Homeric Hymns

Fragments of the Hymn to Dionysus

1
[…] οἳ μὲν γὰρ Δρακάνῳ σ’, οἳ δ’Ἰκάρῳ ἠνεμοέσσῃ
2
φάσ’, οἳ δ’ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,
3
οἳ δέ σ’ἐπ’Ἀλφειῷ ποταμῷ βαθυδινήεντι
4
κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ ·
5
ἄλλοι δ’ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,
6
ψευδόμενοι · σὲ δ’ἔτικτε πατὴρ ἀνδρῶντε θεῶντε
7
πολλὸν ἀπ’ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.
8
ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,
9
τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,
10
[…] καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλ’ἐνὶ νηοῖς.
11
ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ
12
ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.
13
ἦ καὶ κυανέῃσιν ἐπ’ὀφρύσι νεῦσε Κρονίων ·
14
ἀμβρόσιαι δ’ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
15
κρατὸς ἀπ’ἀθανάτοιο · μέγαν δ’ἐλέλιξεν Ὄλυμπον.
16
ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.
17
ἵληθ’, εἰραφιῶτα, γυναιμανές · οἱ δέ σ’ἀοιδοὶ
18
ᾄδομεν ἀρχόμενοι λήγοντέςτ’· οὐ δέ πῃ ἔστι
19
σεῖ’ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
20
καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσ’εἰραφιῶτα,
21
σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.