Fragments
Απολλων
Απ.
Απ.
1[…] κιοG?
2[…] πειταG?
3[…] ἐπεσσύθην
5[…] γG?λG?
6[…] ωG?
7πᾶσιν θεοῖς καὶ πᾶσιν ἀγγέλλω βροτοῖς
8καὶ […] δῶρ’ὑπισχνοῦμαι τελεῖν
9[…] ἀπόπροθεν ·
10G?ονG? δύσλοφον φρενὶ
11G?ταG? βοῦς ἀμολγάδας
12μόσχουςτε καὶ νέων νόμευμα πορτίδων
13ἅπαντα φροῦδα καὶ μάτην ἰχνοσκοπῶ
14λαθραῖ’ἰόντα τῆλε βουστάθμου κάπης
15ἀφανῶς τέχναισιν · ὡς ἐγὼ οὐκ ἂν ᾠόμην
16οὔτ’ἂν θεῶν τιν’οὔτ’ἐφημέρων βροτῶν
17δρᾶσαι τόδ’ἔργον οὐ δὲ πρὸς τόλμαν πεσεῖν.
18ταῦτ’οὖν ἐπείπερ ἔμαθον ἐκπλαγεὶς ὄκνῳ
19στείχῶ, ματεύω, παντελὲς κήρυγμ’ἔχων
20θεοῖς βροτοῖςτε μηδέν’ἀγνοεῖν τάδε.
21ἀκολουθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ ·
22Θρᾳκῶν δ’ἐπῆλθον φῦλα τοῦ παντὸς στρατοῦ
23ἀλλ’οὔτις […]
25G?σG?
26G?λG?κιοG?
27G?ισG? ἔπειτα δὲ
30τὰ Θεσσαλῶντ’ἔγκαρπα πεδί’ἐπεσσύθην
31Βοιωτίαςτε γῆς πολυκτήτους πόλεις,
32ἔπειτα δ’[…]
34G?ς ΔωρικοG?
35[…] γείτον’
36ἐνθενG?ήκω ξυνG?αG?
37[…] Κυλλήνηςτε δύσβατον
38G?τε χῶρον, ἐς δ’ὑλG?
39ὡς εἴτε ποιμὴν εἴτ’ἀγρωστήρων τις ἢ
40μαριλοκαυτῶν ἐν λόγῳ παρίσταται
41ἢ τῶν ὀρείων νυμφογεννήτου γένους
42θηρῶν τίς ἐστι, πᾶσιν ἀγγέλλω τάδε,
43τὸν φῶρα τῶν Παιῶνος ὅστις ἂν λάβῃ,
44τῷδ’αὐτόχρημα μισθός ἐσθ’ὁ κείμενος.
Σιληνος
Σι.
Σι.
45ὦ Φοῖβε, σοῦ φωνήμαθ’ὡς ἐπέκλυον
46βοῶντος ὀρθίοισι σὺν κηρύγμασι,
47σπουδῇ τάδ’, ἣ πάρεστι πρεσβύτῃ μαθών
48σοί, Φοῖβ’Ἄπολλον, προσφιλὴς εὐεργέτης
49θέλων γενέσθαι τῷδ’ἐπεσσύθην δρόμῳ,
50ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγέσω.
51τὸτ’ἄγγελός μοι κείμενον χρυσὸν στέφε
52μάλιστ’ἐπG?αισι πρόσθε σG?ν,
53παῖδας δ’ἐμοὺς ὄσσοισι G?αυεG?βαG?
54G?ιμ’ἂν εἴπερ ἐκτελεῖς ἅπερ λέγεις
Απολλων
Απ.
Απ.
55G?ώσω · μοῦνον ἐμπέδου τάδε.
Σιληνος
Σι.
Σι.
56τὰς βοῦς ἀπάξω σοι · σὺ δ’ἐμπέδου δόσιν.
Απολλων
Απ.
Απ.
57ἕξει σφ’ὁ γ’εὑρὼν ὅστις ἔσθ’· ἑτοῖμα δέ.
Σιληνος
Σι.
Σι.
58G?ις […] εG?ζητG?G?
Απολλων
Απ.
Απ.
59G?εσοG? […]
61G?αG? […]
Σιληνος
Σι.
Σι.
62τί τοῦτο; ποιG? λέγεις;
Απολλων
Απ.
Απ.
63ἐλεύθερος σὺ πᾶντε γένος ἔσται τέκνων.
Χορος Σατυρων
Χο.
Χο.
64ἴθ’ἄγε δG?
65πόδα βάσιν τεG?ν
66ἀπαπαπαῖ […]
67ὢ ὤ, σέ τοι […] […]
68ἔπιθι κλωπG? […]
69ὑπόνομα κG? […]
70διανύτων όG? […]
71πατρικὰν γῆρυν […]
72πῶς πᾷ τὰ λάθρια νύχια […]
73κλέμματα ποσσὶG? […]
74εἴ πως, ἂν τύχω, ποG?
75πατρίτ’ἐλεύθερον βG?G?μετG?
76ξυνάμα θεὸς ὁ φίλος ἀνέτω
77πόνους, προφήνας ἀρίζηλα
78χρυσοῦ παραδείγματα.
Σιληνος
Σι.
Σι.
79θεὸς Τύχη καὶ δαῖμον ἰθυντήριε,
80τυχεῖν με πράγους οὗ δράμημ’ἐπείγεται,
81λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι
82Φοίβου κλοπαίας βοῦς ἀπεστερημένου.
83τῶν εἴ τις ὀπτήρ ἐστιν ἢ κατήκοος,
84ἐμοίτ’ἂν εἴη προσφιλὴς φράσας τόδε
85Φοίβῳτ’ἄνακτι συντελὴς εὐεργέτης.
86G?αG?τG?ς τοῦ λόγουG?θ’ἅμαG? […]
87μήνυτρα
Χορος
Χο.
Χο.
88ἰὼ σG?
89ϋηοG?
90δ’οὐδG?
Σιληνος
Σι.
Σι.
91φησίν τις; ἢG?
92ἔοικεν ἤδη κG?
93ἄγ’εἷα δὴ πᾶς σG?
94ῥινηλατῶν ὀσμαῖσι
95αὔρας ἐάν πῃ πρG? […]
96διπλοῦς ὀκλάζων G?ν
97ὕποσμος ἐν χρῷ […] […]
98οὕτως ἔρευναν καὶ πG?
99ἅπαντα χρηστὰ καὶ […] τελεῖν.
Ημιχορος α
Ημ.
Ημ.
100θεὸς θεὸς θεὸς θεός · ἔα ἔα ·
101ἔχειν ἔοιγμεν · ἴσχε, μὴ συρG?τει.
Ημιχορος β
Ημ.
Ημ.
102ταῦτ’ἔστ’ἐκεῖνα · τῶν βοῶν τὰ σήματα.
Ημιχορος α
Ημ.
Ημ.
103σίγα · θεός τις τὴν ἀποικίαν ἄγει.
Ημιχορος β
Ημ.
Ημ.
104τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον ἐξήνομεν;
Ημιχορος α
Ημ.
Ημ.
105τί; τοῖσι ταύτῃ πῶς δοκεῖ;
Ημιχορος β
Ημ.
Ημ.
105bδοκεῖ πάνυ.
106σαφῆ γὰρ αὔθ’ἕκαστα σημαίνει τάδε.
Ημιχορος α
Ημ.
Ημ.
107ἰδοὺ ἰδού ·
108καὶ το- τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλιν.
Ημιχορος β
Ημ.
Ημ.
109ἄθρει μάλα.
110αὔτ’ἐστι τοῦτο μέτρον ἐκμεG?τρούμενον.
Ημιχορος α
Ημ.
Ημ.
111χώρει δρόμῳ καὶ ταG?ν ἔχου
112G?οπG?G?μενος
113ῥοίβδημ’ἐάν τι τῶν βοῶν δι’οὖς λάβῃ
Ημιχορος β
Ημ.
Ημ.
114οὐκ εἰσακούω πω τορῶς τοῦ φθέγματος.
115ἀλλ’αὐτὰ μὴν ἴχνητε κα- χὠ στίβος τάδε
116κείνων ἐναργῆ τῶν βοῶν μαθεῖν πάρα.
Ημιχορος α
Ημ.
Ημ.
117ἔα μάλα ·
118παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα
119εἰς το- τοὔμπαλιν δέδορκεν αὖ · τάδ’εἴσιδε.
120τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματος;
121εἰς το- τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δ’αὖ
122ἐναντί’ἀλλήλοισι συμπεπλεγμένα ·
123δεινὸς κυκησμὸς εἶχε τὸν βοηλάτην.
Σιληνος
Σι.
Σι.
124τίν’αὖ τέχνην σὺ τήνδ’ἄρ’ἐξηῦρες, τίν’αὖ,
125πρόσπαιον ὧδε κεκλιμένον κυνηγετεῖν
126πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω ·
127ἐχῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών,
128ἤ τις πίθηκος κύβδα θυμαίνεις τινί.
129τί ταῦτα; ποῦ γῆς ἐμάθετ’ἐν ποίῳ τόπῳ;
130σημήνατ’, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου.
Χορος
Χο.
Χο.
131ὕ ὗ ὕ ὗ.
Σιληνος
Σι.
Σι.
132τί τοῦτ’ἰύζεις; τίνα φοβῇ; τίν’εἰσορᾷς;
133τί δεῖμ’ὄπωπας; τί ποτε βακχεύεις ἔχων;
134ἀγχοῦ τις ἤχει κέρχνος · ἱμείρεις μαθεῖν
135τίς ἦν; τί σιγᾶτ’, ὦ πρὸ τοῦ λαλίστατοι;
Χορος
Χο.
Χο.
136σίγα μὲν οὖν.
Σιληνος
Σι.
Σι.
137τίν’ἔστ’ἐκεῖθεν ἁπονοσφίζεις ἔχων;
Χορος
Χο.
Χο.
138ἄκουε δή. […]
Σιληνος
Σι.
Σι.
139καλῶς ἀκούσω μηδενὸς φωνὴν κλύων;
Χορος
Χο.
Χο.
140ἐμοὶ πιθοῦ.
Σιληνος
Σι.
Σι.
141ἐμὸν δίωγμά γ’οὐδαμῶς ὀνήσετε.
Χορος
Χο.
Χο.
142ἄκουσον αὖ τοῦ χρήματος χρόνον τινά,
143οἵῳ ’κπλαγέντες ἐνθάδ’ἐξενίσμεθα
144ψόφῳ, τὸν οὐδεὶς πώποτ’ἤκουσεν βροτῶν.
Σιληνος
Σι.
Σι.
145τί μοι ψόφον; φοβεῖσθε καὶ δειμαίνετε,
146μάλθης ἄναγνα σώματ’ἐκμεμαγμένα
147κάκιστα θηρῶν ὄντες, ἐν πάσῃ σκιᾷ
148φόβον βλέποντες, πάντα δειματούμενοι,
149ἄνευρα κα- κἀκόμιστα κα- κἀνελεύθερα
150διακονοῦντες, σώματ’εἰσιδεῖν μόνον
151καὶ γλῶσσα καὶ φαλῆτες. εἰ δέ που δέῃ,
152πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.
153τοιοῦδε πατρός, ὦ κάκιστα θηρίων,
154οὗ πόλλ’ἐφ’ἥβης μνήματ’ἀνδρείας ὕπο
155κεῖται παρ’οἴκοις νυμφικοῖς ἠσκημένα,
156οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλουμένου,
157οὐ δὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν
158πτήσσοντος, ἀλλ’ἀκμαῖσιν ἐξειργασμένου
159ἃ νῦν ὑφ’ὑμῶν λάμπρ’ὑπορρυπαίνεται
160ψόφῳ νεώρει κόλακι ποιμένων ποθέν,
161ὃν δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,
162πλοῦτον δὲ χρυσόφαντον ἐξαφίετε,
163ὃν Φοῖβος ὑμῖν εἶπε κα- κἀνεδέξατο,
164καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν
165ὑμῖντε κα- κἀμοί · ταῦτ’ἀφέντες εὕδετε.
166εἰ μὴ ’νανοστήσαντες ἐξιχνεύσετε
167τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλον,
168κλαίοντες αὐτῇ δειλίᾳ ψοφήσετε.
Χορος
Χο.
Χο.
169πάτερ, παρὼν αὐτός με συμποδηγέτει,
170ἵν’εὖ κατείδῃς εἴ τίς ἐστι δειλία ·
171γνώσηι γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγων.
Σιληνος
Σι.
Σι.
172ἐγὼ παρὼν αὐτός σε προσβιβῶ λόγῳ,
173κυνορτικὸν σύριγμα διακαλούμενος.
174ἀλλ’εἷ’ἐφίστω τριζύγης οἵμου βάσιν ·
175ἐγὼ δ’ἐν ἔργοις παρμένων σ’ἀπευθυνῶ.
Χορος
Χο.
Χο.
176ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγ’ὅ τι πονεῖς.
177τί μάτην ὑπέκλαγες, ὑπέκριγες
178ὑπό μ’ἴδες; ἔχεται
179ἐν πρώτῳ τίς ὅδε τρόπῳ;
180ἔχει. ἐλήλυθεν, ἐλήλυθεν.
181ἐμὸς εἶ, ἀνάγου.
182δεῦτ’ὤ, τίς ὅδε […] G?της
183ὁ δράκις, ὁ γράπις, […]
184Οὐρίας Οὐρίας, αδG?κεις
185παρέβης · μεθυG?
186ὅ τι ποτε φερεG?ιG?ν
187ἔποχον ἔχει τιG?
188στίβος ὁδενεσG?
189στράτιος, στράτιος G?υG?
190δεῦρ’ἕπου · τG?δρG?
191ἔνι βοῦς ἔνι πονοG?
192μὴ μεθῇ κροκιG?
193σὺ τί καλὸν ἐπιδG?
194ὅδε γ’ἀγαθὸς ὁ τρεG?
195κατὰ νόμον ἕπεται
196ἐφέπου, ἐφέπου μG?
197ὀπποποῖ · ἆ μιαρέ, γεG?
198ἦ τάχ’ὁπόταν ἀπίηις
199ἀπελεύθερος ὢν ολG?
200ἀλλὰ μὴ παραπλακG?
201ἔπιθ’ἔπεχ’εἴσιθ’ἴθι […]
202τὸ δὲ πλάγιον ἔχομεν
203πάτερ, τί σιγᾷς; μῶν ἀληθὲς εἴπομεν;
204οὐκ εἰσακούεις; ἦ κεκώφησαι, ψόφον;
Σιληνος
Σι.
Σι.
205σίγα · τί ἔστιν;
Χορος
Χο.
Χο.
205bοὐ μενῶ.
Σιληνος
Σι.
Σι.
205cμέν’, εἰ δύνᾳ.
Χορος
Χο.
Χο.
206οὐκ ἔστιν. ἀλλ’αὐτὸς σὺ ταῦθ’ὅπῃ θέλεις
207ζήτειτε κα- κἀξίχνευε καὶ πλούτει λαβὼν
208τὰς βοῦςτε καὶ τὸν χρυσὸν […] εG?
209μὴ πλεῖστον ἔτι σG?ν […] χρόνον.
Σιληνος
Σι.
Σι.
210ἀλλ’οὔ τι μή σοί μ’ἐκλιπεῖν ἐφήσομαι
211οὐ δ’ἐξυπελθεῖν τοῦ πόνου πρίν γ’ἂν σαφῶς
212εἰδῶμεν ὅντιν’ἔνδον ἥδ’ἔχει στέγη.
Χορος
Χο.
Χο.
213ἰὼ γG?
214φθέγμα G?ου
215G?ηδG?
216μισθὸν δόμοισιν ὀλβίσῃς.
217ὁ δ’οὐ φανεῖται τοῖσιν. ἀλλ’ἐγὼ τάχα
218φέρων κτύπον πέδορτον ἐξαναγκάσω
219πηδήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν
220ὥστ’εἰσακοῦσαι κα- κεἰ λίαν κωφός τις ᾖ.
Κυλληνη
Κυ.
Κυ.
221θῆρες, τί τόνδε χλοερὸν ὑλώδη πάγον
222ἔνθηρον ὡρμήθητε σὺν πολλῇ βοῇ;
223τίς ἥδε τέχνη; τίς μετάστασις πόνων,
224οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων,
225ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμένος
226δορᾷ χεροῖντε θύρσον εὐπαλῆ φέρων
227ὄπισθεν εὐίαζετ’ἀμφὶ τὸν θεὸν
228σὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ;
229νῦν δ’ἀγνοῶ τὸ χρῆμα · ποῖ στροφαὶ νέων
230μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλυον
231ὁμοῦ πρέπον κέλευμά πως κυνηγετῶν
232ἐγγὺς μολόντων θηρὸς εὐναίου τροφῆς,
233ὁμοῦ δ’ἂν αὖτις […] G?αι φωρG?
234γλώσσης ἐτείνετ’εἰς κλοπὴν G?έναι ·
235αὖτις δ’αG?τG? G?G?μενων G?α
236κηρυκG?G?ιG? κήρυγμα […]
237καὶ ταῦτ’ἀφεῖσα σὺν ποδῶν λακτίσμασι
238κληδὼν ὁμοῦ πάμφυρτ’ἐγειτνία στέγῃ
239καὶ ταῦτ’ἂν ἄλλως ἢ κλG?μG?
240φωνῶν ἀκούσασ’ὧδε παραπεπαισμένων
241G?φG?ηG?νων ὑμᾶς νοσεῖν
242νοσG? τί νύμφην ἔτι ποεῖτ’ἀναιτίαν;
Χορος
Χο.
Χο.
243νύμφη βαθύζωνε παῦσαι χόλου
244τοῦδ’, οὔτε γὰρ νεῖκος ἥκει σέ τοι
245δᾴου μάχας οὐ δ’ἄξενός που σέθεν
246γλῶσσαν μάταιόςτ’ἀφ’ἡμῶν θίγοι.
247μή με μὴ προψαλάξῃς κακοῖς,
248ἀλλ’εὐπετῶς μοι πρόφανον τὸ
249πρᾶγμ’, ἐν τόποις τοῖσδε τίς νέρθε γᾶς ὧδ’
250ἀγαστῶς ἐγάρυσε θέσπιν αὐδάν.
Κυλληνη
Κυ.
Κυ.
251ταῦτ’ἔστ’ἐκείνων νῦν τρόπων πεπαίτερα,
252καὶ τοῖσδε θηρῶν ἐκπύθοιο μᾶλλον ἂν
253ἀλκασμάτων δειλῆςτε πειρατηρίων
254νύμφης · ἐμοὶ γὰρ οὐκ ἀρεστόν ἐστ’ἔριν
255ὀρθοψάλακτον ἐν λόγοισιν ἱστάναι.
256ἀλλ’ἥσυχος πρόφαινε καὶ μήνυέ μοι
257ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.
Χορος
Χο.
Χο.
258τόπων ἄνασσα τῶνδε, Κυλλήνης σθένος,
259ὅτου μὲν οὕνεκ’ἦλθον, ὕστερον φράσω ·
260τὸ φθέγμα δ’ἡμῖν τοῦθ’ὅπερ φωνεῖ φράσον
261καὶ τίς ποτ’αὐτῷ διαχαράσσεται βροτῶν.
Κυλληνη
Κυ.
Κυ.
262ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδ’εἰδέναι σαφῶς
263ὡς εἰ φανεῖτε τὸν λόγον τὸν ἐξ ἐμοῦ,
264αὐτοῖσιν ὑμῖν ζημία πορίζεται ·
265καὶ γὰρ κέκρυπται το- τοὖργον ἐν θεῶν ἕδραις,
266Ἥραν ὅπως μὴ πύστις ἵξεται λόγου.
267Ζεὺς γὰρ κρυφαίαν ἐς στέγην Ἀτλαντίδος
268G?εύσατο ·
269G?υ G?φιλας
270[…] λήθῃ τῆς βαθυζώνου θεᾶς
271κατὰ σπέος δὲ παῖδ’ἐφίτυσεν μόνον ·
272τοῦτον δὲ χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω ·
273μητρὸς γὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται ·
274κα- κἀδεστὰ καὶ ποτῆτα καὶ κοιμήματα
275πρὸς σπαργάνοις μένουσα λικνῖτιν τροφὴν
276ἐξευθετίζω νύκτα καὶ καθ’ἡμέραν.
277ὁ δ’αὔξεται κατ’ἦμαρ οὐκ ἐπεικότα
278μέγιστος, ὥστε θαῦμα καὶ φόβος μ’ἔχει.
279οὔπω γὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμένος
280γυίοις ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,
281κα- κἀξορμενίζει κα- κοὐκέτι σχολάζεται
282βλάστη · τοιόνδε παῖδα θησαυρὸς στέγει.
283δυσεύρετόςτ’ἔτ’ἐστι τοῦ πατρὸς θέσει.
284ἀφανεῖ δ’ὃ πεύθῃ φθέγμα μηχανῇ βρέμον
285καὶ πόλλ’ἐθάμβεις αὐτὸς, ἡμέρᾳ μιᾷ
286ἐξ ὑπτίας κίστη γ’ἐμηχανήσατο ·
287τοιόνδε θηρὸς ἐκ θανόντος ἡδονῆς
288ἔμμεστον ἄγγος εὗρε καὶ κάτω δονεῖ.
Χορος
Χο.
Χο.
290ἄφραστο […] παῖς βοῆς
291παιδοG?μαζεισG?
292θήρευμα […] λέγεις
293φώνημα […] σεθουG?
294τόνδ’αφG?
295ονG?τως ἐξεφG?
296G?ροντ’ἄπαG? […] ἐκ
297θανόντος πορίζειν τοιάνδε γῆρυν.
Κυλληνη
Κυ.
Κυ.
298μὴ νῦν ἀπίστει · πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.
Χορος
Χο.
Χο.
300καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;
Κυλληνη
Κυ.
Κυ.
301πιθοῦ · θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δ’ἄναυδος ἦν ὁ θήρ.
Χορος
Χο.
Χο.
302ποῖός τις ἦν εἶδος; προμήκης, ἢ ’πίκυρτος, ἢ βραχύς;
Κυλληνη
Κυ.
Κυ.
303βραχύς, χυτρώδης, ποικίλῃ δορᾷ κατερρικνωμένος.
Χορος
Χο.
Χο.
304ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις;
Κυλληνη
Κυ.
Κυ.
305πλεῖστον μεταξύ · γογγύλον γάρ ἐστι καὶ βραχυσκελές.
Χορος
Χο.
Χο.
306οὐ δ’ὡς ἰχνεύμων προσφερὲς πέφυκεν οὐ δ’ὡς καρκίνος;
Κυλληνη
Κυ.
Κυ.
307οὐ δ’αὖ τοιοῦτόν ἐστιν · ἀλλ’ἄλλον τιν’ἐξευροῦ τρόπον.
Χορος
Χο.
Χο.
308ἀλλ’ὡς κεράστης κάνθαρος δῆτ’ἐστὶν Αἰτναῖος φυήν;
Κυλληνη
Κυ.
Κυ.
309νῦν ἐγγὺς ἔγνως ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον.
Χορος
Χο.
Χο.
310τί δ’αὖ τὸ φωνοῦν ἐστιν αὐτοῦ, το- τοὐντὸς ἢ το- τοὔξω, φράσον.
Κυλληνη
Κυ.
Κυ.
311G?λοG? φορίνη σύγγονος τῶν ὀστράκων.
Χορος
Χο.
Χο.
312ποῖον δὲ το- τοὔνομ’ἐννέπεις; πόρσυνον, εἴ τι πλέον ἔχεις.
Κυλληνη
Κυ.
Κυ.
313τὸν θῆρα μὲν χέλυν, τὸ φωνοῦν δ’αὖ λύραν ὁ παῖς καλεῖ.
Χορος
Χο.
Χο.
314[…] κτέανον ησύG? τινι;
Κυλληνη
Κυ.
Κυ.
314b[…] […] δέρμα κG?στ […]
315[…] G?ον ὧδε κλαγγάνει […]
316G?όρως ἐρείδεται
317G?πλεκτα […]
318G?λάδος κG?
319[…] κόλλοπες δεG?
320G?αμματω […]
321G?ονG?
325καὶ τοῦτο λύπης ἔστ’ἄκεστρον καὶ παραψυκτήριον
326κείνῳ μόνον, χαίρει δ’ἀλύων καί τι προσφωνῶν μέλος
327ξύμφωνον · ἐξαίρει γὰρ αὐτὸν αἰόλισμα τῆς λύρας.
328οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμ’ἐμηχανήσατο.
Χορος
Χο.
Χο.
329ὀρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου,
330πρεπτὰ δ’αὖ διὰ τόνου φάσματ’
331ἔγχωρ’ἐπανθεμίζει.
332τὸ πρᾶγμα δ’οὗπερ πορεύω βάδην,
333ἴσθι τὸν δαίμον’, ὅστις ποθ’ὃς
334ταῦτ’ἐτεχνήσατ’, οὐκ ἄλλος ἐστὶν κλοπεὺς
335ἀντ’ἐκείνου, γύναι, σάφ’ἴσθι.
336σὺ δ’ἀντὶ τῶνδε μὴ
337χαλεφθῇς μη δὲ δυσφορηθῇς.
Κυλληνη
Κυ.
Κυ.
338τίς ἔχει πλάνη σε; τίνα κλοπὴν ὠνείδισας;
Χορος
Χο.
Χο.
339οὐ μὰ Δία σ’, ὦ πρέσβειρα χειμάζειν θέλω.
Κυλληνη
Κυ.
Κυ.
340μῶν τὸν Διὸς παῖδ’ὄντα φηλήτην καλεῖς;
Χορος
Χο.
Χο.
341G?αν αὐτῇ τῇ κλοπῇ.
Κυλληνη
Κυ.
Κυ.
342[…] εἴ γε τα- τἀληθῆ λέγεις.
Χορος
Χο.
Χο.
343[…] τα- τἀληθῆ λέγω.
344[…] κεκλοφέναι σαφG?
345G?δε βοῦς πάνυ
346G?ᾳ καθήρμοσε
347G?λου τεμὼν
348G?φο […] δοραG?
κυλληνη
κυ.
κυ.
352[…] ἄρτι μανθάνω χρόνῳ
353[…] ἐγχάσκοντα τῇ ’μῇ μωρίᾳ
354[…] οὐδέν, ἀλλὰ παιδιᾶς χάριν.
355σὺ δ’οὖν τὸ λοιπὸν εἰς ἔμ’εὐδίαν ἔχων,
356εἴ σοι φέρει χάρμ’ἤ τι κερδαίνειν δοκεῖς
357ὅπως θέλεις κάχαζε καὶ τέρπου φρένα ·
358τὸν παῖδα δ’ὄντα τοῦ Διὸς σαφεῖ λόγῳ
359μὴ σκῶπτε ποιῶν ἐν νέῳ νέον λόγον ·
360οὗτος γὰρ οὔτε πρὸς πατρὸς κλέπτης ἔφυ
361οὔτ’αὖτις ἐν μήτρωσιν ἡ κλοπὴ κρατεῖ.
362εἰ δὴ κλοπή τίς ἐστι, τὸν κλέπτην σκόπει
363ἄπορον ἄκαρπον · τοῦδε δ’οὐ πεινῇ δόμος.
364ἄθρει γένος πρόσαπτε τὴν πονηρίαν
365πρὸς ὅντιν’ἥκει · τῷδε δ’οὐχ οὕτω πρέπει.
366ἀλλ’αἰὲν εἶ σὺ παῖς · νέος γὰρ ὢν ἀνὴρ
367πώγωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς.
368παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς.
369οὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ
370χανόντα κλαίειν ὕστερ’; ὡς ἐγὼ λέγω.
Χορος
Χο.
Χο.
371στρέφου λυγίζουτε μύθοις,
372ὁποίαν θέλεις βάξιν εὕρισκ’
373ἀπόψηκτον · οὐ γάρ με ταῦτα πείσεις,
374ὅπως τὸ χρῆμ’οὗτος εἰργασμένος
375ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν
376που δοράς ἢ ’πὸ τῶν Λοξίου.
377μή με τᾶσδ’ἐξ ὁδοῦ βίβαζε.
379ὁ Ζεὺς γὰρ […]
Κυλληνη
Κυ.
Κυ.
380ὁ παῖς κλοπG?
Χορος
Χο.
Χο.
381εἰ τοι πονηρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ.
Κυλληνη
Κυ.
Κυ.
382κακῶς ἀκούειν οὐ πρέπει Διὸς γόνῳ.
Χορος
Χο.
Χο.
383εἰ δ’ἔστ’ἀληθῆ, χρή με καὶ λέγειν τάδε.
Κυλληνη
Κυ.
Κυ.
384οὐ μὴ ταδ’εἴπῃς
395ποῦ καὶ βόες νέμουσι τG?
Χορος
Χο.
Χο.
396πλείους δέ γ’ἤδη νῦν […]
Κυλληνη
Κυ.
Κυ.
397τίς, ὦ πόνηρ’, ἔχει; τί πλεG?
Χορος
Χο.
Χο.
398ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκληιμένος.
Κυλληνη
Κυ.
Κυ.
399τὸν παῖδα παῦσαι τοῦ Διὸς κακῶς λέγων.
Χορος
Χο.
Χο.
400παύοιμ’ἄν, εἰ τὰς βοῦς τις ἐξελᾶν θέλοι.
Κυλληνη
Κυ.
Κυ.
401ἤδη με πνίγεις καὶ σὺ κα- χαἰ βόες σέθεν.
Χορος
Χο.
Χο.
402G?λεισεπG?υG? ἐξελαυνG? […]
404ἰοὺ ἰοὺ […]
405ἥντ’ἔφη πG?
406οὗτος οὐ φG?
Σιληνος
Σι.
Σι.
407ὦ Λοξία
408ἰὼ δG?
Χορος
Χο.
Χο.
409ὦ Λοξία, δεG?
410καὶ παρηG?
411τῶν βοῶν
Απολλων
Απ.
Απ.
412G?νυG?
413εG?ειG?
414βοG?
415οποG?
416πρG?
417μισθὸς […]
418ἐλεύθεροG?
Σιληνος
Σι.
Σι.
419τὸν ἐγG?