Hymn to Heracles
Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγ’ἄριστον
2γείνατ’ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν
3Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι ·
4ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν
5πλαζόμενος πομπῇσιν ὕπ’Εὐρυσθῆος ἄνακτος
6πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δ’ἀνέτλη ·
7νῦν δ’ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου
8ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.
9χαῖρε, ἄναξ, Διὸς υἱέ · δίδου δ’ἀρετήντε καὶ ὄλβον.