Hymn to Artemis
Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.
2παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,
3ἥθ’ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος
4ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει
5ἐς Κλάρον ἀμπελόεσσαν, ὅθ’ἀργυρότοξος Ἀπόλλων
6ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.
7καὶ σὺ μὲν οὕτω χαῖρε θεαίθ’ἅμα πᾶσαι ἀοιδῇ ·
8αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομ’ἀείδειν,
9σεῦ δ’ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.