Homeric Hymns

Hymn to Hestia

1
ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
2
ἀθανάτωντε θεῶν χαμαὶ ἐρχομένωντ’ἀνθρώπων
3
ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
4
καλὸν ἔχουσα γέρας καὶ τίμιον · οὐ γὰρ ἄτερ σοῦ
5
εἰλαπίναι θνητοῖσιν, ἵν’οὐ πρώτῃ πυμάτῃτε
6
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον ·
7
καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
8
ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,
10
ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃτε φίλῃτε.
9
ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν
11
εἰδότες · ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
12
εἰδότες ἔργματα καλὰ νόῳθ’ἕσπεσθε καὶ ἥβῃ.
13
χαῖρε, Κρόνου θύγατερ, σύτε καὶ χρυσόρραπις Ἑρμῆς ·
14
αὐτὰρ ἐγὼν ὑμέωντε καὶ ἄλλης μνήσομ’ἀοιδῆς.