1μητέρα μοι πάντωντε θεῶν πάντωντ’ἀνθρώπων
2ὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,
3ᾗ κροτάλων τυπάνωντ’ἰαχὴ σύντε βρόμος αὐλῶν
4εὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶντε λεόντων
5οὔρεάτ’ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.
6καὶ σὺ μὲν οὕτω χαῖρε θεαίθ’ἅμα πᾶσαι ἀοιδῇ.