’οὐ δὴ τὰ μέγιστά γε χρὴ παρορᾶν. τὰ μὲν οὖν ἄλλα πάντ’ἐστὶν ἐλάττω · ὅταν δ’ὑπὲρ πολιτείας καὶ σφαγῶν καὶ δήμου καταλύσεως εὐχερῶς ἀκούητε, πῶς οὐκ ἔξω χρὴ τοῦ φρονεῖν ὑμᾶς ἡγεῖσθαι; οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι τοῖς ἑτέρων παραδείγμασι χρώμενοι μᾶλλον εὐλαβεῖς αὐτοὶ γίγνονται · ὑμεῖς δ’οὐ δὲ τὰ τοῖς ἄλλοις συμβαίνοντ’ἀκούοντες φοβηθῆναι δύνασθε, ἀλλ’ἃ τοὺς ἰδίᾳ περιμένοντας ἀβελτέρους νομίζετε, ταῦτ’αὐτοὶ δημοσίᾳ μοι δοκεῖτ’ἀναμένειν παθόντες αἰσθέσθαι. 43.1οὐδεὶς πώποτ’ἴσως ὑμῶν ἐζήτησεν, ὦ ἄνδρες Ἀθηναῖοι, τί δήποθ’οἱ κακῶς πράττοντες ἄμεινον περὶ τῶν πραγμάτων τῶν εὖ πραττόντων βουλεύονται. ἔστι δ’οὐχ ἑτέρωθέν ποθεν τοῦτο γιγνόμενον, ἀλλ’ὅτι συμβαίνει τοῖς μὲν μήτε φοβεῖσθαι μηδὲν μήθ’ἅν τις λέγοι δεινὰ προσήκονθ’αὑτοῖς ἡγεῖσθαι, τοὺς δὲ πλησίον ὄντας τῶν ἁμαρτημάτων, ὅταν εἰς τὸ κακῶς πράττειν ἀφίκωνται, σώφρονας πρὸς τὰ λοιπὰ καὶ μετρίους ὑπάρχειν. 43.2σπουδαίων τοίνυν ἐστὶν ἀνθρώπων, ὅταν βελτίστῃ τῇ παρούσῃ τύχῃ χρῶνται, τότε πλείω τὴν σπουδὴν πρὸς τὸ σωφρονεῖν ἔχειν · οὐδὲν γὰρ οὔτε φυλαττομένοις οὕτω δεινὸν ὥστ’ἀφύλακτον εἶναι, οὔτ’ὀλιγωροῦσιν ἀπροσδόκητον παθεῖν. λέγω δὲ ταῦτ’οὐχ ἵνα τὴν ἄλλως ὑμᾶς δεδίττωμαι, ἀλλ’ἵνα μὴ διὰ τὴν παροῦσαν εὐπραξίαν, ἃ γένοιτ’ἄν, εἰ μὴ προνοήσεσθε τῶν πραγμάτων, δείν’ἀκούοντες καταφρονῆτε, ἀλλ’ἄνευ τοῦ παθεῖν, ὥσπερ ἐστὶν προσῆκον φάσκοντάς γε μηδένων ἀπολείπεσθαι τῷ σωφρονεῖν, φυλάξησθε. 44.1οὐχὶ τὸν αὐτὸν εἶναι καιρὸν ὑπείληφ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτε χαρίζεσθαι καὶ τοῦ τὰ δοκοῦντά μοι βέλτιστα παραινεῖν. πολλάκις γὰρ ὁρῶ τὸ χαρίζεσθαί τι παρὰ γνώμην πλείον’ἀπέχθειαν ἐνεγκὸν τοῦ τὸ πρῶτον ἐναντιωθῆναι. εἰ μὲν οὖν ἅπαντες ἐγιγνώσκετε τα- ταὐτά, οὔτ’ἄν, εἴ μοι τὰ δέοντ’ἐδοκεῖτε προαιρεῖσθαι, παρῆλθον, περίεργον ἡγούμενος τοῖς ἀφ’αὑτῶν ἃ χρὴ ποιοῦσι λέγειν, οὔτ’ἂν εἰ το- τοὐναντίον · μᾶλλον γὰρ ἂν ἡγησάμην ἕν’ὄντ’ἐμαυτὸν ἀγνοεῖν τὰ κράτιστ’ἢ πάντας ὑμᾶς. 44.2ἐπειδὴ δ’ὁρῶ τινὰς ὑμῶν τα- ταὐτὰ μὲν γιγνώσκοντας ἐμοί, τα- τἀναντία δ’ἄλλοις, πειράσομαι μετὰ τούτων τοὺς ἑτέρους πεῖσαι. εἰ μὲν οὖν οἰήσεσθε δεῖν μὴ ’θέλειν ἀκούειν, οὐκ ὀρθῶς ποιήσετε · ἂν δ’ἀκούσητε σιωπῇ καὶ τοῦθ’ὑπομείνητε, δυοῖν ἀγαθοῖν τα- θάτερον ὑμῖν ὑπάρξει · ἢ γὰρ πεισθήσεσθε, ἄν τι δοκῶμεν λέγειν συμφέρον, ἢ βεβαιότερον περὶ ὧν ἐγνώκατ’ἔσεσθε πεπεισμένοι. ἂν γάρ, οἷς τι διαμαρτάνειν οἰόμεθ’ἡμεῖς ὑμᾶς, ταῦτα μηδενὸς ἄξια φανῇ, μετ’ἐλέγχου τὰ δεδογμένα νῦν ὑμεῖς ἔσεσθ’ᾑρημένοι. 45.1βουλοίμην ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ ὧν ηὐδοκίμηκε λέγων παρ’ὑμῖν ὁ δεῖνα, ἐπὶ τῶν ἔργων πραττομένων ἴσον αὐτῷ τὸν ἔπαινον γενέσθαι · οὔτε γὰρ τούτῳ κακόνους εἰμὶ μὰ τοὺς θεοὺς ὑμῖντ’ἀγαθὸν ἄν τι γίγνεσθαι βουλοίμην. ἀλλ’ὁρᾶτ’, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ κεχωρισμένον ᾖ λόγον εἰπεῖν εὖ καὶ προελέσθαι πράγματα συμφέροντα, καὶ τὸ μὲν ῥήτορος ἔργον ᾖ, τὸ δὲ νοῦν ἔχοντος ἀνθρώπου. 45.2ὑμεῖς τοίνυν οἱ πολλοί, καὶ μάλισθ’οἱ πρεσβύτατοι, λέγειν μὲν οὐκ ὀφείλεθ’ὁμοίως δύνασθαι τοῖς δεινοτάτοις · τῶν γὰρ εἰθισμένων τοῦτο τὸ πρᾶγμα · νοῦν δ’ἔχειν ὀφείλεθ’ὁμοίως καὶ μᾶλλον τούτων · αἱ γὰρ ἐμπειρίαι καὶ τὸ πόλλ’ἑορακέναι τοῦτ’ἐμποιοῦσι. μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, φανῆτ’ἀγνοοῦντες ἐν τῷ παρόντι νῦν ὅτι αἱ διὰ τῶν λόγων ἀνδρεῖαι καὶ θρασύτητες, ἐὰν μὴ μεθ’ὑπαρχούσης ὦσι παρασκευῆς καὶ ῥώμης, ἀκοῦσαι μέν εἰσιν ἡδεῖαι, πράττειν δ’ἐπικίνδυνοι. 45.3αὐτίκα γὰρ τὸ μὴ ’πιτρέπειν τοῖς ἀδικοῦσιν, ὁρᾶθ’ὡς καλὸν τὸ ῥῆμα. ἀποβλέψατε δὴ πρῶτον πρὸς τὸ ἔργον αὐτό. δεῖ κρατῆσαι μαχομένους τῶν ἐχθρῶν τοὺς τὴν τοῦ ῥήματος τούτου σεμνότητ’ἔργῳ ληψομένους. εἰπεῖν μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα πέφυκε ῥᾴδιον, πρᾶξαι δ’οὐχ ἅπαντα. οὐ γὰρ ἴσος πόνος καὶ ἱδρὼς πρότε τοῦ λέγειν καὶ πρὸ τοῦ πράττειν ἐστίν. 45.4ἐγὼ δ’οὐ χείρους ὑμᾶς ἡγοῦμαι φύσει Θηβαίων “καὶ γὰρ ἂν μαινοίμην’, ἀλλ’ἀπαρασκευοτέρους. φημὶ δὴ δεῖν τοῦ παρασκευάζεσθαι νῦν ποιεῖσθαι τὴν ἀρχήν, ἐπειδὴ τέως ἠμελεῖτε, οὐ τοῦ διαγωνίζεσθαι. οὐ γὰρ ἀντιλέγω τὸ ὅλον, ἀλλ’ὑπὲρ τοῦ τρόπου τῆς ἐγχειρήσεως ἐναντιοῦμαι. 46.1ὅσην μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεποίηνται σπουδὴν οἱ πρέσβεις κατηγορῆσαι τῆς πόλεως ἡμῶν, ἅπαντες ἑοράκατε · πλὴν γὰρ οὐκ ἔχω τίνος εἴπω, τα- τἄλλα πάνθ’ὑμῖν ἀναθεῖναι πεπείρανται. εἰ μὲν οὖν ἦσαν αὐτῶν ἀληθεῖς αἱ κατηγορίαι, χάριν γ’εἴχετ’εἰκότως ἄν, εἰ πρὸς ὑμᾶς οὕτως ὑμῶν κατηγόρουν καὶ μὴ πρὸς ἄλλους. 46.2ἐπειδὴ δὲ διαστρέψαντες τα- τἀληθῆ, καὶ τὰ μὲν παραβαίνοντες, ἀφ’ὧν ἂν μεγάλους ἐπαίνους κομίσαισθε δικαίως, τὰ δ’αἰτιασάμενοι ψευδῆ καὶ οὐ προσήκονθ’ὑμῖν, κέχρηνται τῷ λόγῳ, πονηροὺς δίκαιον αὐτούς, ἐπειδὰν ἐξελεγχθῶσι ταῦτα πεποιηκότες, νομίζειν. εἰ γὰρ ῥήτορες δεινοὶ μᾶλλον εἶναι δοκεῖν ἢ μετ’ἀληθείας ἐπιεικεῖς ἄνθρωποι νομίζεσθαι προείλοντο, οὐ δ’αὐτοὶ καλοκἀγαθίας ἂν ὡς ἔοικεν ἀμφισβητοῖεν. 46.3ἔστι μὲν οὖν χαλεπὸν τὸ παρ’ὑμῖν ὑπὲρ ὑμῶν ἐροῦντ’ἀνεστηκέναι, ὥσπερ ῥᾴδιον τὸ καθ’ὑμῶν. ἐγὼ γὰρ μὰ τὴν Ἀθηνᾶν οὐδένας ἂν τῶν ἄλλων ἀνθρώπων οὕτως οἶμαι τὰ προσόνθ’αὑτοῖς ἀκοῦσαι νουθετουμένους, ὡς ὑμεῖς τὰ μὴ προσήκοντα κακῶς ἀκούοντες. οὐ μὴν οὐ δὲ τούτους θρασέως ἂν οὕτως ἡγοῦμαι ψεύδεσθαι, εἰ μὴ συνῄδεσαν ταῦτα, καὶ πρόδηλον ἦν ὅτι δεινότατοι πάντων ὑμεῖς ἐστ’ἀκούειν ὅ τι ἄν τις καθ’ὑμῶν λέγῃ. 46.4εἰ μὲν οὖν ταύτης τῆς εὐηθείας δίκην ὑμᾶς δεῖ διδόναι, λόγους οὐ προσήκοντας κατὰ τῆς πόλεως ἀκούειν τοῦτ’ἂν εἴη. εἰ δ’ὑπὲρ τῶν ἀληθῶν εἴ τι δίκαιον ῥητέον, ἐπὶ τοῦτ’ἐγὼ παρελήλυθα, πιστεύων οὐκ αὐτὸς ἀξίως τῶν ὑμῖν πεπραγμένων εἰπεῖν δυνήσεσθαι, ἀλλὰ τὰ πράγματα, ὅπως ἄν τις εἴπῃ, δίκαια φανεῖσθαι. 46.5βουλοίμην δ’ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἴσους ἀκροατὰς ὑπὲρ ὑμῶν αὐτῶν γενέσθαι, καὶ μὴ τῷ προῆχθαι τοὺς λόγους ἐπαινέσαι τοὺς τούτων φιλονικεῖν. οὐ γὰρ ἂν ὑμετέραν κακίαν οὐδεὶς ἔτι κρίναι, εἰ λέγοντός τινος εὖ παρεκρούσθητε, ἀλλὰ τῶν ἐπὶ τούτῳ σπουδὴν ποιησαμένων, ὅπως ὑμᾶς ἐξαπατήσουσιν. 47.1οἶμαι πάντας ἂν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φῆσαι, ἃ βέλτισθ’ἕκαστος ἡγεῖται τῇ πόλει, βούλεσθαι ταῦτα πραχθῆναι. συμβαίνει δέ γε μὴ κατὰ τα- ταὐτὸ κεκρίσθαι παρὰ πᾶσι τὸ βέλτιστον · οὐ γὰρ ἂν ὑμῶν οἱ μὲν λέγειν, οἱ δὲ μὴ λέγειν ἐκέλευον. πρὸς μὲν τοίνυν τοὺς ὑπειληφότας ταῦτα συμφέρειν οὐδενὸς δεῖ λόγου τῷ μέλλοντι λέγειν · πεπεισμένοι γὰρ ὑπάρχουσι · πρὸς δὲ τοὺς τα- τἀναντία συμφέρειν ἡγουμένους βραχέ’εἰπεῖν βούλομαι. 47.2μὴ ’θέλουσι μὲν οὖν ἀκούειν οὐκ ἔνι δήπου μαθεῖν, οὐδὲν μᾶλλον ἢ σιωπῶσιν μηδενὸς λέγοντος · ἀκούσασιν δὲ δυοῖν ἀγαθοῖν οὐκ ἔνι τα- θατέρου διαμαρτεῖν. ἢ γὰρ πεισθέντες πάντες καὶ τα- ταὔτ’ἐγνωκότες κοινότερον βουλεύσεσθε, οὗ μεῖζον εἰς τὰ παρόντ’οὐδὲν ἂν γένοιτ’ἀγαθόν, ἢ μὴ δυνηθέντος τοῦ λέγοντος διδάξαι βεβαιότερον τοῖς ἐγνωσμένοις πιστεύσετε. 47.3χωρὶς δὲ τούτων οὐ δὲ καλὴν ὑποψίαν ἔχει ἥκειν μὲν εἰς τὴν ἐκκλησίαν ὡς ἐκ τῶν ῥηθησομένων τὸ κράτιστον ἑλέσθαι δέον, φανῆναι δέ, πρὶν ἐκ τῶν λόγων δοκιμάσαι, παρ’ὑμῖν αὐτοῖς τι πεπεισμένους, καὶ τοῦθ’οὕτως ἰσχυρὸν ὥστε μη δ’ἐθέλειν παρὰ ταῦτ’ἀκούειν. 48.1ἴσως ὀχληρός, ὦ ἄνδρες Ἀθηναῖοι, τισὶν ὑμῶν εἶναι δοκῶ, πολλάκις λέγων περὶ τῶν αὐτῶν ἀεί. ἀλλ’ἐὰν ὀρθῶς σκοπῆτε, οὐκ ἐγὼ φανήσομαι τούτου δίκαιος ὢν ἔχειν τὴν αἰτίαν, ἀλλ’οἱ μὴ πειθόμενοι τοῖς ὑμετέροις ψηφίσμασιν. εἰ γὰρ ἐκεῖνοι τὸ πρῶτον ἐποίησαν ἃ ὑμεῖς προσετάξατε, οὐδὲν ἂν τὸ δεύτερον ἡμᾶς ἔδει λέγειν, οὐ δ’εἰ τὸ δεύτερον, αὖθις. νῦν δ’ὅσῳ πλεονάκις τὰ προσήκονθ’ ὑμεῖς ἐψηφίσασθε, τοσούτῳ μοι δοκοῦσιν ἧττον ἐκεῖνοι παρεσκευάσθαι ποιεῖν. 48.2πρότερον μὲν οὖν ἔγωγε μὰ τοὺς θεοὺς οὐκ ᾔδειν πρὸς τί ποτ’εἴη τοῦτ’εἰρημένον” ἀρχὴ ἄνδρα δείκνυσιν “· νῦν δὲ κα- κἂν ἄλλον μοι δοκῶ διδάξαι. οἱ γὰρ ἄρχοντες ἢ τινὲς αὐτῶν, ἵνα μὴ πάντας λέγω, τῶν μὲν ὑμετέρων ψηφισμάτων ἀλλ’οὐ δὲ τὸ μικρότατον φροντίζουσιν, ὅπως δὲ λήψονται. εἰ μὲν οὖν ἐνῆν δοῦναι, δικαίως ἂν αὐτὸ τοῦτό μοί τις ἐπέπληξεν, εἰ διὰ μικρὸν ἀνάλωμ’ἐνοχλεῖν ὑμῖν ᾑρούμην · νῦν δ’οὐκ ἔνι, καθάπερ οὐ δὲ τούτους λέληθεν. 48.3εἰ δ’ὑπὲρ ὧν ὑμῖν λῃτουργεῖν δεῖ, προσθήσειν αὑτοῖς οἴονταί με, ληροῦσιν. καὶ ταῦτ’ἴσως βούλονται καὶ προσδοκῶσιν · ἐγὼ δ’οὐ ποιήσω ταῦτα, ἀλλ’ἐὰν μὲν δῶσι, καθέλξω τὴν ναῦν καὶ τὰ προσήκοντα ποιήσω, εἰ δὲ μή, τοὺς αἰτίους ὑμῖν ἀποφανῶ. 49.1οὐδέν’ἂν εὖ φρονοῦντ’ἀντειπεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω, ὡς οὐχ ἁπάντων ἄριστόν ἐστιν τῇ πόλει μάλιστα μὲν ἐξ ἀρχῆς μηδὲν ἀσύμφορον πράττειν, εἰ δὲ μή, παρεῖναι εὐθὺς τοὺς ἐναντιωσομένους. δεῖ μέντοι τούτῳ προσεῖναι ἐθέλοντας ἀκούειν ὑμᾶς καὶ διδάσκεσθαι · οὐδὲν γὰρ πλέον εἶναι τὸν ἐροῦντα τὰ βέλτιστα, ἂν μὴ τοὺς ἀκουσομένους ἔχῃ. 49.2οὐ μὴν οὐ δ’ἐκεῖν’ἀλυσιτελὲς μετὰ ταῦτ’ἂν φανείη, ὅσ’ἄν τις ὑμᾶς ἢ διὰ καιρὸν ἢ δι’ὥραν ἡμέρας ἢ δι’ἄλλην τιν’αἰτίαν παρακρούσηται, ταῦθ’ὅταν ποτὲ βούλησθ’ὑμῶν αὐτῶν ὄντες ἀκούειν, εἶναι τὸν ἐξετάσοντα πάλιν, ἵν’ἐὰν μὲν οἷά φασιν οἱ τότε πείσαντες φανῇ, προθυμότερον πράττηθ’ὡς ἔλεγχον δεδωκότα, ἐὰν δ’ἄρα μὴ τοιαῦθ’εὑρεθῇ, πρὶν πορρωτέρω προελθεῖν ἐπίσχητε. καὶ γὰρ ἂν δεινὸν εἴη, εἰ τοῖς τοῦ κρατίστου διαμαρτοῦσι τὸ χείριστον ἀνάγκη πράττειν εἴη, καὶ μή, τὸ δεύτερον ἐκ τῶν λόγων, ἐξείη μεταβουλεύσασθαι. 49.3τοὺς μὲν οὖν ἄλλους ἅπαντας ἔγωγ’ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, ὅταν τι πιστεύωσι δικαίως αὑτοῖς πεπρᾶχθαι · οὗτοι δ’αὖ το- τοὐναντίον ἐγκαλοῦσιν, εἰ περὶ ὧν ἡμάρτετε νῦν ἀναθέσθαι βούλεσθε, τὴν ἀπάτην κυριωτέραν οἰόμενοι δεῖν εἶναι τῆς μετὰ τοῦ χρόνου βασάνου. τὴν μὲν οὖν τούτων σπουδὴν οὐ δ’ὑμῶν ἴσως ἀγνοοῦσιν οἱ πολλοί · δεῖ δ’ὑπὲρ τῶν πραγμάτων, ἐπειδήπερ γέγονε λόγου τυχεῖν, ἅ τις ἡγεῖται κράτιστα, λέγειν. 50.1ὅ τι μὲν μέλλει συνοίσειν πάσῃ τῇ πόλει, τοῦτο καὶ λέγειν εὔχομαι πάντας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς ἑλέσθαι. ἐγὼ δ’οὖν, ἃ πεπεικὼς ἐμαυτὸν τυγχάνω μάλιστα συμφέρειν ὑμῖν, ταῦτ’ἐρῶ, δεηθεὶς ὑμῶν τοσοῦτον, μήτε τοὺς ἐξιέναι κελεύοντας ὑμᾶς διὰ τοῦτο νομίζειν ἀνδρείους, μήτε τοὺς ἀντιλέγειν ἐπιχειροῦντας διὰ τοῦτο κακούς. οὐ γὰρ ὁ αὐτὸς ἔλεγχος, ὦ ἄνδρες Ἀθηναῖοι, τῶντε λόγων καὶ τῶν πραγμάτων ἐστίν, ἀλλὰ δεῖ νῦν εὖ βεβουλευμένους ἡμᾶς φανῆναι, τότε δέ, ἂν ἄρα ταῦτα δοκῇ, τὰ τῆς ἀνδρείας ἀποδείξασθαι. 50.2ἡ μὲν οὖν ὑμετέρα προθυμία παντὸς ἀξία καὶ τοιαύτη πάρεστιν οἵαν ἄν τις εὔξαιτ’εὔνους ὢν τῇ πόλει · νῦν δ’ὅσῳ τυγχάνει σπουδαιοτέρα, τοσούτῳ δεῖ μᾶλλον προϊδεῖν ὅπως εἰς δέον καταχρήσεσθ’αὐτῇ. οὐδενὸς γὰρ εὐδοκιμεῖ πράγματος ἡ προαίρεσις, ἂν μὴ καὶ τὸ τέλος συμφέρον καὶ καλὸν λάβῃ. ἐγὼ δ’οἶδά ποτ’, ὦ ἄνδρες Ἀθηναῖοι, παρ’ὑμῖν ἀκούσας ἀνδρὸς οὔτ’ἀνοήτου δοκοῦντος εἶναι οὔτ’ἀπείρου πολέμου, Ἰφικράτους λέγω, ὃς ἔφη δεῖν οὕτω προαιρεῖσθαι κινδυνεύειν τὸν στρατηγὸν ὅπως μὴ τὰ ἢ τὰ γενήσεται, ἀλλ’ὅπως τά · 50.3οὕτως γὰρ εἶπε τῷ ῥήματι. ἦν δὴ τοῦτο γνώριμον, ὅτι ὅπως καλῶς ἀγωνιεῖται ἔλεγεν. ἐπειδὰν μὲν τοίνυν ἐξέλθητε, ὃς ἂν ἡγῆται, κύριος ὑμῶν ἐστι · νῦν δ’ἕκαστος ὑμῶν αὐτῶν στρατηγεῖ. δεῖ δὴ τοιαῦτα φανῆναι βεβουλευμένους δι’ὧν πανταχῶς συνοίσει τῇ πόλει καὶ μὴ μελλουσῶν ἕνεκ’ἐλπίδων τῆς παρούσης εὐδαιμονίας χεῖρόν τι ποιήσετε. 51.1οὐδέν’ἂν ᾠόμην, ὦ ἄνδρες Ἀθηναῖοι, πιστεύοντα τοῖς πεπραγμένοις ἐγκαλέσαι τοῖς καθιστᾶσιν εἰς λόγον ταῦτα · ὅσῳ γὰρ ἂν πλεονάκις ἐξετάζῃ τις αὐτά, ἀνάγκη τοὺς τούτων αἰτίους εὐδοκιμεῖν. οὐ μὴν ἀλλά μοι δοκοῦσιν αὐτοὶ φανερὸν καθιστάναι οὐκ ἐπί τῳ τῶν τῇ πόλει συμφερόντων πράξαντες. ὡς γοῦν ἐξελέγχεσθαι μέλλοντες, ἂν πάλιν εἰς λόγον ἔλθωσιν, φεύγουσι καὶ δεινὰ ποιεῖν ἡμᾶς φασιν. καίτοι ὅταν τοὺς ἐξελέγχειν βουλομένους δεινὰ ποιεῖν αἰτιᾶσθε, τί ἡμεῖς τοὺς ἡμᾶς αὐτοὺς ἐξηπατηκότας τηνικαῦτα λέγωμεν; 52.1ἦν μὲν δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἴσην ὑπάρχειν παρ’ὑμῶν ὀργὴν τοῖς ἐπιχειροῦσιν ὅσηνπερ τοῖς δυνηθεῖσιν ἐξαπατῆσαι. ὃ μὲν γὰρ ἦν ἐπὶ τούτοις, πεποίηται καὶ προήγαγον ὑμᾶς · τοῦ δὲ μὴ τέλος ταῦτ’ἔχειν ἡ τύχη καὶ τὸ βέλτιον νῦν ὑμᾶς φρονεῖν ἢ ὅτ’ἐξήχθηθ’ὑπὸ τούτων, γέγονεν αἴτια. οὐ μὴν ἀλλ’ἔγωγ’οὕτω πόρρω νομίζω τὴν πόλιν εἶναι τοῦ δίκην παρὰ τῶν ἀδικούντων λαμβάνειν ὥστ’ἀγαπητὸν εἶναί μοι δοκεῖ, ἂν ὅπως μὴ πείσεσθε κακῶς δύνησθε φυλάττεσθαι · τοσαῦται τέχναι καὶ γοητεῖαι καὶ ὅλως ὑπηρεσίαι τινές εἰσιν ἐφ’ὑμᾶς κατεσκευασμέναι. τῆς μὲν οὖν τούτων κακίας οὐκ ἂν ἐν τῷ παρόντι τις ἐν δέοντι μάλιστα κατηγορήσειεν · βούλομαι δ’ὑπὲρ ὧν ἀνέστην, ἃ νομίζω συμφέροντ’εἰπεῖν. 53.1ἡ μὲν εἰωθυῖα πάντα τὸν χρόνον βλάπτειν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πόλιν λοιδορία καὶ ταραχὴ καὶ νυνὶ γέγονε παρὰ τῶν αὐτῶν ὧνπερ ἀεί. ἄξιον δ’οὐχ οὕτω τούτοις ἐπιτιμῆσαι” ἴσως γὰρ ὀργῇ καὶ φιλονικίᾳ ταῦτα πράττουσι, καὶ τὸ μέγιστον ἁπάντων, ὅτι συμφέρει ταῦτα ποιεῖν αὐτοῖσ’ἀλλ’ὑμῖν, εἰ περὶ κοινῶν, ὦ ἄνδρες Ἀθηναῖοι, πραγμάτων καὶ μεγάλων συνειλεγμένοι τὰς ἰδίας λοιδορίας ἀκροώμενοι κάθησθε, καὶ οὐ δύνασθε πρὸς ὑμᾶς αὐτοὺς λογίσασθαι τοῦθ’, ὅτι αἱ τῶν ῥητόρων ἁπάντων ἄνευ κρίσεως πρὸς ἀλλήλους λοιδορίαι, ὧν ἂν ἀλλήλους ἐξελέγξωσιν, ὑμᾶς τὰς εὐθύνας διδόναι ποιοῦσιν. 53.2πλὴν γὰρ ὀλίγων ἴσως, ἵνα μὴ πάντας εἴπω, οὐδεὶς αὐτῶν ἅτερος τα- θατέρῳ λοιδορεῖται, ἵνα βέλτιόν τι τῶν ὑμετέρων γίγνηται (πολλοῦ γε καὶ δεῖ), ἀλλ’ἵνα, ἃ τὸν δεῖνά φησι ποιοῦντα δεινότατ’ἀνθρώπων ποιεῖν, ταῦτ’αὐτὸς μετὰ πλείονος ἡσυχίας διαπράττηται. 53.3ὅτι δ’οὕτω ταῦτ’ἔχει, μὴ ἐμοὶ πιστεύσητε, ἀλλ’ἐν βραχεῖ λογίσασθε. ἔστιν ὅπου τις ἀναστὰς εἶπεν παρ’ὑμῖν πώποτε “βουλόμενός τι λαβεῖν τῶν ὑμετέρων παρελήλυθ’, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὑπὲρ ὑμῶν”; οὐδεὶς δήπου, ἀλλ’ὑπὲρ ὑμῶν καὶ δι’ὑμᾶς, καὶ τοιαύτας προφάσεις λέγουσιν. φέρε δὴ σκέψασθε, τί δή ποτ’, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ ὧν ἅπαντες λέγουσιν, οὐδὲν βέλτιον τοῖς ὅλοις νῦν ἢ πρότερον πράττετε, οὗτοι δ’οἱ πάνθ’ὑπὲρ ὑμῶν, ὑπὲρ αὑτῶν δ’οὐδεὶς οὐδὲν πώποτ’εἰρηκώς, ἐκ πτωχῶν πλούσιοι γεγόνασιν; ὅτι φασὶν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, φιλεῖν ὑμᾶς, φιλοῦσι δ’οὐχ ὑμᾶς ἀλλ’αὑτούς. 53.4καὶ γελάσαι καὶ θορυβῆσαι καί ποτ’ἐλπίσαι μετέδωκαν ὑμῖν, λαβεῖν δ’ἢ κτήσασθαι τῇ πόλει κυρίως ἀγαθὸν οὐδὲν ἂν βούλοιντο. ᾗ γὰρ ἂν ἡμέρᾳ τῆς λίαν ἀρρωστίας ἀπαλλαγῆτε, ταύτῃ τούτους οὐ δ’ὁρῶντες ἀνέξεσθε. νῦν δὲ δραχμῇ καὶ χοῒ καὶ τέτταρσιν ὀβολοῖς ὥσπερ ἀσθενοῦντα τὸν δῆμον διάγουσιν, ὁμοιότατ’, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς παρὰ τῶν ἰατρῶν σιτίοις διδόντες ὑμῖν. καὶ γὰρ ἐκεῖν’οὔτ’ἰσχὺν ἐντίθησιν οὔτ’ἀποθνῄσκειν ἐᾷ, καὶ ταῦτ’οὔτ’ἀπογνόντας ἄλλο τι μεῖζον πράττειν ἐᾷ, οὔτ’αὔτ’ἐξαρκεῖν δύναται. 54.1καὶ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ σπουδαῖον, ὅπερ ὑμεῖς εἰώθατε, καὶ ἡμᾶς προνοεῖν, ὅπως τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς ἕξει. ἡ μὲν οὖν ἡμετέρα γέγονεν ἐπιμέλει’ὑμῖν εἰς δέον · καὶ γὰρ ἐθύσαμεν τῷ Διὶ τῷ σωτῆρι καὶ τῇ Ἀθηνᾷ καὶ τῇ Νίκῃ, καὶ γέγονεν καλὰ καὶ σωτήρια ταῦθ’ὑμῖν τὰ ἱερά. ἐθύσαμεν δὲ καὶ τῇ Πειθοῖ καὶ τῇ Μητρὶ τῶν θεῶν καὶ τῷ Ἀπόλλωνι, καὶ ἐκαλλιεροῦμεν καὶ ταῦτα. ἦν δ’ὑμῖν καὶ τὰ τοῖς ἄλλοις θεοῖς τυθένθ’ἱέρ’ἀσφαλῆ καὶ βέβαια καὶ καλὰ καὶ σωτήρια. δέχεσθ’οὖν παρὰ τῶν θεῶν διδόντων τα- τἀγαθά. 55.1ἦν τις, ὡς ἔοικεν, χρόνος παρ’ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ’ἐπηνάγκαζεν ὁ δῆμος, ὃν ἄνθρωπον ἴδοι σώφρονα καὶ χρηστόν, πράττειν τὰ κοινὰ καὶ ἄρχειν, οὐ σπάνει τῶν τοῦτο βουλομένων ποιεῖν “πάντα γὰρ τα- τἄλλ’εὐτυχῆ τὴν πόλιν κρίνων, ἓν οὐδέποτ’εὐτυχῆσαι τοῦτο νομίζω, ἐπιλείπειν αὐτὴν τοὺς τὰ κοινὰ καρποῦσθαι βουλομένουσ’, ἀλλ’ὅραμα τοῦτ’ἐποιεῖθ’ὁ δῆμος αὑτοῦ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ λυσιτελὲς τῇ πόλει. 55.2οἵτε γὰρ συνεχεῖς οἵδε παραζευγνυμένων σφίσιν ἐξ ἰδιωτῶν σπουδαίων καὶ δικαίων ἀνδρῶν, εὐλαβεστέρους αὑτοὺς παρεῖχον, οἵτε χρηστοὶ μὲν ὑμῶν καὶ δικαίως ἂν ἄρχοντες, μὴ πάνυ δ’οἷοίτ’ἐνοχλεῖν καὶ παραγγέλλειν, οὐκ ἀπηλαύνοντο τῶν τιμῶν. νῦν δὲ παντάπασι τὸν αὐτὸν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι, ὅνπερ τοὺς ἱερεῖς, οὕτως καθίστατε καὶ τοὺς ἄρχοντας. εἶτα θαυμάζετε, ἐπειδὰν ὁ δεῖν’εὐδαίμων καὶ ὁ δεῖν’ὑμῖν ᾖ συνεχῶς πολλὰ λαμβάνων, οἱ δ’ἄλλοι περιίητε τὰ τούτων ἀγαθὰ ζηλοῦντες. 55.3δεινότατοι γάρ ἐστ’ἀφελέσθαι μὲν ὅσ’ὑμῖν ὑπάρχει, καὶ νόμους περὶ τούτων θεῖναι, ἄν τις ἀστυνομήσῃ δὶς ἢ τὰ τοιαῦτα, στρατηγεῖν δ’ἀεὶ τοὺς αὐτοὺς ἐᾶν. καὶ τὸ μὲν τοὺς ἐπὶ τῶν πράξεων ὄντας ἴσως ἔχει πρόφασιν · τὸ δὲ τοὺς ἄλλους, οἳ ποιοῦσι μὲν οὐδέν, χώραν δ’ἀτέλεστον ἔχουσιν αὐτοὶ τετελεσμένοι, μωρία. ἀλλὰ καὶ ὑμῶν αὐτῶν (εἰσὶ δ’οὐκ ὀλίγοι) προσάγειν χρή. ἂν γὰρ ὡσπερεὶ ζυγῷ ἱστῆτε, πρόεισιν ὃς ἂν ἄξιος ᾖ του μετὰ ταῦτ’αὐτός. 56.1τὸ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, πεπεικόθ’ἑαυτὸν ἔχειν τι συμφέρον εἰπεῖν ἀνίστασθαι καὶ καλὸν καὶ προσῆκον εἶναί μοι δοκεῖ, τὸ δὲ μὴ βουλομένους ἀκούειν βιάζεσθαι παντελῶς ἔγωγ’αἰσχρὸν ἡγοῦμαι. οἴομαι δέ, ἐὰν ἐθελήσητέ μοι πείθεσθαι τήμερον, καὶ τὰ βέλτιστα μᾶλλον ὑμᾶς ἑλέσθαι δυνήσεσθαι καὶ τοὺς τῶν ἀναβαινόντων λόγους βραχεῖς ποιήσειν. 56.2τί οὖν συμβουλεύω; πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ αὐτῶν ὧν σκοπεῖτε τὸν παριόντα λέγειν ἀξιοῦν. πολλὰ γὰρ ἄλλα τις ἂν περιέλθοι τῷ λόγῳ καὶ πόλλ’ἂν ἀστεῖ’εἴποι, ἄλλωςτε καὶ ὥσπερ τούτων ἔνιοι δεινῶν ὄντων. ἀλλ’εἰ μὲν ῥημάτων ἥκετ’ἀκουσόμενοι, ταῦτα λέγειν καὶ ἀκούειν χρή · εἰ δ’ὑπὲρ πραγμάτων αἱρέσεως βουλευσόμενοι, αὐτὰ καθ’ἑαυτὰ παραινῶ τὰ πράγμαθ’ὡς μάλιστα κρίνειν, ἀφελόντας ὅσοι λόγοι πεφύκασιν ἐξαπατᾶν. 56.3ἓν μὲν οὖν τοῦτο λέγω, δεύτερον δέ, ὅ τισιν ἴσως παράδοξον ἔσται πρὸς τὸ τοὺς λόγους ἐλάττους εἶναι, σιωπῶντας ἀκούειν. περὶ μὲν γὰρ τοῦ ταῦτ’ἢ ’κεῖνα συμφέρειν, καὶ πότερ’ἂν δικαιότερον προέλοιθ’ἡ πόλις, οὔτ’εἰσὶ λόγοι πολλοὶ μὴ βουλομένοις μάτην ἀδολεσχεῖν, οὔτε πᾶς τις ἂν αὐτοὺς εἰπεῖν ἔχοι · ὡς δὲ καὶ δίκαιον ἀκούειν καὶ πρὸς τὸν θόρυβον ἀποκρίνασθαι καὶ λόγον ἐκ λόγου λέγειν, οὐδεὶς ὅστις οὐχὶ δύναιτ’ἄν. ἐκ δὴ τοῦ θορυβεῖν οὐκ ἀπαλλάττεσθε λόγων, ἀλλὰ καὶ περὶ τῶν οὐδὲν εἰς χρείαν ἐπαναγκάζεσθ’ἀκούειν. ἡ μὲν οὖν ἐμὴ γνώμη περὶ ὧν βουλεύεσθε, ἥδ’ἐστίν.