Hymn to Athena
Παλλάδ’Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ἀείδειν
2γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
3παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
4Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
5σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ἔχουσαν,
6χρύσεα, παμφανόωντα · σέβας δ’ἔχε πάντας ὁρῶντας
7ἀθανάτους · ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
8ἐσσυμένως ὤρουσεν ἀπ’ἀθανάτοιο καρήνου,
9σείσασ’ὀξὺν ἄκοντα · μέγας δ’ἐλελίζετ’Ὄλυμπος
10δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος · ἀμφὶ δὲ γαῖα
11σμερδαλέον ἰάχησεν · ἐκινήθη δ’ἄρα πόντος,
12κύμασι πορφυρέοισι κυκώμενος · ἔκχυτο δ’ἅλμη
13ἐξαπίνης · στῆσεν δ’Ὑπερίονος ἀγλαὸς υἱὸς
14ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
15εἵλετ’ἀπ’ἀθανάτων ὤμων θεοείκελα τεύχη
16Παλλὰς Ἀθηναίη · γήθησε δὲ μητίετα Ζεύς.
17καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο ·
18αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ἀοιδῆς.