Homeric Hymns

Hymn to Helios

1
ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,
2
Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις
3
γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος ·
4
γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,
5
αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα,
6
Ἠῶτε ῥοδόπηχυν ἐυπλόκαμόντε Σελήνην
7
Ἠέλιόντ’ἀκάμαντ’, ἐπιείκελον ἀθανάτοισιν,
8
ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν
9
ἵπποις ἐμβεβαώς · σμερδνὸν δ’ὅ γε δέρκεται ὄσσοις
10
χρυσέης ἐκ κόρυθος · λαμπραὶ δ’ἀκτῖνες ἀπ’αὐτοῦ
11
αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέτ’ἔθειραι
12
λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον
13
τηλαυγές · καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος
14
λεπτουργές, πνοιῇ ἀνέμων · ὕπο δ’ἄρσενες ἵπποι.
15
ἔνθ’ἄρ’ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,
15a
αὐτόθι παύεται ἄκρου ἐπ’οὐρανοῦ, εἰσόκεν αὖτις
16
θεσπέσιος πέμπῃσι δι’οὐρανοῦ Ὠκεανόνδε.
17
χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρε’ὄπαζε.
18
ἐκ σέο δ’ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν
19
ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.