Homeric Hymns

Hymn to Dionysus

1
κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομ’ἀείδειν,
2
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
3
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
4
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
5
Νύσης ἐν γυάλοις · ὃ δ’ἀέξετο πατρὸς ἕκητι
6
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
7
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
8
δὴ τότε φοιτίζεσκε καθ’ὑλήεντας ἐναύλους,
9
κισσῷ καὶ δάφνῃ πεπυκασμένος · αἳ δ’ἅμ’ἕποντο
10
Νύμφαι, ὃ δ’ἐξηγεῖτο · βρόμος δ’ἔχεν ἄσπετον ὕλην.
11
καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλ’ὦ Διόνυσε ·
12
δὸς δ’ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
13
ἐκ δ’αὖθ’ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.