Homeric Hymns

Hymn to Demeter

1
Δήμητρ’ἠύκομον, σεμνὴν θεόν, ἄρχομ’ἀείδειν,
2
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
3
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
4
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
5
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
6
ἄνθεάτ’αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ’ἴα καλὰ
7
λειμῶν’ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ’ὑάκινθον
8
νάρκισσόνθ’, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
9
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
10
θαυμαστὸν γανόωντα · σέβας τό γε πᾶσιν ἰδέσθαι
11
ἀθανάτοιςτε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις ·
12
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει ·
13
κὦζ’ἥδιστ’ὀδμή, πᾶςτ’οὐρανὸς εὐρὺς ὕπερθεν
14
γαῖάτε πᾶσ’ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
15
δ’ἄρα θαμβήσασ’ὠρέξατο χερσὶν ἅμ’ἄμφω
16
καλὸν ἄθυρμα λαβεῖν · χάνε δὲ χθὼν εὐρυάγυια
17
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
18
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
19
ἁρπάξας δ’ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
20
ἦγ’ὀλοφυρομένην · ἰάχησε δ’ἄρ’ὄρθια φωνῇ,
21
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
22
οὐ δέ τις ἀθανάτων οὐ δὲ θνητῶν ἀνθρώπων
23
ἤκουσεν φωνῆς, οὐ δ’ἀγλαόκαρποι ἐλαῖαι
24
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
25
ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
26
Ἠέλιόςτε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
27
κούρης κεκλομένης πατέρα Κρονίδην · δὲ νόσφιν
28
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
29
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
30
τὴν δ’ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
31
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
32
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
33
ὄφρα μὲν οὖν γαῖάντε καὶ οὐρανὸν ἀστερόεντα
34
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
35
αὐγάςτ’ἠελίου, ἔτι δ’ἤλπετο μητέρα κεδνὴν
36
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
37
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ ·
38
ἤχησαν δ’ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
39
φωνῇ ὑπ’ἀθανάτῃ · τῆς δ’ἔκλυε πότνια μήτηρ.
40
ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
41
ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
42
κυάνεον δὲ κάλυμμα κατ’ἀμφοτέρων βάλετ’ὤμων,
43
σεύατο δ’ὥστ’οἰωνός, ἐπὶ τραφερήντε καὶ ὑγρὴν
44
μαιομένη · τῇ δ’οὔτις ἐτήτυμα μυθήσασθαι
45
ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
46
οὔτ’οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
47
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
48
στρωφᾶτ’αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
49
οὐ δέ ποτ’ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
50
πάσσατ’ἀκηχεμένη, οὐ δὲ χρόα βάλλετο λουτροῖς.
51
ἀλλ’ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
52
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
53
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέντε ·
54
πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
55
τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
56
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
57
φωνῆς γὰρ ἤκουσ’, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
58
ὅστις ἔην · σοὶ δ’ὦκα λέγω νημερτέα πάντα.
59
ὣς ἄρ’ἔφη Ἑκάτη · τὴν δ’οὐκ ἠμείβετο μύθῳ
60
Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλ’ὦκα σὺν αὐτῇ
61
ἤιξ’αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
62
Ἠέλιον δ’ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
63
στὰν δ’ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων ·
64
ἠέλι’, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
65
ἔπει ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα ·
66
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
67
τῆς ἀδινὴν ὄπ’ἄκουσα δι’αἰθέρος ἀτρυγέτοιο
68
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
69
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
70
αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
71
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
72
ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
73
οἴχεται ἠὲ θεῶν καὶ θνητῶν ἀνθρώπων.
74
ὣς φάτο · τὴν δ’Ὑπεριονίδης ἠμείβετο μύθῳ ·
75
Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
76
εἰδήσεις · δὴ γὰρ μέγα σ’ἅζομαι ἠδ’ἐλεαίρω
77
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ · οὐ δέ τις ἄλλος
78
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
79
ὅς μιν ἔδωκ’Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
80
αὐτοκασιγνήτῳ · δ’ὑπὸ ζόφον ἠερόεντα
81
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
82
ἀλλά, θεά, κατάπαυε μέγαν γόον · οὐ δέ τί σε χρὴ
83
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον · οὔ τοι ἀεικὴς
84
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
85
αὐτοκασίγνητος καὶ ὁμόσπορος · ἀμφὶ δὲ τιμὴν
86
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
87
τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
88
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο · τοὶ δ’ὑπ’ὀμοκλῆς
89
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστ’οἰωνοί.
90
τὴν δ’ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν ·
91
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
92
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
93
ᾤχετ’ἐπ’ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
94
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον · οὐ δέ τις ἀνδρῶν
95
εἰσορόων γίγνωσκε βαθυζώνωντε γυναικῶν,
96
πρίν γ’ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
97
ὃς τότ’Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
98
ἕζετο δ’ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
99
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
100
ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
101
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
102
εἴργηται δώρωντε φιλοστεφάνου Ἀφροδίτης,
103
οἷαίτε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
104
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
105
τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
106
ἐρχόμεναι μεθ’ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
107
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
108
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
109
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώτ’ἐρόεσσα
110
Καλλιθόηθ’, τῶν προγενεστάτη ἦεν ἁπασῶν ·
111
οὐ δ’ἔγνον · χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
112
ἀγχοῦ δ’ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων ·
113
τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
114
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐ δὲ δόμοισι
115
πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
116
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
117
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
118
ὣς ἔφαν · δ’ἐπέεσσιν ἀμείβετο πότνα θεάων ·
119
τέκνα φίλ’, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
120
χαίρετ’· ἐγὼ δ’ὑμῖν μυθήσομαι · οὔ τοι ἀεικὲς
121
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
122
Δωσὼ ἐμοί γ’ὄνομ’ἐστί · τὸ γὰρ θέτο πότνια μήτηρ.
123
νῦν αὖτε Κρήτηθεν ἐπ’εὐρέα νῶτα θαλάσσης
124
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δ’ἀέκουσαν ἀνάγκῃ
125
ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
126
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
127
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
128
δεῖπνόντ’ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός ·
129
ἀλλ’ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός ·
130
λάθρη δ’ὁρμηθεῖσα δι’ἠπείροιο μελαίνης
131
φεύγου ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
132
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
133
οὕτω δεῦρ’ἱκόμην ἀλαλημένη, οὐ δέ τι οἶδα,
134
τις δὴ γαῖ’ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
135
ἀλλ’ὑμῖν μὲν πάντες Ὀλύμπια δώματ’ἔχοντες
136
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
137
ὡς ἐθέλουσι τοκῆες · ἐμὲ δ’αὖτ’οἰκτείρατε, κοῦραι.
137a
τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,
138
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθ’ἵκωμαι
139
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
140
πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται ·
141
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
142
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
143
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
144
δεσπόσυνον καί κ’ἔργα διδασκήσαιμι γυναῖκας.
145
φῆ ῥα θεά · τὴν δ’αὐτίκ’ἀμείβετο παρθένος ἀδμής,
146
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη ·
147
μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
148
τέτλαμεν ἄνθρωποι · δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
149
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδ’ὀνομήνω
150
ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
151
δήμουτε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
152
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν ·
153
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
154
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
155
καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
156
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι ·
157
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
158
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
159
ἀλλά σε δέξονται · δὴ γὰρ θεοείκελός ἐσσι.
160
εἰ δ’ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
161
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
162
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σ’ἀνώγῃ
163
ἡμέτερόνδ’ἰέναι μη δ’ἄλλων δώματ’ἐρευνᾶν.
164
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
165
ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιόςτε.
166
εἰ τόν γ’ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
167
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
168
ζηλώσαι · τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
169
ὣς ἔφαθ’· δ’ἐπένευσε καρήατι · ταὶ δὲ φαεινὰ
170
πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
171
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
172
ἔννεπον, ὡς εἶδόντε καὶ ἔκλυον. δὲ μάλ’ὦκα
173
ἐλθούσας ἐκέλευε καλεῖν ἐπ’ἀπείρονι μισθῷ.
174
αἳ δ’ὥστ’ ἔλαφοι πόρτιες εἴαρος ὥρῃ
175
ἅλλοντ’ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
176
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
177
ἤιξαν κοίλην κατ’ἀμαξιτόν · ἀμφὶ δὲ χαῖται
178
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
179
τέτμον δ’ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
180
κάλλιπον · αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
181
ἡγεῦνθ’· δ’ἄρ’ὄπισθε φίλον τετιημένη ἦτορ
182
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη · ἀμφὶ δὲ πέπλος
183
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
184
αἶψα δὲ δώμαθ’ἵκοντο διοτρεφέος Κελεοῖο,
185
βὰν δὲ δι’αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
186
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
187
παῖδ’ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος · αἳ δὲ πὰρ αὐτὴν
188
ἔδραμον · δ’ἄρ’ἐπ’οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
189
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
190
τὴν δ’αἰδώςτε σέβαςτε ἰδὲ χλωρὸν δέος εἷλεν ·
191
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
192
ἀλλ’οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
193
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
194
ἀλλ’ἀκέουσ’ἀνέμιμνε κατ’ὄμματα καλὰ βαλοῦσα,
195
πρίν γ’ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν’εἰδυῖα
196
πηκτὸν ἕδος, καθύπερθε δ’ἐπ’ἀργύφεον βάλε κῶας.
197
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην ·
198
δηρὸν δ’ἄφθογγος τετιημένη ἧστ’ἐπὶ δίφρου,
199
οὐ δέ τιν’οὔτ’ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
200
ἀλλ’ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
201
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
202
πρίν γ’ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν’εἰδυῖα
203
πολλὰ παρασκώπτουσ’ἐτρέψατο πότνιαν ἁγνήν,
204
μειδῆσαι γελάσαιτε καὶ ἵλαον σχεῖν θυμόν ·
205
δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
206
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
207
πλήσασ’· δ’ἀνένευσ’· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
208
πίνειν οἶνον ἐρυθρόν · ἄνωγε δ’ἄρ’ἄλφι καὶ ὕδωρ
209
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
210
δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε ·
211
δεξαμένη δ’ὁσίης ἕνεκεν πολυπότνια Δηώ
212
[…] τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα ·
213
χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπ’ἔολπα τοκήων
214
ἔμμεναι, ἀλλ’ἀγαθῶν · ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
215
καὶ χάρις, ὡς εἴ πέρτε θεμιστοπόλων βασιλήων.
216
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
217
τέτλαμεν ἄνθρωποι · ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
218
νῦν δ’, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσατ’ἐμοί περ.
219
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
220
ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
221
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
222
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
223
ζηλώσαι · τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
224
τὴν δ’αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ ·
225
καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν ·
226
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
227
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
228
οὔτ’ἄρ’ἐπηλυσίη δηλήσεται οὔθ’ὑποτάμνον ·
229
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
230
οἶδα δ’ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
231
ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
232
χείρεσσ’ἀθανάτῃσι · γεγήθει δὲ φρένα μήτηρ.
233
ὣς μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
234
Δημοφόωνθ’, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
235
ἔτρεφεν ἐν μεγάροις · δ’ἀέξετο δαίμονι ἶσος,
236
οὔτ’οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς
236a
ἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ
237
χρίεσκ’ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
238
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα ·
239
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
240
λάθρα φίλων γονέων · τοῖς δὲ μέγα θαῦμ’ἐτέτυκτο,
241
ὡς προθαλὴς τελέθεσκε · θεοῖσι γὰρ ἄντα ἐῴκει.
242
καί κέν μιν ποίησεν ἀγήρωντ’ἀθάνατόντε,
243
εἰ μὴ ἄρ’ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
244
νύκτ’ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
245
σκέψατο · κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
246
δείσασ’ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
247
καί ῥ’ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
248
τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
249
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
250
ὣς φάτ’ὀδυρομένη · τῆς δ’ἄιε δῖα θεάων.
251
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
252
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
253
χείρεσσ’ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
254
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ’αἰνῶς,
255
καί ῥ’ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν ·
256
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ’ἀγαθοῖο
257
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο,
258
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
259
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
260
ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
261
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν ·
262
νῦν δ’οὐκ ἔσθ’ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι ·
263
τιμὴ δ’ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
264
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
265
ὥρῃσιν δ’ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
266
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
267
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ’ἤματα πάντα.
268
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
269
ἀθανάτοις θνητοῖςτ’ὄνεαρ καὶ χάρμα τέτυκται.
270
ἀλλ’ἄγε μοι νηόντε μέγαν καὶ βωμὸν ὑπ’αὐτῷ
271
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύτε τεῖχος
272
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
273
ὄργια δ’αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
274
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
275
ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
276
γῆρας ἀπωσαμένη · περίτ’ἀμφίτε κάλλος ἄητο ·
277
ὀδμὴ δ’ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
278
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
279
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
280
αὐγῆς δ’ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς ·
281
βῆ δὲ διὲκ μεγάρων · τῆς δ’αὐτίκα γούνατ’ἔλυντο,
282
δηρὸν δ’ἄφθογγος γένετο χρόνον, οὐ δέ τι παιδὸς
283
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
284
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
285
κὰδ δ’ἄρ’ἀπ’εὐστρώτων λεχέων θόρον · μὲν ἔπειτα
286
παῖδ’ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ ·
287
δ’ἄρα πῦρ ἀνέκαι’· δ’ἔσσυτο πόσσ’ἁπαλοῖσι
288
μητέρ’ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
289
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
290
ἀμφαγαπαζόμεναι · τοῦ δ’οὐ μειλίσσετο θυμός ·
291
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
292
αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
293
δείματι παλλόμεναι, ἅμα δ’ἠοῖ φαινομένηφιν
294
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
295
ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
296
αὐτὰρ γ’εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
297
ἤνωγ’ἠυκόμῳ Δημήτερι πίονα νηὸν
298
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
299
οἳ δὲ μάλ’αἶψ’ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
300
τεῦχον δ’, ὡς ἐπέτελλ’. δ’ἀέξετο δαίμονι ἶσος.
301
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
302
βάν ῥ’ἴμεν οἴκαδ’ἕκαστος · ἀτὰρ ξανθὴ Δημήτηρ
303
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
304
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
305
αἰνότατον δ’ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
306
ποίησ’ἀνθρώποις καὶ κύντατον · οὐ δέ τι γαῖα
307
σπέρμ’ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ ·
308
πολλὰ δὲ καμπύλ’ἄροτρα μάτην βόες εἷλκον ἀρούραις ·
309
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ ·
310
καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
311
λιμοῦ ὑπ’ἀργαλέης, γεράωντ’ἐρικυδέα τιμὴν
312
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ’ἔχοντας,
313
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷτ’ἐφράσσατο θυμῷ.
314
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
315
Δήμητρ’ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
316
ὣς ἔφαθ’· δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
317
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
318
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
319
εὗρεν δ’ἐν νηῷ Δημήτερα κυανόπεπλον
320
καί μιν φωνήσασ’ἔπεα πτερόεντα προσηύδα ·
321
Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
322
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
323
ἄλλ’ἴθι, μη δ’ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
324
ὣς φάτο λισσομένη · τῇ δ’οὐκ ἐπεπείθετο θυμός.
325
αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
326
πάντας ἐπιπροΐαλλεν · ἀμοιβηδὶς δὲ κιόντες
327
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
328
τιμάςθ’, ἅς κ’ἐθέλοιτο μετ’ἀθανάτοισιν ἑλέσθαι.
329
ἀλλ’οὔτις πεῖσαι δύνατο φρένας οὐ δὲ νόημα
330
θυμῷ χωομένης · στερεῶς δ’ἠναίνετο μύθους.
331
οὐ μὲν γάρ ποτ’ἔφασκε θυώδεος Οὐλύμποιο
332
πρίν γ’ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
333
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
334
αὐτὰρ ἐπεὶ τό γ’ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
335
εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
336
ὄφρ’Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
337
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
338
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα μήτηρ
339
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
340
Ἑρμῆς δ’οὐκ ἀπίθησεν, ἄφαρ δ’ὑπὸ κεύθεα γαίης
341
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
342
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
343
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
344
πόλλ’ἀεκαζομένῃ μητρὸς πόθῳ · δ’ἀποτηλοῦ
345
ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν.
346
ἀγχοῦ δ’ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης ·
347
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
348
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
349
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα μήτηρ
350
ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
351
ἀθανάτοις λήξειεν · ἐπεὶ μέγα μήδεται ἔργον,
352
φθῖσαι φῦλ’ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
353
σπέρμ’ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
354
ἀθανάτων · δ’αἰνὸν ἔχει χόλον, οὐ δὲ θεοῖσι
355
μίσγεται, ἀλλ’ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
356
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
357
ὣς φάτο · μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
358
ὀφρύσιν, οὐ δ’ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς ·
359
ἐσσυμένως δ’ἐκέλευσε δαΐφρονι Περσεφονείῃ ·
360
ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
361
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
362
μη δέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων ·
363
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ’ἀκοίτης,
364
αὐτοκασίγνητος πατρὸς Διός · ἔνθα δ’ἐοῦσα
365
δεσπόσσεις πάντων ὁπόσα ζώειτε καὶ ἕρπει,
366
τιμὰς δὲ σχήσησθα μετ’ἀθανάτοισι μεγίστας.
367
τῶν δ’ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
368
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
369
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
370
ὣς φάτο · γήθησεν δὲ περίφρων Περσεφόνεια,
371
καρπαλίμως δ’ἀνόρουσ’ὑπὸ χάρματος · αὐτὰρ γ’αὐτὸς
372
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
373
ἀμφὶ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
374
αὖθι παρ’αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
375
ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
376
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνεύς.
377
δ’ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
378
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
379
σεῦε διὲκ μεγάρων · τὼ δ’οὐκ ἀέκοντε πετέσθην.
380
ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν · οὐ δὲ θάλασσα
381
οὔθ’ὕδωρ ποταμῶν οὔτ’ἄγκεα ποιήεντα
382
ἵππων ἀθανάτων οὔτ’ἄκριες ἔσχεθον ὁρμήν,
383
ἀλλ’ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
384
στῆσε δ’ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
385
νηοῖο προπάροιθε θυώδεος · δὲ ἰδοῦσα
386
ἤιξ’, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
387
Περσεφόνη δ’ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
388
μητρὸς ἑῆς κατ’ἄρ’ γ’ὄχεα προλιποῦσα καὶ ἵππους
389
ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα ·
390
τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ
391
αἶψα δόλον θυμός τιν’ὀίσατο, τρέσσε δ’ἄρ’αἰνῶς
392
παυομένη φιλότητος, ἄφαρ δ’ἐρεείνετο μύθῳ ·
393
τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
394
βρώμης; ἐξαύδα, μὴ κεῦθ’, ἵνα εἴδομεν ἄμφω ·
395
ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο
396
καὶ παρ’ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
397
ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.
398
εἰ δ’ἐπάσω, πάλιν αὖτις ἰοῦσ’ὑπὸ κεύθεσι γαίης
399
οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν,
400
τὰς δὲ δύω παρ’ἐμοίτε καὶ ἄλλοις ἀθανάτοισιν.
401
ὁππότε δ’ἄνθεσι γαῖ’εὐώδεσιν εἰαρινοῖσι
402
παντοδαποῖς θάλλῃ, τόθ’ὑπὸ ζόφου ἠερόεντος
403
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖςτ’ἀνθρώποις.
403a
εἶπε δὲ πῶς σ’ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα
404
καὶ τίνι σ’ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
405
τὴν δ’αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα ·
406
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα ·
407
εὖτέ μοι Ἑρμῆς ἦλθ’ἐριούνιος ἄγγελος ὠκὺς
408
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
409
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
410
λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
411
αὐτίκ’ἐγὼν ἀνόρουσ’ὑπὸ χάρματος · αὐτὰρ λάθρῃ
412
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέ’ἐδωδήν,
413
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
414
ὡς δέ μ’ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
415
ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
416
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
417
ἡμεῖς μὲν μάλα πᾶσαι ἀν’ἱμερτὸν λειμῶνα,
418
Λευκίππη Φαινώτε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
419
καὶ Μελίτη Ἰάχητε Ῥόδειάτε Καλλιρόητε
420
Μηλόβοσίςτε Τύχητε καὶ Ὠκυρόη καλυκῶπις
421
Χρυσηίςτ’Ἰάνειράτ’Ἀκάστητ’Ἀδμήτητε
422
καὶ Ῥοδόπη Πλουτώτε καὶ ἱμερόεσσα Καλυψὼ
423
καὶ Στὺξ Οὐρανίητε Γαλαξαύρητ’ἐρατεινὴ
424
Παλλάςτ’ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
425
παίζομεν ἠδ’ἄνθεα δρέπομεν χείρεσσ’ἐρόεντα,
426
μίγδα κρόκοντ’ἀγανὸν καὶ ἀγαλλίδας ἠδ’ὑάκινθον
427
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
428
νάρκισσόνθ’, ὃν ἔφυσ’ὥς περ κρόκον εὐρεῖα χθών.
429
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι · γαῖα δ’ἔνερθε
430
χώρησεν · τῇ δ’ἔκθορ’ἄναξ κρατερὸς Πολυδέγμων ·
431
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
432
πόλλ’ἀεκαζομένην · ἐβόησα δ’ἄρ’ὄρθια φωνῇ.
433
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ’ἀγορεύω.
434
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
435
πολλὰ μάλ’ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
436
ἀμφαγαπαζόμεναι · ἀχέων δ’ἀπεπαύετο θυμός.
437
γηθοσύνας δ’ἐδέχοντο παρ’ἀλλήλων ἔδιδόντε.
438
τῇσιν δ’ἐγγύθεν ἦλθ’Ἑκάτη λιπαροκρήδεμνος ·
439
πολλὰ δ’ἄρ’ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν ·
440
ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ’ἄνασσα.
441
ταῖς δὲ μέτ’ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
442
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
443
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
444
δωσέμεν, ἅς κεν ἕλοιτο μετ’ἀθανάτοισι θεοῖσι ·
445
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
446
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
447
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
448
ὣς ἔφατ’· οὐ δ’ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
449
ἐσσυμένως δ’ἤιξε κατ’Οὐλύμποιο καρήνων,
450
ἐς δ’ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
451
τὸ πρίν, ἀτὰρ τότε γ’οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
452
ἑστήκει πανάφυλλον · ἔκευθε δ’ἄρα κρῖ λευκὸν
453
μήδεσι Δήμητρος καλλισφύρου · αὐτὰρ ἔπειτα
454
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
455
ἦρος ἀεξομένοιο, πέδῳ δ’ἄρα πίονες ὄγμοι
456
βρισέμεν ἀσταχύων, τὰ δ’ἐν ἐλλεδανοῖσι δεδέσθαι.
457
ἔνθ’ἐπέβη πρώτιστον ἀπ’αἰθέρος ἀτρυγέτοιο ·
458
ἀσπασίως δ’ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
459
τὴν δ’ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος ·
460
δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
461
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
462
δωσέμεν, ἅς κ’ἐθέλῃσθα μετ’ἀθανάτοισι θεοῖσι.
463
νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο
464
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
465
τὰς δὲ δύω παρὰ σοίτε καὶ ἄλλοις ἀθανάτοισιν.
466
ὣς ἄρ’ἔφη τελέεσθαι · ἑῷ δ’ἐπένευσε κάρητι.
467
ἀλλ’ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μη δέ τι λίην
468
ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
469
αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
470
ὣς ἔφατ’. οὐ δ’ἀπίθησεν ἐυστέφανος Δημήτηρ ·
471
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων ·
472
πᾶσα δὲ φύλλοισίντε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
473
ἔβρισ’· δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
474
δεῖξεν Τριπτολέμῳτε Διοκλεῖτε πληξίππῳ
475
Εὐμόλπουτε βίῃ Κελεῷθ’ἡγήτορι λαῶν
476
δρησμοσύνηνθ’ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
477
Τριπτολέμῳτε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
478
σεμνά, τάτ’οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
479
οὔτ’ἀχέειν · μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
480
ὄλβιος, ὃς τάδ’ὄπωπεν ἐπιχθονίων ἀνθρώπων ·
481
ὃς δ’ἀτελὴς ἱερῶν ὅςτ’ἄμμορος, οὔποθ’ὁμοίων
482
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
483
αὐτὰρ ἐπειδὴ πάνθ’ὑπεθήκατο δῖα θεάων,
484
βάν ῥ’ἴμεν Οὔλυμπόνδε θεῶν μεθ’ὁμήγυριν ἄλλων.
485
ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
486
σεμναίτ’αἰδοῖαιτε · μέγ’ὄλβιος, ὅν τιν’ἐκεῖναι
487
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων ·
488
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
489
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
490
ἀλλ’ἄγ’Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
491
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνάτε πετρήεντα,
492
πότνια, ἀγλαόδωρ’, ὡρηφόρε, Δηοῖ ἄνασσα,
493
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια ·
494
πρόφρονες ἀντ’ᾠδῆς βίοτον θυμήρε’ὄπαζε.
495
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ἀοιδῆς.