Homeric Hymns

Hymn to Selene

1
μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
2
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς ·
3
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
4
κρατὸς ἀπ’ἀθανάτοιο, πολὺς δ’ὑπὸ κόσμος ὄρωρεν
5
αἴγλης λαμπούσης · στίλβει δέτ’ἀλάμπετος ἀὴρ
6
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δ’ἐνδιάονται,
7
εὖτ’ἂν ἀπ’Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
8
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
9
ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
10
ἐσσυμένως προτέρωσ’ἐλάσῃ καλλίτριχας ἵππους,
11
ἑσπερίη, διχόμηνος · ὃ δὲ πλήθει μέγας ὄγμος
12
λαμπρόταταίτ’αὐγαὶ τότ’ἀεξομένης τελέθουσιν
13
οὐρανόθεν · τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
14
τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ ·
15
ἣ δ’ὑποκυσαμένη Πανδείην γείνατο κούρην,
16
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
17
χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
18
πρόφρον, ἐυπλόκαμος · σέο δ’ἀρχόμενος κλέα φωτῶν
19
ᾄσομαι ἡμιθέων, ὧν κλείουσ’ἔργματ’ἀοιδοί,
20
Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.