Demosthenes
Erotic Essay
1ἀλλ’ἐπειδήπερ ἀκούειν βούλει τοῦ λόγου, δείξω σοι καὶ ἀναγνώσομαι. δεῖ δέ σε τὴν προαίρεσιν αὐτοῦ πρῶτον εἰδέναι. βούλεται μὲν γὰρ ὁ τὸν λόγον ποιῶν ἐπαινεῖν Ἐπικράτην, ὃν ᾤετο πολλῶν καὶ καλῶν κα- κἀγαθῶν ὄντων νέων ἐν τῇ πόλει χαριέστατον εἶναι, καὶ πλέον τῇ συνέσει προέχειν ἢ τῷ κάλλει τῶν ἡλικιωτῶν. ὁρῶν δ’ὡς ἔπος εἰπεῖν τὰ πλεῖστα τῶν ἐρωτικῶν συνταγμάτων αἰσχύνην μᾶλλον ἢ τιμὴν περιάπτοντα τούτοις περὶ ὧν ἐστι γεγραμμένα, τοῦθ’ὅπως μὴ πείσεται πεφύλακται, καὶ ὅπερ καὶ πεπεῖσθαί φησιν τῇ γνώμῃ, τοῦτο καὶ γέγραφεν, ὡς δίκαιος ἐραστὴς οὔτ’ἂν ποιήσειεν οὐδὲν αἰσχρὸν οὔτ’ἀξιώσειεν. ὃ μὲν οὖν ὡσπερεὶ μάλιστ’ἂν ἐρωτικὸν λάβοις τοῦ λόγου, περὶ τοῦτ’ἔστιν · 2ὁ δ’ἄλλος λόγος τὰ μὲν αὐτὸν ἐπαινεῖ τὸν νεανίσκον, τὰ δ’αὐτῷ συμβουλεύει περὶ παιδείαςτε καὶ προαιρέσεως τοῦ βίου. πάντα δὲ ταῦτα γέγραπται τὸν τρόπον ὅν τις ἂν εἰς βιβλίον καταθεῖτο. τοῖς μὲν γὰρ λεκτικοῖς τῶν λόγων ἁπλῶς καὶ ὁμοίως οἷς ἂν ἐκ τοῦ παραχρῆμά τις εἴποι πρέπει γεγράφθαι, τοῖς δ’εἰς τὸν πλείω χρόνον τεθησομένοις ποιητικῶς καὶ περιττῶς ἁρμόττει συγκεῖσθαι · τοὺς μὲν γὰρ πιθανούς, τοὺς δ’ἐπιδεικτικοὺς εἶναι προσήκει. ἵν’οὖν μὴ παρὰ τὸν λόγον σοι λέγω, μη δ’ἃ γιγνώσκω περὶ τούτων αὐτὸς διεξίω, πρόσεχ’ὡς αὐτοῦ τοῦ λόγου ἤδη ἀκουσόμενος, ἐπειδὴ καὶ αὐτὸς ἥκει, ὃν ἠβουλήθην ἀκούειν, Ἐπικράτης. 3ὁρῶν ἐνίους τῶν ἐρωμένων καὶ κάλλους μετεσχηκότων οὐδετέρᾳ τῶν εὐτυχιῶν τούτων ὀρθῶς χρωμένους, ἀλλ’ἐπὶ μὲν τῇ τῆς ὄψεως εὐπρεπείᾳ σεμνυνομένους, τὴν δὲ πρὸς τοὺς ἐραστὰς ὁμιλίαν δυσχεραίνοντας, καὶ τοσοῦτον διημαρτηκότας τοῦ τὰ βέλτιστα κρίνειν ὥστε διὰ τοὺς λυμαινομένους τῷ πράγματι καὶ πρὸς τοὺς μετὰ σωφροσύνης πλησιάζειν ἀξιοῦντας δυσκόλως διακειμένους, ἡγησάμην τοὺς μὲν τοιούτους οὐ μόνον αὑτοῖς ἀλυσιτελῶς ἔχειν, ἀλλὰ καὶ τοῖς ἄλλοις μοχθηρὰς συνηθείας ἐνεργάζεσθαι, τοῖς δὲ καλῶς φρονοῦσιν οὐκ ἐπακολουθητέον εἶναι τῇ τούτων ἀπονοίᾳ, μάλιστα μὲν ἐνθυμουμένοις ὅτι τῶν πραγμάτων οὔτε καλῶν οὔτ’αἰσχρῶν ἀποτόμως ὄντων, ἀλλὰ παρὰ τοὺς χρωμένους τὸ πλεῖστον διαλλαττόντων, ἄλογον μιᾷ γνώμῃ περὶ ἀμφοτέρων χρῆσθαι, ἔπειθ’ὅτι πάντων ἀτοπώτατόν ἐστιν ζηλοῦν μὲν τοὺς πλείστους φίλους καὶ βεβαιοτάτους ἔχοντας, ἀποδοκιμάζειν δὲ τοὺς ἐραστάς, ὃ μόνον ἴδιον ἔθνος οὐχ ἅπασιν ἀλλὰ τοῖς καλοῖς καὶ σώφροσιν οἰκειοῦσθαι πέφυκεν. 5ἔτι δὲ τοῖς μὲν μηδεμίαν πω τοιαύτην φιλίαν ἑορακόσιν καλῶς ἀποβᾶσαν, ἢ σφόδρα κατεγνωκόσιν αὑτῶν ὡς οὐκ ἂν δυνηθεῖεν σωφρόνως τοῖς ἐντυγχάνουσιν ὁμιλεῖν, ἴσως οὐκ ἄλογον ταύτην ἔχειν τὴν διάνοιαν · τοῖς δ’ὥσπερ σὺ διακειμένοις, καὶ μήτε παντάπασιν ἀνηκόοις οὖσιν ὅσαι δὴ χρεῖαι δι’ἔρωτος χωρὶς αἰσχύνης ηὐξήθησαν, καὶ μετὰ τῆς ἀκριβεστάτης εὐλαβείας τὸν ἄλλον χρόνον βεβιωκόσιν, οὐ δ’ὑποψίαν ἔχειν εὔλογον ὡς ἄν τι πράξειαν αἰσχρόν. 6διὸ δὴ καὶ μᾶλλον ἐπήρθην τοῦτον γράψαι τὸν λόγον, ἡγούμενος δυοῖν τοῖν καλλίστοιν οὐ διαμαρτήσεσθαι. τὰ μὲν γὰρ ὑπάρχοντά σοι ἀγαθὰ διελθὼν ἅμα σέτε ζηλωτὸν καὶ ἐμαυτὸν οὐκ ἀνόητον ἐπιδείξειν ἐλπίζω, εἴ σε τοιοῦτον ὄντ’ἀγαπῶ · συμβουλεύσας δ’ἃ μάλιστα κατεπείγει, νομίζω τῆς μὲν εὐνοίας τῆς ἐμῆς δεῖγμα, τῆς δὲ κοινῆς φιλίας ἀφορμὴν ἀμφοτέροις εἰσοίσειν. 7καίτοι μ’οὐ λέληθεν ὅτι χαλεπὸν μέν ἐστιν καὶ τὴν σὴν φύσιν ἀξίως τῶν ὑπαρχόντων διελθεῖν, ἔτι δ’ἐπικινδυνότερον τὸ συμβουλεύειν μέλλονθ’αὑτὸν ὑπεύθυνον τῷ πεισθέντι καταστῆσαι. ἀλλὰ νομίζω τοῖς μὲν δικαίως ἐγκωμίων τυγχάνουσιν περιγενέσθαι τῆς τῶν ἐπαινούντων δυνάμεως προσήκειν τῇ τῆς ἀληθείας ὑπερβολῇ, τῆς δὲ συμβουλῆς οὐ διαμαρτήσεσθαι, συνειδὼς ὅτι διὰ μὲν ἀνοήτων καὶ παντελῶς ὑπ’ἀκρασίας διεφθαρμένων οὐ δὲ τῶν καθ’ὑπερβολὴν ὀρθῶς βουλευθέντων οὐδὲν ἂν καλῶς ἐξενεχθείη, διὰ δὲ τῶν σωφρόνως καὶ καθαρῶς ζῆν αἱρουμένων οὐ δὲ τὰ μετρίως ἐσκεμμένα διαμαρτάνεσθαι πέφυκεν. 8τὰς μὲν οὖν ἐλπίδας ἔχων τοιαύτας ἐγχειρῶ τῷ λόγῳ · ἡγοῦμαι δὲ πάντας ἂν ὁμολογῆσαί μοι τοῖς τηλικούτοις μάλιστα κατεπείγειν κάλλος μὲν ἐπὶ τῆς ὄψεως, σωφροσύνην δ’ἐπὶ τῆς ψυχῆς, ἀνδρείαν δ’ἐπ’ἀμφοτέρων τούτων, χάριν δ’ἐπὶ τῶν λόγων διατελεῖν ἔχοντας. ὧν τὰ μὲν τῆς φύσεως οὕτω καλῶς ἡ τύχη σοι παραδέδωκεν ὥστε περίβλεπτον καὶ θαυμαζόμενον διατελεῖν, τὰ δ’αὐτὸς παρὰ τὴν ἐπιμέλειαν εἰς τοῦτο προαγαγὼν ἥκεις ὥστε μηδέν’ἄν σοι τῶν εὖ φρονούντων ἐπιτιμῆσαι. 9καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον; οὐχ ὑπὸ μὲν τῶν θεῶν ἠγαπημένον φαίνεσθαι, παρὰ δὲ τοῖς ἀνθρώποις τὰ μὲν δι’αὑτόν, τὰ δὲ διὰ τὴν τύχην θαυμάζεσθαι; καθ’ὅλου μὲν τοίνυν τῶν ὑπαρχόντων σοι πρὸς ἀρετὴν ἴσως ὕστερον ἁρμόσει τὰ πλείω διελθεῖν · ἃ δ’ἑκάστου τούτων ἐγκώμι’εἰπεῖν ἔχω, ταῦτα δηλῶσαι πειράσομαι μετ’ἀληθείας. 10ἄρξομαι δὲ πρῶτον ἐπαινεῖν, ὅπερ πρῶτον ἰδοῦσιν ἅπασιν ἔστιν γνῶναί σου, τὸ κάλλος, καὶ τούτου τὸ χρῶμα, δι’οὗ καὶ τὰ μέλη καὶ ὅλον τὸ σῶμα φαίνεται. ᾧ τίν’ἁρμόττουσαν εἰκόν’ἐνέγκω σκοπῶν οὐχ ὁρῶ, ἀλλὰ παρίσταταί μοι δεῖσθαι τῶν ἀναγνόντων τόνδε τὸν λόγον σὲ θεωρῆσαι καὶ ἰδεῖν, ἵνα συγγνώμης τύχω μηδὲν ὅμοιον ἔχων εἰπεῖν. 11τῷ γὰρ ἂν εἰκάσειέ τις, ὃ θνητὸν ὂν ἀθάνατον τοῖς ἰδοῦσιν ἐνεργάζεται πόθον, καὶ ὁρώμενον οὐκ ἀποπληροῖ, καὶ μεταστὰν μνημονεύεται, καὶ τὴν τῶν θεῶν ἀξίαν ἐπ’ἀνθρώπου φύσιν ἔχει, πρὸς μὲν τὴν εὐπρέπειαν ἀνθηρόν, πρὸς δὲ τὰς αἰτίας ἀνυπονόητον; ἀλλὰ μὴν οὐ δὲ ταῦτ’ἔστιν αἰτιάσασθαι τὴν σὴν ὄψιν, ἃ πολλοῖς ἄλλοις ἤδη συνέπεσεν τῶν κάλλους μετασχόντων. 12ἢ γὰρ δι’ἀρρυθμίαν τοῦ σχήματος ἅπασαν συνετάραξαν τὴν ὑπάρχουσαν εὐπρέπειαν, ἢ δι’ἀτύχημά τι καὶ τὰ καλῶς πεφυκότα συνδιέβαλον αὐτῷ. ὧν οὐδενὶ τὴν σὴν ὄψιν εὕροιμεν ἂν ἔνοχον γεγενημένην · οὕτω γὰρ σφόδρ’ἐφυλάξατο πάσας τὰς τοιαύτας κῆρας ὅστις ποτ’ἦν θεῶν ὁ τῆς σῆς ὄψεως προνοηθείς, ὥστε μηδὲν μέμψεως ἄξιον, τὰ δὲ πλεῖστα περίβλεπτά σου καταστῆσαι. 13καὶ μὲν δὴ καὶ τῶν ὁρωμένων ἐπιφανεστάτου μὲν ὄντος τοῦ προσώπου, τούτου δ’αὐτοῦ τῶν ὀμμάτων, ἔτι μᾶλλον ἐν τούτοις ἐπεδείξατο τὴν εὔνοιαν ἣν εἶχεν εἰς σὲ τὸ δαιμόνιον. οὐ γὰρ μόνον πρὸς τὸ τὰ κατεπείγονθ’ὁρᾶν αὐτάρκη παρέσχηται, ἀλλ’ἐνίων οὐ δ’ἐκ τῶν πραττομένων γιγνωσκομένης τῆς ἀρετῆς, σοῦ διὰ τῶν τῆς ὄψεως σημείων τὰ κάλλιστα τῶν ἠθῶν ἐνεφάνισεν, πρᾶον μὲν καὶ φιλάνθρωπον τοῖς ὁρῶσιν, μεγαλοπρεπῆ δὲ καὶ σεμνὸν τοῖς ὁμιλοῦσιν, ἀνδρεῖον δὲ καὶ σώφρονα πᾶσιν ἐπιδείξας. 14ὃ καὶ μάλιστ’ἄν τις θαυμάσειεν · τῶν γὰρ ἄλλων ἐπὶ μὲν τῆς πραότητος ταπεινῶν, ἐπὶ δὲ τῆς σεμνότητος αὐθαδῶν ὑπολαμβανομένων, καὶ διὰ μὲν τὴν ἀνδρείαν θρασυτέρων, διὰ δὲ τὴν ἡσυχίαν ἀβελτέρων εἶναι δοκούντων, τοσαύτας ὑπεναντιώσεις πρὸς ἄλληλα λαβοῦσ’ἡ τύχη πρὸς τὸ δέον ἅπανθ’ὁμολογούμεν’ἀπέδωκεν, ὥσπερ εὐχὴν ἐπιτελοῦσ’ἢ παράδειγμα τοῖς ἄλλοις ὑποδεῖξαι βουληθεῖσα, ἀλλ’οὐ θνητήν, ὡς εἴθιστο, φύσιν συνιστᾶσα. 15εἰ μὲν οὖν οἷόντ’ἦν ἐφικέσθαι τῷ λόγῳ τοῦ κάλλους τοῦ σοῦ, ἢ τοῦτ’ἦν μόνον τῶν σῶν ἀξιέπαινον, οὐδὲν ἂν παραλιπεῖν ᾠόμεθα δεῖν ἐπαινοῦντες τῶν προσόντων · νῦν δὲ δέδοικα μὴ πρόςτε τὰ λοίπ’ἀπειρηκόσι χρησώμεθα τοῖς ἀκροαταῖς, καὶ περὶ τούτου μάτην τερθρευώμεθα. 16πῶς γὰρ ἄν τις ὑπερβάλοι τῷ λόγῳ τὴν σὴν ὄψιν, ἧς μη δ’ἃ τέχνῃ πεποίηται τῶν ἔργων τοῖς ἀρίστοις δημιουργοῖς δύναται ὑπερτεῖναι; καὶ θαυμαστὸν οὐδέν · τὰ μὲν γὰρ ἀκίνητον ἔχει τὴν θεωρίαν, ὥστ’ἄδηλ’εἶναι τί ποτ’ἂν ψυχῆς μετασχόντα φανείη, σοῦ δὲ τὸ τῆς γνώμης ἦθος ἐν πᾶσιν οἷς ποιεῖς μεγάλην εὐπρέπειαν ἐπαυξάνει τῷ σώματι. περὶ μὲν οὖν τοῦ κάλλους πολλὰ παραλιπών, τοσαῦτ’ἐπαινέσαι ἔχω. 17περὶ δὲ τῆς σωφροσύνης κάλλιστον μὲν τοῦτ’ἔχοιμ’ἂν εἰπεῖν, ὅτι τῆς ἡλικίας τῆς τοιαύτης εὐδιαβόλως ἐχούσης, σοὶ μᾶλλον ἐπαινεῖσθαι συμβέβηκεν. οὐ γὰρ μόνον οὐδὲν ἐξαμαρτάνειν, ἀλλὰ καὶ φρονιμώτερον ἢ κατὰ τὴν ὥραν ζῆν προῄρησαι. καὶ τούτου μέγιστον τεκμήριον ἡ πρὸς τοὺς ἀνθρώπους ὁμιλία · πολλῶν γὰρ ἐντυγχανόντων σοι καὶ παντοδαπὰς φύσεις ἐχόντων, ἔτι δὲ προσαγομένων ἁπάντων ἐπὶ τὰς ἑαυτῶν συνηθείας, οὕτω καλῶς προέστης τῶν τοιούτων ὥστε πάντας τὴν πρὸς σὲ φιλίαν ἠγαπηκότας ἔχειν. 18ὃ σημεῖον τῶν ἐνδόξως καὶ φιλανθρώπως ζῆν προαιρουμένων ἐστίν. καίτοι τινὲς ηὐδοκίμησαν ἤδη τῶντε συμβουλευσάντων ὡς οὐ χρὴ τὰς τῶν τυχόντων ὁμιλίας προσδέχεσθαι, καὶ τῶν πεισθέντων τούτοις · ἢ γὰρ πρὸς χάριν ὁμιλοῦντα τοῖς φαύλοις ἀναγκαῖον εἶναι διαβάλλεσθαι παρὰ τοῖς πολλοῖς, ἢ διευλαβούμενον τὰς τοιαύτας ἐπιπλήξεις ὑπ’αὐτῶν τῶν ἐντυγχανόντων δυσχεραίνεσθαι συμπίπτειν. 19ἐγὼ δὲ διὰ τοῦτο καὶ μᾶλλον οἶμαί σε δεῖν ἐγκωμιάζειν, ὅτι τῶν ἄλλων ἕν τι τῶν ἀδυνάτων οἰομένων εἶναι τὸ τοῖς ἁπάντων τρόποις ἀρέσκειν, σὺ τοσοῦτο τούτων διήνεγκας ὥστε τῶν χαλεπῶν καὶ δυσκόλων ἁπάντων περιγεγενῆσθαι, τοῦ μὲν συνεξαμαρτάνειν τισὶν οὐ δ’ὑποψίαν ἐνδοὺς τοῖς ἄλλοις, τῆς δὲ πρὸς αὐτοὺς δυσχερείας τῇ τῶν τρόπων εὐαρμοστίᾳ κρατήσας. 20πρὸς τοίνυν τοὺς ἐραστάς, εἰ χρὴ καὶ περὶ τούτων εἰπεῖν, οὕτω καλῶς μοι δοκεῖς καὶ σωφρόνως ὁμιλεῖν, ὥστε τῶν πλείστων οὐ δ’ὃν ἂν προέλωνται μετρίως ἐνεγκεῖν δυναμένων, σοὶ πᾶσιν καθ’ὑπερβολὴν ἀρέσκειν συμβέβηκεν. ὃ τῆς σῆς ἀρετῆς σημεῖον ἐναργέστατόν ἐστιν. ὧν μὲν γὰρ δίκαιον καὶ καλόν, οὐδεὶς ἄμοιρος αὐτῶν παρὰ σοῦ καθέστηκεν · ἃ δ’εἰς αἰσχύνην ἥκει, τούτων οὐ δ’εἰς ἐλπίδ’οὐδεὶς ἔρχεται · τοσαύτην τοῖς μὲν τῶν βελτίστων ὀρεγομένοις ἐξουσίαν, τοῖς δ’ἀποθρασύνεσθαι βουλομένοις ἀτολμίαν ἡ σὴ σωφροσύνη παρεσκεύακεν. 21ἔτι τοίνυν τῶν πλείστων ἐκ τῆς σιωπῆς, ὅταν ὦσι νέοι, τὴν τῆς σωφροσύνης δόξαν θηρωμένων, σὺ τοσοῦτον τῇ φύσει διενήνοχας, ὥστ’ἐξ ὧν λέγεις καὶ ὁμιλεῖς τοῖς ἐντυγχάνουσι μηδὲν ἐλάττω τὴν περὶ σεαυτὸν εὐδοξίαν ἢ διὰ πάντα τὰ λοιπὰ πεποιῆσθαι · τοσαύτη πειθὼ καὶ χάρις καὶ ἐν οἷς σπουδάζεις ἐστί σοι καὶ ἐν οἷς παίζεις. καὶ γὰρ εὐήθης ἀναμαρτήτως καὶ δεινὸς οὐ κακοήθως καὶ φιλάνθρωπος ἐλευθερίως, καὶ τὸ σύνολον τοιοῦτος εἶ, οἷος ἂν ἐξ Ἀρετῆς υἱὸς Ἔρωτι γένοιτο. 22τὴν τοίνυν ἀνδρείαν (οὐ δὲ γὰρ τοῦτ’ἄξιόν ἐστιν παραλιπεῖν, οὐχ ὡς οὐ πολλὴν ἐπίδοσιν ἐχούσης ἔτι τῆς σῆς φύσεως, καὶ τοῦ μέλλοντος χρόνου πλείους ἀφορμὰς παραδώσοντος λόγων τοῖς ἐπαινεῖν σε βουλομένοις, ἀλλ’ὡς καλλίστων ὄντων τῶν μετὰ ταύτης τῆς ἡλικίας ἐπαίνων, ἐν ᾗ τὸ μηδὲν ἐξαμαρτάνειν τοῖς ἄλλοις εὐκτόν ἐστι), σοῦ δ’ἐπὶ πολλῶν μὲν ἄν τις καὶ ἑτέρων τὴν ἀνδρείαν διέλθοι, μάλιστα δ’ἐπὶ τῆς ἀσκήσεως, ἧς καὶ πλεῖστοι γεγένηνται μάρτυρες. 23ἀνάγκη δ’ἴσως πρῶτον εἰπεῖν, ταύτην τὴν ἀγωνίαν ὡς καλῶς προείλου. τὸ γὰρ ὀρθῶς, ὅ τι πρακτέον ἐστίν, νέον ὄντα δοκιμάσαι, καὶ ψυχῆς ἀγαθῆς καὶ γνώμης φρονίμου κοινόν ἐστιν σημεῖον · δι’ὧν οὐδέτερον παραλιπεῖν ἄξιον τὸν τῆς προαιρέσεως ἔπαινον. συνειδὼς τοίνυν τῶν μὲν ἄλλων ἀθλημάτων καὶ δούλους καὶ ξένους μετέχοντας, τοῦ δ’ἀποβαίνειν μόνοις μὲν τοῖς πολίταις ἐξουσίαν οὖσαν, ἐφιεμένους δὲ τοὺς βελτίστους, οὕτως ἐπὶ τοῦτον τὸν ἀγῶν’ὥρμησας. 24ἔτι δὲ κρίνων τοὺς μὲν τὰ δρομικὰ γυμναζομένους οὐδὲν πρὸς ἀνδρείαν οὐ δ’εὐψυχίαν ἐπιδιδόναι, τοὺς δὲ τὴν πυγμὴν καὶ τὰ τοιαῦτ’ἀσκήσαντας πρὸς τῷ σώματι καὶ τὴν γνώμην διαφθείρεσθαι, τὸ σεμνότατον καὶ κάλλιστον τῶν ἀγωνισμάτων καὶ μάλιστα πρὸς τὴν σεαυτοῦ φύσιν ἁρμόττον ἐξελέξω, τῇ μὲν συνηθείᾳ τῶν ὅπλων καὶ τῇ τῶν δρόμων φιλοπονίᾳ τοῖς ἐν τῷ πολέμῳ συμβαίνουσιν ὡμοιωμένον, τῇ δὲ μεγαλοπρεπείᾳ καὶ τῇ σεμνότητι τῆς παρασκευῆς πρὸς τὴν τῶν θεῶν δύναμιν εἰκασμένον, πρὸς δὲ τούτοις ἡδίστην μὲν θέαν ἔχον, ἐκ πλείστων δὲ καὶ παντοδαπῶν συγκείμενον, μεγίστων δ’ἄθλων ἠξιωμένον · 25πρὸς γὰρ τοῖς τιθεμένοις τὸ γυμνασθῆναι καὶ μελετῆσαι τοιαῦτ’οὐ μικρὸν ἆθλον προφανήσεται τοῖς καὶ μετρίως ἀρετῆς ἐφιεμένοις. τεκμήριον δὲ μέγιστον ἄν τις ποιήσαιτο τὴν Ὁμήρου ποίησιν, ἐν ᾗ καὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους μετὰ τοιαύτης παρασκευῆς πολεμήσαντας πεποίηκεν ἀλλήλοις · ἔτι δὲ καὶ νῦν τῶν πόλεων τῶν Ἑλληνίδων οὐ ταῖς ταπεινοτάταις, ἀλλὰ ταῖς μεγίσταις ἐν τοῖς ἀγῶσι χρῆσθαι σύνηθές ἐστιν. 26ἡ μὲν οὖν προαίρεσις οὕτω καλὴ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἠγαπημένη · νομίζων δ’οὐδὲν εἶναι προ- προὔργου τῶν σπουδαιοτάτων ἐπιθυμεῖν οὐ δὲ καλῶς πρὸς ἅπαντα πεφυκέναι τὸ σῶμα μὴ τῆς ψυχῆς φιλοτίμως παρεσκευασμένης, τὴν μὲν φιλοπονίαν ἐν τοῖς γυμνασίοις εὐθέως ἐπιδειξάμενος οὐ δ’ἐν τοῖς ἔργοις ἐψεύσω, τὴν δ’ἄλλην ἐπιφάνειαν τῆς σαυτοῦ φύσεως καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν ἐν τοῖς ἀγῶσι μάλιστ’ἐνεδείξω. 27περὶ ὧν ὀκνῶ μὲν ἄρξασθαι λέγειν, μὴ λειφθῶ τῷ λόγῳ τῶν τότε γεγενημένων, ὅμως δ’οὐ παραλείψω · καὶ γὰρ αἰσχρὸν ἃ θεωροῦντας ἡμᾶς εὐφραίνει, ταῦτ’ἀπαγγεῖλαι μὴ ’θέλειν. ἅπαντας μὲν οὖν εἰ διεξιοίην τοὺς ἀγῶνας, ἴσως ἂν ἄκαιρον μῆκος ἡμῖν ἐπιγένοιτο τῷ λόγῳ · ἑνὸς δέ, ἐν ᾧ πολὺ διήνεγκας, μνησθεὶς τα- ταὐτάτε δηλώσω καὶ τῇ τῶν ἀκουόντων δυνάμει συμμετρώτερον φανήσομαι χρώμενος. 28τῶν γὰρ ζευγῶν ἀφεθέντων, καὶ τῶν μὲν προορμησάντων, τῶν δ’ὑφηνιοχουμένων, ἀμφοτέρων περιγενόμενος ὡς ἑκατέρων προσῆκε, τὴν νίκην ἔλαβες, τοιούτου στεφάνου τυχὼν ἐφ’ᾧ, καίπερ καλοῦ τοῦ νικᾶν ὄντος, κάλλιον ἐδόκει καὶ παραλογώτερον εἶναι τὸ σωθῆναι. φερομένου γὰρ ἐναντίου μέν σοι τοῦ τῶν ἀντιπάλων ἅρματος, ἁπάντων δ’ἀνυπόστατον οἰομένων εἶναι τὴν τῶν ἵππων δύναμιν, ὁρῶν αὐτῶν ἐνίους καὶ μηδενὸς δεινοῦ παρόντος ὑπερηγωνιακότας, οὐχ ὅπως ἐξεπλάγης ἢ κατεδειλίασας, ἀλλὰ τῇ μὲν ἀνδρείᾳ καὶ τῆς τοῦ ζεύγους ὁρμῆς κρείττων ἐγένου, τῷ δὲ τάχει καὶ τοὺς διηυτυχηκότας τῶν ἀνταγωνιστῶν παρῆλθες. 29καὶ γάρ τοι τοσοῦτον μετήλλαξας τῶν ἀνθρώπων τὰς διανοίας ὥστε πολλῶν θρυλούντων ὡς ἐν τοῖς ἱππικοῖς ἀγῶσιν ἡδίστην θέαν παρέχεται τὰ ναυαγοῦντα, καὶ δοκούντων ἀληθῆ ταῦτα λέγειν, ἐπὶ σοῦ το- τοὐναντίον τοὺς θεατὰς φοβεῖσθαι πάντας μή τι συμπέσῃ τοιοῦτον περὶ σέ · τοσαύτην εὔνοιαν καὶ φιλοτιμίαν ἡ σὴ φύσις αὐτοῖς παρέσχεν. 30εἰκότως · καλὸν μὲν γὰρ καὶ τὸ καθ’ἕν τι περίβλεπτον γενέσθαι, πολὺ δὲ κάλλιον τὸ πάντα περιλαβεῖν ἐφ’οἷς ἄν τις νοῦν ἔχων φιλοτιμηθείη. δῆλον δ’ἐκεῖθεν · εὑρήσομεν γὰρ Αἰακὸν μὲν καὶ Ῥαδάμανθυν διὰ σωφροσύνην, Ἡρακλέα δὲ καὶ Κάστορα καὶ Πολυδεύκην δι’ἀνδρείαν, Γανυμήδην δὲ καὶ Ἄδωνιν καὶ ἄλλους τοιούτους διὰ κάλλος ὑπὸ θεῶν ἀγαπηθέντας. ὥστ’ἔγωγ’οὐ θαυμάζω τῶν ἐπιθυμούντων τῆς σῆς φιλίας, ἀλλὰ τῶν μὴ τοῦτον τὸν τρόπον διακειμένων · ὅπου γὰρ ἑνὸς ἑκάστου τῶν προειρημένων μετασχόντες τινὲς τῆς τῶν θεῶν ὁμιλίας ἠξιώθησαν, ἦ που τοῦ γ’ἁπάντων κυρίου καταστάντος εὐκτὸν θνητῷ φύντι φίλον γενέσθαι. 31δίκαιον μὲν οὖν καὶ πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους τοὺς σοὺς ζηλοῦσθαι, τοσοῦτον ὑπερέχοντος σοῦ τῶν ἡλικιωτῶν ἀρετῇ, πολὺ δὲ μᾶλλον οὓς σὺ ὁ τῶν τηλικούτων ἀγαθῶν ἠξιωμένος σαυτοῦ προκρίνας ἀξίους εἶναι φίλους ἐξ ἁπάντων αἱρεῖ. τοὺς μὲν γὰρ ἡ τύχη σοι μετόχους κατέστησεν, τοὺς δ’ἡ σφετέρα καλοκἀγαθία προσσυνέστησεν · 32οὓς οὐκ οἶδα πότερον ἐραστὰς ἢ μόνους ὀρθῶς γιγνώσκοντας προσαγορεῦσαι χρή. δοκεῖ γάρ μοι καὶ κατ’ἀρχὰς ἡ τύχη, τῶν μὲν φαύλων καταφρονοῦσα, τὰς δὲ τῶν σπουδαίων ἀνδρῶν διανοίας ἐρεθίσαι βουληθεῖσα, τὴν σὴν φύσιν οὐ πρὸς ἡδονὴν ἐξαπατηθῆναι καλὴν ποιῆσαι, ἀλλὰ πρὸς ἀρετὴν εὐδαιμονῆσαι χρήσιμον. 33πολλὰ δ’ἔχων ἔτι περὶ σοῦ διελθεῖν, αὐτοῦ καταλύσειν μοι δοκῶ τὸν ἔπαινον, δεδιὼς μὴ καθ’ὑπερβολὴν τῆς ἀνθρωπίνης φύσεως ὑπὲρ σοῦ διαλέγεσθαι δόξω · τοσοῦτον γὰρ ὡς ἔοικεν ἡ τῶν λόγων δύναμις ἔλαττον ἔχει τῆς ὄψεως, ὥστε τοῖς μὲν ὁρατοῖς οὐδεὶς ἀπιστεῖν ἀξιοῖ, τοὺς δὲ τούτων ἐπαίνους οὐ δ’ἂν ἐλλείπωσιν ἀληθεῖς εἶναι νομίζουσιν. 34παυσάμενος οὖν περὶ τούτων, ἤδη πειράσομαί σοι συμβουλεύειν ἐξ ὧν ἐντιμότερον ἔτι τὸν σαυτοῦ βίον καταστήσεις. βουλοίμην δ’ἄν σε μὴ πάρεργον ποιήσασθαι τὸ προσέχειν τὸν νοῦν τοῖς μέλλουσιν ῥηθήσεσθαι, μη δ’ὑπολαμβάνειν τοῦθ’, ὡς ἄρ’ἐγὼ τούτοις κέχρημαι τοῖς λόγοις οὐ τῆς σῆς ὠφελίας ἕνεκα, ἀλλ’ἐπιδείξεως ἐπιθυμῶν, ἵνα μήτε διαμάρτῃς τῆς ἀληθείας, μήτ’ἀντὶ τῶν βελτίστων τὰ τυχόνθ’ἑλόμενος χεῖρον περὶ σαυτοῦ βουλεύσῃ. 35καὶ γὰρ τοῖς μὲν ἀφανῆ καὶ ταπεινὴν τὴν φύσιν ἔχουσιν οὐ δ’ὅταν μὴ καλῶς τι πράξωσιν ἐπιπλήττομεν, τοῖς δ’ὥσπερ σὺ περιβλέπτοις γεγενημένοις καὶ τὸ παραμελῆσαί τινος τῶν καλλίστων αἰσχύνην φέρει. ἔτι δ’οἱ μὲν ἐπὶ τῶν ἄλλων λόγων ψευσθέντες καθ’ἑνὸς μόνου πράγματος οὐ τὰ κράτιστ’ἔγνωσαν · οἱ δὲ τῆς τῶν ἐπιτηδευμάτων συμβουλίας διαμαρτόντες ἢ καταφρονήσαντες παρ’ὅλον τὸν βίον τῆς ἑαυτῶν ἀγνωσίας ὑπομνήματ’ἔχουσιν. 36τούτων μὲν οὐδὲν δεῖ σε παθεῖν, σκοπεῖσθαι δὲ τί τῶν ἀνθρωπείων μεγίστην δύναμιν ἔχει, καὶ τίνος καλῶς μὲν ἀποβάντος πλεῖστ’ἂν κατορθοῖμεν, διαφθαρέντος δὲ μέγιστ’ἂν βλαπτοίμεθα παρὰ τὸν βίον · οὐ γὰρ ἄδηλον ὅτι τούτου καὶ μάλιστ’ἐπιμέλειαν ποιητέον, ὃ μεγίστην ῥοπὴν ἐφ’ἑκάτερον ἐργάζεσθαι πέφυκεν. 37τῶν μὲν τοίνυν ἐν ἀνθρώποις διάνοιαν ἁπάντων εὑρήσομεν ἡγεμονεύουσαν, ταύτην δὲ φιλοσοφίαν μόνην παιδεῦσαίτ’ὀρθῶς καὶ γυμνάσαι δυναμένην. ἧς οἴομαι σε δεῖν μετασχεῖν, καὶ μὴ κατοκνῆσαι μη δὲ φυγεῖν τὰς ἐνούσας ἐν αὐτῇ πραγματείας, ἐνθυμούμενον ὅτι διὰ μὲν ἀργίας καὶ ῥᾳθυμίας καὶ τὰ παντελῶς ἐπιπολῆς δυσχείρωτ’ἐστί, διὰ δὲ καρτερίας καὶ φιλοπονίας οὐδὲν τῶν ὄντων ἀγαθῶν ἀνάλωτον πέφυκεν, καὶ διότι πάντων ἀλογώτατόν ἐστι πρὸς μὲν χρηματισμὸν καὶ ῥώμην καὶ τὰ τοιαῦτα φιλοτίμως ἔχειν καὶ πολλὰς ὑπομένειν κακοπαθίας, ἃ πάντα θνήτ’ἐστὶν καὶ τῇ διανοίᾳ δουλεύειν εἴωθεν, τὴν δ’ἐπιστατοῦσαν μὲν τῶν ἄλλων, συνδιατελοῦσαν δὲ τοῖς ἔχουσιν, ὅλου δ’ἡγεμονεύουσαν τοῦ βίου μὴ ζητεῖν ὅπως διακείσεται βέλτιον. 39καίτοι καλὸν μὲν καὶ διὰ τύχην ἐν τοῖς σπουδαιοτάτοις θαυμάζεσθαι, πολὺ δὲ κάλλιον διὰ τὴν ἐπιμέλειαν τὴν αὑτοῦ μηδενὸς τῶν ἐνδόξων ἄμοιρον γενέσθαι · τῆς μὲν γὰρ ἐνίοτε καὶ τοῖς φαύλοις μετασχεῖν συνέβη, τῆς δ’οὐκ ἔστιν ἄλλοις μετουσία πλὴν τοῖς ἐν ἀνδραγαθίᾳ διαφέρουσιν. 40ἀλλὰ μὴν περί γε τῆς φιλοσοφίας ἀκριβῶς μὲν ἕκαστα διελθεῖν ἡγοῦμαι τὸν μέλλοντα χρόνον ἡμῖν ἐπιτηδειοτέρους καιροὺς παραδώσειν · συντόμως δ’εἰπεῖν οὐ δὲ νῦν οὐδὲν κωλύσει περὶ αὐτῆς. ἓν οὖν πρῶτον ἐκεῖνό σε δεῖ καταμαθεῖν ἀκριβῶς, ὅτι πᾶσα μὲν παιδεία δι’ἐπιστήμης καὶ μελέτης τινὸς συνέστηκεν, ἡ δὲ φιλοσοφία καὶ μᾶλλον τῶν ἄλλων · ὅσῳ γὰρ φρονιμωτέρους ἔχει τοὺς ἐφεστῶτας, τοσούτῳ κάλλιον αὐτὴν συγκεῖσθαι προσήκει. 41καίτοι τί ποτ’ἂν βουληθείημεν, τῆς μὲν διανοίας ἐπὶ τοῦ λέγειν καὶ βουλεύεσθαι τεταγμένης, τῆς δὲ φιλοσοφίας ἑκατέρου τούτων ἐμπειρίαν παραδιδούσης, μὴ ταύτην κατασχεῖν τὴν πραγματείαν, δι’ἧς ἀμφοτέρων τούτων ἐγκρατῶς ἕξομεν; τότε γὰρ εἰκὸς καὶ τὸν βίον ἡμῶν μεγίστην ἐπίδοσιν λαβεῖν, ὅταν τῶν κρατίστων ὀρεγόμενοι τὰ μὲν διδακτὰ τέχνῃ, τὰ δὲ λοιπὰ γυμνασίᾳ καὶ συνηθείᾳ κατασχεῖν δυνηθῶμεν. 42οὐ γὰρ δήπου τοῦτό γ’ἔστιν εἰπεῖν, ὡς οὐδὲν πρὸς τὸ φρονεῖν εὖ παρὰ τὴν ἐπιστήμην διαφέρομεν ἀλλήλων · ὅλως μὲν γὰρ ἅπασα φύσις βελτίων γίγνεται παιδείαν προσλαβοῦσα τὴν προσήκουσαν, πολὺ δὲ μάλισθ’ὅσαις ἐξ ἀρχῆς εὐφυέστερον τῶν ἄλλων ἔχειν ὑπῆρξεν · ταῖς μὲν γὰρ αὑτῶν μόνον βελτίοσιν γίγνεσθαι, ταῖς δὲ καὶ τῶν ἄλλων συμβαίνει διενεγκεῖν. 43εὖ δ’ἴσθι τὴν μὲν ἐκ τῶν πράξεων ἐμπειρίαν γιγνομένην σφαλερὰν οὖσαν καὶ πρὸς τὸν λοιπὸν βίον ἀχρήστως ἔχουσαν, τὴν δ’ἐκ τοῦ φιλοσοφεῖν παιδείαν πρὸς ἅπαντα ταῦτ’εὐκαίρως συγκεκραμένην. καίτοι τινὲς ἤδη καὶ δι’εὐτυχίαν πραγμάτων γυμνασθέντες ἐθαυμάσθησαν · σοὶ δὲ προσήκει τούτων μὲν καταφρονεῖν, σαυτοῦ δ’ἐπιμέλειαν ἔχειν · οὐ γὰρ αὐτοσχεδιάζειν, ἀλλ’ἐπίστασθαί σε δεῖ περὶ τῶν μεγίστων, οὐ δ’ἐπὶ τῶν καιρῶν μελετᾶν, ἀλλ’ἀγωνίζεσθαι καλῶς ἐπίστασθαι. 44νόμιζε δὲ πᾶσαν μὲν τὴν φιλοσοφίαν μεγάλα τοὺς χρωμένους ὠφελεῖν, πολὺ δὲ μάλιστα τὴν περὶ τὰς πράξεις καὶ τοὺς πολιτικοὺς λόγους ἐπιστήμην. τῆς γὰρ γεωμετρίας καὶ τῆς ἄλλης τῆς τοιαύτης παιδείας ἀπείρως μὲν ἔχειν αἰσχρόν, ἄκρον δ’ἀγωνιστὴν γενέσθαι ταπεινότερον τῆς σῆς ἀξίας · ἐν ἐκείνῃ δὲ τὸ μὲν διενεγκεῖν ζηλωτόν, τὸ δ’ἄμοιρον γενέσθαι παντελῶς καταγέλαστον. 45γνοίης δ’ἂν ἐξ ἄλλωντε πολλῶν, καὶ παραθεωρήσας τοὺς πρὸ σαυτοῦ γεγενημένους ἐνδόξους ἄνδρας. τοῦτο μὲν γὰρ Περικλέα τὸν συνέσει πλεῖστον τῶν καθ’αὑτὸν διενεγκεῖν δόξαντα πάντων, ἀκούσει πλησιάσαντ’Ἀναξαγόρᾳ τῷ Κλαζομενίῳ καὶ μαθητὴν ἐκείνου γενόμενον ταύτης τῆς δυνάμεως μετασχόντα · τοῦτο δ’Ἀλκιβιάδην εὑρήσεις φύσει μὲν πρὸς ἀρετὴν πολλῷ χεῖρον διακείμενον, καὶ τὰ μὲν ὑπερηφάνως, τὰ δὲ ταπεινῶς, τὰ δ’ὑπερακρατῶς ζῆν προῃρημένον, ἀπὸ δὲ τῆς Σωκράτους ὁμιλίας πολλὰ μὲν ἐπανορθωθέντα τοῦ βίου, τὰ δὲ λοιπὰ τῷ μεγέθει τῶν ἄλλων ἔργων ἐπικρυψάμενον. 46εἰ δὲ δεῖ μὴ παλαιὰ λέγοντας διατρίβειν, ἔχοντας ὑπογυωτέροις παραδείγμασιν χρῆσθαι, τοῦτο μὲν Τιμόθεον οὐκ ἐξ ὧν νεώτερος ὢν ἐπετήδευσεν, ἀλλ’ἐξ ὧν Ἰσοκράτει συνδιατρίψας ἔπραξεν, μεγίστης δόξης καὶ πλείστων τιμῶν εὑρήσεις ἀξιωθέντα · τοῦτο δ’Ἀρχύταν τὴν Ταραντίνων πόλιν οὕτω καλῶς καὶ φιλανθρώπως διοικήσαντα κύριον αὐτῆς καταστάντα, ὥστ’εἰς ἅπαντας τὴν ἐκείνου μνήμην διενεγκεῖν · ὃς ἐν ἀρχῇ καταφρονούμενος, ἐκ τοῦ Πλάτωνι πλησιάσαι τοσαύτην ἔλαβεν ἐπίδοσιν. 47καὶ τούτων οὐδὲν ἀλόγως ἀποβέβηκεν · πολὺ γὰρ ἄν ἦν ἀτοπώτερον, εἰ τὰ μὲν μικρὰ δι’ἐπιστήμης καὶ μελέτης ἠναγκαζόμεθ’ἐπιτελεῖν, τὰ δὲ μέγιστ’ἄνευ ταύτης τῆς πραγματείας ἠδυνάμεθα πράττειν. περὶ μὲν οὖν τούτων οὐκ οἶδ’ὅ τι δεῖ πλείω λέγειν · οὐ δὲ γὰρ ἐξ ἀρχῆς ὡς παντελῶς ἀπείρως ἔχοντός σου περὶ αὐτῶν ἐμνήσθην, ἀλλ’ἡγούμενος τὰς τοιαύτας παρακλήσεις τοὺς μὲν ἀγνοοῦντας προτρέπειν, τοὺς δ’εἰδότας παροξύνειν. 48μηδὲν δ’ὑπολάβῃς τοιοῦτον, ὡς ἄρ’ἐγὼ ταῦτ’εἴρηκα διδάξειν αὐτὸς ἐπαγγελλόμενός σέ τι τούτων · οὐ γὰρ ἂν αἰσχυνθείην εἰπὼν ὅτι πολλὰ μαθεῖν αὐτὸς ἔτι δέομαι, καὶ μᾶλλον ἀγωνιστὴς προῄρημαι τῶν πολιτικῶν ἢ διδάσκαλος εἶναι τῶν ἄλλων. οὐχ ὡς ἀναινόμενος δὲ ταῦτα διορθοῦμαι τὴν τῶν σοφιστεύειν ἑλομένων δόξαν, ἀλλ’ὅτι τα- τἀληθὲς τοῦτον ἔχον τυγχάνει τὸν τρόπον · 49ἐπεὶ σύνοιδά γε πολλοὺς μὲν ἐξ ἀδόξων καὶ ταπεινῶν ἐπιφανεῖς διὰ τῆς πραγματείας ταύτης γεγενημένους, Σόλωνα δὲ καὶ ζῶντα καὶ τελευτήσαντα μεγίστης δόξης ἠξιωμένον · ὃς οὐκ ἀπεληλαμένος τῶν ἄλλων τιμῶν, ἀλλὰ τῆς μὲν ἀνδρείας τὸ πρὸς Μεγαρέας τρόπαιον ὑπόμνημα καταλιπών, τῆς δ’εὐβουλίας τὴν Σαλαμῖνος κομιδήν, τῆς δ’ἄλλης συνέσεως τοὺς νόμους, οἷς ἔτι καὶ νῦν οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι διατελοῦσιν, ὅμως τοσούτων αὐτῷ καλῶν ὑπαρχόντων, ἐπ’οὐδενὶ μᾶλλον ἐσπούδασεν ἢ τῶν ἑπτὰ σοφιστῶν ὅπως γένηται, νομίζων τὴν φιλοσοφίαν οὐκ ὄνειδος, ἀλλὰ τιμὴν τοῖς χρωμένοις φέρειν, καλῶς ἐγνωκὼς αὐτὸ τοῦτ’οὐχ ἧττον ἢ καὶ τα- τἄλλ’ἐφ’οἷς διήνεγκεν. 51ἐγὼ μὲν οὖν οὔτ’αὐτὸς ἄλλως γιγνώσκω, σοίτε παραινῶ φιλοσοφεῖν, μεμνημένῳ τῶν ἐξ ἀρχῆς ὑπαρξάντων σαυτῷ · τούτου γὰρ ἕνεκα διῆλθον ἐν ἀρχῇ τοῦ λόγου κα- κἀγὼ περὶ αὐτῶν, οὐχ ὡς ἐκ τοῦ τὴν σὴν φύσιν ἐπαινεῖν ἀνακτήσεσθαί σε προσδοκῶν, ἀλλ’ἵνα μᾶλλον προτρέψω σε πρὸς τὴν φιλοσοφίαν, ἐὰν μὴ παρὰ μικρὸν ποιήσῃ, μη δ’ἐπὶ τοῖς ὑπάρχουσιν ἀγαθοῖς μέγα φρονήσας τῶν μελλόντων ὀλιγωρήσῃς. 52μη δ’εἰ τῶν ἐντυγχανόντων κρείττων εἶ, μηδὲν τῶν ἄλλων ζήτει διενεγκεῖν, ἀλλ’ἡγοῦ κράτιστον μὲν εἶναι τὸ πρωτεύειν ἐν ἅπασιν, τούτου δ’ὀρεγόμενον ὀφθῆναι μᾶλλον συμφέρειν ἢ προέχοντ’ἐν τοῖς τυχοῦσιν. καὶ μὴ καταισχύνῃς τὴν φύσιν, μη δὲ ψευσθῆναι ποιήσῃς τῶν ἐλπίδων τοὺς ἐπὶ σοὶ μέγα φρονοῦντας, ἀλλ’ὑπερβάλλεσθαι πειρῶ τῇ σαυτοῦ δυνάμει τὴν τῶν εὐνουστάτων ἐπιθυμίαν. 53καὶ νόμιζε τοὺς μὲν ἄλλους λόγους, ὅταν ἐπιεικῶς ἔχωσιν, τοῖς εἰποῦσιν δόξαν περιτιθέναι, τὰς δὲ συμβουλίας τοῖς πεισθεῖσιν ὠφέλειαν καὶ τιμὴν προσάπτειν · καὶ τὰς μὲν περὶ τῶν ἄλλων κρίσεις τὴν αἴσθησιν ἣν ἔχομεν δηλοῦν, τὰς δὲ τῶν ἐπιτηδευμάτων αἱρέσεις τὴν ὅλην φύσιν ἡμῶν δοκιμάζειν. ἐν οἷς ἅμα κρίνων αὐτὸς κριθήσεσθαι προσδόκα παρὰ πᾶσιν, κα- κἀμὲ τὸν οὕτως ἐγκωμιάσαντά σ’ἑτοίμως ἐν ἀγῶνι γενήσεσθαι τῆς σῆς δοκιμασίας. 54δι’ἃ δεῖ σε τῶν ἐπαίνων ἄξιον εἶναι δόξαντα καὶ ἐμὲ τῆς σῆς φιλίας ἀνεπιτίμητον ἀφεῖναι. οὐχ οὕτως δ’ἄν σε προθύμως ἐπὶ τὴν φιλοσοφίαν παρεκάλουν, εἰ μὴ τῆς μὲν εὐνοίας τῆς ἐμῆς τοῦτον ἄν σοι κάλλιστον ἔρανον εἰσενεγκεῖν ᾤμην, τὴν δὲ πόλιν ἑώρων διὰ μὲν ἀπορίαν τῶν καλῶν κα- κἀγαθῶν ἀνδρῶν τοῖς τυχοῦσιν πολλάκις χρωμένην, διὰ δὲ τὰς τούτων ἁμαρτίας αὐτὴν ταῖς μεγίσταις ἀτυχίαις περιπίπτουσαν. 55ἵν’οὖν ἡ μὲν τῆς σῆς ἀρετῆς, σὺ δὲ τῶν παρὰ ταύτης τιμῶν ἀπολαύσῃς, προθυμότερόν σοι παρεκελευσάμην. καὶ γὰρ οὐ δ’ἐπὶ σοὶ νομίζω γενήσεσθαι ζῆν ὡς ἔτυχεν, ἀλλὰ προστάξειν σοι τὴν πόλιν τῶν αὑτῆς τι διοικεῖν, καὶ ὅσῳ τὴν φύσιν ἐπιφανεστέραν ἔχεις, τοσούτῳ μειζόνων ἀξιώσειν καὶ θᾶττον βουλήσεσθαι πεῖράν σου λαμβάνειν. καλὸν οὖν παρεσκευάσθαι τὴν γνώμην, ἵνα μὴ τότε πλημμελῇς. 56τοῦτο μὲν οὖν ἐμὸν ἦν ἔργον, εἰπεῖν ἅ σοι συμφέρειν ἡγοῦμαι πεπρᾶχθαι, σὸν δὲ βουλεύσασθαι περὶ αὐτῶν. προσήκει δὲ καὶ τοὺς ἄλλους τοὺς ζητοῦντας οἰκείως πρὸς σὲ διακεῖσθαι μὴ τὰς ἐπιπολαίους ἡδονὰς καὶ διατριβὰς ἀγαπᾶν, μη δ’ἐπὶ ταύτας προκαλεῖσθαι, ἀλλὰ φιλοπονεῖν καὶ σκοπεῖν ὅπως τὸν σὸν βίον ὡς λαμπρότατον καταστήσουσιν · αὐτοίτε γὰρ οὕτως ἂν μάλιστ’ἐπαινοῖντο καὶ σοὶ πλείστων ἀγαθῶν αἴτιοι γένοιντο. 57μέμφομαι μὲν οὖν οὐ δὲ νῦν οὐδένα τῶν σοὶ πλησιαζόντων · καὶ γάρ μοι δοκεῖ τῆς ἄλλης εὐτυχίας τῆς σῆς καὶ τοῦθ’ἓν εἶναι, τὸ μηδενὸς φαύλου τυχεῖν ἐραστοῦ, ἀλλ’οὓς ἄν τις ἕλοιτο βουλόμενος φίλους ἐκ τῶν ἡλικιωτῶν ἐκλέγεσθαι · παραινῶ μέντοι σοι φιλοφρονεῖσθαι μὲν πρὸς ἅπαντας τούτους καὶ ἔχειν ἡδέως, πείθεσθαι δὲ τοῖς πλεῖστον νοῦν ἔχουσιν αὐτῶν, ἵνα καὶ τούτοις αὐτοῖς ἔτι σπουδαιότερος δοκῇς εἶναι καὶ τοῖς ἄλλοις πολίταις. εὐτύχει.