Homeric Hymns

Hymn to Hephaistos

1
Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,
2
ὃς μετ’Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα
3
ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ
4
ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.
5
νῦν δὲ δι’Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες
6
ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν
7
εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.
8
ἀλλ’ἵληθ’, Ἥφαιστε · δίδου δ’ἀρετήντε καὶ ὄλβον.