Hymn to the Dioscuri
ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
2Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
3Κάστοράθ’ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
4τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
5μιχθεῖσ’ἐν φιλότητι κελαινεφέι Κρονίωνι
6σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
7ὠκυπόρωντε νεῶν, ὅτετε σπέρχωσιν ἄελλαι
8χειμέριαι κατὰ πόντον ἀμείλιχον · οἳ δ’ἀπὸ νηῶν
9εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
10ἄρνεσσιν λευκοῖσιν, ἐπ’ἀκρωτήρια βάντες
11πρύμνης · τὴν δ’ἄνεμόςτε μέγας καὶ κῦμα θαλάσσης
12θῆκαν ὑποβρυχίην · οἳ δ’ἐξαπίνης ἐφάνησαν
13ξουθῇσι πτερύγεσσι δι’αἰθέρος ἀίξαντες,
14αὐτίκα δ’ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
15κύματα δ’ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
16σήματα καλά, πόνου ἀπονόσφισιν · οἳ δὲ ἰδόντες
17γήθησαν, παύσαντο δ’ὀιζυροῖο πόνοιο.
18χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων ·
19αὐτὰρ ἐγὼν ὑμέωντε καὶ ἄλλης μνήσομ’ἀοιδῆς.