Hymn to Aphrodite
μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης,
2Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
3καίτ’ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων
4οἰωνούςτε διιπετέας καὶ θηρία πάντα,
5ἠμὲν ὅσ’ἤπειρος πολλὰ τρέφει ἠδ’ὅσα πόντος ·
6πᾶσιν δ’ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης.
7τρισσὰς δ’οὐ δύναται πεπιθεῖν φρένας οὐ δ’ἀπατῆσαι ·
8κούρηντ’αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην ·
9οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
10ἀλλ’ἄρα οἱ πόλεμοίτε ἅδον καὶ ἔργον Ἄρηος
11ὑσμῖναίτε μάχαιτε καὶ ἀγλαὰ ἔργ’ἀλεγύνειν.
12πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
13ποιῆσαι σατίναςτε καὶ ἅρματα ποικίλα χαλκῷ.
14ἣ δέτε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
15ἀγλαὰ ἔργ’ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
16οὐ δέ ποτ’Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν
17δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη.
18καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
19φόρμιγγέςτε χοροίτε διαπρύσιοίτ’ὀλολυγαὶ
20ἄλσεάτε σκιόεντα δικαίωντε πτόλις ἀνδρῶν.
21οὐ δὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργ’Ἀφροδίτης,
22Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
23αὖτις δ’ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
24πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων ·
25ἣ δὲ μαλ’οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν ·
26ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
27ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο,
28παρθένος ἔσσεσθαι πάντ’ἤματα, δῖα θεάων.
29τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο
30καὶτε μέσῳ οἴκῳ κατ’ἄρ’ἕζετο πῖαρ ἑλοῦσα.
31πᾶσιν δ’ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
32καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
33τάων οὐ δύναται πεπιθεῖν φρένας οὐ δ’ἀπατῆσαι ·
34τῶν δ’ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ’Ἀφροδίτην
35οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
36καίτε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
37ὅστε μέγιστόςτ’ἐστὶ μεγίστηςτ’ἔμμορε τιμῆς.
38καίτε τοῦ, εὖτ’ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα
39ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν,
40Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχουτε,
41ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι.
42κυδίστην δ’ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
43μήτηρτε Ῥείη · Ζεὺς δ’ἄφθιτα μήδεα εἰδὼς
44αἰδοίην ἄλοχον ποιήσατο κέδν’εἰδυῖαν.
45τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
46ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
47μη δ’αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη,
48καί ποτ’ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
49ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη,
50ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί,
51καίτε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
52ὥςτε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
53Ἀγχίσεω δ’ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
54ὃς τότ’ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
55βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
56τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
57ἠράσατ’, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν.
58ἐς Κύπρον δ’ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν,
59ἐς Πάφον · ἔνθα δέ οἱ τέμενος βωμόςτε θυώδης.
60ἐνθ’ἥ γ’εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς ·
61ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
62ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
63ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
64ἑσσαμένη δ’εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
65χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
66σεύατ’ἐπὶ Τροίης προλιποῦσ’εὐώδεα Κύπρον,
67ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
68Ἴδην δ’ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
69βῆ δ’ἰθὺς σταθμοῖο δι’οὔρεος · οἳ δὲ μετ’αὐτὴν
70σαίνοντες πολιοίτε λύκοι χαροποίτε λέοντες,
71ἄρκτοι παρδάλιέςτε θοαὶ προκάδων ἀκόρητοι
72ἤισαν · ἣ δ’ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
73καὶ τοῖς ἐν στήθεσσι βάλ’ἵμερον · οἳ δ’ἅμα πάντες
74σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους ·
75αὐτὴ δ’ἐς κλισίας εὐποιήτους ἀφίκανε ·
76τὸν δ’εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ’ἄλλων
77Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα.
78οἳ δ’ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας
79πάντες · ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ’ἄλλων
80πωλεῖτ’ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
81στῆ δ’αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
82παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
83μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
84Ἀγχίσης δ’ὁρόων ἐφράζετο θαύμαινέντε
85εἶδόςτε μέγεθόςτε καὶ εἵματα σιγαλόεντα.
86πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
89καλόν, χρύσειον, παμποίκιλον · ὡς δὲ σελήνη
90στήθεσιν ἀμφ’ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι ·
87εἶχε δ’ἐπιγναμπτὰς ἕλικας κάλυκάςτε φαεινάς ·
88ὅρμοι δ’ἀμφ’ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν.
91Ἀγχίσην δ’ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα ·
92χαῖρε, ἄνασσ’, ἥ τις μακάρων τάδε δώμαθ’ἱκάνεις,
93Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
94ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη,
95ἤ πού τις Χαρίτων δεῦρ’ἤλυθες, αἵτε θεοῖσι
96πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
97ἤ τις Νυμφάων, αἵτ’ἄλσεα καλὰ νέμονται
98ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι
99καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα.
100σοὶ δ’ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
101βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
102ὥρῃσιν πάσῃσι. σὺ δ’εὔφρονα θυμὸν ἔχουσα
103δός με μετὰ Τρώεσσιν ἀριπρεπέ’ἔμμεναι ἄνδρα,
104ποίει δ’ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ’αὐτὸν
105δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο,
106ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι.
107τὸν δ’ἠμείβετ’ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη ·
108Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
109οὔ τίς τοι θεός εἰμι · τί μ’ἀθανάτῃσιν ἐίσκεις;
110ἀλλὰ καταθνητήτε, γυνὴ δέ με γείνατο μήτηρ.
111Ὀτρεὺς δ’ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις,
112ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
113γλῶσσαν δ’ὑμετέρηντε καὶ ἡμετέρην σάφα οἶδα.
114Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν · ἣ δὲ διαπρὸ
115σμικρὴν παῖδ’ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα.
116ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
117νῦν δέ μ’ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
118ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς.
119πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
120παίζομεν, ἀμφὶ δ’ὅμιλος ἀπείριτος ἐστεφάνωτο.
121ἔνθεν μ’ἥρπαξε χρυσόρραπις Ἀργειφόντης ·
122πολλὰ δ’ἔπ’ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
123πολλὴν δ’ἄκληρόντε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
124ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους ·
125οὐ δὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης ·
126Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
127κουριδίην ἄλοχον, σοὶ δ’ἀγλαὰ τέκνα τεκεῖσθαι.
128αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γ’αὖτις
129ἀθανάτων μετὰ φῦλ’ἀπέβη κρατὺς Ἀργειφόντης ·
130αὐτὰρ ἐγώ σ’ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ’ἀνάγκη.
131ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
132ἐσθλῶν · οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν ·
133ἀδμήτην μ’ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
134πατρίτε σῷ δεῖξον καὶ μητέρι κέδν’εἰδυίῃ
135σοῖςτε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν.
136οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ’εἰκυῖα.
137πέμψαι δ’ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
138εἰπεῖν πατρίτ’ἐμῷ καὶ μητέρι κηδομένῃ περ ·
139οἳ δέ κε τοι χρυσόντε ἅλις ἐσθῆτάθ’ὑφαντὴν
140πέμψουσιν · σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
141ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα,
142τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
143ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
144Ἀγχίσην δ’ἔρος εἷλεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
145εἰ μὲν θνητήτ’ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ,
146Ὀτρεὺς δ’ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις,
147ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ’ἱκάνεις
148Ἑρμέω, ἐμὴ δ’ἄλοχος κεκλήσεαι ἤματα πάντα ·
149οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
150ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι
151αὐτίκα νῦν · οὐ δ’εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
152τόξου ἀπ’ἀργυρέου προΐῃ βέλεα στονόεντα.
153βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι,
154σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω.
155ὣς εἰπὼν λάβε χεῖρα · φιλομμειδὴς δ’Ἀφροδίτη
156ἕρπε μεταστρεφθεῖσα κατ’ὄμματα καλὰ βαλοῦσα
157ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
158χλαίνῃσιν μαλακῇς ἐστρωμένον · αὐτὰρ ὕπερθεν
159ἄρκτων δέρματ’ἔκειτο βαρυφθόγγωντε λεόντων,
160τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.
161οἳ δ’ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
162κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
163πόρπαςτε γναμπτάςθ’ἕλικας κάλυκάςτε καὶ ὅρμους.
164λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
165ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
166Ἀγχίσης · ὃ δ’ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
167ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
168ἦμος δ’ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
169βοῦςτε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων ·
170τῆμος ἄρ’Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
171νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
172ἑσσαμένη δ’εὖ πάντα περὶ χροῒ δῖα θεάων
173ἔστη πὰρ κλισίῃ, κα- κεὐποιήτοιο μελάθρου
174κῦρε κάρη · κάλλος δὲ παρειάων ἀπέλαμπεν
175ἄμβροτον, οἷόντ’ἐστὶν ἐυστεφάνου Κυθερείης,
176ἐξ ὕπνουτ’ἀνέγειρεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζεν ·
177ὄρσεο, Δαρδανίδη · τί νυ νήγρετον ὕπνον ἰαύεις;
178καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι,
179οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
180ὣς φάθ’· ὃ δ’ἐξ ὕπνοιο μάλ’ἐμμαπέως ὑπάκουσεν.
181ὡς δὲ ἴδεν δειρήντε καὶ ὄμματα κάλ’Ἀφροδίτης,
182τάρβησέντε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ ·
183ἂψ δ’αὖτις χλαίνῃτε καλύψατο καλὰ πρόσωπα
184καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα ·
185αὐτίκα σ’ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν,
186ἔγνων ὡς θεὸς ἦσθα · σὺ δ’οὐ νημερτὲς ἔειπες.
187ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο,
188μή με ζῶντ’ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
189ναίειν, ἀλλ’ἐλέαιρ’· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
190γίγνεται, ὅςτε θεαῖς εὐνάζεται ἀθανάτῃσι.
191τὸν δ’ἠμείβετ’ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη ·
192Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
193θάρσει, μη δέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην ·
194οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε,
195οὐ δ’ἄλλων μακάρων · ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.
196σοὶ δ’ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει
197καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες ·
198τῷ δὲ καὶ Αἰνείας ὄνομ’ἔσσεται, οὕνεκα μ’αἰνὸν
199ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ ·
200ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων
201αἰεὶ ἀφ’ὑμετέρης γενεῆς εἶδόςτε φυήντε.
202ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς
203ἥρπασε ὃν διὰ κάλλος, ἵν’ἀθανάτοισι μετείη
204καίτε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
205θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,
206χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
207Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐ δέ τι ᾔδει,
208ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα ·
209τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα
210καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα,
211ἵππους ἀρσίποδας, τοίτ’ἀθανάτους φορέουσι.
212τούς οἱ δῶρον ἔδωκεν ἔχειν · εἶπεν δὲ ἕκαστα
213Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
214ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
215αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γ’ἔκλυεν ἀγγελιάων,
216οὐκέτ’ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
217γηθόσυνος δ’ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
218ὣς δ’αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς,
219ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι.
220Βῆ δ’ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα,
221ἀθάνατόντ’εἶναι καὶ ζώειν ἤματα πάντα ·
222τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
223νηπίη, οὐ δ’ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
224ἥβην αἰτῆσαι ξῦσαίτ’ἄπο γῆρας ὀλοιόν.
225τὸν δ’ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
226Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
227ναῖε παρ’Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης ·
228αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
229καλῆς ἐκ κεφαλῆς εὐηγενέοςτε γενείου,
230τοῦ δ’ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
231αὐτὸν δ’αὖτ’ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,
232σίτῳτ’ἀμβροσίῃτε καὶ εἵματα καλὰ διδοῦσα.
233ἀλλ’ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,
234οὐ δέ τι κινῆσαι μελέων δύνατ’οὐ δ’ἀναεῖραι,
235ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή ·
236ἐν θαλάμῳ κατέθηκε, θύρας δ’ἐπέθηκε φαεινάς.
237τοῦ δ’ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐ δέ τι κῖκυς
238ἔσθ’, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
239οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
240ἀθάνατόντ’εἶναι καὶ ζώειν ἤματα πάντα.
241ἀλλ’εἰ μὲν τοιοῦτος ἐὼν εἶδόςτε δέμαςτε
242ζώοις ἡμέτερόςτε πόσις κεκλημένος εἴης,
243οὐκ ἂν ἔπειτά μ’ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
244νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
245νηλειές, τότ’ἔπειτα παρίσταται ἀνθρώποισιν,
246οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ.
247αὐτὰρ ἐμοὶ μέγ’ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
248ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
249οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
250ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
251τάρβεσκον · πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
252νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
253τοῦτο μετ’ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην,
254σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
255παῖδα δ’ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
256τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
257Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
258αἳ τόδε ναιετάουσιν ὄρος μέγατε ζάθεόντε ·
259αἵ ῥ’οὔτε θνητοῖς οὔτ’ἀθανάτοισιν ἕπονται.
260δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι
261καίτε μετ’ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
262τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης
263μίσγοντ’ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
264τῇσι δ’ἅμ’ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
265γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ,
266καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν.
267ἑστᾶσ’ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
268ἀθανάτων · τὰς δ’οὔ τι βροτοὶ κείρουσι σιδήρῳ ·
269ἀλλ’ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο,
270ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
271φλοιὸς δ’ἀμφιπεριφθινύθει, πίπτουσι δ’ἄπ’ὄζοι,
272τῶν δέθ’ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο.
273αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
274τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη,
275ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσίτε παῖδα.
276σοὶ δ’ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
277ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
278τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
279γηθήσεις ὁρόων · μάλα γὰρ θεοείκελος ἔσται ·
280ἄξεις δ’αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
281ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
282ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
283τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω ·
284φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
285αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
286εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
287ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
288Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
289εἴρηταί τοι πάντα · σὺ δὲ φρεσὶ σῇσι νοήσας,
290ἴσχεο μη δ’ὀνόμαινε, θεῶν δ’ἐποπίζεο μῆνιν.
291ὣς εἰποῦσ’ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
292χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα ·
293σεῦ δ’ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.