Hymn to Poseidon
ἀμφὶ Ποσειδάωτα, μέγαν θεόν, ἄρχομ’ἀείδειν,
2γαίης κινητῆρα καὶ ἀτρυγέτοιο θαλάσσης,
3πόντιον, ὅσθ’Ἑλικῶνα καὶ εὐρείας ἔχει Αἰγάς.
4διχθά τοι, Ἐννοσίγαιε, θεοὶ τιμὴν ἐδάσαντο,
5ἵππωντε δμητῆρ’ἔμεναι σωτῆράτε νηῶν.
6χαῖρε, Ποσείδαον γαιήοχε, κυανοχαῖτα,
7καί, μάκαρ, εὐμενὲς ἦτορ ἔχων πλώουσιν ἄρηγε.