Homeric Hymns

Hymn to Aphrodite

1
κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσι
2
μείλιχα δῶρα δίδωσιν, ἐφ’ἱμερτῷ δὲ προσώπῳ
3
αἰεὶ μειδιάει καὶ ἐφ’ἱμερτὸν θέει ἄνθος.
4
χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσα
5
εἰναλίηςτε Κύπρου · δὸς δ’ἱμερόεσσαν ἀοιδήν.
6
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ἀοιδῆς.