Hymn to Hermes
Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν,
2Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου,
3ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα,
4νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα,
5αἰδοίη · μακάρων δὲ θεῶν ἠλεύαθ’ὅμιλον,
6ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων
7νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ,
8ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην,
9λήθων ἀθανάτουςτε θεοὺς θνητούςτ’ἀνθρώπους.
10ἀλλ’ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο,
11τῇ δ’ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο,
12εἴςτε φόως ἄγαγεν ἀρίσημάτε ἔργα τέτυκτο ·
13καὶ τότ’ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην,
14ληιστῆρ’, ἐλατῆρα βοῶν, ἡγήτορ’ὀνείρων,
15νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ’ἔμελλεν
16ἀμφανέειν κλυτὰ ἔργα μετ’ἀθανάτοισι θεοῖσιν.
17ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν,
18ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος
19τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα.
20ὃς καί, ἐπειδὴ μητρὸς ἀπ’ἀθανάτων θόρε γυίων,
21οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ,
22ἀλλ’ὅ γ’ἀναΐξας ζήτει βόας Ἀπόλλωνος
23οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο.
24ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον ·
25Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ’ἀοιδόν ·
26ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ’αὐλείῃσι θύρῃσι
27βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην,
28σαῦλα ποσὶν βαίνουσα · Διὸς δ’ἐριούνιος υἱὸς
29ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε ·
30σύμβολον ἤδη μοι μέγ’ὀνήσιμον · οὐκ ὀνοτάζω.
31χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη,
32ἀσπασίη προφανεῖσα · πόθεν τόδε καλὸν ἄθυρμα
33αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα;
34ἀλλ’οἴσω σ’ἐς δῶμα λαβών · ὄφελός τι μοι ἔσσῃ,
35οὐ δ’ἀποτιμήσω · σὺ δέ με πρώτιστον ὀνήσεις
36οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν ·
37ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα
38ζώουσ’· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις.
39ὣς ἂρ’ἔφη · καὶ χερσὶν ἅμ’ἀμφοτέρῃσιν ἀείρας
40ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα.
41ἔνθ’ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου
42αἰῶν’ἐξετόρησεν ὀρεσκῴοιο χελώνης.
43ὡς δ’ὁπότ’ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ
44ἀνέρος, ὅντε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι,
45ἢ ὅτε δινηθῶσιν ἀπ’ὀφθαλμῶν ἀμαρυγαί,
46ὣς ἅμ’ἔποςτε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς.
47πῆξε δ’ἄρ’ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο
48πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης.
49ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι
50καὶ πήχεις ἐνέθηκ’, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν,
51ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς.
52αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα,
53πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος · ἣ δ’ὑπὸ χειρὸς
54σμερδαλέον κονάβησε · θεὸς δ’ὑπὸ καλὸν ἄειδεν
55ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι
56ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν,
57ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον,
58ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι,
59ἥντ’αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων ·
60ἀμφιπόλουςτε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης
61καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούςτε λέβητας.
62καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα.
63καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ,
64φόρμιγγα γλαφυρήν · ὃ δ’ἄρα κρειῶν ἐρατίζων
65ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο
66ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶάτε φῶτες
67φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ.
68ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε
69αὐτοῖσίνθ’ἵπποισι καὶ ἅρμασιν · αὐτὰρ ἄρ’Ἑρμῆς
70Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα,
71ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον
72βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς.
73τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης,
74πεντήκοντ’ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους.
75πλανοδίας δ’ἤλαυνε διὰ ψαμαθώδεα χῶρον
76ἴχνι’ἀποστρέψας · δολίης δ’οὐ λήθετο τέχνης
77ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν,
78τὰς δ’ὄπιθεν πρόσθεν · κατὰ δ’ἔμπαλιν αὐτὸς ἔβαινε.
79σάνδαλα δ’αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν,
80ἄφραστ’ἠδ’ἀνόητα διέπλεκε, θαυματὰ ἔργα,
81συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους.
82τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης
83ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα
84αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης
85ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων,
86οἷάτ’ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας †.
87τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν
88ἱέμενον πεδίονδε δι’Ὀγχηστὸν λεχεποίην
89τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός ·
90ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους,
91ἦ πολυοινήσεις, εὖτ’ἂν τάδε πάντα φέρῃσι,
91aεἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι
92καίτε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας,
93καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ.
94τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα.
95πολλὰ δ’ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς
96καὶ πεδί’ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς.
97ὀρφναίη δ’ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ,
98ἡ πλείων, τάχα δ’ὄρθρος ἐγίγνετο δημιοεργός ·
99ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
100Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος.
101τῆμος ἐπ’Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
102Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
103ἀκμῆτες δ’ἵκανον ἐπ’αὔλιον ὑψιμέλαθρον
104καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
105ἔνθ’ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους
106καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
107λωτὸν ἐρεπτομένας ἠδ’ἑρσήεντα κύπειρον ·
108σὺν δ’ἐφόρει ξύλα πολλά, πυρὸς δ’ἐπεμαίετο τέχνην.
109δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
110G?ἄρμενον ἐν παλάμῃ · ἄμπνυτο δὲ θερμὸς ἀυτμή ·
111Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρτ’ἀνέδωκε.
112πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
113οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά · λάμπετο δὲ φλὸξ
114τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
115ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο,
116τόφρα δ’ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
117δοιὰς ἄγχι πυρός · δύναμις δέ οἱ ἕσπετο πολλή.
118ἀμφοτέρας δ’ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας ·
119ἀγκλίνων δ’ἐκύλινδε δι’αἰῶνας τετορήσας.
120ἔργῳ δ’ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ ·
121ὤπτα δ’ἀμφ’ὀβελοῖσι πεπαρμένα δουρατέοισι
122σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα
123ἐργμένον ἐν χολάδεσσι · τὰ δ’αὐτοῦ κεῖτ’ἐπὶ χώρης ·
124ῥινοὺς δ’ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ,
125ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι,
126δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον · αὐτὰρ ἔπειτα
127Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα
128λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας
129κληροπαλεῖς · τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ.
130ἔνθ’ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς ·
131ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα
132ἡδεῖ’· ἀλλ’οὐ δ’ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ,
133καίτε μάλ’ἱμείροντι, περῆν † ἱερῆς κατὰ δειρῆς.
134ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον,
135δημὸν καὶ κρέα πολλά, μετήορα δ’αἶψ’ἀνάειρε,
136σῆμα νέης φωρῆς · ἐπὶ δὲ ξύλα κάγκαν’ἀγείρας
137οὐλόποδ’, οὐλοκάρηνα πυρὸς κατεδάμνατ’ἀυτμῇ.
138αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων,
139σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην ·
140ἀνθρακιὴν δ’ἐμάρανε, κόνιν δ’ἀμάθυνε μέλαιναν
141παννύχιος · καλὸν δὲ φόως κατέλαμπε Σελήνης.
142Κυλλήνης δ’αἶψ’αὖτις ἀφίκετο δῖα κάρηνα
143ὄρθριος, οὐ δέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν
144οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων,
145οὐ δὲ κύνες λελάκοντο · Διὸς δ’ἐριούνιος Ἑρμῆς
146δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν
147αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ’ὀμίχλη.
148ἰθύσας δ’ἄντρου ἐξίκετο πίονα νηὸν
149ἦκα ποσὶ προβιβῶν · οὐ γὰρ κτύπεν, ὥσπερ ἐπ’οὔδει.
150ἐσσυμένως δ’ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς ·
151σπάργανον ἀμφ’ὤμοις εἰλυμένος, ἠύτε τέκνον
152νήπιον, ἐν παλάμῃσι περ’ἰγνύσι λαῖφος ἀθύρων
153κεῖτο, χέλυν ἐρατὴν ἐπ’ἀριστερὰ χειρὸς ἐέργων.
154μητέρα δ’οὐκ ἄρ’ἔληθε θεὰν θεὸς εἰπέτε μῦθον ·
155τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ
156ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλ’οἴω
157ἢ τάχ’ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα
158Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν
159ἣ σὲ φέροντα μεταξὺ κατ’ἄγκεα φηλητεύσειν.
160ἔρρε πάλιν · μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν
161θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι.
162τὴν δ’Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι ·
163μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον
164νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε,
165ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς;
166αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη,
167βουκολέων ἐμὲ καὶ σὲ διαμπερές · οὐ δὲ θεοῖσι
168νῶι μετ’ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι
169αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθ’, ὡς σὺ κελεύεις.
170βέλτερον ἤματα πάντα μετ’ἀθανάτοις ὀαρίζειν,
171πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα
172ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν · ἀμφὶ δὲ τιμῆς,
173κα- κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων.
174εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε
175πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι.
176εἰ δέ μ’ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός,
177ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν.
178εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων ·
179ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας
180πορθήσω καὶ χρυσόν, ἅλιςτ’αἴθωνα σίδηρον
181καὶ πολλὴν ἐσθῆτα · σὺ δ’ὄψεαι, αἴ κ’ἐθέλῃσθα.
182ὣς οἳ μέν ῥ’ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
183υἱόςτ’αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα.
184Ἠὼς δ’ἠριγένεια φόως θνητοῖσι φέρουσα
185ὤρνυτ’ἀπ’Ὠκεανοῖο βαθυρρόου · αὐτὰρ Ἀπόλλων
186Ὀγχηστόνδ’ἀφίκανε κιών, πολυήρατον ἄλσος
187ἁγνὸν ἐρισφαράγου Γαιηόχου · ἔνθα γέροντα
188κνώδαλον εὗρε νέμοντα παρ’ἔξοδον ἕρκεος αὐλῆς.
189τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός ·
190ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος,
191βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδ’ἱκάνω,
192πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς,
193ἐξ ἀγέλης · ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπ’ἄλλων
194κυάνεος · χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο
195τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες · οἳ μὲν ἔλειφθεν,
196οἵτε κύνες ὅτε ταῦρος · ὃ δὴ περὶ θαῦμα τέτυκται ·
197ταὶ δ’ἔβαν ἠελίοιο νέον καταδυομένοιο
198ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο.
199ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας
200ἀνέρα ταῖσδ’ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.
201τὸν δ’ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν ·
202ὦ φίλος, ἀργαλέον μέν, ὅσ’ὀφθαλμοῖσιν ἴδοιτο,
203πάντα λέγειν · πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
204τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλ’ἐσθλὰ
205φοιτῶσιν · χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον ·
206αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
207ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο ·
208παῖδα δ’ἔδοξα, φέριστε, σαφὲς δ’οὐκ οἶδα, νοῆσαι,
209ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
210νήπιος, εἶχε δὲ ῥάβδον · ἐπιστροφάδην δ’ἐβάδιζεν.
211ἐξοπίσω δ’ἀνέεργε, κάρη δ’ἔχεν ἀντίον αὐτῷ.
212φῆ ῥ’ὁ γέρων · ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας ·
213οἰωνὸν δ’ἐνόει τανυσίπτερον, αὐτίκα δ’ἔγνω
214φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
215ἐσσυμένως δ’ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων
216ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
217πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμουσ’
218ἴχνιάτ’εἰσενόησεν Ἑκηβόλος εἶπέτε μῦθον ·
219ὦ πόποι, ἦ μέγα θαῦμα τόδ’ὀφθαλμοῖσιν ὁρῶμαι ·
220ἴχνια μὲν τάδε γ’ἐστὶ βοῶν ὀρθοκραιράων,
221ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα ·
222βήματα δ’οὔτ’ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς
223οὔτε λύκων πολιῶν οὔτ’ἄρκτων οὔτε λεόντων ·
224οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,
225ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν ·
226αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δ’αἰνότερ’ἔνθεν ὁδοῖο.
227ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
228Κυλλήνης δ’ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,
229πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθατε νύμφη
230ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.
231ὀδμὴ δ’ἱμερόεσσα δι’οὔρεος ἠγαθέοιο
232κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.
233ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν
234ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.
235τὸν δ’ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς
236χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,
237σπάργαν’ἔσω κατέδυνε θυήεντ’· ἠύτε πολλὴν
238πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,
239ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.
240ἐν δ’ὀλίγῳ συνέλασσε κάρη χεῖράςτε πόδαςτε,
241φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,
242ἐγρήσσων ἐτεόν γε · χέλυν δ’ὑπὸ μασχάλῃ εἶχε.
243γνῶ δ’οὐ δ’ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς
244νύμφηντ’οὐρείην περικαλλέα καὶ φίλον υἱόν,
245παῖδ’ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.
246παπτήνας δ’ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο
247τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν
248νέκταρος ἐμπλείους ἠδ’ἀμβροσίης ἐρατεινῆς ·
249πολλὸς δὲ χρυσόςτε καὶ ἄργυρος ἔνδον ἔκειτο,
250πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,
251οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν ·
252ἔνθ’ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο
253Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν ·
254ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς
255θᾶσσον · ἐπεὶ τάχα νῶι διοισόμεθ’οὐ κατὰ κόσμον.
256ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,
257ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον · οὐ δέ σε μήτηρ
258ἐς φάος οὐ δὲ πατὴρ ἀναλύσεται, ἀλλ’ὑπὸ γαίῃ
259ἐρρήσεις ὀλίγοισι μετ’ἀνδράσιν ἡγεμονεύων.
260Τὸν δ’Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι ·
261Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;
262καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδ’ἱκάνεις;
263οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα ·
264οὐκ ἂν μηνύσαιμ’, οὐκ ἂν μήνυτρον ἀροίμην ·
265οὐ δὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.
266οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν ·
267ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς
268σπάργανάτ’ἀμφ’ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.
269μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη ·
270καί κεν δὴ μέγα θαῦμα μετ’ἀθανάτοισι γένοιτο,
271παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι
272βουσὶν ἐπ’ἀγραύλοισι · τὸ δ’ἀπρεπέως ἀγορεύεις.
273χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δ’ὕπο χθών.
274εἰ δ’ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι ·
275μὴ μὲν ἐγὼ μήτ’αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,
276μήτε τιν’ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,
277αἵ τινες αἱ βόες εἰσί · τὸ δὲ κλέος οἶον ἀκούω.
278ὣς ἄρ’ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων
279ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,
280μάκρ’ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.
281τὸν δ’ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων ·
282ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλ’οἴω
283πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας
284ἔννυχον οὐχ ἕνα μοῦνον ἐπ’οὔδεϊ φῶτα καθίσσαι,
285σκευάζοντα κατ’οἶκον ἄτερ ψόφου, οἷ’ἀγορεύεις ·
286πολλοὺς δ’ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας
287οὔρεος ἐν βήσσῃς, ὁπότ’ἄν κρειῶν ἐρατίζων
288ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.
289ἀλλ’ἄγε, μὴ πύματόντε καὶ ὕστατον ὕπνον ἰαύσῃς,
290ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.
291τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετ’ἀθανάτοις γέρας ἕξεις.
292ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.
293ὣς ἄρ’ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.
294σὺν δ’ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης
295οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,
296τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.
297ἐσσυμένως δὲ μετ’αὐτὸν ἐπέπταρε · τοῖο δ’Ἀπόλλων
298ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.
299ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
300Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε ·
301θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ ·
302εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
303τούτοις οἰωνοῖσι · σὺ δ’αὖθ’ὁδὸν ἡγεμονεύσεις.
304ὣς φάθ’· ὃ δ’αὖτ’ἀνόρουσε θοῶς Κυλλήνιος Ἑρμῆς,
305σπουδῇ ἰών · ἄμφω δὲ παρ’οὔατα χερσὶν ἐώθει
306σπάργανον ἀμφ’ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον ·
307πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
308ἦ με βοῶν ἕνεχ’ὧδε χολούμενος ὀρσολοπεύεις;
309ὦ πόποι, εἴθ’ἀπόλοιτο βοῶν γένος · οὐ γὰρ ἐγώ γε
310ὑμετέρας ἔκλεψα βόας οὐ δ’ἄλλον ὄπωπα,
311αἵτινες αἱ βόες εἰσί · τὸ δὲ κλέος οἶον ἀκούω.
312δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
313αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
314Ἑρμῆςτ’οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
315ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν
316G?οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
317αὐτὰρ ὃ τέχνῃσίντε καὶ αἱμυλίοισι λόγοισιν
318ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.
319αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν,
320ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε
321πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός.
322αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο
323ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα ·
324κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα.
325οὐμιλίη δ’ἔχ’Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ
326ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ.
327ἔστησαν δ’Ἑρμῆςτε καὶ ἀργυρότοξος Ἀπόλλων
328πρόσθε Διὸς γούνων · ὃ δ’ἀνείρετο φαίδιμον υἱὸν
329Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε ·
330φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδ’ἐλαύνεις,
331παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα;
332σπουδαῖον τόδε χρῆμα θεῶν μεθ’ὁμήγυριν ἦλθε.
333τὸν δ’αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων ·
334ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν,
335κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι.
336παῖδά τιν’εὗρον τόνδε διαπρύσιον κεραϊστὴν
337Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας,
338κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα
339οὐ δ’ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσ’ἐπὶ γαίῃ.
340κλέψας δ’ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετ’ἐλαύνων
341ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
342εὐθὺ Πύλονδ’ἐλάων · τὰ δ’ἄρ’ἴχνια δοιὰ πέλωρα,
343οἷάτ’ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
344τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
345ἀντία βήματ’ἔχουσα κόνις ἀνέφαινε μέλαινα ·
346αὐτὸς δ’ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτ’ἄρα ποσσὶν
347οὔτ’ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον ·
348ἀλλ’ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
349τοῖα πέλωρ’ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
350ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον,
351ῥεῖα μάλ’ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν ·
352αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
353ἄφραστος γένετ’ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
354χῶρον ἀνὰ κρατερόν · τὸν δ’ἐφράσατο βροτὸς ἀνὴρ
355ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων.
356αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
357καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δ’ἔνθα,
358ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
359ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον · οὐ δέ κεν αὐτὸν
360αἰετὸς ὀξὺ λάων ἐσκέψατο · πολλὰ δὲ χερσὶν
361αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων.
362αὐτὸς δ’αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν ·
363οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα
364οὐ δέ κε μηνύσαιμ’, οὐ δ’ἄν μήνυτρον ἀροίμην.
365ἦ τοι ἄρ’ὣς εἰπὼν κατ’ἄρ’ἕζετο Φοῖβος Ἀπόλλων ·
366Ἑρμῆς δ’αὖθ’ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα,
367δείξατο δ’ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων ·
368ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω ·
369νημερτήςτε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι.
370ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς
371σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο ·
372οὐ δὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐ δὲ κατόπτας,
373μηνύειν δ’ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς,
374πολλὰ δέ μ’ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν,
375οὕνεχ’ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης,
376αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέτ’οἶδε καὶ αὐτός,
377οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς.
378πείθεο · καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι,
379ὡς οὐκ οἴκαδ’ἔλασσα βόας, ὣς ὄλβιος εἴην,
380οὐ δ’ὑπὲρ οὐδὸν ἔβην · τὸ δέτ’ἀτρεκέως ἀγορεύω.
381Ἠέλιον δὲ μάλ’αἰδέομαι καὶ δαίμονας ἄλλους,
382καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι · οἶσθα καὶ αὐτός,
383ὡς οὐκ αἴτιός εἰμι · μέγαν δ’ἐπιδώσομαι ὅρκον ·
384οὐ μὰ τάδ’ἀθανάτων εὐκόσμητα προθύραια.
385καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην,
386καὶ κρατερῷ περ ἐόντι · σὺ δ’ὁπλοτέροισιν ἄρηγε.
387ὣς φάτ’ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης ·
388καὶ τὸ σπάργανον εἶχεν ἐπ’ὠλένῃ οὐ δ’ἀπέβαλλε.
389Ζεὺς δὲ μέγ’ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα
390εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν.
391ἀμφοτέρους δ’ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας
392ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν
393καὶ δεῖξαι τὸν χῶρον ἐπ’ἀβλαβίῃσι νόοιο,
394ὅππη δὴ αὖτ’ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα.
395νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δ’ἀγλαὸς Ἑρμῆς ·
396ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο.
397τὼ δ’ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα
398ἐς Πύλον ἠμαθόεντα ἐπ’Ἀλφειοῦ πόρον ἷξον ·
399ἀγροὺς δ’ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
400ἡχοῦ δὴ τὰ χρήματ’ἀτάλλετο νυκτὸς ἐν ὥρῃ.
401ἔνθ’Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
402ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα ·
403Λητοΐδης δ’ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
404πέτρῃ ἐπ’ἠλιβάτῳ, τάχα δ’εἴρετο κύδιμον Ἑρμῆν ·
405πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι,
406ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
407θαυμαίνω κατόπισθε τὸ σὸν κράτος · οὐ δέ τί σε χρὴ
408μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
409ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
409aἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
409bτὸν δ’οὐκ ἴσχανε δεσμά, λύγοι δ’ἀπὸ τηλόσε πῖπτον
410ἄγνου · ταὶ δ’ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο
411αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
412ῥεῖάτε καὶ πάσῃσιν ἐπ’ἀγραύλοισι βόεσσιν,
413Ἑρμέω βουλῇσι κλεψίφρονος · αὐτὰρ Ἀπόλλων
414θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
415χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων,
416G?ἐγκρύψαι μεμαώς · Λητοῦς δ’ἐρικυδέος υἱὸν
417ῥεῖα μάλ’ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελ’αὐτός,
418καὶ κρατερόν περ ἐόντα · λαβὼν δ’ἐπ’ἀριστερὰ χειρὸς
419πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος · ἣ δ’ὑπὸ χειρὸς
420σμερδαλέον κονάβησε · γέλασσε δὲ Φοῖβος Ἀπόλλων
421γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθ’ἰωὴ
422θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
423θυμῷ ἀκουάζοντα · λύρῃ δ’ἐρατὸν κιθαρίζων
424στῆ ῥ’ὅ γε θαρσήσας ἐπ’ἀριστερὰ Μαιάδος υἱὸς
425Φοίβου Ἀπόλλωνος · τάχα δὲ λιγέως κιθαρίζων
426γηρύετ’ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — κραίνων
427ἀθανάτουςτε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
428ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
429Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
430μητέρα Μουσάων · ἣ γὰρ λάχε Μαιάδος υἱόν ·
431τοὺς δὲ κατὰ πρέσβιντε καὶ ὡς γεγάασιν ἕκαστος
432ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
433πάντ’ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
434τὸν δ’ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
435καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
436βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,
437πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
438ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω ·
439νῦν δ’ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,
440ἦ σοί γ’ἐκ γενετῆς τάδ’ἅμ’ἕσπετο θαυματὰ ἔργα
441ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
442δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
443θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
444ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τιν’ἀνδρῶν
445οὔτε τιν’ἀθανάτων, οἳ Ὀλύμπια δώματ’ἔχουσι,
446νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
447τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
448τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
449εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
450καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός,
451τῇσι χοροίτε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
452καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν ·
453ἀλλ’οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
454οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
455θαυμάζω, Διὸς υἱέ, τάδ’, ὡς ἐρατὸν κιθαρίζεις.
456νῦν δ’ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
457ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι ·
458νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι
459σοίτ’αὐτῷ καὶ μητρί · τὸ δ’ἀτρεκέως ἀγορεύσω ·
460ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε
461κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόν’εἵσω
462δώσωτ’ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω.
463τὸν δ’Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν ·
464εἰρωτᾷς μ’, Ἐκάεργε, περιφραδές · αὐτὰρ ἐγώ σοι
465τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω.
466σήμερον εἰδήσεις · ἐθέλω δέ τοι ἤπιος εἶναι
467βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντ’εὖ οἶδας ·
468πρῶτος γάρ, Διὸς υἱέ, μετ’ἀθανάτοισι θαάσσεις,
469ἠύςτε κρατερόςτε · φιλεῖ δέ σε μητίετα Ζεὺς
470ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα.
471καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς
472μαντείαςθ’Ἐκάεργε, Διὸς παρά, θέσφατα πάντα
473τῶν νῦν αὐτὸς ἐγώ σε μαλ’ἀφνειὸν δεδάηκα ·
474σοὶ δ’αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
475ἀλλ’ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν,
476μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε
477δέγμενος ἐξ ἐμέθεν · σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε.
478εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην,
479καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν.
480εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν
481καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον
482εὐφροσύνην νυκτόςτε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν
483τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ,
484φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει
485ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν,
486ἐργασίην φεύγουσα δυήπαθον · ὃς δέ κεν αὐτὴν
487νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ,
488μὰψ αὔτως κεν ἔπειτα μετήοράτε θρυλλίζοι.
489σοὶ δ’αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς.
490καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε ·
491ἡμεῖς δ’αὖτ’ὄρεόςτε καὶ ἱπποβότου πεδίοιο
492βουσὶ νομούς, Ἐκάεργε, νομεύσομεν ἀγραύλοισιν.
493ἔνθεν ἅλις τέξουσι βόες ταύροις ·, μιγεῖσαι
494μίγδην θηλείαςτε καὶ ἄρσενας · οὐ δέ τί σε χρὴ
495κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι.
496ὣς εἰπὼν ὤρεξ’· ὃ δ’ἐδέξατο Φοῖβος Ἀπόλλων,
497Ἑρμῇ δ’ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν,
498βουκολίαςτ’ἐπέτελλεν · ἔδεκτο δὲ Μαιάδος υἱὸς
499γηθήσας · κίθαριν δὲ λαβὼν ἐπ’ἀριστερὰ χειρὸς
500Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων,
501πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος · ἣ δ’ὑπένερθε
502σμερδαλέον κονάβησε · θεὸς δ’ὑπὸ καλὸν ἄεισεν.
503ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα
504ἐτραπέτην · αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα,
505ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο
506τερπόμενοι φόρμιγγι · χάρη δ’ἄρα μητιέτα Ζεύς,
507ἄμφω δ’ἐς φιλότητα συνήγαγε · καὶ τὰ μὲν Ἑρμῆς
508Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν,
509σήματ’ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν
510ἱμερτήν, δεδαώς, ὃ δ’ἐπωλένιον κιθάριζεν ·
511αὐτὸς δ’αὖθ’ἑτέρης σοφίης ἐκμάσσατο τέχνην ·
512συρίγγων ἐνοπὴν ποιήσατο τηλόθ’ἀκουστήν.
513καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε ·
514δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα,
515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα ·
516τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα
517θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν.
518ἀλλ’εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι,
519ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ,
520πάντ’ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις.
521καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε,
522μή ποτ’ἀποκλέψειν, ὅσ’Ἑκηβόλος ἐκτεάτισται,
523μη δέ ποτ’ἐμπελάσειν πυκινῷ δόμῳ · αὐτὰρ Ἀπόλλων
524Λητοΐδης κατένευσεν ἐπ’ἀρθμῷ καὶ φιλότητι,
525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι,
526μήτε θεὸν μήτ’ἄνδρα Διὸς γόνον · ἐκ δὲ τέλειον
526aαἰετὸν ἧκε πατήρ · ὁ δ’ἐπώμοσεν · ἦ σε μάλ’οἶον
527σύμβολον ἀθανάτων ποιήσομαι ἠδ’ἅμα πάντων,
528πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον · αὐτὰρ ἔπειτα
529ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον,
530χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει
531πάντας ἐπικραίνουσ’ἄθλους ἐπέωντε καὶ ἔργων
532τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς.
533μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις,
534οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τιν’ἄλλον
535ἀθανάτων · τὸ γὰρ οἶδε Διὸς νόος · αὐτὰρ ἐγώ γε
536πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον,
537μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων
538ἄλλον γ’εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν.
539καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε
540θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς.
541ἀνθρώπων δ’ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω,
542πολλὰ περιτροπέων ἀμεγάρτων φῦλ’ἀνθρώπων.
543καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ
544φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν ·
545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐ δ’ἀπατήσω.
546ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι
547μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν
548ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων,
549φήμ’, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην.
550ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ
551καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον ·
552σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι,
553παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι,
554τρεῖς · κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά,
555οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο,
556μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ
557παῖς ἔτ’ἐὼν μελέτησα · πατὴρ δ’ἐμὸς οὐκ ἀλέγιζεν,
558ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη
559κηρία βόσκονται καὶτε κραίνουσιν ἕκαστα.
560αἳ δ’ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν,
561προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν ·
562ἢν δ’ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν,
563ψεύδονται δὴ ἔπειτα δι’ἀλλήλων δονέουσαι.
564τάς τοι ἔπειτα δίδωμι · σὺ δ’ἀτρεκέως ἐρεείνων
565σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς,
566πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι.
567ταῦτ’ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς
568ἵππουςτ’ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς.
568aὡς ἔφατ’· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι
568bθῆκε τέλος · πᾶσιν δ’ἄρ’ὅ γ’οἰωνοῖσι κέλευσεν
569καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι
570καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών,
571πᾶσι δ’ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν,
572οἶον δ’εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι,
573ὅςτ’ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον.
574οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων
575παντοίῃ φιλότητι · χάριν δ’ἐπέθηκε Κρονίων.
576πᾶσι δ’ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ.
577παῦρα μὲν οὖν ὀνίνησι, τὸ δ’ἄκριτον ἠπεροπεύει
578νύκτα δι’ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων.
579καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ ·
580αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ἀοιδῆς.