Hymn to Apollo
μνήσομαι οὐ δὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
2ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα ·
3καί ῥάτ’ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
4πάντες ἀφ’ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
5Λητὼ δ’οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
6ἥ ῥα βιόντ’ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
7καί οἱ ἀπ’ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
8τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
9πασσάλου ἐκ χρυσέου · τὸν δ’ἐς θρόνον εἷσεν ἄγουσα.
10τῷ δ’ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
11δεικνύμενος φίλον υἱόν · ἔπειτα δὲ δαίμονες ἄλλοι
12ἔνθα καθίζουσιν · χαίρει δέτε πότνια Λητώ,
13οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
14χαῖρε, μάκαιρ’ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
15Ἀπόλλωνάτ’ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
16τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
17κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
18ἀγχοτάτω φοίνικος, ἐπ’Ἰνωποῖο ῥεέθροις.
19πῶςτ’ἄρ σ’ὑμνήσω πάντως εὔυμνον ἐόντα;
20πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ’ἀοιδῆς,
21ἠμὲν ἀν’ἤπειρον πορτιτρόφον ἠδ’ἀνὰ νήσους ·
22πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
23ὑψηλῶν ὀρέων ποταμοίθ’ἅλαδε προρέοντες
24ἀκταίτ’εἰς ἅλα κεκλιμέναι λιμένεςτε θαλάσσης.
25ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
26κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
27Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
28ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
29ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
30ὅσσους Κρήτητ’ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
31νῆσόςτ’Αἰγίνη ναυσικλειτήτ’Εὔβοια,
32Αἰγαί, Πειρεσίαιτε καὶ ἀγχιάλη Πεπάρηθος
33Θρηίκιόςτ’Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
34Θρηικίητε Σάμος Ἴδηςτ’ὄρεα σκιόεντα,
35Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
36Ἴμβροςτ’εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
37Λέσβοςτ’ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
38καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
39παιπαλόειςτε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
40καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
41καὶ Σάμος ὑδρηλὴ Μυκάληςτ’αἰπεινὰ κάρηνα
42Μίλητόςτε Κόωςτε, πόλις Μερόπων ἀνθρώπων,
43καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
44Νάξοςτ’ἠδὲ Πάρος Ῥήναιάτε πετρήεσσα,
45τόσσον ἔπ’ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
46εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
47αἳ δὲ μάλ’ἐτρόμεον καὶ ἐδείδισαν, οὐ δέ τις ἔτλη
48Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα ·
49πρίν γ’ὅτε δή ῥ’ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
50καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα ·
51δῆλ’, εἰ γάρ κ’ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
52Φοίβου Ἀπόλλωνος, θέσθαιτ’ἔνι πίονα νηόν, —
53ἄλλος δ’οὔτις σεῖό ποθ’ἅψεται, οὐ δέ σε λήσει ·
54οὐ δ’εὔβων σέ γ’ἔσεσθαι ὀίομαι οὔτ’εὔμηλον,
55οὐ δὲ τρύγην οἴσεις οὔτ’ἂρ φυτὰ μυρία φύσεις.
56εἰ δέ κ’Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
57ἄνθρωποί τοι πάντες ἀγινήσουσ’ἑκατόμβας
58ἐνθάδ’ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
59δημοῦ ἀναΐξει βοσκήσειςθ’οἵ κέ σ’ἔχωσι
60χειρὸς ἀπ’ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ’οὖδας.
61ὣς φάτο · χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα ·
62Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
63ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
64δεξαίμην · αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
65ἀνδράσιν · ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
66ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐ δέ σε κεύσω ·
67λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
68ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
69καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
70τῷ ῥ’αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,
71μή, ὁπότ’ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
72νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
73ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
74ἔνθ’ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
75κλύσσει · ὃ δ’ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,
76τεύξασθαι νηόντε καὶ ἄλσεα δενδρήεντα ·
77πουλύποδες δ’ἐν ἐμοὶ θαλάμας φῶκαίτε μέλαιναι
78οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
79ἀλλ’εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
80ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
81ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
81aτεύξασθαι νηούςτε καὶ ἄλσεα δενδρηέντα
82πάντας ἐπ’ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
83ὣς ἄρ ἔφη · Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε ·
84ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
85καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος
86ὅρκος δεινότατόςτε πέλει μακάρεσσι θεοῖσιν ·
87ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
88βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ’ἔξοχα πάντων.
89αὐτὰρ ἐπεί ῥ’ὄμοσέντε τελεύτησέντε τὸν ὅρκον,
90Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος ·
91Λητὼ δ’ἐννῆμάρτε καὶ ἐννέα νύκτας ἀέλπτοις
92ὠδίνεσσι πέπαρτο. θεαὶ δ’ἔσαν ἔνδοθι πᾶσαι,
93ὅσσαι ἄρισται ἔασι, Διώνητε Ῥείητε
94Ἰχναίητε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
95ἄλλαιτ’ἀθάναται νόσφιν λευκωλένου Ἥρης ·
96ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο ·
97μούνη δ’οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια ·
98ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
99Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε
100ζηλοσύνῃ, ὅτ’ἄρ’υἱὸν ἀμύμονάτε κρατερόντε
101Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ’ἔμελλεν.
102αἳ δ’Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
103ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
104χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν ·
105νόσφιν δ’ἤνωγον καλέειν λευκωλένου Ἥρης,
106νή μιν ἔπειτ’ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
107αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
108βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
109αὐτὰρ ἐπεί ῥ’ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
110αὐτίκ’ἄρ’Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε
111ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
112πάντα μάλ’, ὡς ἐπέτελλον Ὀλύμπια δώματ’ἔχουσαι.
113τῇ δ’ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι ·
114βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ’ὁμοῖαι.
115εὖτ’ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
116δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
117ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ’ἔρεισε
118λειμῶνι μαλακῷ · μείδησε δὲ γαῖ’ὑπένερθεν ·
119ἐκ δ’ἔθορε πρὸ φόωσδε · θεαὶ δ’ὀλόλυξαν ἅπασαι.
120ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
121ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ’ἐν φάρεϊ λευκῷ,
122λεπτῷ, νηγατέῳ · περὶ δὲ χρύσεον στρόφον ἧκαν.
123οὐ δ’ἄρ’Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
124ἀλλὰ Θέμις νέκταρτε καὶ ἀμβροσίην ἐρατεινὴν
125ἀθανάτῃσιν χερσὶν ἐπήρξατο · χαῖρε δὲ Λητώ,
126οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
127αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
128οὔ σέ γ’ἔπειτ’ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
129οὐ δ’ἔτι δέσματ’ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
130αὐτίκα δ’ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων ·
131εἴη μοι κίθαρίςτε φίλη καὶ καμπύλα τόξα,
132χρήσω δ’ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
133ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
134Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος · αἳ δ’ἄρα πᾶσαι
135θάμβεον ἀθάναται · χρυσῷ δ’ἄρα Δῆλος ἅπασα
136137
138
139
ἤνθησ’, ὡς ὅτετε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
140αὐτὸς δ’, ἀργυρότοξε, ἄναξ ἑκατηβόλ’Ἄπολλον,
141ἄλλοτε μέντ’ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
142ἄλλοτε δ’ἂν νήσουςτε καὶ ἀνέρας ἠλάσκαζες.
143πολλοί τοι νηοίτε καὶ ἄλσεα δενδρήεντα ·
144πᾶσαι δὲ σκοπιαίτε φίλαι καὶ πρώονες ἄκροι
145ὑψηλῶν ὀρέων ποταμοίθ’ἅλαδε προρέοντες ·
146ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ’ἐπιτέρπεαι ἦτορ,
147ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
148αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
149οἱ δέ σε πυγμαχίῃτε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
150μνησάμενοι τέρπουσιν, ὅτ’ἄν στήσωνται ἀγῶνα.
151φαίη κ’ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
152ὃς τόθ’ὑπαντιάσει’, ὅτ’Ἰάονες ἀθρόοι εἶεν ·
153πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
154ἄνδραςτ’εἰσορόων καλλιζώνουςτε γυναῖκας
155νῆάςτ’ὠκείας ἠδ’αὐτῶν κτήματα πολλά.
156πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ’ὀλεῖται,
157κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι ·
158αἵτ’ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων’ὑμνήσωσιν,
159αὖτις δ’αὖ Λητώτε καὶ Ἄρτεμιν ἰοχέαιραν,
160μνησάμεναι ἀνδρῶντε παλαιῶν ἠδὲ γυναικῶν
161ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ’ἀνθρώπων.
162πάντων δ’ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
163μιμεῖσθ’ἴσασιν · φαίη δέ κεν αὐτὸς ἕκαστος
164φθέγγεσθ’· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
165ἀλλ’ἄγεθ’ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
166χαίρετε δ’ὑμεῖς πᾶσαι · ἐμεῖο δὲ καὶ μετόπισθεν
167μνήσασθ’, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
168ἐνθάδ’ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών ·
169ὦ κοῦραι, τίς δ’ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
170ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
171ὑμεῖς δ’εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως ·
172τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
173τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
174ἡμεῖς δ’ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ’αἶαν
175ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας ·
176οἳ δ’ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
177αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
178ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
179ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
180καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
181αὐτὸς δ’αὖ Δήλοιο περικλύστοιο μέγ’ἀνάσσεις.
182εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
183φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
184ἄμβροτα εἵματ’ἔχων τεθυωμένα · τοῖο δὲ φόρμιγξ
185χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
186ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
187εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ’ὁμήγυριν ἄλλων.
188αὐτίκα δ’ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή ·
189Μοῦσαι μένθ’ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
190ὑμνεῦσίν ῥα θεῶν δῶρ’ἄμβροτα ἠδ’ἀνθρώπων
191τλημοσύνας, ὅσ’ἔχοντες ὑπ’ἀθανάτοισι θεοῖσι
192ζώουσ’ἀφραδέες καὶ ἀμήχανοι, οὐ δὲ δύνανται
193εὑρέμεναι θανάτοιότ’ἄκος καὶ γήραος ἄλκαρ ·
194αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
195Ἁρμονίηθ’Ἥβητε Διὸς θυγάτηρτ’Ἀφροδίτη
196ὀρχεῦντ’ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι ·
197τῇσι μὲν οὔτ’αἰσχρὴ μεταμέλπεται οὔτ’ἐλάχεια,
198ἀλλὰ μάλα μεγάλητε ἰδεῖν καὶ εἶδος ἀγητή,
199Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
200ἐν δ’αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
201παίζουσ’· αὐτὰρ ὁ Φοῖβος Ἀπόλλων ἐγκιθαρίζει
202καλὰ καὶ ὕψι βιβάς · αἴγλη δέ μιν ἀμφιφαείνει
203μαρμαρυγαίτε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
204οἳ δ’ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
205Λητώτε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
206υἷα φίλον παίζοντα μετ’ἀθανάτοισι θεοῖσι.
207πῶςτ’ἄρ σ’ὑμνήσω πάντως εὔυμνον ἐόντα;
208ἠέ σ’ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
209ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
210Ἴσχυ’ἅμ’ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;
211ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμ’Ἐρευθεῖ;
212ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
213G?πεζός, ὃ δ’ἵπποισιν · οὐ μὴν Τρίοπός γ’ἐνέλειπεν.
214ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
215ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ’Ἄπολλον;
216Πιερίην μὲν πρῶτον ἀπ’Οὐλύμποιο κατῆλθες ·
217Λέκτοντ’ἠμαθοέντα παρέστιχες ἠδ’Ἐνιῆνας
218καὶ διὰ Περραιβούς · τάχα δ’εἰς Ἰαωλκὸν ἵκανες,
219Κηναίουτ’ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
220στῆς δ’ἐπὶ Ληλάντῳ πεδίῳ · τό τοι οὐχ ἅδε θυμῷ
221τεύξασθαι νηόντε καὶ ἄλσεα δενδρήεντα.
222ἔνθεν δ’Εὔριπον διαβάς, ἑκατηβόλ’Ἄπολλον,
223βῆς ἄν’ὄρος ζάθεον, χλωρόν · τάχα δ’ἷξες ἀπ’αὐτοῦ
224ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
225Θήβης δ’εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ ·
226οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
227οὐ δ’ἄρα πω τότε γ’ἦσαν ἀταρπιτοὶ οὐ δὲ κέλευθοι
228Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ’ἔχεν ὕλη.
229ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’Ἄπολλον,
230Ὀγχηστὸν δ’ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος ·
231ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
232ἕλκων ἅρματα καλά · χαμαὶ δ’ἐλατὴρ ἀγαθός περ
233ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται · οἳ δὲ τέως μὲν
234κείν’ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
235εἰ δέ κεν ἅρματ’ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
236ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν ·
237ὣς γὰρ τὰ πρώτισθ’ὁσίη γένεθ’· οἳ δὲ ἄνακτι
238εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
239ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’Ἄπολλον ·
240Κηφισσὸν δ’ἄρ’ἔπειτα κιχήσαο καλλιρέεθρον,
241ὅςτε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
242τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
243ἔνθεν ἄρ’εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
244βῆς δ’ἐπὶ Τελφούσης · τόθι τοι ἅδε χῶρος ἀπήμων
245τεύξασθαι νηόντε καὶ ἄλσεα δενδρήεντα ·
246στῆς δὲ μάλ’ἄγχ’αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες ·
247Τελφοῦσ’, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
248ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
249ἐνθάδ’ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
250ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
251ἠδ’ὅσοι Εὐρώπηντε καὶ ἀμφιρύτας κατὰ νήσους,
252χρησόμενοι · τοῖσιν δέ κ’ἐγὼ νημερτέα βουλὴν
253πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
254ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
255εὐρέα καὶ μάλα μακρὰ διηνεκές · ἣ δὲ ἰδοῦσα
256Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέτε μῦθον ·
257φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
258ἐνθάδ’ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
259ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
260ἐνθάδ’ἀγινήσουσι τεληέσσας ἑκατόμβας ·
261ἀλλ’ἔκ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσι,
262πημανέει σ’αἰεὶ κτύπος ἵππων ὠκειάων
263ἀρδόμενοίτ’οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων ·
264ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
265ἅρματάτ’εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
266ἢ νηόντε μέγαν καὶ κτήματα πόλλ’ἐνεόντα.
267ἀλλ’εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
268ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
269ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
270ἔνθ’οὔθ’ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων
271ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,
272ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
273ἀνθρώπων κλυτὰ φῦλα · σὺ δὲ φρένας ἀμφιγεγηθὼς
274δέξαι’ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
275ὣς εἰποῦσ’Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
276Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μη δ’Ἑκάτοιο.
277ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ’Ἄπολλον ·
278ἷξες δ’ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
279οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
280ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
281ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων
282ἵκεο δ’ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
283κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
284πέτρη ἐπικρέμαται, κοίλη δ’ὑποδέδρομε βῆσσα,
285τρηχεῖ’· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
286νηὸν ποιήσασθαι ἐπήρατον εἶπέτε μῦθον ·
287ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
288ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
289ἐνθάδ’ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
290ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
291ἠδ’ὅσοι Εὐρώπηντε καὶ ἀμφιρύτας κατὰ νήσους,
292χρησόμενοι · τοῖσιν δ’ἄρ’ἐγὼ νημερτέα βουλὴν
293πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
294ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
295εὐρέα καὶ μάλα μακρὰ διηνεκές · αὐτὰρ ἐπ’αὐτοῖς
296λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ’Ἀγαμήδης,
297υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν ·
298ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ’ἀνθρώπων
299ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.
300ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν
301κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
302ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ
303ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
304πολλὰ δὲ μῆλα ταναύποδ’, ἐπεὶ πέλε πῆμα δαφοινόν.
305καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
306δεινόντ’ἀργαλέοντε Τυφάονα, πῆμα βροτοῖσιν ·
307ὅν ποτ’ἄρ’Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
308ἡνίκ’ἄρα Κρονίδης ἐρικυδέα γείνατ’Ἀθήνην
309ἐν κορυφῇ · ἣ δ’αἶψα χολώσατο πότνια Ἥρη
310ἠδὲ καὶ ἀγρομένοισι μετ’ἀθανάτοισιν ἔειπε ·
311κέκλυτέ μευ, πάντεςτε θεοὶ πᾶσαίτε θέαιναι,
312ὡς ἔμ’ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
313πρῶτος, ἐπεί μ’ἄλοχον ποιήσατο κέδν’εἰδυῖαν ·
314καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
315ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν ·
316αὐτὰρ ὅ γ’ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
317παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή ·
317aαἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή
318ῥῖψ’ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ ·
319ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
320δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
321ὡς ὄφελ’ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
322σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
323πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
324οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
325ἦα ῥ’ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
325aφράζεο νῦν μή τοί τι κακὸν μητίσομ’ὀπίσσω.
326καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
327παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
328οὔτε σὸν αἰσχύνασ’ἱερὸν λέχος οὔτ’ἐμὸν αὐτῆς.
329οὐ δέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ’ἀπὸ σεῖο
330τηλόθ’ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
331ὣς εἰποῦσ’ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
332αὐτίκ’ἔπειτ’ἠρᾶτο βοῶπις πότνια Ἥρη,
333χειρὶ καταπρηνεῖ δ’ἔλασε χθόνα καὶ φάτο μῦθον ·
334κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
335Τιτῆνέςτε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες
336Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρεςτε θεοίτε ·
337αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
338νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου ·
339ἀλλ’ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
340ὣς ἄρα φωνήσασ’ἵμασε χθόνα χειρὶ παχείῃ ·
341κινήθη δ’ἄρα Γαῖα φερέσβιος · ἣ δὲ ἰδοῦσα
342τέρπετο ὃν κατὰ θυμόν · ὀίετο γὰρ τελέεσθαι.
343ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
344οὔτε πότ’εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
345οὔτε πότ’ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
346αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς ·
347ἀλλ’ἥ γ’ἐν νηοῖσι πολυλλίστοισι μένουσα
348τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
349ἀλλ’ὅτε δὴ μῆνέςτε καὶ ἡμέραι ἐξετελεῦντο
350ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
351ἣ δ’ἔτεκ’οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
352δεινόντ’ἀργαλέοντε Τυφάονα, πῆμα βροτοῖσιν.
353αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
354δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν · ἣ δ’ὑπέδεκτο.
355ὃς κακὰ πόλλ’ἔρδεσκεν ἀγακλυτὰ φῦλ’ἀνθρώπων ·
356ὃς τῇ γ’ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
357πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων
358καρτερόν · ἣ δ’ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
359κεῖτο μέγ’ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
360θεσπεσίη δ’ἐνοπὴ γένετ’ἄσπετος · ἣ δὲ καθ’ὕλην
361πυκνὰ μάλ’ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
362φοινὸν ἀποπνείουσ’· ὃ δ’ἐπηύξατο Φοῖβος Ἀπόλλων ·
363ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ ·
364οὐ δὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
365ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
366ἐνθάδ’ἀγινήσουσι τεληέσσας ἑκατόμβας ·
367οὐ δέ τί τοι θάνατόν γε δυσηλεγέ’οὔτε Τυφωεὺς
368ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ’αὐτοῦ
369πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
370ὣς φάτ’ἐπευχόμενος · τὴν δὲ σκότος ὄσσε κάλυψε.
371τὴν δ’αὐτοῦ κατέπυσ’ἱερὸν μένος Ἠελίοιο,
372ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται · οἳ δὲ ἄνακτα
373Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
374αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
375καὶ τότ’ἄρ’ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,
376οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε ·
377βῆ δ’ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ’ἵκανε ·
378στῆ δὲ μάλ’ἄγχ’αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε ·
379Τελφοῦσ’, οὐκ ἄρ’ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
380χῶρον ἔχουσ’ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
381ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐ δὲ σὸν οἴης.
382ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
383πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
384καὶ βωμὸν ποιήσατ’ἐν ἄλσεϊ δενδρήεντι,
385ἄγχι μάλα κρήνης καλλιρρόου · ἔνθα δ’ἄνακτι
386πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
387οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
388καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Ἀπόλλων,
389οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
390οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ ·
391ταῦτ’ἄρα ὁρμαίνων ἐνόησ’ἐπὶ οἴνοπι πόντῳ
392νῆα θοήν · ἐν δ’ἄνδρες ἔσαν πολέεςτε καὶ ἐσθλοί,
393Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι
394ἱεράτε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
395φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
396χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
397οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
398ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέαςτ’ἀνθρώπους
399ἔπλεον · αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων ·
400ἐν πόντῳ δ’ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
401νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγατε δεινόντε ·
402τῶν δ’οὔτις κατὰ θυμὸν ἐπεφράσαθ’ὥστε νοῆσαι
402aἐκβάλλειν δ’ἔθελον δελφῖν’· ὁ δὲ νῆα μέλαιναν
403πάντοσ’ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
404οἳ δ’ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες ·
405οὐ δ’οἵ γ’ὅπλ’ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
406οὐ δ’ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,
407ἀλλ’ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
408ὣς ἔπλεον · κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
409νῆα θοήν · πρῶτον δὲ παρημείβοντο Μάλειαν,
410πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
411ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,
412Ταίναρον, ἔνθατε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
413Ἠελίοιο ἄνακτος, ἔχει δ’ἐπιτερπέα χῶρον.
414οἳ μὲν ἄρ’ἔνθ’ἔθελον νῆα σχεῖν ἠδ’ἀποβάντες
415φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,
416εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον
417ἢ εἰς οἶδμ’ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
418ἀλλ’οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
419ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
420ἤι’ὁδόν · πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
421ῥηιδίως ἴθυν’· ἣ δὲ πρήσσουσα κέλευθον
422Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
423καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἰπὺ
424καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέαςτ’ἀνθρώπους.
425βῆ δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
426ἠδὲ παρ’Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
427εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
428καί σφιν ὑπὲκ νεφέων Ἰθάκηςτ’ὄρος αἰπὺ πέφαντο
429Δουλίχιόντε Σάμητε καὶ ὑλήεσσα Ζάκυνθος.
430ἀλλ’ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
431καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
432ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει ·
433ἦλθ’ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
434λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
435νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
436ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶτ’ἠέλιόντε
437ἔπλεον · ἡγεμόνευε δ’ἄναξ Διὸς υἱὸς Ἀπόλλων ·
438ἷξον δ’ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
439ἐς λιμέν’· ἣ δ’ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
440ἔνθ’ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,
441ἀστέρι εἰδόμενος μέσῳ ἤματι · τοῦ δ’ἀπὸ πολλαὶ
442σπινθαρίδες πωτῶντο, σέλας δ’εἰς οὐρανὸν ἷκεν ·
443ἐς δ’ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
444ἔνθ’ἄρ’ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα ·
445πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας · αἳ δ’ὀλόλυξαν
446Κρισαίων ἄλοχοι καλλίζωνοίτε θύγατρες
447Φοίβου ὑπὸ ῥιπῆς · μέγα γὰρ δέος ἔμβαλ’ἑκάστῳ.
448ἔνθεν δ’αὖτ’ἐπὶ νῆα νόημ’ὣς ἆλτο πέτεσθαι,
449ἀνέρι εἰδόμενος αἰζηῷτε κρατερῷτε,
450πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους ·
451καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
452ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ’ὑγρὰ κέλευθα;
453ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε
454οἷάτε ληιστῆρες ὑπεὶρ ἅλα, τοίτ’ἀλόωνται
455ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
456τίφθ’οὕτως ἧσθον τετιηότες, οὐ δ’ἐπὶ γαῖαν
457ἐκβῆτ’, οὐ δὲ καθ’ὅπλα μελαίνης νηὸς ἔθεσθε;
458αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
459ὁππότ’ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
460ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
461σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
462ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
463τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
464ξεῖν’, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
465οὐ δέμας οὐ δὲ φυήν, ἀλλ’ἀθανάτοισι θεοῖσιν,
466οὖλέτε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
467καί μοι τοῦτ’ἀγόρευσον ἐτήτυμον, ὄφρ’εὖ εἰδῶ ·
468τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
469ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
470ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ’εἶναι ·
471νῦν δ’ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
472νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα ·
473ἀλλά τις ἀθανάτων δεῦρ’ἤγαγεν οὐκ ἐθέλοντας.
474τοὺς δ’ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων ·
475ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφινέμεσθε
476τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ’ὑπότροποι αὖτις ἔσεσθε
477ἔςτε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
478ἔςτε φίλας ἀλόχους · ἀλλ’ἐνθάδε πίονα νηὸν
479ἕξετ’ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
480εἰμὶ δ’ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ’εὔχομαι εἶναι ·
481ὑμέας δ’ἤγαγον ἐνθάδ’ὑπὲρ μέγα λαῖμα θαλάσσης,
482οὔ τι κακὰ φρονέων, ἀλλ’ἐνθάδε πίονα νηὸν
483ἕξετ’ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
484βουλάςτ’ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
485αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
486ἀλλ’ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα ·
487ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
488νῆα δ’ἔπειτα θοὴν μὲν ἐπ’ἠπείρου ἐρύσασθε,
489ἐκ δὲ κτήμαθ’ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
490καὶ βωμὸν ποιήσατ’ἐπὶ ῥηγμῖνι θαλάσσης ·
491πῦρ δ’ἐπικαίοντες ἐπίτ’ἄλφιτα λευκὰ θύοντες
492εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
493ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
494εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
495ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ · αὐτὰρ ὁ βωμὸς
496αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
497δειπνῆσαίτ’ἄρ’ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
498καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
499αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
500ἔρχεσθαίθ’ἅμ’ἐμοὶ καὶ ἰηπαιήον’ἀείδειν,
501εἰς ὅ κε χῶρον ἵκησθον, ἵν’ἕξετε πίονα νηόν.
502ὣς ἔφαθ’· οἳ δ’ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ἐπίθοντο.
503ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
504ἱστὸν δ’ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες ·
505ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
506ἐκ δ’ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ’ἐρύσαντο
507ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ἕρματα μακρὰ τάνυσσαν ·
508καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης ·
509πῦρ δ’ἐπικαίοντες ἐπίτ’ἄλφιτα λευκὰ θύοντες
510εὔχονθ’, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
511δόρπον ἔπειθ’εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
512καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
513αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
514βάν ῥ’ἴμεν · ἦρχε δ’ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
515φόρμιγγ’ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
516καλὰ καὶ ὕψι βιβάς · οἳ δὲ ῥήσσοντες ἕποντο
517Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον’ἄειδον,
518οἷοίτε Κρητῶν παιήονες, οἷσίτε Μοῦσα
519ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
520ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ’ἵκοντο
521Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ’ἄρ’ἔμελλον
522οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι ·
523δεῖξε δ’ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
524τῶν δ’ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι ·
525τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα ·
526ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
527ἤγαγες · οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ ·
528πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
529οὔτε τρυγηφόρος ἥδε γ’ἐπήρατος οὔτ’εὐλείμων,
530ὥστ’ἀπότ’εὖ ζώειν καὶ ἅμ’ἀνθρώποισιν ὀπάζειν.
531τοὺς δ’ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
532νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
533βούλεσθ’ἀργαλέουςτε πόνους καὶ στείνεα θυμῷ ·
534ῥηίδιον ἔπος ὔμμ’ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
535δεξιτερῇ μάλ’ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,
536σφάζειν αἰεὶ μῆλα · τὰ δ’ἄφθονα πάντα παρέσται,
537ὅσσατ’ἐμοί κ’ἀγάγωσι περικλυτὰ φῦλ’ἀνθρώπων ·
538νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ’ἀνθρώπων
539ἐνθάδ’ἀγειρομένων καὶ ἐμὴν ἰθύντε μάλιστα.
539aδείκνυσθε θνητοῖσι · σὺ δὲ φρεσὶ δέξο θέμιστα.
539bεἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ’ἀλογήσει
540ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
541ὕβριςθ’, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
542ἄλλοι ἔπειθ’ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
543τῶν ὑπ’ἀναγκαίῃ δεδμήσεσθ’ἤματα πάντα.
544εἴρηταί τοι πάντα · σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
545καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ ·
546αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ἀοιδῆς.