Homeric Hymns

Hymn to the Muses and Apollo

1
μουσάων ἄρχωμαι Ἀπόλλωνόςτε Διόςτε ·
2
ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος
3
ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,
4
ἐκ δὲ Διὸς βασιλῆες · ὃ δ’ὄλβιος, ὅν τινα Μοῦσαι
5
φίλωνται · γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.
6
χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατ’ἀοιδήν ·
7
αὐτὰρ ἐγὼν ὑμέωντε καὶ ἄλλης μνήσομ’ἀοιδῆς.