Homeric Hymns

Hymn to Aesclepius

1
ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομ’ἀείδειν,
2
υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα Κορωνὶς
3
Δωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,
4
χάρμα μέγ’ἀνθρώποισι, κακῶν θελκτῆρ’ὀδυνάων.
5
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ · λίτομαι δέ σ’ἀοιδῇ.