Homeric Hymns

Hymn to Apollo

1
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγ’ἀείδει,
2
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
3
Πηνειόν · σὲ δ’ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
4
ἡδυεπὴς πρῶτόντε καὶ ὕστατον αἰὲν ἀείδει.
5
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ἀοιδῇ.