Hymn to Mercury
Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην,
2Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
3ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
4Ἄτλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα,
5αἰδοίη · μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον,
6ἄντρῳ ναιετάουσα παλισκίῳ · ἔνθα Κρονίων
7νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
8εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην ·
9λάνθανε δ’ἀθανάτουςτε θεοὺς θνητούςτ’ἀνθρώπους.
10καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ ·
11σεῦ δ’ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
12